Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Fragmenta in sancti Pauli epistulam ii ad Corinthios
Cyril of AlexandriaCori 3 · pg-scrape-grcMore by Cyril of Alexandria
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
3.1.1
ΛΟΓΟΣ Α.
3.1.2
Ἐν ὀστρακίνοις σκεύεσιν. ΣΚΕΥΗ ὀστράκινα τὸ τῆς λέξεως ὀνομάζει κοινὸν, οὐ
3.1.3
γὰρ ἐν κόμπῳ ῥημάτων τῶν θείων ἡμῖν μυστηρίων ἡ παράδοσις, ἀλλ' ὡς ἐν λέξει τῇ
3.1.4
πᾶσι κατειθισμένῃ, ἵνα πάντες μανθάνωσι καὶ νοοῦσιν. τί οὖν, ὦ Παῦλε; οὐ γὰρ ἦν
3.1.5
ἐφικτὸν τῷ πάντας σοφοῦντι Θεῷ τοὺς ἁγίους ἀποστόλους εὐστομωτάτους τε ἄγαν
3.1.6
ἀποφῆναι ῥᾳδίως καὶ πολὺ μᾶλλον ἢ ἐκεῖνοι κατευγλωττισμένους καὶ κτύπῳ ῥημάτων
3.1.7
καταπλήττειν εἰδότας τοὺς ἐντυγχάνοντας; ναί φησιν, αὐτὸς γάρ ἐστι τῆς σοφίας ὁ
3.1.8
χορηγός· ἀλλ' ἐν ὀστρακίνοις σκεύεσι, τουτέστιν, ἐν ἕξει μικρῷ τὸν θεῖον ἡμῖν
3.1.9
κατέκλεισε θησαῦρον. διὰ ποίαν αἰτίαν; ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ καὶ
3.1.10
μὴ ἐξ ἡμῶν. οὕτως γὰρ ἔπεισαν πάντας προσδραμεῖν τῇ πίστει. εἰ γὰρ ἦν ἐν αὐτοῖς
3.1.11
λαμπρὸς ὁ λόγος, ἔδοξαν ἂν ἔσθ' ὅτε οὐ τῆς αὐτοῦ δυνάμεως γεγενῆσθαι κατόρθωσις
3.1.12
τῶν κεκλημένων ἡ πίστις. ἐπειδὴ δὲ διὰ ψιλῶν ἔπεισαν ῥημάτων οὐδεὶς ἐνδοιάζει ὅτι
3.1.13
Θεοῦ γέγονε τῆς ἐν τούτῳ δυνάμεως ἡ ὑπερβολή. Ὀστράκινα σκεύη λέγομεν ἃ
3.1.14
περικείμεθα σώματα ἐν τοῖς αἰσθητοῖς ὄντες, διανοίᾳ τοιαύτῃ· ἐπεὶ ἔτι σάρκα
3.1.15
περικείμενοι τὴν ἐμποδίζουσαν τῇ θεωρίᾳ τῆς ἀληθείας, γνῶσιν ἔχομεν τὴν περὶ τῆς
3.1.16
Τριάδος, ἡ ὑπερβολὴ τοῦ μεγέθους τῆς γνώσεως οὐκ ἐξ ἡμῶν, ἀλλ' ἐκ Θεοῦ δυνάμεως
3.1.17
ὑπάρχουσα ἡμῖν γνωρίζεται. 345 Ἐν παντὶ θλιβόμενοι, ἀλλ' οὐ στενοχωρούμενοι κ. τ. λ.
3.1.18
Φαίνονται μὲν γὰρ ὑπέρ γε τῆς εἰς αὐτὸν εὐσεβείας καὶ αὐτὸν ἀνατλάντες τὸν
3.1.19
θάνατον· πλὴν εἰ καὶ τοῦτο συνέβη παθεῖν αὐτοὺς, ἀλλ' οὖν ζῶσι, τῷ Θεῷ ζήσειν
3.1.20
μέλλοντες· καὶ καθά φησι τῆς σοφίας ὁ λόγος" Ἔδοξαν ἐν ὀφθαλμοῖς" ἀνθρώπων
3.1.21
τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐ" τῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα· οἱ
3.1.22
δὲ εἰσὶν ἐν" εἰρήνῃ, καὶ ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης." ποία τίς οὖν ἄρα τῶν
3.1.23
ἱδρώτων ἡ νόησις, διερμηνεύει πάλιν ὁ Παῦλος οὕτω λέγων Πάντοτε τὴν νέκρωσιν τοῦ
3.1.24
Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν
3.1.25
φανερωθῇ. διττὸν εἶναί φαμεν τὸν τῆς ἐνθάδε νοουμένης νεκρώσεως τρόπον, ὧν εἷς
3.1.26
μέν ἐστι νοητὸς καὶ πνευματικὸς, ἕτερος γεμὴν ὡς ἐν αἰσθήσει τῇ κατὰ σῶμα
3.1.27
λαμβάνεται· Θεὸς γὰρ ὑπάρχων καὶ ἐκ Θεοῦ πεφηνὼς κατὰ φύσιν ὁ Μονογενὴς αὐτοῦ
3.1.28
Λόγος, ἰδίαν ἐποιήσατο σάρκα τὴν ἀπὸ τῆς γῆς, καὶ τὸ θνητὸν δὴ τοῦτο καὶ ἀνθρώπινον
3.1.29
ἠμπέσχετο σῶμα, ψυχὴν ἔχων τὴν λογικήν· καὶ τίς ἡ τοῦδε πρόφασις; ἵνα νεκρώσῃ τὴν
3.1.30
ἁμαρτίαν ἐν τῇ σαρκὶ, καὶ τῶν ἐμφύτων τε καὶ ἐν αὐτῇ κινημάτων τῶν εἰς ἐκτόπους
3.1.31
ἀποφερόντων ἡδονὰς ἀπαμβλύνῃ τὸ κέντρον· κατώρθωκε δὲ οὐχ ἑαυτῷ Θεὸς ὢν ὁ
3.1.32
Λόγος τὸ ἐπέκεινα τῶν ἐν ἡμῖν ὁρᾶσθαι παθῶν· οὐ γὰρ οἶδεν ἁμαρτίαν· ἀλλ' οἷον ὅλην
3.1.33
ἐν ἑαυτῷ τὴν ἀνθρώπου φύσιν μεταστοιχειῶν εἰς ζωὴν ἁγίαν καὶ ἄμωμον, ὅτε γέγονεν
3.1.34
ἄνθρωπος καὶ ἐν εἴδει τῷ καθ' ἡμᾶς· γέγονε γὰρ" ἐν πᾶσιν" αὐτὸς πρωτεύων," ἵνα καὶ
3.1.35
ἡμεῖς τοῖς ἴχνεσιν αὐτοῦ κατακολουθήσαντες ἔχωμεν ἐν ἑαυτοῖς τὴν αὐτοῦ νέκρωσιν,
3.1.36
τουτέστιν ἀπρακτοῦσαν ἐν τῇ σαρκὶ τῆς ἁμαρτίας τὴν δύναμιν· 346 οὕτω τε ἀναλαβεῖν
3.1.37
ἰσχύσωμεν καὶ τὸ ἀμώμητον εἰς ζωήν. καὶ καθ' ἕτερον δὲ τρόπον τὴν ἐνθάδε λεγομένην
3.1.38
τοῦ Ἰησοῦ παραδέξῃ νέκρωσιν καὶ ζωήν· γέγονε γὰρ ὑπήκοος τῷ Θεῷ καὶ Πατρὶ, καθὰ
3.1.39
γέγραπται, καὶ μέχρις αὐτοῦ θανάτου, καὶ τὴν ψυχὴν αὐτοῦ τέθεικεν ὑπὲρ τῶν
3.1.40
προβάτων· πλὴν" ἀπέθανεν ἐφάπαξ τῇ ἁμαρτίᾳ·" τουτέστιν ὑπὲρ τῆς ἁμαρτίας τοῦ
3.1.41
κόσμου, τέθειται γὰρ ἱλασμὸς διὰ πίστεως·" ὃ δὲ" ζῇ, ζῇ τῷ Θεῷ."
3.1.42
Ταύτην οὖν ἄρα τὴν νέκρωσιν, τὴν διά γε τῶν παθημάτων καὶ μέχρις αὐτοῦ
3.1.43
θανάτου διήκουσαν, ἐν τοῖς ἑαυτῶν σώμασι περιφέρουσιν οἱ μυσταγωγοὶ ἵνα καὶ ἡ ζωὴ
3.1.44
τοῦ Ἰησοῦ, καθά φησιν αὐτὸς, ἐν τοῖς σώμασιν ἡμῶν φανερωθῇ· ζήσονται γὰρ καὶ αὐτοὶ
3.1.45
τῷ Θεῷ τὴν ἁγίαν καὶ ἄμωμον καὶ μακαρίαν ζωήν. ὅτι δὲ ταύτης ἰδίως μέμνηται τῆς
3.1.46
νεκρώσεως καὶ μέντοι ζωῆς, εἴς γε τὸ παρὸν πιστώσεται μὲν καὶ ἡ τῶν προλαβόντων
3.1.47
διάνοια, πειρασμῶν ἔχουσα καὶ πόνων ἀφήγησιν, οὓς ὑπομένειν ἀνάγκη πληροῦν
3.1.48
ἐθέλοντα τῆς ἀποστολῆς τὸν εὐκλεᾶ δρόμον· οὐδὲν δὲ ἧττον ἡμᾶς οὕτω φρονεῖν
3.1.49
ἀναπείσει μονονουχὶ καὶ διερμηνεύων αὐτοῖς ὅπερ ἔφη· προσεπάγει γὰρ εὐθὺς τὸ ἑξῆς·
3.1.50
Ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν κ. τ. λ. Δείκνυσι δὲ διὰ
3.1.51
τούτων καὶ αὐτοὺς ἀσμένως ὑπομένειν ἐθέλοντας τὸν τῆς σαρκὸς θάνατον, διὰ τὴν εἰς
3.1.52
Χριστὸν εὐσέβειαν· σκοπὸς γὰρ αὐτοῖς οὐκ εἰς τὰ παρόντα βλέπειν, προαθρεῖν δὲ
3.1.53
μᾶλλον τὰ ἐσόμενα καὶ τὰς ἀμοιβὰς τῶν 347 πόνων. καὶ δι' οὐδενὸς μὲν ποιοῦνται
3.1.54
λόγου τοὺς ἐκ τῶν ἀγώνων ἱδρῶτας, ἐπιγάνυνται δὲ μᾶλλον τοῖς ἄνωθεν ἀγαθοῖς,
3.1.55
διαλογίζονται γὰρ τῆς τοῦ Θεοῦ φιλοτιμίας τὸ πλάτος· διὰ γὰρ τοῦτο εἰς θάνατον
3.1.56
παραδίδονται διὰ Ἰησοῦν ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκί. καὶ τίς
3.1.57
ἡ τοῦ Ἰησοῦ ζωή; ἡ ἀφθαρσία καὶ ἁγιασμὸς, δόξα τε μεγάλη καὶ ὑπερκόσμιος· οὕτως γὰρ
3.1.58
ἡμῖν ὀφθήσεται κατὰ καιροὺς, ὅταν ἡμῖν ἄνωθεν καὶ ἐξ οὐρανοῦ καταβαίνῃ κριτής·
3.1.59
μετασχηματίσει δὲ καὶ" τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον" τῷ σώματι τῆς
3.1.60
δόξης αὐτοῦ κατὰ τὴν ἐνέργειαν τοῦ δύνα" σθαι αὐτὸν καὶ ὑποτάξαι αὐτῷ τὰ πάντα."
3.1.61
ὥστε ὁ μὲν θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν. μεμίμηνται γὰρ τὸν ἑαυτῶν
3.1.62
δεσπότην οἱ τῆς ὑφ' ἡλίῳ μυσταγωγοί· τεθείκασι καὶ αὐτοὶ τὰς ἑαυτῶν ψυχὰς, ἵνα ἡμεῖς
3.1.63
οἱ ποτὲ πλανώμενοι, τὴν ἐκ πίστεως τῆς εἰς Χριστὸν ἀποκερδαίνωμεν ζωήν· τοιγάρτοι
3.1.64
φασὶ διὰ τῆς τοῦ ψάλλοντος φωνῆς ὡς πρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν" Ὅτι
3.1.65
ἕνεκεν σοῦ θανα" τούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα" σφαγῆς."
3.1.2
ΛΟΓΟΣ Β. Διὸ οὐκ ἐκκακοῦμεν, ἀλλ' εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος δια
3.1.3
φθείρεται, ἀλλ' ὁ ἔσωθεν ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ.
3.1.4
Ἔξεστι τῇ τῶν προκειμένων ἐννοίᾳ προσβαλεῖν οὐκ ἀκόμψως, κοινὸν ὥσπερ
3.1.5
ἅπασι τοῖς εὐσεβεῖν ᾑρημένοις προθέντας τὸ χρῆμα·" στρατεύεται μὲν γὰρ ἡ σὰρξ κατὰ
3.1.6
348" τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός· ταῦτα γὰρ" ἀντίκειται ἀλλήλοις,"
3.1.7
κατὰ τὸ γεγραμμένον. φαμὲν οὖν ὅτι πᾶσά πως ἀνάγκη, κατεφθαρμένης τρόπον τινὰ
3.1.8
τῆς σαρκὸς, καὶ τῶν ἐν αὐτῇ κινημάτων ἠσθενηκότων, τότε δὴ μάλιστα μειζόνως
3.1.9
ἐῤῥῶσθαι τὸ ἕτερον, τουτέστι τὸ φρόνημα τοῦ πνεύματος. αἰτίας ἀπόδοσιν καὶ οἷον
3.1.10
ἀνάμνησιν προειρημένου τινὸς εἰσκομίζει τό Διό. ἔφη τοίνυν Εἰ γὰρ" ἡμεῖς" οἱ ζῶντες
3.1.11
εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν ἵνα καὶ" ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν" ταῖς
3.1.12
καρδίαις ἡμῶν, ταύτην ἔχοντες τὴν ἐλπίδα, φησὶ, καὶ τοῖς ἐσομένοις ἐπιγανύμενοι, οὐκ
3.1.13
ἐκκακοῦμεν, τῆς μελλούσης δόξης προθεωροῦντες τὸ κάλλος, ἀλλὰ κἂν ἐπέλθοι θλίψις,
3.1.14
φέρομεν γενναίως. εἰ γὰρ καὶ ὡς ἄνθρωποι ἀλγοῦμεν καὶ βλάβην τινὰ περὶ τὸ σῶμα
3.1.15
ὑπομένωμεν, ἀλλ' οὐχ ἡττώμεθα τούτοις· ὁ γὰρ ἔσω ἡμῶν ἄνθρωπος ἀνακαινοῦται. καὶ
3.1.16
κοινὸς μὲν ὁ λόγος. ὅταν τοίνυν τοῖς εἰς ἄσκησιν πόνοις ὁ ἔξω ἡμῶν ἄνθρωπος
3.1.17
διαφθείρεται, τότε λοιπὸν ἀναγκαίως ὁ ἔσω ἡμῶν ἄνθρωπος ἀνακαινοῦται ἡμέρᾳ καὶ
3.1.18
ἡμέρᾳ. καὶ ἑτέρως γεμὴν τοῖς εἰρημένοις ἐπιβαλεῖς· ἐπειδὴ Ἰουδαίοις τε καὶ Ἕλλησι
3.1.19
διεκήρυττον τὸν Ἰησοῦν, δεινοὺς καὶ ἀφορήτους ὑπομεμενήκασι διωγμοὺς, καὶ
3.1.20
διέφθαρτο τοῖς εἰς τοῦτο πόνοις τὸ σῶμα αὐτῶν. ἀλλ' ὅσῳ μείζων ὁ πόνος, τοσούτῳ
3.1.21
οἶμαί που παρέποιτο ἂν εἰκότως ἀμφιλαφεστέρα τῆς χάριτος ἡ ἀντέκτισις. 349 Τὸ γὰρ
3.1.22
παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν καθ' ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος
3.1.23
δόξης κατεργάζεται ἡμῖν, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα·
3.1.24
τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια. Ἐπιῤῥώννυσι τῶν ἀθλεῖν
3.1.25
βουλομένων τὸν νοῦν, τοὺς μὲν ἀγῶνας εὐτελίζων, τοὺς δὲ στεφάνους ὑψῶν τῶν
3.1.26
νενικηκότων, καὶ τὸ μὲν ἐλαφρὸν ἐπὶ τῶν θλίψεων τιθεὶς, τὸ δὲ βάρος ἐπὶ τῆς δόξης·
3.1.27
τῶν γὰρ ἐν τῷδε τῷ βίῳ τὴν μεμετρημένην ἔφοδον διὰ τὸ πρόσκαιρον κἂν εἰ γένοιτο
3.1.28
καθ' ὑπερβολὴν εἰς ὑπερβολήν. ἀλλ' οὖν εἰς αἰώνιον βάρος δόξης ἐκβήσεσθαί φησιν,
3.1.29
ἐπειδὴ πέρα λόγου τὰ τοῦ μέλλοντος αἰῶνος ἀγαθά. διὸ οὐ δεῖ σκοπεῖν τὰ βλεπόμενα
3.1.30
πρόσκαιρα ἀλλὰ τὰ μὴ βλεπόμενα αἰώνια. Οἴδαμεν γὰρ ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία
3.1.31
τοῦ σκήνους καταλυθῇ κ. τ. λ. Ἐπίγειον ἡμῶν οἰκίαν τοῦ σκήνους, αὐτὸ περιφραστικῶς
3.1.32
ὀνομάζει τὸ σκῆνος, ἤτοι τὸ σῶμα· γέγραπται γὰρ ἐν τῷ Ἰώβ" Τοὺς δὲ κατοικοῦντας
3.1.33
οἰκίας πηλίνας, ἐξ ὧν καὶ αὐτοὶ" ἐκ τοῦ αὐτοῦ πηλοῦ ἐσμεν." ἴσμεν οὖν ἄρα, φησὶν, ὡς
3.1.34
καταλύσαντος τοῦ θανάτου τὴν ἐπίγειον ἡμῶν τοῦ σκήνους οἰκίαν, τουτέστι τὸ σῶμα,
3.1.35
διαδέξεται καὶ οὐκ εἰς μακρὰν, κατὰ τὸν τῆς ἀναστάσεως δηλονότι καιρὸν, οἰκητήριον
3.1.36
τὸ ἐξ οὐρανοῦ, τουτέστιν ἡ ἀφθαρσία· ἄνωθεν δὲ αὐτὴν εἶναί φησι, πρῶτον μὲν ὅτι
3.1.37
θεόσδοτον τὸ χρῆμά ἐστιν· εἶτα πρὸς τούτῳ διά τοι τὸ πάντας τοὺς τὴν ἄνωθεν
3.1.38
οἰκοῦντας πόλιν, φημὶ δὴ τὰ τῶν ἁγίων ἀγγέλων συντάγματα, ἐν ἀφθάρτοις τε καὶ
3.1.39
ἀνωλέθροις εἶναι σώμασιν· ἀπήλλακται γὰρ τῆς 350 γεώδους ταυτησὶ παχύτητος ἡ
3.1.40
ἀγγέλων φύσις. οἰκοδομὴν τοιγαροῦν ἐκ Θεοῦ καὶ ἀχειροποίητον οἰκίαν καὶ μὴν καὶ
3.1.41
αἰώνιον ὀνομάζει, τὴν ἀφθαρσίαν. Καὶ γὰρ ἐν τούτῳ στενάζομεν, τὸ οἰκητήριον ἡμῶν
3.1.42
τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπιποθοῦντες.
3.1.43
Διὰ τοῦτο στενάζομεν ὡς καταβαρυνόμενοι τῇ φθορᾷ, γλιχόμεθα δὲ τὸ ἄνωθεν
3.1.44
καὶ ἐξ οὐρανοῦ οἰκητήριον, τουτέστι τὴν ἀφθαρσίαν, ἐπενδύσασθαι. στενάζομεν οὖν
3.1.45
οὐκ ἀπόθεσιν τοῦ νῦν ὄντος ἐπιθυμοῦντες εὑρεῖν, ἐπαμφιέσασθαι δὲ μᾶλλον αὐτῷ τὴν
3.1.46
ἀφθαρσίαν εὐχόμενοι τὸ ἀχειροποίητον οἰκητήριον, εἴ γε καὶ ἐνδυσάμενοι οὐ γυμνοὶ
3.1.47
εὑρεθησόμεθα. καὶ γάρ ἐστιν ἀληθὲς ὅτι" Φθαρτὸν σῶμα βαρύνει ψυχὴν," πεποιήμεθα
3.1.48
δὲ τοῦ στενάζειν τὴν ἀφορμὴν τὸ καταβαρύνεσθαι τῇ φθορᾷ, γλιχόμεθα δὲ τὸ
3.1.49
οἰκητήριον τὸ ἄνωθεν καὶ ἐξ οὐρανοῦ τουτέστι τὴν ἀφθαρσίαν ἐπενδύσασθαι. εἶτα τί τὸ
3.1.50
ἐπενδύσασθαι δηλοῖ ἢ πάντως ὅτι τῷ νῦν ὄντι σώματι προσπεριβαλέσθαι τὴν
3.1.51
ἀφθαρσίαν; στενάζομεν οὖν. Εἴ γε καὶ ἐνδυσάμενοι οὐ γυμνοὶ εὑρεθησόμεθα. Τό Εἴ γε
3.1.52
οὐκ ἐνδοιάζων λέγει, ἀλλ' ἀποφαινόμενος μᾶλλον καὶ ἀραρότως ἔχον ἀποδεικνὺς ὅτι
3.1.53
τὸ ἐξ οὐρανοῦ καὶ ἄνωθεν οἰκητήριον ἐπαμφιεννύμενοι τοῦ προϋποκειμένου σκήνους,
3.1.54
τουτέστι τοῦ γηΐνου σώματος, οὐκ ἐσόμεθα γυμνοί. οὐκοῦν τό Εἴ γε τέθεικεν ἀντὶ τοῦ
3.1.55
ὁπότε, ἵν' ᾖ τι τοιοῦτον τὸ εἰρημένον Ὁπότε καὶ ἐνδυσάμενοι, οὐκ ἀπόθεσιν τοῦ πρώτου
3.1.56
πεισόμεθα, οὔτε μὴν ἐσόμεθα γυμνοὶ τοῦ προϋποκειμένου σώματος, ὅπερ σαφηνίζει διὰ
3.1.57
τῶν ἑξῆς. καταπίνεται δὲ τὸ θνητὸν ὑπὸ τῆς 351 ζωῆς, οὐκ ἀφανιζόμενον, οὐδὲ χωροῦν
3.1.58
εἰς τὸ μὴ ὑπάρχειν ὅλως, μεταστοιχειούμενον δὲ μᾶλλον εἰς ἀφθαρσίαν· πεποίηται γὰρ
3.1.59
οὕτω καὶ ἐν ἀρχαῖς. γέγραπται γὰρ ὅτι καὶ ἔλαβεν ὁ Θεὸς χοῦν ἀπὸ τῆς γῆς καὶ ἔπλασε
3.1.60
τὸν ἄνθρωπον. ἵνα δὲ τὸ φθαρτὸν ὑπὸ τῆς ζωῆς καταπίνηται, φθαρτὴ γὰρ ἡ σὰρξ κατὰ
3.1.61
φύσιν," ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ" πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς
3.1.62
ψυχὴν ζῶσαν." ἀλλ' εἰσκέκριται μεταξὺ διὰ τῆς ἁμαρτίας ὁ θάνατος· εἶτα, καθά φησιν
3.1.63
αὐτὸς ὁ θεσπέσιος Παῦλος, εὐδόκησεν ὁ Θεὸς καὶ Πατὴρ" ἀνακεφαλαιώσασθαι τὰ πάντα
3.1.64
ἐν τῷ Χριστῷ·" ἀφίκετο γὰρ ἀνακαινίσων ἡμᾶς διὰ τοῦ Πνεύματος εἰς τὸ ἀπ' ἀρχῆς· καὶ
3.1.65
αὐτός ἐστιν ὁ πρὸς τοῦτο ἡμᾶς κατεργασάμενος ὡς Θεὸς καὶ δοὺς ἡμῖν τὸν ἀῤῥαβῶνα
3.1.66
τοῦ Πνεύματος. οὐκοῦν ἐνέχυρον ὥσπερ ἀσφαλὲς τῆς ἐν ὑστέροις τοῦ αἰῶνος καιροῖς
3.1.66
δοθησομένης ἡμῖν ἀφθαρσίας, τὸ ζωοποιὸν ἐντέθειται Πνεῦμα παρὰ Χριστοῦ· νυνὶ μὲν
3.1.67
τέως ὡς ἐν ἀπαρχῇ, μετὰ δέ γε τὴν ἐκ νεκρῶν ἀναβίωσιν ὡς ἐν ὁλοκλήρῳ μέτρῳ. τότε
3.1.68
δὴ τότε κατηργημένης εἰσάπαν τῆς φθορᾶς, ἐξελευσόμεθα, καθά φησιν ὁ προφήτης, καὶ
3.1.69
σκιρτήσομεν" ὡς" μοσχάρια ἐκ δεσμῶν ἀνειμένα," καὶ δὴ καὶ ἐροῦμεν ἐπιτωθάζοντες τῇ
3.1.70
φθορᾷ" Ποῦ ἡ δίκη σου θάνατε, ποῦ τὸ κέντρον" σου ᾅδη;" πεπαύσονται γὰρ ἁμαρτία
3.1.71
καὶ θάνατος, βασιλεύσει δὲ τῶν ἁγίων ἐν ἀφθαρσίᾳ Χριστός. καὶ ἵνα τὸ φθαρτὸν ὅ ἐστιν
3.1.72
ἡ φθαρτὴ σὰρξ κατὰ φύσιν, καταποθῇ ὑπὸ τῆς ζωῆς," ἐνεφύσησεν ὁ Θεὸς εἰς τὸ
3.1.73
πρόσωπον αὐτοῦ πνοὴν" ζωῆς καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν."

Intertext edge

Open linked passage

Note