Fragmenta in sancti Pauli epistulam ii ad Corinthios
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
4.1.1
ΛΟΓΟΣ Α.
4.1.2
Ὁ καὶ δοὺς ἡμῖν τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος κ. τ. λ. ΟΙ τὸν ἀῤῥαβῶνα τοῦ
4.1.3
Πνεύματος ἔχοντες, καὶ τὴν τῆς ἀναστάσεως ἐλπίδα πεπλουτηκότες, τῶν ἔσεσθαι
4.1.4
προσδοκωμένων ὡς ἐνεστηκότων ἤδη ἐπιδραττόμενοί φασιν Ὥστε ἡμεῖς ἀπὸ τοῦ νῦν
4.1.5
οὐδένα οἴδαμεν κατὰ σάρκα, πάντες γάρ ἐσμεν πνευματικοὶ καὶ οὐκ ἐν φθορᾷ σαρκικῇ·
4.1.6
σάρκα γὰρ ἐν τούτοις, καθάπερ ἐγῷμαι, τὴν τῆς σαρκὸς ὀνομάζει φθοράν· ἐπιλάμψαντος
4.1.7
γὰρ ἡμῖν τοῦ Μονογενοῦς, μετεστοιχειώμεθα πρὸς τὸν τὰ πάντα ζωοποιοῦντα Λόγον.
4.1.8
ὥσπερ γὰρ τοῖς τοῦ θανάτου δεσμοῖς ὑπεκείμεθα βασιλευούσης τῆς ἁμαρτίας, οὕτω τῆς
4.1.9
ἐν Χριστῷ δικαιοσύνης εἰσκεκριμένης, ἀπεσεισάμεθα τὴν φθοράν· οὐδεὶς οὖν ἄρα ἐστὶν
4.1.10
ἐν σαρκὶ, τουτέστιν ἐν ἀσθενείᾳ σαρκικῇ. καὶ πρός γε τῶν ἄλλων ἡ φθορὰ νοοῖτ' ἂν
4.1.11
εἰκότως· ἐπειδὴ δὲ ἔφη οὐδένα ἐγνωκέναι κατὰ σάρκα, προσεπάγει τὰς τινῶν
4.1.12
ὑφορώμενος ἐκτόπους ἐννοίας Εἰ γὰρ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστὸν ἀλλὰ νῦν οὐκ
4.1.13
ἔτι γινώσκομεν. ὅμοιον ὡς εἴπερ ἕλοιτο λέγειν, γέγονε" σὰρξ ὁ Λόγος καὶ ἐσκήνωσεν ἐν
4.1.14
ἡμῖν," καὶ τὸν ὑπὲρ τῆς 353 ἁπάντων ζωῆς ὑπέστη θάνατον κατὰ σάρκα, καὶ οὕτως
4.1.15
αὐτὸν ἐγνώκαμεν· πλὴν ἀπὸ τοῦ νῦν οὐκ ἔτι γινώσκομεν· εἰ γὰρ καὶ ἔστιν ἐν σαρκὶ,
4.1.16
τριήμερος γὰρ ἀνεβίω καὶ ἔστι πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα, ἀλλ' οὖν ὑπὲρ σάρκα
4.1.17
νοεῖται· ἅπαξ γὰρ ἀποθανὼν" οὐκ ἔτι ἀποθνήσκει, θάνατος αὐτοῦ οὐκ ἔτι" κυριεύει· ὃ
4.1.18
γὰρ ἀπέθανεν, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ· ὃ" δὲ ζῇ, ζῇ τῷ Θεῷ." οὐκοῦν εἰ γέγονεν ἐν
4.1.19
τούτοις ὁ τῆς ζωῆς ἡμῶν ἀρχηγὸς, πᾶσά πως ἀνάγκη καὶ ἡμᾶς αὐτοὺς τοῖς ἴχνεσιν
4.1.20
αὐτοῦ κατακολουθήσαντας, οὐκ ἐν σαρκὶ μᾶλλον, ἀλλ' ὑπὲρ σάρκα νοεῖσθαι. ὀρθῶς οὖν
4.1.21
λίαν ὁ θεσπέσιος Παῦλος.
4.1.22
Ὥστε εἴ τις ἐν Χριστῷ καινὴ κτίσις φησὶ τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ, γέγονε
4.1.23
καινά· ἀρχαῖον μὲν γὰρ τό" Γῆ" εἶ καὶ εἰς γῆν ἀπελεύσῃ·" καὶ μὴν καὶ ἐκεῖνο τὸ ἐν βίβλῳ
4.1.24
Μωσέως" Ἐπιμελῶς γὰρ ἔγκειται ἡ διάνοια τοῦ" ἀνθρώπου ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος·"
4.1.25
ἀρχαῖα δὲ πρὸς τούτοις καὶ τὰ ἐν νόμῳ· ταυτὶ δὴ πάντα παρελάσαι φησίν· δεδικαιώμεθα
4.1.26
γὰρ διὰ πίστεως τῆς ἐν Χριστῷ, καὶ πέπαυται τῆς ἀρᾶς ἡ δύναμις· ἀνεβίω γὰρ ὑπὲρ ἡμῶν
4.1.27
ὁ τοῦ θανάτου πατήσας τὸ κράτος, καὶ τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν ἐγνώκαμεν,
4.1.28
τὴν ἐν πνεύματί τε καὶ ἀληθείᾳ πληροῦντες λατρείαν, μεσιτεύοντος τοῦ Υἱοῦ καὶ τὰς
4.1.29
ἄνωθεν καὶ παρὰ Πατρὸς εὐλογίας τῷ κόσμῳ διδόντος· ὅθεν τοι καὶ μάλα σοφῶς ὁ
4.1.30
θεσπέσιος Παῦλος Τὰ δὲ πάντα φησὶν ἐκ τοῦ Θεοῦ τοῦ καταλλάξαντος ἡμᾶς ἑαυτῷ διὰ
4.1.31
Χριστοῦ. καὶ γάρ ἐστιν ἀληθῶς οὐκ ἀβούλητον τῷ Πατρὶ τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ
4.1.32
μυστήριον καὶ ἡ δι' αὐτοῦ καινουργία. προσεπάγει δὲ τούτοις ὁ μυσταγωγὸς ὅτι αὐτὸς ὁ
4.1.33
Πατὴρ ἡμᾶς ἑαυτῷ κατήλλαξεν διὰ Χριστοῦ, ἐκπεπολεμωμένους αὐτῷ διὰ τῆς εἰς 354
4.1.34
πολύθεον πλάνης ἕλληνας, καὶ ἰουδαίους διά γε τοῦ βούλεσθαι ταῖς κατὰ νόμον
4.1.35
προσπεπῆχθαι σκιαῖς, καὶ τὸν τῆς ἀληθοῦς λατρείας οὐ προσίεσθαι λόγον· δι' αὐτοῦ γὰρ
4.1.36
τὴν προσαγωγὴν ἐσχήκαμεν, καί" Οὐδεὶς ἔρχεται πρὸς τὸν" Πατέρα, καθά φησιν αὐτὸς,
4.1.37
εἰ μὴ δι'" αὐτοῦ. οὐκοῦν τὰ πάντα ἐκ τοῦ Θεοῦ τοῦ καταλλάξαντος ἡμᾶς διὰ Χριστοῦ καὶ
4.1.38
δόντος ἡμῖν τὴν διακονίαν τῆς καταλλαγῆς.
4.1.39
Ἄθρει δή μοι πάλιν ὅτι Χριστοῦ δεδωκότος αὐτοῖς τὴν διακονίαν τῆς
4.1.40
καταλλαγῆς, κεχειροτόνηνται γὰρ δι' αὐτοῦ πρὸς ἀποστολὴν, Θεὸν ἔφη τὸν δεδωκότα·
4.1.41
Θεὸν οὖν ἄρα καὶ ἰσοκλεᾶ τῷ Πατρὶ διακηρύττουσιν αὐτὸν, μίαν εἰδότες τὴν ἀμφοῖν
4.1.42
κυριότητά τε καὶ ἐξουσίαν· ποῖος οὖν ἄρα ἐστὶ, τίς οὗτος ἐπὶ τῆς διακονίας ὁ λόγος, ἢ τίς
4.1.43
ὁ τρόπος τῆς καταλλαγῆς, ἐπιφέρει λέγων Θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων
4.1.44
ἑαυτῷ, τουτέστιν ὁ ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, Θεὸς ἦν· διὰ γὰρ πίστεως,
4.1.45
ὡς ἔφην, τῆς εἰς Χριστὸν, εἰρηνεύσαμεν πρὸς Θεὸν, ἤτοι κατηλλάγμεθα. καὶ τούτου
4.1.46
σαφὴς ἀπόδειξις, τῶν πεπλημμελημένων ἡ ἄφεσις, ἣν χαρίζεται μὲν ὁ Θεὸς καὶ Πατήρ·
4.1.47
ὀρέγει δὲ πάλιν ἐπ' ἐξουσίᾳ ὡς Θεὸς ὁ Υἱὸς, λέγων τῷ παραλυτικῷ" Ἀφέωνταί" σοι
4.1.48
ἁμαρτίαι σου." οὐκοῦν ἐν Χριστῷ τουτέστιν ἐν προσώπῳ Χριστοῦ, κόσμον ἑαυτῷ
4.1.49
καταλλάσσει Θεὸς, μὴ λογιζό 355 μενος τοῖς ἡμαρτηκόσι τὰ παραπτώματα αὐτῶν.
4.1.50
ἐπειδὴ δὲ τετάγμεθα, φησὶ, πρὸς ἱερουργίαν τῶν εὐαγγελικῶν θεσπισμάτων, καὶ
4.1.51
τέθειται τῆς καταλλαγῆς ἐν ἡμῖν ὁ λόγος· διάκονοι γάρ ἐσμεν Θεοῦ· ἀναγκαίως τοῖς
4.1.52
οὕτω πεπιστευκόσι τὰς ὑπέρ γε σφῶν αὐτῶν λιτὰς, καὶ οἷον αὐτοῦ τὸ πρόσωπον
4.1.53
ἀναλαβόντες Χριστοῦ, τοῖς ἀποφοιτᾶν ἐθέλουσί φαμεν Δεόμεθα ὑπὲρ Χριστοῦ,
4.1.54
καταλλάγητε τῷ Θεῷ, πιστεύσαντες εἰς αὐτὸν, δῆλον ὅτι τὸν ὑπὲρ οὗ πρεσβεύομεν·
4.1.55
Χριστὸς γὰρ ἡ θύρα καὶ αὐτὸς ἡ ὁδός. Ἐπειδὴ δὲ ἦν εἰκὸς ἀλογῆσαί τινας τῶν
4.1.56
εὐαγγελικῶν κηρυγμάτων, καὶ λογίσασθαι παρ' οὐδὲν τὸν τῆς σωτηρίας καιρὸν τὸν
4.1.57
εὐπρόσδεκτον ἀληθῶς, παρωθεῖσθαί τε καὶ μετὰ τοῦτο τὴν πίστιν, προσεπινοεῖ τι πάλιν
4.1.58
αὐτοῖς ὁ μυσταγωγὸς οὐκ ἀνικάνως ἔχον εἰς ἐντροπὴν, καὶ πρὸς τὸ ἀναπεῖσαι ῥᾳδίως μὴ
4.1.59
ἀναπίπτειν εἰς ῥᾳθυμίας, ἐπιδράξασθαι δὲ μᾶλλον τῆς ἐν Χριστῷ ζωῆς· καί φησι περὶ
4.1.60
τοῦ Θεοῦ καὶ Πατρός Τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν ἵνα ἡμεῖς
4.1.61
γενώμεθα δικαιοσύνη Θεοῦ ἐν αὐτῷ. ὅμοιον ὡσεὶ λέγοι Τὸν οὐδὲν ἡμαρτηκότα πώποτε
4.1.62
παρεσκεύασε παθεῖν τὸ τῶν σφόδρα φιλαμαρτημόνων, ἵν' ἡμᾶς ἀποφήνῃ δικαίους τὴν
4.1.63
εἰς αὐτὸν πίστιν εἰσδεδεγμένους· ὑπέμεινε γὰρ" σταυρὸν," αἰσχύνης καταφρονήσας·" εἷς
4.1.64
γὰρ ὑπὲρ πάντων ἀπέθανεν ὁ πάντων ἀντάξιος. ὅταν τοίνυν ἁμαρτία γενέσθαι λέγηται,
4.1.65
μὴ ὑπολάβῃς ὅτι πέπραχεν ἁμαρτίαν· οὐ γὰρ οἶδεν πλημμελεῖν Θεὸς ὢν ὁ Λόγος· ἴσθι δὲ
4.1.66
μᾶλλον ὅτι δέδοται παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν· καθάπερ
4.1.67
ἀμέλει καὶ τὰ ὑπὲρ ἁμαρτίας σφάγια, κατὰ τὸν Μωσέως νόμον, ἁμαρτίας ὠνόμαζον·
4.1.68
γέγραπται γοῦν ἐν προφήταις περὶ τῶν 356 ἱερᾶσθαι προστεταγμένων" Ἁμαρτίας λαοῦ
4.1.69
μου φάγονται," καὶ ἐν ταῖς ἀδικίαις αὐτῶν λήψονται τὰς ψυχὰς αὐτῶν·" ἤσθιον γὰρ τὰ
4.1.70
ὑπὲρ ἁμαρτιῶν θύματα κατὰ τὸν νόμον, οἱ τῶν θείων θυσιαστηρίων ἐπιμεληταὶ καὶ
4.1.71
διάκονοι. μέγα τοίνυν πρὸς ἐντροπὴν τοῖς ἐθέλουσι ῥᾳθυμεῖν τὸ διενθυμεῖσθαι σοφῶς
4.1.72
ὅτι τοῖς ἁμαρτωλοῖς συγκατεδικάσθη καὶ συγκεκρέμαται δι' ἡμᾶς ὁ μὴ εἰδὼς ἁμαρτίαν
4.1.73
ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη Θεοῦ ἐν αὐτῷ· δεδικαιώμεθα γὰρ παρὰ τοῦ Θεοῦ καὶ
4.1.74
Πατρὸς" οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ὧν ἐποιήσαμεν" ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ
4.1.75
αὐτοῦ ἔλεος" διὰ πίστεως τῆς ἐν Χριστῷ. Αὐτὸς δὲ ἐγὼ Παῦλος παρακαλῶ ὑμᾶς διὰ τῆς
4.1.76
πραότητος καὶ ἐπιεικείας τοῦ Χριστοῦ κ. τ. λ.
4.1.77
Πολλοὶ ἦσαν τῶν Ἀθήνῃσι σοφῶν, τοῖς ἐν Κορίνθῳ συνδιαιτώμενοι, οἳ μωρίαν
4.1.78
ἡγοῦντο τὸν τοῦ Σωτῆρος σταυρὸν, καὶ τὸν τῆς θεοπνεύστου γραφῆς διαγγέλλοντα
4.1.79
λόγον, ἀγύρτην καὶ σπερμολόγον ὁμοῦ τοῖς ἄλλοις ἁγίοις καὶ αὐτὸν ὠνόμαζον τὸν
4.1.80
μακάριον Παῦλον· ἕτεροι δέ τινες τῶν ἐκ περιτομῆς κατεπεφύοντο πάλιν τῶν
4.1.81
πεπιστευκότων, ἐπαινοῦντες τὴν περιτομὴν καὶ τὰς νομικὰς θυσίας, ἐξεστηκότα τε
4.1.82
λέγοντες τὸν μακάριον Παῦλον, ὡς τοῖς ἀρχαίοις θεσπίσμασιν ἀνοσίως πολεμεῖν
4.1.83
ᾑρημένον. πρὸς δὲ τοὺς τοιούτους παρωτρύνοντο μὲν καὶ μάλα εἰκότως τῶν Κορινθίων
4.1.84
οἱ ζηλωταὶ, χεῖρας δὲ αὐτοῖς ἐπιφέρειν ἤθελον, ὡς ἐχθροῖς τοῦ θείου κηρύγματος·
4.1.85
ἐπειδὴ δὲ ἦν ἀκαλλὲς λίαν τὸ χρῆμα, καὶ τῆς ἁγίοις πρεπούσης ἐπιεικείας ὡς ἀπωτάτω·
4.1.86
" Δοῦλον γὰρ" Κυρίου οὐ δεῖ μάχεσθαι, κατὰ τὸ γεγραμμένον, ἀλλ' ἤπιον 357" εἶναι πρὸς
4.1.87
πάντας, ἐν πραότητι παιδεύοντα τοὺς ἀντιδια" τιθεμένους·" ἐπιτάττει λέγων Αὐτὸς δὲ
4.1.88
ἐγὼ Παῦλος ὁ τῶν θείων μυστηρίων ἱερουργὸς, ὁ ταμίας καὶ ἀπόστολος, ὁ ζήλῳ
4.1.89
διαπρεπὴς, παραθήγων καὶ ὑμᾶς αὐτοὺς εἰς τὸ λέγειν σὺν ἐμοί"̓ Εμοὶ γὰρ τὸ ζῆν Χριστὸς
4.1.90
καὶ τὸ ἀποθανεῖν κέρδος," παρακαλῶ ὑμᾶς διὰ τῆς πραότητος καὶ ἐπιεικείας τοῦ
4.1.91
Χριστοῦ," ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει," παρεδίδου δὲ τῷ
4.1.92
κρίνοντι δικαίως." ἐπὶ καιροῦ τοιγαροῦν τῆς Χριστοῦ ζωῆς εἰς ἀνάμνησιν αὐτοὺς
4.1.93
ἀποφέρει, πραοτάτους καὶ ἐπιεικεῖς καθιστάς· ἐγὼ δὲ αὐτός φησιν Παῦλος ὁ παρὼν μὲν
4.1.94
ἐν ὑμῖν κατὰ πρόσωπόν εἰμι ταπεινὸς, οὐ γαῦρος, οὔτε μὴν ἠκονημένος εἰς ἔριδάς τε καὶ
4.1.95
μάχας, ὃς θαῤῥῶ μὲν ἀπὼν, δέομαι δὲ καὶ νῦν μὴ παρὼν θαῤῥῆσαι· ὅτι καθάπερ ἔπεισί
4.1.96
μοι λογίζεσθαι, κατ' οὐδένα τρόπον τολμήσετε κατά τινων οἰομένων ἡμᾶς ὡς κατὰ
4.1.97
σάρκα περιπατεῖν, τουτέστι πολιτεύεσθαι σαρκικῶς ἐν ἔριδί τε καὶ ζήλῳ·" ὅπου γὰρ,
4.1.98
φησὶ," ζῆλος καὶ ἔρις ἐν ὑμῖν, οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄν" θρωπον περιπατεῖτε;"
4.1.99
κρείττους οὖν ἄρα τῆς ἐκείνων ὑποψίας γενέσθαι προσήκει τοὺς ἀκολουθεῖν ἐθέλοντας
4.1.100
ταῖς τοῦ Σωτῆρος ἐπιεικείαις, καὶ μὴ σαρκικῶς περιπατεῖν. εἰ γὰρ ἀπειθοῦσί τινες, οὐ
4.1.101
ξύλοις αὐτοὺς καταπαίοντας καταβιάζεσθαι χρὴ, περιμένειν δὲ μᾶλλον τὴν ἑκούσιον
4.1.102
αὐτῶν πρὸς Θεὸν ἐπιστροφήν. Ἐν σαρκὶ γὰρ περιπατοῦντες οὐ κατὰ σάρκα
4.1.103
στρατευόμεθα· τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικὰ, ἀλλὰ δυνατὰ τῷ Θεῷ. Οἱ
4.1.104
μὲν γὰρ εἰδότες εὐδοκιμεῖν ἐν μάχαις, καὶ τοῖς πολεμοῦσιν αὐτοὺς ἀντανιστάμενοι
4.1.105
σαρκικῶς, σαρκικὴν ἂν ἔχοιεν καὶ μάλα εἰκότως τὴν παντευχίαν· κράνη γὰρ αὐτοῖς καὶ
4.1.106
θώρακες ὅπλα τε καὶ ξίφη καὶ τὰ δι' ὧν ἂν δύναιντο νικᾶν· ἡμῖν δὲ ἡ πάλη καὶ ὁ τοῦ
4.1.107
πολέμου τρόπος ὅπλων χρῄζει 358 πνευματικῶν. καὶ γοῦν ὁ θεσπέσιος Παῦλος τὸν ἐν
4.1.108
Χριστῷ νοούμενον στρατιώτην, ταῖς οὕτω λαμπραῖς εὐοπλίαις κατασεμνύνεσθαι δεῖν εὖ
4.1.109
μάλα φησί· θώρακα μὲν γὰρ αὐτῷ περιτίθησι δικαιοσύνην, περικεφαλαίαν δὲ σωτηρίου,
4.1.110
" καὶ" τὴν μάχαιραν τοῦ Πνεύματος ὅ ἐστι ῥῆμα Θεοῦ," καὶ πρὸς τούτοις ἔτι" τὸν θυρεὸν
4.1.111
τῆς πίστεως," δι' οὗ δὴ πάντα τὰ πεπυρωμένα τοῦ πονηροῦ κατασβέννυται βέλη. οὐκοῦν
4.1.112
οὐ σαρκικὰ τῶν ἁγίων τὰ βέλη, πνευματικὰ δὲ μᾶλλον καὶ δυνατὰ τῷ Θεῷ, χρήσιμά τε
4.1.113
πρὸς καθαίρεσιν ὀχυρωμάτων, τῶν ἑλληνικῶν δογμάτων φημὶ καὶ αἱρετικῶν, καὶ πρὸς
4.1.114
τὸ ἀποφαίνειν τοὺς ἐκείνων συλλογισμοὺς σαθρούς τε καὶ ἀτεχνεστάτους καὶ ἀσυνέτως
4.1.115
συντεθειμένους. τοιούτους οὖν καθαιρήσωμεν καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς
4.1.116
γνώσεως τοῦ Θεοῦ· αἰχμαλωτιοῦμεν δὲ πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ, ἀντὶ
4.1.117
τοῦ Πᾶν ὕψωμα κατὰ τοῦ Θεοῦ ἐπαιρόμενον ἐννοιῶν δυσσεβῶν καθαιρήσωμεν, καὶ ταῖς
4.1.118
πρεπούσαις φωναῖς δοξολογήσωμεν, μηδὲν ταπεινὸν περὶ αὐτοῦ φανταζόμενοι·
4.1.119
ὀνήσομεν γὰρ καὶ ἑτέρους, εἰς ὀρθὴν καὶ ἀπλανεστάτην ἐννοιῶν ἀποκομίζοντες τρίβον,
4.1.120
ὅπως ἐκδικήσωμεν πᾶσαν παρακοὴν, πληρωθείσης πρότερον τῆς ἡμῶν· ἔσται γὰρ μέγας
4.1.121
ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν οὐχ ὁ διδάξας μόνον, ἀλλ' εἴ τις τῷ λόγῳ προσεπάγειν
4.1.122
βούλοιτο τὰ ἐξ ἔργων ἀγαθῶν αὐχήματα.
4.1.123
Ἐπεὶ δοκιμὴν ζητεῖτε κ. τ. λ. Καὶ γὰρ ἡμεῖς ἀσθενοῦμεν ἐν αὐτῷ, ἀλλὰ ζησόμεθα
4.1.124
ἐν αὐτῷ ἐκ δυνάμεως Θεοῦ εἰς ὑμᾶς. Ἀπειλεῖ τοῖς ἐν Κορίνθῳ προημαρτηκόσιν, ὡς εἰ μὴ
4.1.125
βούλοιντο δρᾶν ἃ προσῆκε καὶ διαζῆν ἁγίως, πάλιν οὐ φείσεται· τὸ δέ Πάλιν τῆς ἤδη
4.1.126
γεγενημένης ἀγανακτήσεως ἀνάμνησιν ἔχει. ὅτι δὲ πάντως τοῖς πταίουσιν ἐπιτιμήσειεν,
4.1.127
ἐνεργὸν ἔσται τὸ ῥῆμα αὐτοῦ, πειρᾶται προσαναπείθειν καὶ ὡς 359 ἀπό γε τῶν ἤδη
4.1.128
παρῳχηκότων καὶ τῶν ἔσεσθαι προσδοκωμένων· ταύτῃτοί φησιν Εἰ δοκιμὴν ζητεῖτε τοῦ
4.1.129
ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ. εἰκὸς γὰρ, φησὶ, περιμένετε καὶ διὰ τῶν δευτέρων ἰδεῖν
4.1.130
πότερόν ποτε Χριστὸς ἐν ἐμοὶ λαλεῖ, καὶ πρὸς πέρας ἄγει τοὺς τῶν ἐπιτιμήσεων
4.1.131
τρόπους· μὴ γὰρ οἴεσθε, φησὶ, κατά τινας τῶν ἀπίστων ἔτι καὶ ὑβριστῶν ἀσθενεῖν αὐτόν·
4.1.132
δυνατεῖ γὰρ ἐν ὑμῖν, δῆλον ὅτι τοῖς πεπιστευκόσι καὶ ὑπ' αὐτῷ γεγονόσιν, ἐν οἷς καὶ
4.1.133
ἀναγκαίαν χαρίζεται τὴν φροντίδα, καὶ πλημμελοῦντας ἐπιστρέφει. δυνατεῖ τοιγαροῦν
4.1.134
ἐν ὑμῖν· ἐνεργεῖ γὰρ ὡς Θεὸς καὶ ἀληθεῖς ἀποφαίνει τὰς τῶν ἁγίων φωνάς· καὶ τὸν ἐμὸν
4.1.135
ἰσχύοντα πάντη τε καὶ πάντως εὑρήσετε λόγον· εἰμὶ γὰρ ὁ λαλῶν οὐκ αὐτὸς ἐγὼ,
4.1.136
Χριστὸς δὲ μᾶλλον ὁ ἐν ἐμοί. ἐπειδὴ δὲ ποιεῖται μνήμην τῶν ἐκ πολλῆς ἄγαν ἀβελτερίας
4.1.137
οἰηθέντων ἀληθῶς ἀσθενῆσαι Χριστὸν, διά τοι τὸ ὑπομεῖναι σταυρὸν, καὶ τῆς Ἰουδαίων
4.1.138
ἀνασχέσθαι σκαιότητος ἤγουν δυσσεβείας, ἀπολογεῖται χρησίμως, τὴν τοῦ μυστηρίου
4.1.139
δύναμιν εἰς μέσον ἄγων ἐπὶ καιροῦ, καὶ τὴν ἑκούσιον κένωσιν τοῦ Μονογενοῦς
4.1.140
ἐξηγούμενος, καὶ τῆς μετὰ τοῦτο δόξης τὴν ἀσύγκριτον ὑπεροχήν. ναὶ γάρ φησιν, ὡς
4.1.141
γοῦν οἴονται κατὰ σφὰς αὐτοὺς οἱ τοῦ πιστεύειν ἔτι μακρὰν, ἐσταυρώθη ἐξ ἀσθενείας,
4.1.142
πέπονθεν ὡς ἄνθρωπος, καὶ τὸν ἐν σαρκὶ θάνατον ὑπέμεινεν ἑκὼν, ἀλλ' ἦν ἀναγκαῖον
4.1.143
εἰδέναι πρὸς τούτοις, ὅτι σκυλεύσας τὸν ᾅδην, καὶ πατήσας τοῦ θανάτου τὸ κράτος,
4.1.144
ἀνεβίω τριήμερος, οὐκ ἀνθρωπείᾳ δυνά 360 μει χρώμενος ἀλλὰ θείᾳ τε καὶ ἀποῤῥήτῳ·
4.1.145
Θεῷ γὰρ ἂν πρέποι καὶ μόνῳ τὸ δύνασθαι πάντα δρᾶν· ὡς καὶ αὐτοῦ τοῦ θανάτου
4.1.146
καταλῦσαι τὸ κράτος, καὶ τὸ τῇ φθορᾷ κάτοχον σῶμα τῇ τῆς ἀφθαρσίας στεφανῶσαι
4.1.147
χάριτι. οὐκοῦν ὑπέμεινεν ἑκὼν τὸ ἀσθενῆσαι βραχὺ κατά γε τὴν τῆς σαρκὸς φύσιν·
4.1.148
καθάπερ ἀμέλει πεινῆσαί τε καὶ διψῆσαι καὶ κοπιάσαι λέγεται, καὶ μὴν καὶ ἀποθανεῖν
4.1.149
διὰ τὴν οἰκονομίαν· ζῇ γεμὴν ἐκ δυνάμεως Θεοῦ, καὶ οὐ παρ' ἑτέρου τὸ πάντα δύνασθαι
4.1.150
λαβὼν, ἀλλ' οἴκοθεν ἔχων καὶ οὐσιωδῶς ἐνυπάρχων· Θεὸς γάρ ἐστιν κατὰ φύσιν ὁ
4.1.151
σαρκὶ παθὼν δι' ἡμᾶς· Οὐκοῦν εἰ σκανδαλίζονται διὰ τὸν σταυρὸν, θαυμαζέτωσαν διὰ
4.1.152
τὴν ἀνάστασιν· κἂν εἰ λέγοιτο ζῆν ἐκ δυνάμεως Θεοῦ, οὐδὲν ἧττον νοήσεις τὴν τοῦ
4.1.153
Θεοῦ δύναμιν αὐτὸν τὸν Υἱόν.