Homilia habita in ecclesia Cyrini
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1
Homilia habita in ecclesia Cyrini Τοῦ αὐτοῦ ἐξ ὁμιλίας ῥηθείσης ἐν τῇ Κυρίνου ἐκκλησίᾳ, τρισκαιδεκάτῃ τοῦ φαμενὼθ μηνὸς κατ' Αἰγυπτίους, ἐν ᾗ τὸ τοῦ Ἠσαΐου ῥητὸν ἑρμηνεύει τὸ φάσκον· Κατέπιεν ὁ θάνατος ἰσχύσας καὶ πάλιν ἀφεῖλεν ὁ θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου. Ὁ μὲν γὰρ τῶν ὅλων θεός, ἅτε δὴ ζωὴ καὶ ζωοποιὸς ὑπάρχων, ἄφθαρτον ἐπὶ γῆς ζῷον ἠθέλησεν εἶναι τὸν ἄνθρωπον, εἰ φύσεώς ἐστι φθαρτῆς. Ὁ δέ, ἐπείπερ ἦν πονηρὸς καὶ βάσκανος, ἐπεβούλευσε τῷ γένει, ἀντετάττετο τῇ βουλήσει τοῦ δημιουργοῦ, κατεκόμισε πανούργως εἰς παρακοήν, εἰδὼς ὅτι πεσεῖται δι' αὐτῆς εἰς θάνατον.