Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Oratio in ascensionem domini
Cyril of AlexandriaDomi 131.1 · spanish-geminiMore by Cyril of Alexandria
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria"> —
⋯
More

Original: Pg Scrape Grc

Oratio in ascensionem domini Τοῦ ἁγίου Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας εἰς τὴν ἀνάληψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ Ὁ ἐν ἀρχῇ πρὸ τῶν αἰώνων πρὸς τὸν Θεὸν Θεὸς Λόγος, τῶν ἡμετέρων ψυχῶν τὸ λύτρον, τοῦ διαβόλου ὁ πόλεμος, τῆς οἰκουμένης ἡ ἐλευθερία· ὁ πάντα λόγῳ τεκταινόμενος πρὸς τὸ ἡμᾶς εἰς τὴν αὐτοῦ ἀξίαν χάριτι ἀναγαγεῖν· ὁ πεπτωκότας ἡμᾶς διὰ τὴν ἁμαρτίαν ἐγείρας τῷ ὑποκύψαι πρὸς ἡμᾶς διὰ τῆς ἐνανθρωπήσεως· ὁ θανατωθέντας ἡμᾶς διὰ τὴν παρακοὴν ἀναγεννήσας διὰ τῆς αὐτοῦ πρὸς ἡμᾶς ἐπιδημίας καὶ τὸν πατέρα μὴ καταλείψας· ὁ τὴν γῆν πατήσας καὶ τοὺς οὐρανοὺς ἡνίκα ὢν σὺν ἡμῖν σωματικῶς πληρῶν ἑαυτοῦ· ὁ πάντα γενόμενος ὅσα ἡμεῖς χωρὶς ἁμαρτίας καὶ μείνας ἄτρεπτος· ὁ μηδὲν παθεῖν δι' ἡμᾶς παραιτησάμενος, ἵνα ἡμᾶς εἰς ἀπάθειαν ἀγάγῃ· ὁ σταυρῷ προσηλωθεὶς καὶ τὰ τοῦ παραδείσου κλεῖθρα ἀναπετάσας· οὗτος ὁ τὴν πρὸς τὸν διάβολον πάλην δι' ἡμᾶς ἀναδεξάμενος καὶ τῆς ἁμαρτίας θλάσας τὸ κέντρον καὶ τῶν Ἰουδαίων τεφρώσας τὸ φρόνημα τῆς τε ἱεροσύνης αὐτῶν κενώσας τὰ μεγαλεῖα καὶ τὸν ναὸν αὐτῶν ἐριπώσας μετὰ τὸ βεβήλων ἄρξαι χειρῶν τὴν διαθήκην παύσας, τὴν λατρείαν στήσας καὶ τὰ ἔθνη προσκαλεσάμενος· ὁ τὸν θάνατον καταργήσας καὶ γῆν οὐρανὸν ποιήσας τῇ τῶν ἀγγελικῶν πολιτευμάτων διαγωγῇ προσηλώσας τε τὸ καθ' ἡμῶν τῆς ἁμαρτίας χειρόγραφον τῷ σταυρῷ καὶ ὑποχειρίους γεναμένους τῇ ἁμαρτίᾳ εἰς υἱοθεσίαν ἀνακαλεσάμενος ἡμᾶς διὰ τῆς τοῦ Πνεύματος οἰκονομίας. Σήμερον ἀνῆλθεν ὅθεν οὐκ ἀπελείφθη. Μὴ σκιὰν ὑπογράφῃς τὴν οἰκονομίαν, μὴ φάντασμα ἡγήσῃ τὴν σωτηρίαν, μὴ σκιὰν 127 εἴπῃς τὴν ἀλήθειαν· ἤκουσας ὅτι κατῆλθεν. Οὕτως νόησον· κατῆλθεν ἐνταῦθα καὶ τοὺς οὐρανοὺς ἑαυτοῦ οὐκ ἐκένωσεν, ἐπειδὴ γὰρ ἀπερίγραπτος ἦν τὴν φύσιν, πληροῖ δὲ τὸν οὐρανὸν καὶ τὴν γῆν κατὰ τὸ προφητικὸν λόγιον. Καὶ παρὰ Μαρίᾳ ἦν καὶ παρὰ τῷ πατρὶ καὶ παρὰ Πιλάτῳ καὶ παρ' ἀγγέλοις καὶ ἐν οὐρανῷ, ἐν ᾅδῃ καὶ ἐν γῇ καὶ ἐν ἀέρι· Θεὸς γὰρ ἦν καὶ ἡνίοχος τῶν ἁπάντων. Ἦλθεν ὅπου ἦν, ἀνῆλθεν ὅθεν οὐκ ἀπελείφθη. Ἐν τῷ κόσμῳ ἦν· ἄρα οὖν ἐν τῷ κόσμῳ ὢν τῇ θεότητι πῶς ἦλθεν εἰς τὸν κόσμον; Ἀλλ' ἐπειδὴ ἐν τῷ κόσμῳ ὢν τῇ θεότητι σωματικῶς οὐχ ὁρᾶτο, ἀναλαμβάνει τὸ σῶμα ἵνα διὰ τοῦ σώματος ὡς ἐκ κατόπτρου ὁρῶντες τὸν Θεὸν παιδαγωγηθῶμεν εἰς εὐσέβειαν. Ἀντιστρέψωμεν τὸν λόγον· ἄρα οὖν καὶ ἐν γῇ ὢν εἰς οὐρανοὺς ἦν; ἀνῆλθεν ὅπου ἦν; Ἀλλὰ οὐ μάχεσθαί μοι πρόκειται, οὐδὲ γὰρ δεῖ παραμεῖξαι πόλεμον τῇ εἰρήνῃ. Συνχορεῦσαι τῷ ὑπὲρ ἡμῶν σήμερον νενικηκότι παραγενώμεθα, ἀνιόντι τοίνυν αὐτῷ εἰς οὐρανοὺς πάντες ἀκολουθήσωμεν, ῥίψωμεν τὰ σωματικά, ἀποταξώμεθα ταῖς ἡδοναῖς, ὅλοι γενώμεθα πνεύματα ἵνα ἀκολουθήσαντες αὐτῷ ἀκούσωμεν τῶν ἐπουρανίων δυνάμεων λεγούσων· Ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. Καὶ πρὸς τὰς ἐρωτώσας· Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης;, ἀντιφθεγξώμεθα οἱ πεπειραμένοι τῆς εὐεργεσίας καὶ εἴπωμεν οἱ ἐλευθερωθέντες ὅτι Κύριος κραταιὸς καὶ δυνατός· Κύριος δυνατὸς ἐν πολέμῳ, αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης. Οὐδὲν σεσιώπηται τῆς εἰς ἡμᾶς σωτηρίας τοῖς προφήταις, οὐδὲν τεταμίευται ἐν ἀπορρήτοις. Πάντα ὅσα ἔμελλεν πάσχειν ὑπὲρ ἡμῶν ὁ Χριστός, ταῦτα προανετύπωσεν προφητικαῖς φωναῖς, ἵνα ὅταν ἔλθῃ πρὸς ἡμᾶς ὁ Θεὸς καὶ πάθῃ τὰ ἀνθρώπων μὴ ξενισθῶμεν οἱ προακούσαντες. Γεννᾶσθαι ἔμελλεν ὡς ἄνθρωπος καί φησιν Ἡσαΐας ὁ προφήτης· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήμψεται καὶ τέξεται υἱὸν 128 καὶ καλέσουσιν τὸ ὄνομα αὐτοῦ Ἰμμανουήλ. Προωμίλησεν τῷ προφήτῃ τὸ θαῦμα. Σταυροῦσθαι ἔμελλεν καί φησιν ὁ αὐτὸς Ἡσαΐας ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος καὶ τὰ ἑξῆς. Ἔχεις καὶ ἐν τούτῳ τὸ πρᾶον καὶ τὴν ἐξουσίαν καὶ τὸ ὑπὲρ ἡμῶν παθητικὸν καὶ πᾶσαν ὁμοῦ συνδεδεμένην εἰς ἓν θαῦμα τὴν οἰκονομίαν. Ῥαπίζεσθαι καὶ μαστιγοῦσθαι ἔμελλεν καί φησιν πάλιν ὁ αὐτός· Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα. Προσηλοῦσθαι ἔμελλεν ξύλῳ καὶ προανεφώνησεν διὰ τοῦ προφήτου Δαβὶδ λέγων· Ὤρυξαν χεῖράς μου καὶ πόδας. Διψήσας ἔμελλεν πίνειν ὄξος καί φησιν διὰ τοῦ Δαβίδ· Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος. Ἀνιέναι ἔμελλε εἰς οὐρανοὺς ἐπὶ τὰ ἴδια, ἐπὶ τὰ πατρῷα, εἰ καὶ πάντα αὐτοῦ ἦν καὶ αὐτὸς πάντα πληροῖ. Πλὴν ἐπὶ τὴν αὐτῷ πρέπουσαν λῆξιν ἀνιὼν ἐπειδὴ ἔμελλεν καὶ ταύτην ὑπὲρ ἡμῶν ὑπομένειν τὴν μυσταγωγίαν, φησὶν διὰ Ἡσαΐου τοῦ προφήτου· Τίς οὗτος ὁ παραγινόμενος ἐξ Ἐδώμ;. Μικρὸν δὲ ἀνάσχου, ἀγαπητέ, ἵνα τῆς παρούσης πανηγύρεως εἴπω σοι τὴν ὑπόθεσιν, διδάξω δέ σε πῶς πανηγυρίζειν οὐχ ὡς μὴ εἰδότα, ἀλλ' ὡς εἰδότα. Ὑπομιμνήσκω ἵνα ἀκριβέστερόν σε διηγήμασιν ἐπιστήσω, ἵνα εἰλικρινῶς προσκυνῇς τοῦ πεπονθότος ὑπέρ σου τὴν δύναμιν. Ἐπειδὴ εἰς οὐρανοὺς ἀνιέναι ἔμελλεν πάντα ὑπομείνας δι' ἡμᾶς. Ἀνῄει δὲ οὐχ ὡς κατῆλθεν· κατῆλθεν γὰρ ἀσώματος, ἀνέρχεται μετὰ σώματος οὐκέτι τὰ τοῦ σώματος πάσχων· συγκεκραμμένως δέ, ἀσυγχύτως εἷς τῇ τῆς θεότητος δυνάμει. Ἐπειδὴ οὖν ἀνίει εἰς οὐρανοὺς ἐπὶ τοῖς ἐξαισίοις πράγμασιν ξενιζόμεναι αἱ οὐράνιοι δυνάμεις φασίν· Τίς οὗτος ὁ παραγινόμενος ἐξ Ἐδώμ; Τίς ἀπὸ γῆς εἰς οὐρανοὺς ἀνέρχεται; Οὐδεὶς οὕτως κατῆλθεν ἄνωθεν. Ἡμεῖς τοιοῦτον δέχεσθαι οὐ μεμελετήκαμεν σῶμα· οὐκ ἀεροπορεῖ ἄνθρωπος, οὐκ οὐρανοπορεῖ. Τίς οὗτος ὁ παραγινόμενος ἐξ Ἐδώμ;. Τίς ἀπὸ γῆς εἰς οὐρανοὺς ἀνέρχεται; Ἐδὼμ γὰρ ἑρμηνεύεται γῆ. Τίς, φασίν, ὁ τέμνων τὰς αἰθεροπόρους πύλας; Τίς ὁ κρείττων στοιχείων γινόμενος; Τίς ὁ μεταβαλὼν τὴν φύσιν; Τίς τὸ γεῶδες εἰς οὐρανοὺς ἀνάγει; Τίς τὸν αἰχμάλωτον ἠλευθέρωσεν Ἀδάμ; Εἰκόνα ὁρῶμεν οὐρανοβατοῦσαν, ξενιζόμεθα ἐπὶ τοῖς γιγνομένοις. 129 Τίς οὗτος ὁ παραγινόμενος ἐξ Ἐδώμ;. Ἀπορούντων ὁ λόγος, οὐκ εἰδότων ἡ ἔννοια. Ἔλαθεν ὁ υἱὸς τοῦ Θεοῦ, τὴν κάθοδον οὐκ ἀνεκοινώσατο ἀγγέλοις, οὐκ ἀνεκοινώσατο δυνάμεσιν· κατῆλθεν λαθὼν τὴν παρουσίαν, ἵνα θριαμβεύσῃ λάθρᾳ τὸν τύραννον. Οὐκ ἦν καιρὸς δορυφορίας, ἀτιμίας ἦν χρείας, ἵνα μὴ μάθωσιν οἱ ὑπηρέται· διὰ τοῦτο σιωπᾷ ὁ δεσπότης. Ἐπεὶ οὖν τὴν κάθοδον οὐκ ἐθεάσαντο αἱ ἄνω δυνάμεις, ἐπὶ τῇ ἀνόδῳ ξενίζονται θαῦμα καινὸν καὶ πρᾶγμα ξένον παρὰ τὴν φύσιν τελεσιουργούμενον ὁρῶσαι καί φασιν πρὸς ἀλλήλους· Τίς οὗτος ὁ παραγινόμενος ἐξ Ἐδώμ, ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ;. Βοσὸρ πάλιν ἑρμηνεύεται σάρξ· τὸ οὖν ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ, ἐκ σαρκός ἐστιν. Ποῖον ἆρα ἐρύθημα; Ἦ τὸ αἷμα τὸ ἐκ τῆς πλευρᾶς αὐτοῦ ἐξελθόν. Τηρεῖ γάρ, ὡς πολλάκις εἰρήκαμεν, τὴν πλευρὰν καὶ τὸ αἷμα τοῖς Ἰουδαίοις, ἵνα μὴ ἐν δόξῃ ὁρῶντες ἀρνήσονται τὸν σταυρὸν καὶ εἴπωσιν· τοῦτον ἡμεῖς οὐκ ἐσταυρώσαμεν. Διὰ τοῦτο καὶ τὸ αἷμα καὶ τὰ ἴχνη τῆς τετρωμένης πλευρᾶς δεικνύει, ἵνα ἐντρέψῃ ἐκείνους ἐν καιρῷ τῆς βασιλείας αὐτοῦ. Ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ, ὡραῖος ἐν στολῇ βιαίᾳ. Βιαία δὲ ἑρμηνεύεται δύναμις, παρὰ δὲ τοῖς ἄλλοις ἑρμηνεύεται πάνυ καὶ λίαν καὶ μάλιστα. Ὡραῖος οὖν φησιν ἐν στολῇ πάνυ, ἐπειδὴ γὰρ τὴν ἡμετέραν ἀδοξίαν ἀναδεξάμενος διὰ τῆς τῶν παθημάτων δόξης ἠλευθέρωσεν τοὺς καταδεδουλωμένους τῇ αἰσχύνῃ καὶ εἰς ἐλευθερίαν ἀνεκαλέσατο. Ὅτι μὲν ἦν ἐν ἀτιμίᾳ φησὶν ὁ προφήτης· Εἴδαμεν αὐτὸν καὶ οὐκ εἶχεν εἶδος οὔτε κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἐν γὰρ ἐμπτύσμασιν γέγονεν, ἐν αἰσχύνῃ, ἐν χλεύῃ, ἐν πείνῃ, ἐν δίψῃ, ἐν δικαστηρίοις, ἐν εὐθύναις, ἐν δήμοις Ἰουδαίων, ἐν ἀπειλαῖς, ἐν γέλωτι, ἐν ὕβρεσιν, ἐν διωγμοῖς, ἐν συκοφαντίαις καὶ ἀνάγκαις, ποτε μὲν ἀπὸ τῆς Γαλιλαίας εἰς τὴν Ἰουδαίαν μετανιστάμενος, ποτε δὲ ἀπὸ τῆς Ἰουδαίας εἰς τὴν Καισαρίαν διωκόμενος· ἐν τούτοις ὢν ἀληθῶς οὐκ εἶχεν εἶδος οὔτε κάλλος. Ἐπειδὴ δὲ ταῦτα νενίκηκεν καὶ διὰ τούτων ἐξελθὼν ἔδειξεν αὐτοῦ τὴν θεότητα ἀνύβριστον, ἐπειδὴ ἐν τοῖς πάθεσιν ἔμεινεν ἀπαθὴς καὶ ἐν ταῖς ὕβρεσιν ἀνύβριστος καὶ ἐν τῇ 130 πείνῃ πάντων τροφεὺς καὶ ἐν τοῖς διωγμοῖς πάντων σωτὴρ καὶ ἐν ταῖς ἀνάγκαις πάντων ἐλευθερωτὴς, ἐπειδὴ τὸν ἀκανθώδη στέφανον περιελὼν ἐξ ἡμῶν τέθηκεν ἐπὶ τὴν τῶν πιστῶν κεφαλὴν στέφανον ἐκ λίθου τιμίου πάντων τῶν αἰσχρῶν ἐκείνων πεπατημένων, τῆς δόξης ἀναδραμούσης ἐπὶ τὸν Ἀδάμ, φασὶν αἱ ἀγγελικαὶ δυνάμεις· ὡραῖος ἐν στολῇ βιαίᾳ. Καὶ μή μοι τις μέμψηται τίνος ἕνεκεν τὴν προφητικὴν ταύτην ἐξέρχομαι νῦν ῥῆσιν λέγων· μὴ γὰρ τοῦτο προανηγόρευται νῦν, μὴ γὰρ τοῦτο ἀναγνώσθη νῦν, μὴ γὰρ Ἠσαΐου ἐπηκούσαμεν νῦν. Μηδεὶς μέμψηται, ἀγαπητοί· μηδεὶς φιλολοίδορος φάνῃ, εἰ μὲν γὰρ ἔξω τῆς πανηγύρεως εἱλκύσατο διήγημα καὶ ἄλλην ὑπόθεσιν μελῳδῷ· μέμψασθαι ὡς ἄκαιρον καὶ φλύαρον, εἰ δὲ διήγημα προφητικὸν εἰς ταύτην ἁρμόττον τὴν πανήγυριν εὐκαίρως ὑμῖν παρήγαγον. Δέξασθε πειθανῶς καὶ προσδέξασθε εὐμενῶς καὶ ἐγχρονίσατέ μοι μικρὸν καὶ δείξω ὑμῖν καὶ ἀγγέλους μανθάνοντας τίς ὁ ἀνελθὼν καὶ Χριστὸν πάλιν συμπεριφερόμενον δούλοις καὶ τῆς ἡμετέρας σωτηρίας διηγούμενον τὸ μυστήριον. Τί οὖν φησιν ὁ προφήτης; Τίς οὗτος ὁ παραγινόμενος ἐξ Ἐδώμ, ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ, ὡραῖος ἐν στολῇ βιαίᾳ;. Ταῦτα μὲν ὑπὸ τῶν ἀγγέλων, ὑπὸ τῶν ἄνω δυνάμεων· πρὸς δὲ ταῦτα ὁ Χριστός οὐδὲ γάρ ἐστιν ὑπερόπτης, οἶδεν καὶ δούλοις συμπεριφέρεσθαι, οἶδεν καὶ οἰκέταις ἐρωτῶσιν ἀποκρίνεσθαι Τίς οὗτος ὁ παραγινόμενος ἐξ Ἐδώμ; ἀποκρίνεται ἐφεξῆς καὶ λέγει· Μετὰ ἰσχύος ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου. Ὢ τῆς καλῆς καὶ δεσποτικῆς φωνῆς ὢ τῆς ἀληθείας τῆς ἐκείνῳ μόνῳ πρεπούσης Μετὰ ἰσχύος, φησίν, ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου. Θέλεις μαθεῖν ἰσχύν; Σταυρούμενος ἐνίκα· ἰδού, ἰσχύς. Δεδεμένος ἐδουλαγώγει· ἰδού, ἰσχύς. Κρατεῖται ὡς ἄνθρωπος· ἰδού, ἰσχύς. Εἰ δὲ καὶ τὴν δικαιοσύνην θέλεις μαθεῖν, μάθε. Ἔλαβέν σε ὁ διάβολος οὐκ ὄντα αὐτοῦ, ἤλασέν σε πολὺν χρόνον οὐ πλάσας σε περὶ ὄρη καὶ νάπας, ἐπτόησέν σε, ζυγόν σοι ἐπέθηκεν οὐκ ὤν σου δεσπότης· ἦλθεν ὁ ἀληθινὸς ποιμήν, ἀπέσπασέν σε ἀπὸ τοῦ λύκου, ἐποίησεν μετά σου δικαιοσύνην καὶ λοιπὸν πεπλήρωται· Μετὰ ἰσχύος ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου. Οὐχ ὅσον δὲ τὰ ἡμέτερα κατορθώματα, οὐδὲ γὰρ ἡμεῖς εὐπραγήσαντες ἐπείσαμεν ἐνανθρωπῆσαι τὸν Θεόν. Οὐχ ἡμετέρα δικαιοσύνη κατήγαγεν αὐτὸν ἐπὶ γῆς, ἀλλ' ἡ τοῦ τυράννου παρανομία, ἵνα μάθῃ ὁ τύραννος τὰ ἀλλότρια μὴ δεσμεύειν πρόβατα. Μετὰ ἰσχύος, φησίν, ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου. Τὴν πρᾶξιν λέγει, τὴν ἀξίαν σιωπᾷ. Ἐρωτηθεὶς γὰρ Τίς οὗτος οὐ λέγει ὅτι ἐγὼ εἰμὶ ὁ δεσπότης ὑμῶν, ἀλλὰ ἐσιώπησεν τοῦτο ἐκ τῶν ἔργων θέλων γνωρίζεσθαι. Μετὰ ἰσχύος ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου. Καὶ σιωπᾷ τέως ταῦτα εἰρηκὼς καὶ ἀντιφθέγγεται πάλιν ὁ τῶν ἀγγέλων χορὸς καί φησιν πρὸς αὐτόν· Διὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ πλήρους καταπεπατημένης. Καὶ ἵνα μή τις νομίσῃ τὰ ἡμέτερα ῥήματα πεπλάσθαι ἢ ἐκ πολλῶν προφητειῶν συνειλῆφθαι ἡμῖν φωνάς, ἐν μίᾳ σελίδι εὑρήσει ταῦτα ἠρτημένα. Διὸ καὶ μίαν ἔχει τὴν ἀκολουθίαν ὡς ἡρμοσμένον σῶμα παρὰ Ἠσαΐᾳ τῷ προφήτῃ. Καὶ τί ἐρεῖ; Τὰ τέλη ἀνάγνωθι, ὁ φιλομαθὴς καὶ σπουδαῖος, καὶ εὑρήσεις ὡς οὐκ ἀπὸ πολλῶν προφητειῶν ταῦτα συνελέξαμεν, ἀλλὰ μίαν ἀκολουθίαν λαβόντες διεσαφηνίσαμεν. Εἶτα πρὸς αὐτὸν, ὡς ἔφην, οἱ ἄγγελοι· Διὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ πλήρους καταπεπατημένης. Ἐρυθρὰ τὰ ἱμάτια βλέπομεν, βουλόμεθα τὴν αἰτίαν μαθεῖν. Ἐπειδὴ γὰρ ἐρωτηθεὶς τίς εἶ ἐσιώπησας τὴν οὐσίαν σου, ἐταμιεύσω τὴν ἀξίαν καὶ πάθος ἡμῖν ἐκήρυξας καὶ κρίσιν καὶ δικαιοσύνην ἀνήγγειλας. Ἐάσαντες λοιπὸν ἡμεῖς 132 μανθάνειν ἐκεῖνα, ἴσως γὰρ ὑπὲρ τὰς ἡμετέρας ἐστὶν ἀκοὰς ἃ βλέπομεν, φησίν, θέλομεν ἐρωτᾶν· Διὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια;. Οὐδὲ εἷς καιρὸς ἀργὸς τῷ σωτῆρι· ἐπὶ γῆς ὢν ὑπὲρ ἡμῶν πάσχει, εἰς οὐρανοὺς ἀνίων ἀγγέλους διδάσκει. Διὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ. Εὐγενὴς ἀκρίβεια τοῦ προφήτου, μᾶλλον δὲ τῆς πάντα γινωσκούσης δυνάμεως τοῦ ἁγίου πνεύματος. Οὐδὲ γὰρ Ἠσαΐα ἐπιγράφω τὸ τοιοῦτο, οὐδὲ αὐτοῦ ῥήματα δέχομαι· κιθάραν δὲ αὐτὸν ὑποτιθέμενος ἐννοῶ τὸν ἐν αὐτῷ μουσουργοῦντα Θεὸν καὶ δέχομαι διὰ Ἠσαΐου τὰ τοῦ πνεύματος καὶ ἐννοῶ Θεὸν δι' ἀνθρώπου λαλοῦντα. Ἀλλ' ἴσως ἐρεῖ τις πάλιν· τί οὖν ἀγνοεῖ τὸ πνεῦμα Διὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια; Ἆρα ἁρμόττει τῷ πνεύματι ἡ φωνὴ ἡ αὐτή; Οὐκ οἶδεν τὸ πνεῦμα τὰ ἐν Χριστῷ; οὐκ οἶδεν τὸ πνεῦμα τί πέπονθεν ὁ υἱός; οὐκ οἶδεν τὸ πνεῦμα τί ὑπὲρ ἡμῶν ὑπέμεινεν; Τίνος οὖν ἕνεκεν ἐρωτᾷ τὸ πνεῦμα; Ἐρωτᾷ ταῦτα οὐ δηλουμένης ἀγνοίας, λαλεῖ γὰρ τὸ πνεῦμα διὰ τῶν προφητῶν. Λαλεῖ οὐχ ὡς ἐξ ἑνὸς προσώπου, ἀλλὰ πρὸς τὰς ὑποκειμένας ὑποθέσεις ἁρμόττει τὸν λόγον. Καὶ ὅτι ταῦτα οὕτως ἔχει, μικρὸν ἀνάσχου, ἀγαπητέ, καὶ δέχου τούτων τὰς ἀποδείξεις. Εὑρήσεις γὰρ ἐν τοῖς προφητικοῖς λόγοις καὶ ἐκ προσώπου τοῦ πατρὸς φωνὰς καὶ ἐκ προσώπου τοῦ υἱοῦ καὶ ἐκ προσώπου τοῦ ἁγίου πνεύματος καὶ ἐκ προσώπου τῶν ἀγγέλων καὶ ἐκ προσώπου τοῦ προφήτου καὶ ἐκ προσώπου τῶν Ἰουδαίων καὶ οὐ δή που ταῦτα πάντα ἀναρτήσεις ἐπὶ τὸν Θεὸν τὰ λεγόμενα· οὐδὲ γὰρ ἐπειδὴ τὸ πνεῦμα φθέγγεται, ἀναγκασθήσει ταῦτα πάντα ἀναγαγεῖν ἐπὶ τὴν τοῦ ἁγίου πνεύματος οὐσίαν. Ἐκ προσώπου γοῦν τοῦ πατρός φησιν· Ἐγὼ σήμερον γεγέννηκά σε· αἴτησαι παρ' ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν 133 κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Λαλεῖ ὁ προφήτης ἐν πνεύματι, ἀλλ' οὐ ἁρμόττει τῷ πνεύματι τὸ λόγιον, ἀλλὰ τῷ πατρί· οὐχ ὡς τοῦ ἁγίου πνεύματος ἀλλοτριουμένου, ἀλλ' ὡς τοῦ πνεύματος ἐκ προσώπου τοῦ πατρὸς φθεγγομένου. Πάλιν ἐκ προσώπου τοῦ υἱοῦ Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Μὴ ἁρμόττει ταῦτα τῷ πνεύματι, μὴ τὰ ἱμάτια τοῦ πνεύματος διεμερίσαντο ἑαυτοῖς, μὴ τοῦ πνεύματος τοὺς χιτῶνας κατέκοψαν· ἀλλὰ φθέγγεται ἐκ προσώπου τοῦ υἱοῦ τὸ πνεῦμα. Φθέγγεται πάλιν ἐξ ἰδίου προσώπου ὅταν λέγῃ. Ἀφορίσατε δή μοι τὸν Σαῦλον καὶ τὸν Βαρναβᾶν εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς. Ἰδοὺ ἐκ προσώπου τοῦ πνεύματος καὶ οὐ δή που ἁρμόττει τῷ πατρὶ ἢ τῷ υἱῷ ἡ φωνή. Ἀκούσαντες γὰρ ἡμεῖς ὅτι τὸ πνεῦμα τὸ ἅγιον εἴρηκεν τό· Ἀφορίσατέ μοι Σαῦλον καὶ Βαρναβᾶν εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς, ἐπὶ τὸ ἅγιον πνεῦμα ἀναφέρομεν τῶν ῥητῶν τὴν δύναμιν οὐκ ἀλλοτριοῦντες τὸ λόγιον πατρὸς καὶ υἱοῦ, ἀλλὰ δίδοντες τῷ χωρίῳ τὸ ἁρμόττον πρόσωπον. Πάλιν ἐκ προσώπου τοῦ προφήτου· Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέν με ἡ μήτηρ μου. Ἄρα οὐκ ἐν πνεύματι εἶπεν, μὴ τῷ πνεύματι ἁρμόττει ἡ φωνή, μὴ ἐν ἀνομίαις συνελήφθη καὶ ἐν ἁμαρτίαις ἐκίσσησεν ἡ μήτηρ. Ὥσπερ δὲ ἐνταῦθα ἀκούεις Δαβίδ, νοεῖς δὲ διὰ τοῦ πνεύματος τοῦ ἁγίου φθέγγεσθαι τὸν προφήτην, οὕτως καὶ ἐνταῦθα ὅταν ἀκούσῃς Διὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ;, νόησον διὰ τοῦ πνεύματος λέγεσθαι ἐκ προσώπου τῶν ἀγγέλων. Διὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ πλήρους καταπεπατημένης;. Ἀποκρίνεται οὖν ὁ Χριστὸς καί φησιν· Ληνὸν ἐπάτησα μονώτατος. Ἀληθῶν ληνὸν ἐπάτησεν ὁ Χριστός, ληνὸν τῶν ἡμετέρων παθῶν, ληνὸς τῶν ἡμετέρων κακῶν· ἐκείνους γὰρ συνέτριψεν τοὺς βοτρύας καὶ 134 ἄλλας ληνοὺς ἤγειρεν. Ὑπὲρ τούτων ὁ Δαβὶδ ψάλλει καὶ λέγει· Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου Κύριε τῶν δυνάμεων. Καὶ ἐπειδὴ οὗτος ἡμῖν ὁ ψαλμὸς ἀρτίως ἀνεγνώσθη, ἐννόησον, ἀγαπητέ, μᾶλλον δὲ μάθε παρ' ἡμῶν, εἴ σοι δοκεῖ, ὡς ταύτην ἔχει ὁ ψαλμὸς τὴν ἐπιγραφήν· Ψαλμὸς ὑπὲρ τῶν ληνῶν. Ἐκείνην τοίνυν, ὡς ἔφην, τὴν τῶν ἐναντίων ληνὸν παύσας ἄλλην ἐπουράνιον ἡμῖν ἤγειρεν. Ἀλλ' ἐπαναλάβωμεν τὸ ῥητόν. Τί οὖν φησιν ὁ Χριστὸς; Ληνὸν ἐπάτησα μονώτατος. Τίς γὰρ ἄλλος ὑπὲρ ἡμῶν πέπονθεν; Μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ἡμῶν, ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθημεν;. Μόνος ἐσταυρώθη ὑπὲρ ἡμῶν ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ, μόνος ὑπὲρ ἡμῶν πέπονθεν, μόνος ἡμᾶς ἔσωσεν· Ληνὸν ἐπάτησα μονώτατος. Μὴ πάλιν, ὦ ἀγαπητέ, ἔξω βάλῃς τὸν πατέρα τῆς οἰκονομίας, μηδ' αὔπαλιν τὸ πνεῦμα τὸ ἅγιον, μὴ εἴπῃς ὅτι οὐκ ᾔδει ὁ πατὴρ ὅτι πάσχει ὁ υἱός. Ἀλλὰ καὶ ᾔδει καὶ προεώρα καὶ συνηυδόκει, οὐ συνέπασχεν δέ, οὐδὲ τὸ πνεῦμα· ὁ γὰρ υἱὸς μόνος ἀναδέξατο τὴν οἰκονομίαν ὑπὲρ ἡμῶν. Ἀλλ' οὐδὲ αὐτὸς φυσικῶς πέπονθεν τῇ θεότητι, ἀλλ' ἀνεδέξατο μὲν ὑπὲρ ἡμῶν τῆς οἰκονομίας εἰς ἑαυτὸν τὰ πάθη· οὐκ ἔπαθεν δὲ ἐπειδὴ Θεὸς ὑπῆρχεν. Ληνόν, φησίν, ἐπάτησα μονώτατος καὶ τῶν ἐθνῶν οὐκ ἦν ἀνὴρ μετ' ἐμοῦ. Οὐ προφήτης, οὐ δίκαιος, οὐ πατριάρχης, οὐχ ὅσιος. Λέγει γάρ που· Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν. Ληνὸν ἐπάτησα μονώτατος. Ἐμάκρυνας γάρ, φησίν, τοὺς γνωστούς μου ἀπ' ἐμοῦ καὶ τῶν ἐθνῶν οὐκ ἦν ἀνὴρ μετ' ἐμοῦ. Θέλεις μαθεῖν ὅτι οὐδεὶς ἦν τῶν ἐθνῶν μετ' αὐτοῦ; Ἐννόησον τὸν καιρὸν τοῦ πάθους· ὅτε γὰρ ὁ Χριστὸς ἐσταυροῦτο, Πέτρος 135καὶ Ἰωάννης καὶ οἱ ἄλλοι ἀφέντες αὐτὸν ἔφυγον καὶ πάλιν ἐπὶ τὴν τῶν ἰχθύων ἁλείαν ἔτρεχον. Μὴ ἦν τις τῶν ἐθνῶν μετ' αὐτοῦ. Ληνὸν ἐπάτησε μονώτατος καὶ τῶν ἐθνῶν οὐκ ἦν ἀνὴρ μετ' ἐμοῦ. Ἴσχυσα, φησίν, πρὸς τὴν πάλην μόνος, ἴσχυσα πρὸς τὴν νίκην μόνος, ἀλλὰ καὶ μονώτατος νικήσας. Τοῖς ἐμοῖς δωροῦμαι τὴν νίκην· εἰ γὰρ καὶ κατὰ προαίρεσιν ἦσαν ἔχθροι, ἀλλ' οὖν γε κατ' οὐσίαν ἐμὸν ἔργον ὑπῆρχον. Ληνὸν ἐπάτησα μονώτατος καὶ τῶν ἐθνῶν οὐκ ἦν ἀνὴρ μετ' ἐμοῦ καὶ κατεπάτησα αὐτοὺς ἐν τῷ θυμῷ μου καὶ τὰ ἑξῆς. Καὶ εὐθὺς ἐπάγει τὴν αἰτίαν τοῦ πατῆσαι τὴν ληνὸν καὶ τίνος ἕνεκεν ἐπάτησεν καί φησιν· Ἡμέρα γὰρ ἀνταποδόσεως ἦλθεν αὐτοῖς. Ἐμακροθύμησα, φησίν, τῷ διαβόλῳ πολὺν χρόνον, ἠνεσχόμην αὐτοῦ τυραννοῦντος, εἶδον μου τὸ ἔργον συντετριμμένον καὶ ἔφερον. Ἀλλ' ἐπειδὴ ἔφθασεν ἡ ἡμέρα τῆς ἀνταποδόσεως, ἐπειδὴ ἐπὶ τοῖς τοσούτοις ἁμαρτήμασιν τῶν ἐμῶν πλασμάτων ἵλεως γενέσθαι ηὐδόκησα, ἐπειδὴ ἠλέησα τὸν Ἀδὰμ ὑβρίσαντά με, ἐπέστη ὁ καιρὸς καὶ πάντας τοὺς δαίμονας ὡς βοτρύας συναγαγὼν εἰς ἓν μόνος αὐτῶν τὴν ληνὸν ἐπάτησα, καὶ τῶν ἐθνῶν οὐκ ἦν ἀνὴρ μετ' ἐμοῦ. Καὶ τί μετὰ ταῦτα ἡμέρα ἀνταποδόσεως ἦν; Πρὸς ταῦτα αἴνιγμα λαβοῦσαι αἱ οὐράνιοι δυνάμεις καὶ αἰσθόμεναι μυστηριωδῶς τίνα ἐστιν ἃ φθέγγεται πρὸς αὐτὰς ὁ δεσπότης, μᾶλλον δὲ διὰ τῆς τοῦ ἁγίου πνεύματος ἐνεργείας φωταγωγηθεῖσαι πρὸς ταύτην τὴν ἀλήθειαν, ἀποκρίνονται πρὸς ταῦτα καὶ φασίν· Τὸν ἔλεον Κυρίου ἐμνήσθην. Οἶδα γάρ, φασίν, τί ἔλεγεν ὁ Κύριος διὰ τῶν λοιπῶν προφητῶν, τί ἐπηγγείλατο τῷ Ἀδάμ· οἶδα τί ἔλεγεν τότε. Ἐπηγγείλατο ἔρχεσθαι ἐπὶ γῆς καὶ πάσχειν ὡς ἄνθρωπος τὰ ἀνθρώπων. Ταῦτα ὁρῶμεν ὄψεσιν· Τὸν ἔλεον Κυρίου ἐμνήσθην. Ταῦτα περὶ τῆς σήμερον Ἠσαΐας κράζει ὁ 136 προφήτης, ταύτην τὴν ἡμέραν μυσταγωγεῖ, ἐπειδὴ γὰρ αἱ κατώτεραι δυνάμεις οὕτως ἀποκαλυφθεῖσαι ἔλεγον· Τίς οὗτος ὁ παραγινόμενος ἐξ Ἐδώμ, ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βόσορ. Μετὰ ταύτην τὴν ἐξέτασιν καὶ μετὰ τὰς λοιπὰς ἀνεξετάσεις, μετὰ ταύτην τὴν ἀκρίβειαν τῶν ῥημάτων καὶ μετὰ τὴν πολλὴν σαφήνειαν τῶν μυστηρίων, μετὰ τὸ μηδὲν σιωπῆσαι τὸν Χριστὸν ἐκραύγαζον κατὰ τὸν Δαβίδ· Ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. Ἀπεκρίθησαν αὐταῖς αἱ ἀνώτεραι δυνάμεις καὶ λέγουσιν· Τίς οὗτος ὁ ἀναβαίνων καὶ διὰ τί, φασίν, βοᾶτε Ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. Ταῦτα ἀκούσασαι αἱ ἐγγὺς δυνάμεις λέγουσι· Κύριος κραταιὸς καὶ δυνατός, Κύριος δυνατὸς ἐν πολέμῳ. Τάξεις γάρ εἰσιν καὶ ἐν ἀσωμάτοις καὶ ἀκολουθίαι ἐν αὐταῖς πολλαί· καὶ οὐ πάντες ἄγγελοι, οὐ πάντες θρόνοι, οὐ πάντες κυριότητες, ἀλλὰ καὶ ὑπερβεβηκότα ἐστι τάγματα καὶ ὑπερβεβηκυῖαι δυνάμεις. Ἐπεὶ οὖν ἀνταπόκρισιν τῆς ἐρωτήσεως ἔλαβον αἱ ἀνώτεραι δυνάμεις φασίν· Ἔγνωμεν τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης. Ἐπειδὴ γὰρ ἔμαθον τίς ὁ ἀναβαίνων οὐκέτι χρείαν ἔχουσιν ἑρμηνείας, οὐκέτι λόγων χρείαν ἔχουσι μακρῶν, ἀλλὰ λέγουσιν· Κύριος τῶν δυνάμεων, αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης. Μέχρις ἐνταῦθα συνηκολούθησα τῷ δεσπότῃ ἄτονον ἔχων πρὸς τὰ ἐκεῖνα τὸ πτερὸν τῆς διανοίας. Εἴθε δέ, εἰ ἦν δύναμίς μοι, καὶ εἰς τὸ ὅρος αὐτῷ συνανελθεῖν τῆς θείας ὀπτασίας, ἵνα ἴδω τὸν Ἰησοῦν, ἐπειδὴ ὁ κολλώμενος τῷ Κυρίῳ, φησίν, ἓν πνεῦμά ἐστιν, καὶ ἡμῖν δὲ ἀπεκάλυψεν ὁ Θεὸς διὰ τοῦ πνεύματος αὐτοῦ. Συνανέλθωμεν τοίνυν τῷ Χριστῷ εἰς οὐρανὸν, ἀδελφοί· μὴ μείνωμεν ἐπὶ γῆς, μὴ πάλιν γεώδη φρονήσωμεν, μὴ πάλιν περὶ ἐπιθυμίας, μὴ πάλιν περὶ ἁρπαγάς, μὴ πάλιν περὶ 137φιλοχρηματείας· μὴ ἐπαρθῇς, ἐπεὶ καὶ σὺ ἐξ οὐρανοῦ πίπτεις ὡς ἡ ἀστραπή. Μὴ γένοιτο δὲ τοῦτο παθεῖν τὸν τῷ Χριστῷ ἀκολουθοῦντα. Πεπείσμεθα γὰρ περὶ ὑμῶν, ἀγαπητοί, τὰ κρείττονα καὶ ἔχομεν σωτηρίας, εἰ καὶ οὕτω λαλοῦμεν. Ταῦτα δὲ λέγομεν πρὸς τὴν ὑμῶν ἀσφάλειαν, καθὼς λέγει ὁ ἀπόστολος· Ἐμοὶ μὲν τὸ λέγειν οὐκ ὀκνηρόν, ὑμῖν δὲ τὸ ἀσφαλές. Γένοιτο δὲ πάντας ἡμᾶς ἀμέμπτως ἀκολουθῆσαι τῷ Χριστῷ καὶ τυχεῖν τῆς βασιλείας αὐτοῦ· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Τοῦ αὐτοῦ ἐξ ὁμιλίας ῥηθείσης ἐν τῇ Κυρίνου ἐκκλησίᾳ, τρισκαιδεκάτῃ τοῦ φαμενὼθ μηνὸς κατ' Αἰγυπτίους, ἐν ᾗ τὸ τοῦ Ἠσαΐου ῥητὸν ἑρμηνεύει τὸ φάσκον· Κατέπιεν ὁ θάνατος ἰσχύσας καὶ πάλιν ἀφεῖλεν ὁ θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου. Ὁ μὲν γὰρ τῶν ὅλων θεός, ἅτε δὴ ζωὴ καὶ ζωοποιὸς ὑπάρχων, ἄφθαρτον ἐπὶ γῆς ζῷον ἠθέλησεν εἶναι τὸν ἄνθρωπον, εἰ φύσεώς ἐστι φθαρτῆς. Ὁ δέ, ἐπείπερ ἦν πονηρὸς καὶ βάσκανος, ἐπεβούλευσε τῷ γένει, ἀντετάττετο τῇ βουλήσει τοῦ δημιουργοῦ, κατεκόμισε πανούργως εἰς παρακοήν, εἰδὼς ὅτι πεσεῖται δι' αὐτῆς εἰς θάνατον.

Spanish Gemini
131.1
Oración sobre la Ascensión del Señor. Del santo Atanasio, arzobispo de Alejandría, sobre la Ascensión de nuestro Señor Jesucristo. Aquel que en el principio, antes de los siglos, estaba junto a Dios como Dios Verbo, el rescate de nuestras almas, la guerra contra el diablo, la libertad del mundo; el que todo lo construye con su palabra para elevarnos por gracia a su propia dignidad; el que nos levantó, caídos por el pecado, al inclinarse hacia nosotros mediante la encarnación; el que nos regeneró, muertos por la desobediencia, mediante su venida hacia nosotros sin abandonar al Padre; el que pisó la tierra y, estando corporalmente con nosotros, llenaba los cielos con su propia presencia; el que se hizo todo lo que nosotros somos, excepto en el pecado, y permaneció inmutable; el que no rehusó padecer nada por nosotros, para conducirnos a la impasibilidad; el que fue clavado en la cruz y abrió las puertas del paraíso; este es quien asumió por nosotros la lucha contra el diablo, quebró el aguijón del pecado, redujo a cenizas el pensamiento de los judíos, vació la magnificencia de su sacerdocio, derribó su templo después de que comenzaron las manos impías, puso fin a la alianza, estableció el culto y convocó a las naciones; el que abolió la muerte, hizo de la tierra un cielo al fijar la conducta de los comportamientos angélicos, clavó en la cruz el acta de nuestra deuda contra el pecado y, mediante la economía del Espíritu, nos llamó de nuevo a la adopción filial a quienes nos habíamos vuelto esclavos del pecado. Hoy ascendió de donde no se había marchado. No describas la economía como una sombra, no consideres la salvación como un fantasma, no llames sombra a la verdad; has oído que descendió. Entiéndelo así: descendió aquí y no vació sus cielos, pues era inabarcable por naturaleza, pero llena el cielo y la tierra según el dicho profético. Estaba junto a María, junto al Padre, junto a Pilato, junto a los ángeles, en el cielo, en el Hades, en la tierra y en el aire; pues era Dios y conductor de todas las cosas. Vino a donde estaba, ascendió de donde no se había marchado. Estaba en el mundo; entonces, estando en el mundo por su divinidad,¿ cómo vino al mundo? Pero puesto que, estando en el mundo por su divinidad, no era visto corporalmente, toma el cuerpo para que, viendo a Dios a través del cuerpo como en un espejo, seamos guiados hacia la piedad. Invirtamos el razonamiento:¿ entonces, estando en la tierra, estaba en los cielos?¿ Ascendió a donde estaba? Pero no pretendo luchar conmigo mismo, pues no es necesario mezclar la guerra con la paz. Presentémonos para celebrar con aquel que hoy ha vencido por nosotros; por tanto, sigámosle todos en su ascenso a los cielos, desechemos lo corporal, renunciemos a los placeres, seamos todo espíritu para que, al seguirle, escuchemos a las potencias celestiales decir:¡ Alzad, príncipes, vuestras puertas, alzaos, puertas eternas, y entrará el Rey de la gloria! Y ante las que preguntan:¿ Quién es este Rey de la gloria?, respondamos nosotros, los que hemos experimentado el beneficio, y digamos, los que hemos sido liberados, que el Señor es fuerte y poderoso; el Señor es poderoso en la guerra, él es el Rey de la gloria. Nada de nuestra salvación ha sido silenciado por los profetas, nada ha sido guardado en secreto. Todo lo que Cristo iba a padecer por nosotros, lo prefiguró con voces proféticas, para que cuando Dios viniera a nosotros y padeciera las cosas humanas, no nos extrañáramos nosotros, los que habíamos oído de antemano. Iba a nacer como hombre y dice Isaías el profeta: He aquí que la virgen concebirá y dará a luz un hijo y llamarán su nombre Emmanuel. El milagro habló de antemano al profeta. Iba a ser crucificado y dice el mismo Isaías: Como oveja fue llevado al matadero y como cordero mudo ante el que lo esquila, y lo que sigue. Tienes también en esto la mansedumbre, la autoridad, el padecimiento por nosotros y toda la economía unida en un solo milagro. Iba a ser abofeteado y azotado y dice de nuevo el mismo: He dado mis espaldas a los azotes y mis mejillas a las bofetadas. Iba a ser clavado en un madero y lo anunció de antemano a través del profeta David diciendo: Horadaron mis manos y mis pies. Iba a tener sed y beber vinagre y dice a través de David: Pusieron hiel en mi comida y en mi sed me dieron a beber vinagre. Iba a ascender a los cielos a lo suyo, a lo paterno, aunque todo era suyo y él mismo llena todo. Pero ascendiendo al lugar que le corresponde, puesto que iba a soportar también esta mistagogia por nosotros, dice a través de Isaías el profeta:¿ Quién es este que viene de Edom?. Soporta un poco, amado, para que te diga el tema de la presente festividad, y te enseñe cómo celebrar, no como quien no sabe, sino como quien sabe. Te recuerdo para que te instruya más precisamente con relatos, para que adores sinceramente el poder de quien ha padecido por ti. Puesto que iba a ascender a los cielos habiéndolo soportado todo por nosotros. Ascendía, pero no como descendió; pues descendió sin cuerpo, asciende con cuerpo, ya no padeciendo las cosas del cuerpo; sino mezclado, sin confusión, uno en el poder de la divinidad. Puesto que, pues, ascendía a los cielos, las potencias celestiales, extrañadas por los hechos extraordinarios, dicen:¿ Quién es este que viene de Edom?¿ Quién sube de la tierra a los cielos? Nadie descendió así desde arriba. Nosotros no hemos aprendido a recibir tal cuerpo; el hombre no viaja por el aire, no viaja por el cielo.¿ Quién es este que viene de Edom?¿ Quién sube de la tierra a los cielos? Pues Edom se interpreta como tierra.¿ Quién, dicen, es el que corta las puertas que recorren el éter?¿ Quién es el que se vuelve superior a los elementos?¿ Quién es el que transformó la naturaleza?¿ Quién eleva lo terrenal a los cielos?¿ Quién liberó al cautivo Adán? Vemos una imagen que camina por el cielo, nos extrañamos de lo que sucede.¿ Quién es este que viene de Edom?. El razonamiento es de los que dudan, el sentido es de los que no saben. El Hijo de Dios pasó inadvertido, no comunicó el descenso a los ángeles, no lo comunicó a las potencias; descendió ocultando su presencia, para triunfar secretamente sobre el tirano. No era tiempo de escolta, era necesidad de deshonra, para que no se enteraran los servidores; por esto el Señor guarda silencio. Puesto que, pues, las potencias de arriba no vieron el descenso, se extrañan ante el ascenso, al ver un milagro nuevo y un hecho extraño a la naturaleza realizándose, y dicen entre sí:¿ Quién es este que viene de Edom, el enrojecimiento de sus vestiduras de Bosor?. Bosor, a su vez, se interpreta como carne; por tanto, el enrojecimiento de sus vestiduras es de Bosor, es decir, de la carne.¿ Qué enrojecimiento es, pues? Es la sangre que salió de su costado. Pues guarda, como hemos dicho muchas veces, el costado y la sangre para los judíos, para que, al verla en gloria, no nieguen la cruz y digan: a este no lo crucificamos nosotros. Por esto muestra tanto la sangre como las huellas del costado herido, para avergonzarlos en el tiempo de su reino. El enrojecimiento de sus vestiduras es de Bosor, hermoso en su vestidura violenta. Violenta se interpreta como poder, pero entre otros se interpreta como mucho, y en gran manera, y sobre todo. Hermoso, pues, dice, en su vestidura en gran manera, puesto que, al asumir nuestra deshonra, mediante la gloria de los padecimientos liberó a los esclavizados por la vergüenza y los llamó de nuevo a la libertad. Que estaba en deshonra lo dice el profeta: Lo vimos y no tenía aspecto ni belleza, sino que su aspecto era despreciable, inferior al de los hijos de los hombres. Pues estuvo entre salivazos, en vergüenza, en burla, en hambre, en sed, en tribunales, en juicios, en las asambleas de los judíos, en amenazas, en risas, en ultrajes, en persecuciones, en calumnias y necesidades, unas veces trasladándose de Galilea a Judea, otras veces perseguido de Judea a Cesarea; estando en esto, verdaderamente no tenía aspecto ni belleza. Pero puesto que ha vencido esto y, habiendo salido de ello, mostró su divinidad sin ultraje, puesto que en los padecimientos permaneció impasible, y en los ultrajes sin ultraje, y en el hambre alimentador de todos, y en las persecuciones salvador de todos, y en las necesidades libertador de todos, puesto que, habiendo quitado de nosotros la corona de espinas, puso sobre la cabeza de los fieles una corona de piedra preciosa, habiendo sido pisoteadas todas aquellas cosas vergonzosas, habiendo vuelto la gloria sobre Adán, dicen las potencias angélicas: hermoso en su vestidura violenta. Y que nadie me culpe por qué expongo ahora este dicho profético diciendo:¿ acaso no ha sido anunciado esto ahora, acaso no ha sido leído esto ahora, acaso no hemos escuchado a Isaías ahora? Que nadie culpe, amados; que nadie parezca difamador, si hubiera arrastrado un relato fuera de la festividad y cantara otro tema; culpadme como inoportuno y charlatán, pero si he traído ante vosotros un relato profético que se ajusta oportunamente a esta festividad. Recibidlo persuasivamente y aceptadlo con benevolencia y esperadme un poco y os mostraré también a los ángeles aprendiendo quién es el que ha ascendido y a Cristo de nuevo comportándose con los siervos y explicando el misterio de nuestra salvación.¿ Qué dice, pues, el profeta?¿ Quién es este que viene de Edom, el enrojecimiento de sus vestiduras de Bosor, hermoso en su vestidura violenta?. Esto por parte de los ángeles, por parte de las potencias de arriba; pero ante esto Cristo, pues no es soberbio, sabe también comportarse con los siervos, sabe también responder a los siervos que preguntan:¿ Quién es este que viene de Edom?, responde a continuación y dice: Con poder yo hablo de justicia y juicio de salvación. Oh, la hermosa voz del Señor, oh, la verdad que solo a él le corresponde. Con poder, dice, yo hablo de justicia y juicio de salvación.¿ Quieres aprender el poder? Siendo crucificado vencía; he aquí, poder. Siendo atado esclavizaba; he aquí, poder. Es retenido como hombre; he aquí, poder. Y si quieres aprender también la justicia, apréndela. Te tomó el diablo no siendo suyo, te condujo mucho tiempo no habiéndote formado, por montes y valles, te aterrorizó, te puso un yugo no siendo tu señor; vino el verdadero pastor, te arrebató del lobo, hizo justicia contigo y finalmente se ha cumplido: Con poder yo hablo de justicia y juicio de salvación. No tanto por nuestros logros, pues no fuimos nosotros quienes, habiendo obrado bien, persuadimos a Dios a encarnarse. No fue nuestra justicia la que lo trajo a la tierra, sino la ilegalidad del tirano, para que el tirano aprenda a no encadenar ovejas ajenas. Con poder, dice, yo hablo de justicia y juicio de salvación. Dice la acción, silencia la dignidad. Pues al ser preguntado¿ Quién es este?, no dice que yo soy vuestro Señor, sino que silenció esto queriendo ser conocido por las obras. Con poder yo hablo de justicia y juicio de salvación. Y silencia por ahora habiendo dicho esto y responde de nuevo el coro de los ángeles y le dice a él:¿ Por qué tus vestiduras son rojas y tus vestidos como los de alguien que pisa un lagar lleno y pisoteado?. Y para que nadie piense que nuestras palabras han sido inventadas o reunidas por nosotros de muchas profecías, encontrará estas cosas unidas en una sola página. Por eso tiene también una sola secuencia como un cuerpo ajustado en Isaías el profeta.¿ Y qué dirá? Lee los finales, tú, el estudioso y diligente, y encontrarás que no hemos reunido estas cosas de muchas profecías, sino que, habiendo tomado una sola secuencia, las hemos aclarado. Luego, hacia él, como dije, los ángeles:¿ Por qué tus vestiduras son rojas y tus vestidos como los de alguien que pisa un lagar lleno y pisoteado?. Vemos las vestiduras rojas, queremos saber la causa. Puesto que, al ser preguntado quién eres, silenciaste tu esencia, guardaste la dignidad y nos anunciaste el padecimiento y nos declaraste el juicio y la justicia. Dejando, pues, nosotros de aprender aquellas cosas, pues quizás lo que vemos está por encima de nuestros oídos, dice, queremos preguntar:¿ Por qué tus vestiduras son rojas?. No hay tiempo ocioso para el Salvador; estando en la tierra padece por nosotros, ascendiendo a los cielos enseña a los ángeles.¿ Por qué tus vestiduras son rojas y tus vestidos como los de alguien que pisa un lagar?. Noble precisión del profeta, o más bien de la potencia del Espíritu Santo que todo lo conoce. Pues no atribuyo tal cosa a Isaías, ni acepto sus palabras; sino que, suponiéndolo una cítara, entiendo al Dios que compone música en él y acepto a través de Isaías las cosas del Espíritu y entiendo a Dios hablando a través del hombre. Pero quizás alguien dirá de nuevo:¿ qué es lo que ignora el Espíritu?¿ Por qué tus vestiduras son rojas?.¿ Acaso le corresponde al Espíritu la misma voz?¿ No conoce el Espíritu las cosas en Cristo?¿ No conoce el Espíritu qué ha padecido el Hijo?¿ No conoce el Espíritu qué ha soportado por nosotros?¿ Por qué, pues, pregunta el Espíritu? Pregunta esto no porque se declare ignorancia, pues el Espíritu habla a través de los profetas. Habla no como desde una sola persona, sino que ajusta el razonamiento a los temas subyacentes. Y que esto es así, espera un poco, amado, y acepta las pruebas de esto. Pues encontrarás en los discursos proféticos voces desde la persona del Padre, y desde la persona del Hijo, y desde la persona del Espíritu Santo, y desde la persona de los ángeles, y desde la persona del profeta, y desde la persona de los judíos, y ciertamente no atribuirás todas estas cosas que se dicen a Dios; pues ni siquiera porque el Espíritu habla, se verá obligado a atribuir todas estas cosas a la esencia del Espíritu Santo. Pues desde la persona del Padre dice: Yo hoy te he engendrado; pídeme y te daré las naciones como tu herencia y los confines de la tierra como tu posesión. Habla el profeta en el Espíritu, pero el dicho no le corresponde al Espíritu, sino al Padre; no como si el Espíritu Santo se alienara, sino como si el Espíritu hablara desde la persona del Padre. De nuevo desde la persona del Hijo: Se repartieron mis vestiduras entre sí y sobre mi vestimenta echaron suertes.¿ No le corresponde esto al Espíritu, acaso se repartieron las vestiduras del Espíritu entre sí, acaso cortaron las túnicas del Espíritu; sino que el Espíritu habla desde la persona del Hijo. Habla de nuevo desde su propia persona cuando dice: Apartadme a Saulo y a Bernabé para la obra a la que los he llamado. He aquí desde la persona del Espíritu y ciertamente no le corresponde al Padre o al Hijo la voz. Pues habiendo escuchado nosotros que el Espíritu Santo ha dicho: Apartadme a Saulo y a Bernabé para la obra a la que los he llamado, atribuimos el poder de los dichos al Espíritu Santo, no alienando el dicho del Padre y del Hijo, sino dando al pasaje la persona que le corresponde. De nuevo desde la persona del profeta: Pues he aquí que en iniquidades fui concebido y en pecados me concibió mi madre.¿ Acaso no lo dijo en el Espíritu, acaso le corresponde al Espíritu la voz, acaso fue concebido en iniquidades y en pecados lo concibió la madre. Así como aquí escuchas a David, pero entiendes que el profeta habla a través del Espíritu Santo, así también aquí cuando escuches¿ Por qué tus vestiduras son rojas y tus vestidos como los de alguien que pisa un lagar?, entiende que se dice a través del Espíritu desde la persona de los ángeles.¿ Por qué tus vestiduras son rojas y tus vestidos como los de alguien que pisa un lagar lleno y pisoteado?. Responde, pues, Cristo y dice: He pisado el lagar yo solo. Cristo ha pisado verdaderamente el lagar, el lagar de nuestros padecimientos, el lagar de nuestros males; pues él trituró aquellos racimos y levantó otros lagares. Sobre esto canta David y dice:¡ Qué amables son tus moradas, Señor de los ejércitos!. Y puesto que este salmo nos ha sido leído hace poco, entiende, amado, o más bien aprende de nosotros, si te parece, que el salmo tiene esta inscripción: Salmo sobre los lagares. Aquel, pues, como dije, habiendo puesto fin al lagar de los enemigos, levantó otro celestial para nosotros. Pero retomemos el dicho.¿ Qué dice, pues, Cristo? He pisado el lagar yo solo.¿ Pues quién más ha padecido por nosotros?¿ Acaso Pablo fue crucificado por nosotros, o fuimos bautizados en el nombre de Pablo?. Solo Cristo, el Hijo de Dios, fue crucificado por nosotros, solo padeció por nosotros, solo nos salvó; He pisado el lagar yo solo. No vuelvas, oh amado, a echar fuera al Padre de la economía, ni tampoco al Espíritu Santo, no digas que el Padre no sabía que el Hijo padecía. Sino que sabía y preveía y consentía, pero no padecía, ni tampoco el Espíritu; pues el Hijo solo asumió la economía por nosotros. Pero ni él mismo padeció físicamente por la divinidad, sino que asumió por nosotros los padecimientos de la economía hacia sí mismo; pero no padeció puesto que era Dios. El lagar, dice, he pisado yo solo y de las naciones no había hombre conmigo. Ni profeta, ni justo, ni patriarca, ni santo. Pues dice en algún lugar: Mis amigos y mis vecinos se acercaron desde enfrente y se detuvieron. He pisado el lagar yo solo. Pues alejaste, dice, a mis conocidos de mí y de las naciones no había hombre conmigo.¿ Quieres aprender que nadie de las naciones estaba con él? Entiende el tiempo del padecimiento; pues cuando Cristo era crucificado, Pedro y Juan y los otros, abandonándolo, huyeron y de nuevo corrían a la pesca de peces. No había nadie de las naciones con él. He pisado el lagar yo solo y de las naciones no había hombre conmigo. He tenido fuerza, dice, para la lucha yo solo, he tenido fuerza para la victoria yo solo, pero también habiendo vencido yo solo. A los míos regalo la victoria; pues si bien según la voluntad eran enemigos, pero según la esencia eran obra mía. He pisado el lagar yo solo y de las naciones no había hombre conmigo y los pisé en mi ira y lo que sigue. Y enseguida añade la causa de pisar el lagar y por qué lo pisó y dice: Pues el día de la retribución ha llegado a ellos. He sido paciente, dice, con el diablo mucho tiempo, soporté que tiranizara, vi mi obra triturada y lo soporté. Pero puesto que llegó el día de la retribución, puesto que consentí ser misericordioso ante tantos pecados de mis criaturas, puesto que me compadecí de Adán que me había ultrajado, llegó el tiempo y, habiendo reunido a todos los demonios como racimos en uno, yo solo pisé el lagar de ellos, y de las naciones no había hombre conmigo.¿ Y qué después de esto era el día de la retribución? Ante esto, habiendo recibido un enigma las potencias celestiales y sintiendo misteriosamente qué son las cosas que el Señor les dice, o más bien habiendo sido iluminadas hacia esta verdad mediante la energía del Espíritu Santo, responden a esto y dicen: Me acordé de la misericordia del Señor. Pues sé, dicen, qué decía el Señor a través de los demás profetas, qué prometió a Adán; sé qué decía entonces. Prometió venir a la tierra y padecer como hombre las cosas de los hombres. Vemos estas cosas con los ojos; Me acordé de la misericordia del Señor. Estas cosas grita sobre el día de hoy Isaías el profeta, mistagoga este día, puesto que las potencias inferiores, habiendo sido reveladas así, decían:¿ Quién es este que viene de Edom, el enrojecimiento de sus vestiduras de Bosor?. Después de este examen y después de las demás investigaciones, después de esta precisión de los dichos y después de la mucha claridad de los misterios, después de que Cristo no silenciara nada, gritaban según David:¡ Alzad, príncipes, vuestras puertas, alzaos, puertas eternas, y entrará el Rey de la gloria!. Les respondieron las potencias superiores y dicen:¿ Quién es este que sube y por qué, dicen, gritáis¡ Alzad, príncipes, vuestras puertas, alzaos, puertas eternas, y entrará el Rey de la gloria!. Habiendo escuchado esto, las potencias cercanas dicen: El Señor es fuerte y poderoso, el Señor es poderoso en la guerra. Pues hay rangos también entre los incorpóreos y muchas secuencias entre ellos; y no todos son ángeles, no todos son tronos, no todos son señoríos, sino que hay también rangos superiores y potencias superiores. Puesto que, pues, las potencias superiores recibieron la respuesta de la pregunta, dicen: Hemos conocido quién es este Rey de la gloria. Puesto que aprendieron quién es el que sube, ya no tienen necesidad de interpretación, ya no tienen necesidad de largas palabras, sino que dicen: El Señor de los ejércitos, él es el Rey de la gloria. Hasta aquí he seguido al Señor teniendo el ala del pensamiento sin fuerza hacia aquellas cosas. Y ojalá, si tuviera poder, hubiera subido también con él al monte de la visión divina, para ver a Jesús, puesto que el que se une al Señor, dice, es un espíritu, y a nosotros también nos reveló Dios a través de su Espíritu. Subamos, pues, con Cristo al cielo, hermanos; no nos quedemos en la tierra, no pensemos de nuevo en cosas terrenales, no de nuevo en el deseo, no de nuevo en los robos, no de nuevo en la codicia; no te eleves, puesto que también tú caes del cielo como el rayo. Pero que no suceda esto a quien sigue a Cristo. Pues estamos persuadidos sobre vosotros, amados, de las cosas mejores y tenemos salvación, aunque hablemos así. Pero decimos estas cosas para vuestra seguridad, como dice el apóstol: Para mí no es molesto decir, y para vosotros es seguro. Que podamos todos nosotros seguir a Cristo sin reproche y alcanzar su reino; a él la gloria por los siglos de los siglos. Amén. Del mismo, de una homilía pronunciada en la iglesia de Quirino, el día trece del mes de famenot según los egipcios, en la que interpreta el dicho de Isaías que dice: La muerte ha devorado habiendo tenido fuerza y de nuevo Dios quitará toda lágrima de todo rostro. Pues el Dios de todas las cosas, siendo vida y vivificador, quiso que el hombre fuera un ser incorruptible sobre la tierra, si es de naturaleza corruptible. Pero aquel, puesto que era malvado y envidioso, conspiró contra el género, se opuso a la voluntad del creador, condujo astutamente a la desobediencia, sabiendo que caería por ella en la muerte.

Intertext edge

Open linked passage

Note