Responsiones ad Tiberium diaconum sociosque suos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
577.1
ΕΠΙΛΥΣΙΣ. Μανθάνω τινὰς εἰκῇ καὶ ἀπερισκέπτως καὶ ἐπὶ τοῖς οὕτω μεγάλοις καὶ ἀναγκαίοις πράγμασιν φλυαρεῖν εἰωθότας, φάναι τι τοιοῦτον, ὡς ὁ Μονογενὴς τοῦ Θεοῦ Υἱὸς κατὰ μὲν τὴν τῆς θεότητος καὶ οὐσίας ἀξίαν συνῆν τῷ Θεῷ καὶ Πατρὶ, ἡνίκα ἐπὶ τῆς γῆς ἐχρημάτιζε καὶ τοῖς ἀνθρώποις συνανεστρέφετο, ὡς ὁμοούσιος ὢν αὐτῷ· κατὰ δὲ τὸν τῆς ὑποστάσεως λόγον οὐκ ἔτι. κεκένωτο γὰρ πᾶσα, ὡς αὐτοί φασιν, ἡ υἱοτικὴ ὑπόστασις ἐκ τε τῶν οὐρανῶν καὶ αὐτῶν τῶν πατρικῶν κόλπων. οὐ γὰρ συναπτέον ὑπόστασιν ὑποστάσει, οὔτε τὰς ἐν μιᾷ οὐσίᾳ ὑπαρχούσας. ἐγὼ δὲ τὸ προπετὲς τῆς ἀμαθίας τῶν ταῦτα πεφρονηκότων θαυμάσας, δεῖν ᾠήθην ἀναγκαίως ἐκεῖνο εἰπεῖν, ὅτι πεπόσωται παρ' αὐτοῖς ἡ οὐσία τοῦ Θεοῦ, καὶ καταληπτὴν αὐτὴν εἶναί φασι καὶ πεπερατωμένην, καὶ οὐκ ἔτι μὲν ἀπεριόριστον οὐδὲ ἀκατάληπτον, ἄλλ' ἤδη καὶ τόποις χωρητὴν καὶ διαστήμασι περιληπτὴν, ἁρμόζει δὲ ταῦτα τοῖς τῶν σωμάτων λόγοις. οὐκοῦν καὶ σῶμα, πάντως δέ που καὶ ἐν εἴδει, καὶ οὐ δίχα σώματος· ἕπεται γὰρ τὰ τοιάδε τοῖς σώμασιν. εἶτα πῶς ὁ Σωτήρ" Πνεῦμά φησιν ὁ Θεός;" πνεῦμα γὰρ εἶναί φησιν αὐτὸν ἵν' ἔξω σωματικῆς φαντασίας ἀγάγῃ τὴν ὑπερφυᾶ καὶ ἀπόῤῥητον φύσιν. ἆρ' οὐκ ἄν τις εἴποι δικαίως τοῖς τὰ τοιάδε τεθρυληκόσιν, ἢ καὶ τολμῶσι φρονεῖν" Ἐδικαιώθη 578" Σόδομα ἐκ σοῦ;" εὐσεβέστερον γὰρ οἱ παρ' Ἕλλησι δοξάζουσι σοφοὶ τὸ θεῖον ἀσώματον καὶ ἀνείδεον, ἄποσόν τε καὶ ἀμερὲς, καὶ ἀσχημάτιστον εἶναι διαβεβαιούμενοι, καὶ πανταχῇ μὲν ὑπάρχειν, ἀπολιμπάνεσθαι δὲ οὐδενός. πῶς δὲ κἀκεῖνο διέλαθεν αὐτούς; εἰ γὰρ ὁμοούσιος ὢν ὁ Υἱὸς τῷ Πατρὶ, κεκένωκε τῆς αὐτοῦ παρουσίας τὸν οὐρανὸν, ὅτε γέγονεν ἄνθρωπος, καὶ συνανεστρέφετο τοῖς ἐπὶ τῆς γῆς, ἄραρεν ὅτι κενὴ καὶ ἡ γῆ τῆς τοῦ Πατρὸς ὑποστάσεως ἦν, ὅτι μὴ αὐτὸς γέγονεν ἄνθρωπος, μήτε μὴν ἀνθρώποις συνανεστρέφετο, ἀλλ' ἵνα τι κατὰ τὴν αὐτῶν ἀσυνεσίαν εἴπω, μεμένηκεν ἐν τοῖς οὐρανοῖς. πῶς οὖν ἔφασκεν ὁ Σωτὴρ, ὅτι"̔ Ο Πατὴρ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα αὐτός;" πῶς δὲ διὰ τοῦ προφήτου φησί" Μὴ οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν" ἐγὼ πληρῶ, λέγει Κύριος;" καὶ πάλιν" Θεὸς ἐγγίζων" ἐγὼ εἰμὶ, λέγει Κύριος, καὶ οὐχὶ Θεὸς πόῤῥωθεν;" πάντα γὰρ ἐγγὺς ἔχει, τὰ πάντα πληρῶν ὁμοῦ τῷ Πατρὶ ὁ ἐξ αὐτοῦ κατὰ φύσιν γεγεννημένος Χριστός. καὶ γοῦν ὁ προφήτης Δαυείδ" Ποῦ πορευθῶ, φησὶν, ἀπὸ τοῦ πνεύματός σου," καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω;" οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οὐρανοὺς ἢ γῆν εὑρεῖν δύνασθαί ποτε κενοὺς τῆς ἀῤῥήτου θεότητος. πληροῖ γὰρ ὡς ἔφην τὰ πάντα ἡ θεία τε καὶ ὁμοούσιος Τριάς. μεμνήμεθα δὲ ὅτι καὶ ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος τοῖς ἁγίοις ἀποστόλοις ἔφασκε" Συμ" φέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω, ἐὰν γὰρ μὴ ἀπέλθω, ὁ παρά" κλητος οὐκ ἐλεύσεται πρὸς ὑμᾶς." ἐπειδὴ δὲ πεπόρευται, 579 τὴν ἰδίαν ὑπόσχεσιν ἀποπληρῶν, ἔπεμψεν ἡμῖν ἐξ οὐρανοῦ τὸν παράκλητον, τουτέστι, τὸ Πνεῦμα. ἔστι δὲ ὁμοούσιον τῷ Πατρὶ καὶ Υἱῷ. ἆρ' οὖν ὅτε καταπεφοίτηκεν εἰς γῆν ὁ παράκλητος, ἵνα ἡμᾶς ἁγιάσῃ τὸ Πνεῦμα, οὐκ ἦν ἐν τοῖς οὐρανοῖς; Ἀλλ' ἐκεῖνο φάναι πρέποι ἂν, ὅτι ἁγιάσαν ἡμᾶς ἀνέβη πάλιν εἰς τὸν οὐρανὸν, καὶ οὐκ ἔστι μεθ' ἡμῶν, καίτοι γέγραπται" Ὅτι πνεῦμα κυρίου πεπλήρωκε τὴν οἰκουμένην." ἀλλὰ καὶ αὐτὸς ἔφη Χριστὸς μέλλων ἀναβαίνειν πρὸς τὸν Πατέρα" Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας καὶ" ἕως τῆς συντελείας τοῦ αἰῶνος." εἰ δὲ μεθ' ἡμῶν ἐστι, κενοί που πάντως καὶ νῦν εἰσὶ τῆς, ὡς αὐτοί φασιν, υἱοτικῆς ὑποστάσεως οἱ οὐρανοὶ, καὶ τὸν τοῦ Πατρὸς κόλπον ἀφεὶς τοῖς ἐπὶ γῆς ἥδιον μᾶλλον συνδιαιτᾶται. ταῦτα γὰρ ἐκεῖνοι ψυχρολογοῦσιν, ὡς ἔφην. εἶτα τίς τῆς ἐκείνων ἀβελτερίας ἀνέξεται; ἢ τίς τῶν νουνεχεστέρων οὐκ ἂν αὐτοῖς ἀμφιλαφὲς ἐπιστάξῃ δάκρυον, οἵ γε τὰς ἱερὰς καὶ θείας ἠγνοηκότες γραφὰς τὸ εἰς νοῦν ἧκον ἀβασανίστως ἐρεύγονται, καὶ τῶν ὀρθῶν τῆς Ἐκκλησίας δογμάτων ἐκπίπτουσι; τί τῷ Φιλίππῳ περὶ τοῦ Πατρὸς λέγοντι προσπεφώνηκεν ὁ Υἱός;" Οὐ" πιστεύεις ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοὶ ἐστίν;" οὐκοῦν ἀμήχανον εἶναί ποτε δίχα τοῦ ἑτέρου τὸ ἕτερον· ἀλλ' ἔνθαπερ ὁ Πατὴρ εἶναι νοοῖτο· ἔστι δὲ πανταχοῦ· ἐκεῖ που πάντως καὶ ὁ Υἱὸς, καὶ ἔνθαπερ ἂν ὁ Υἱὸς, ἐκεῖ καὶ ὁ Πατήρ. εἰ γάρ ἐστιν ἀπαύγασμα τοῦ Πατρὸς ὁ Υἱὸς, καὶ Λόγος 580 αὐτοῦ καὶ σοφία καὶ δύναμις, πῶς ἐνδέχεται δίχα λόγου καὶ σοφίας καὶ δυνάμεως νοεῖσθαί ποτε τὸν Πατέρα; πῶς δὲ ἡ σοφία τοῦ Θεοῦ καὶ Λόγος αὐτοῦ καὶ ἡ δύναμις αὐτοῦ νοοῖτ' ἄν ποτε δίχα τοῦ Πατρός; ἢ πῶς οὐκ ἐνυπάρξει ποτὲ αὐτῷ ὁ χαρακτὴρ αὐτοῦ; πῶς δὲ καὶ ὁ χαρακτὴρ δίχα τοῦ Πατρὸς οὗ ἐστι χαρακτήρ; Ἀλλά φασιν ὅτι οὐ συναπτέον ὑπόστασιν ὑποστάσει, οὔτε τὰς ἐν μιᾷ οὐσίᾳ ὑπαρχούσας, καὶ τάχα που τὰ καθ' ἡμᾶς παρακομίζουσιν εἰς ἀπόδειξιν τῶν αὐτοῖς πεφλυαρημένων. Εἶτα πῶς οὐκ ἔδει νοεῖν αὐτοὺς, ὅτι τὰ τῆς θείας φύσεως ἴδια καὶ ἐξαίρετα οὐ διὰ τῶν καθ' ἡμᾶς κανονίζεται μᾶλλον, ἀλλ' ἐν ἰδίοις εἰσὶ λόγοις, καὶ πίστει λαμβάνεται, περιεργοτέρων δὲ λογισμῶν οὐκ ἀνέχεται; μία γὰρ φύσις ἐστὶ τῆς ἀῤῥήτου θεότητος ἐν ὑποστάσει τρισί τε καὶ ἰδικαῖς, ἔξω δὲ τῶν καθ' ἡμᾶς ἐστὶ λόγων, καὶ τοῖς τῶν κτισμάτων ἔθεσιν οὐκ ἀκολουθεῖ. καὶ τοῦτο ἐκ πολλῶν ἔστιν ἰδεῖν. ἡμεῖς μὲν γὰρ πατέρες ἐσμὲν τῶν ἰδίων τέκνων κατὰ ἀπόῤῥοιαν καὶ μερισμόν. ἀναχωρεῖ γὰρ τὸ γεννώμενον εἰς ἰδικὴν ἑτερότητα τὴν εἰς ἅπαν καὶ ὁλοσχερῶς. ἀλλ' οὐχ οὕτως ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς γεννηθῆναί φαμεν τὸν Υἱόν· ἐξέλαμψε μὲν γὰρ τῆς οὐσίας αὐτοῦ, καὶ ἐξηυγάσθη φωτὸς δίκην, ἀλλ' οὐκ ἔξω γέγονεν αὐτοῦ, ἀλλ' ἐξ αὐτοῦ τέ ἐστι καὶ ἐν αὐτῷ· καὶ πρεσβύτεροι μὲν οἱ παρ' ἡμῖν πατέρες τῶν ἰδίων τέκνων· ἥκιστα δὲ τοῦτο ἀληθὲς ἐπὶ Θεοῦ. συνυφέστηκε γὰρ ἀεὶ τῷ Πατρὶ, καὶ συνάναρχον ἔχει τὴν ὕπαρξιν τῷ ἰδίῳ γεννήτορι, 581 ἵνα καὶ ἀεὶ φαίνηται Πατήρ. οὐ γὰρ ἦν ὅτε τοῦτο οὐκ ἦν. ἔστι τοίνυν ταὐτὸν μὲν τῷ Πατρὶ τῇ φύσει τὸ θεῖόν τε καὶ ὑπερκόσμιον γέννημα, ἐν ἑτερότητι δὲ τῇ κατὰ υἱότητα μόνην. οὐ γάρ ἐστι Πατὴρ, ὅτι μηδὲ ἐκεῖνος Υἱός. πάντα τοίνυν πληρούσης, ὡς ἔφην, τῆς ἀνωτάτω πασῶν οὐσίας, ὅτι καὶ ὑπὲρ κτίσιν ἐστὶ καὶ νοῦν καὶ λόγον, μὴ βατταριζέτωσάν τινες," τὰ ἀπὸ καρδίας αὐτῶν λαλοῦντες, καὶ οὐκ ἀπὸ στό" ματος Κυρίου," καθὰ γέγραπται, ἵνα μὴ παραλύοντες τὴν ἀλήθειαν ταῖς ἑαυτῶν ψυχαῖς τὴν τοῖς τοῦτο δρᾶν εἰωθόσι πρέπουσαν ἐπαντλήσωσι δίκην. Πρὸς τοὺς λέγοντας ὅτι γενόμενος ἄνθρωπος ὁ Μονογενὴς κενοὺς ἀφῆκε τῆς ἑαυτοῦ θεότητος τοὺς οὐρανούς. ΕΠΙΛΥΣΙΣ. Ἄπιστά τινες, ὡς ἔμαθον, καὶ γελοιότητος τῆς ἐσχάτης ἐπίμεστα ῥημάτια περικομίζουσι," τὰ ἀπὸ καρδίας αὐτῶν" λαλοῦντες, καὶ οὐκ ἀπὸ στόματος Κυρίου," κατὰ τὸ γεγραμμένον. ὅπου γὰρ τὸ τῆς ἀληθείας οὐ διαφαίνεται κάλλος, ἐκεῖ πάντως ὁ τοῦ ψεύδους πατὴρ ἐκχεῖ τῆς ἐνούσης αὐτῷ σκαιότητος τὸν ἀνδροκτόνον ἰόν. μανθάνω τοίνυν τινὰς ἐκ πολλῆς ἄγαν ἀσυνεσίας διακεῖσθαι καὶ λέγειν, ὅτι γενόμενος ἄνθρωπος ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ μετὰ σαρκὸς συναναστραφεὶς τοῖς ἐπὶ τῆς γῆς, κενοὺς ἀφῆκε τῆς ἑαυτοῦ θεότητος τοὺς οὐρανούς. τοῦτο δέ ἐστιν ἕτερον οὐδὲν 582 ἢ ἐκεῖνο φάναι, ὅτι ποσότητι μετρητός ἐστι, καὶ περιληπτὴν ἔχει τὴν φύσιν, καὶ ἐν τόπῳ μένει καθὰ καὶ τὰ σώματα, ἤγουν τὰ ἕτερα τῶν κτισμάτων. ἠγνόησαν δὲ ἴσως ὅτι τὸ θεῖον ἀσώματόν ἐστιν, ἀσχημάτιστον, ἀμερὲς, οὐ ποσότητι μετρητὸν, οὐ τόπῳ περιγραφόμενον, ἀλλὰ πληροῦν μὲν τὰ πάντα καὶ ἐν πᾶσιν ὂν, ἀχώρητον ὂν κατ' ἰδίαν φύσιν. γέγραπται γὰρ ὅτι" Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματος σοῦ," καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; ἐὰν ἀναβῶ εἰς" τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, παρεῖ·" ἐὰν ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ' ὄρθρον καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης, καὶ γὰρ ἐκεῖ ἡ χείρ" σου ὁδηγήσει με." ἔδει τοίνυν αὐτοὺς οὐκ ἐξ ἀμαθίας προπετεῖς ἐρεύγεσθαι φωνὰς, ἀλλ' ἐννοεῖν οἷά τε καὶ ὅση καὶ ἐν τίσιν ὑπεροχαῖς ἡ θεία καὶ ὑπερμεγέθης καὶ ἀπόῤῥητός ἐστι τοῦ Θεοῦ φύσις. πότε γὰρ ὁ Θεὸς Λόγος ἀπέστη τοῦ εἶναι μετὰ τοῦ Πατρὸς ἢ τοῦ ἐν αὐτῷ μένειν; εἰ γὰρ ἐνδέχεται τοῦ φωτὸς ἐκπεσεῖν καὶ χωρισθῆναι τὸ ἀπαύγασμα τὸ ἀπ' αὐτοῦ, ἦν ἂν εἰκὸς ἐννοῆσαι ὅτι καὶ τὸν Υἱὸν ἐνδέχεται μὴ εἶναι μετὰ τοῦ Πατρός. πῶς δὲ οὐκ ἐνενόησαν ὅτι γενητὸς ὢν ὁ ἥλιος· κτίσμα γάρ ἐστι δι' αὐτοῦ τοῦ Λόγου παρενεχθεὶς εἰς γένεσιν· διέρπει μὲν τὴν ἄνω καὶ αὐτῷ ταχθεῖσαν ὁδὸν, καθίησι δὲ τοῖς ἁπανταχόσε φῶς, καὶ πάντα πληρῶν τῆς ἐξ αὐτοῦ προχεομένης αὐγῆς, ἔχει πάλιν αὐτὴν ἐν ἑαυτῷ; πότε τοίνυν οὐκ ἦν ἐν Πατρὶ τὸ ἀπαύγασμα τῆς δόξης αὐτοῦ; πότε κεχώρισται τῆς ὑποστάσεως αὐτοῦ ὁ χαρακτὴρ αὐτοῦ; καὶ εἰ τὰ πάντα πληροῦντος τοῦ 583 Πατρὸς, οὐκ ἔχει τοῦτο κατὰ φύσιν ἰδίαν ὁ Υἱὸς, τὸ πάντα φημὶ πληροῦν καὶ εἶναι πανταχοῦ καὶ οὐδενὸς ἀπολιμπάνεσθαι, ἑτεροφυὴς ἄρα παρ' αὐτόν ἐστιν. ἐκπίπτουσι τοίνυν εἰς τὴν τῶν Ἀρειανῶν πεπλανημένην δόξαν οἱ ταῦτα περὶ αὐτοῦ τολμῶντες λέγειν. εἰ μὲν γὰρ πεπιστεύκασιν ἀληθῶς ὅτι καὶ Θεὸς καὶ ἐκ Θεοῦ Πατρὸς κατὰ φύσιν πέφηνεν ὁ Υἱὸς, τί μὴ νέμουσιν αὐτῷ τὰ τῇ θείᾳ πρέποντα φύσει; εἰ δὲ ὄνομα μὲν αὐτῷ τὸ τοῦ Θεοῦ περιπλάττουσιν, ἀποστεροῦσι δὲ τῶν τῆς θεότητος ἀξιωμάτων, ἠγνοήκασιν ὅτι καταφέρουσιν ἐν κτίσμασι τὸν ποιητὴν, καὶ τῇ τῶν γεγονότων μοίρᾳ τάττουσι τὸν τῶν ὅλων γενεσιουργὸν καὶ Κύριον· οὐκοῦν ἦν μὲν ἐπὶ γῆς ὁρώμενος κατὰ σάρκα ἄνθρωπος, πλήρεις δὲ ἦσαν καὶ οὕτω τῆς θεότητος αὐτοῦ οἱ οὐρανοί. πληροῖ γὰρ ὡς ἔφην τὰ πάντα Θεὸς ὢν ὁ Λόγος. Πρὸς τοὺς λέγοντας, ὅτι ἠγνόησεν ὁ Υἱὸς τὴν ἐσχάτην ἡμέραν. ΕΠΙΛΥΣΙΣ. Φασὶ γεμὴν καὶ ἑτέρους ἀκούσαντας λέγοντος τοῦ Χριστοῦ" Περὶ δὲ τῆς ἡμέρας ἢ τῆς ὥρας ἐκείνης οὐδεὶς οἶδεν, οὐδὲ" οἱ ἄγγελοι τῶν οὐρανῶν, οὐδὲ ὁ υἱὸς, εἰ μὴ ὁ πατὴρ" μόνος, ἀσυνετώτατα λέγειν, μὴ εἰδέναι κατὰ ἀλήθειαν τὸν ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς πεφηνότα Λόγον, μήτε 584 τὴν ὥραν μήτε τὴν ἡμέραν ἐκείνην, ἵνα τοῖς ἀγγέλοις συντάττηται, καὶ κατὰ μηδένα τρόπον διαφέρειν δοκῇ τῶν δι' αὐτοῦ γεγονότων. εἶτα πῶς ἐν ἴσῃ τάξει τε καὶ φύσει ποίημα καὶ ποιητής; πῶς δὲ οὐκ ἄπορον τὸ μεσολαβοῦν; ὁ μὲν γάρ ἐστι πάντων ἐπέκεινα, τὸ δὲ, ἐν τοῖς πᾶσιν. εἰ δὲ οἴονται κατὰ ἀλήθειαν ἠγνοηκέναι τι Χριστὸν, καθ' ὃ νοεῖται Θεὸς, ἔξω φέρονται σκοποῦ, καὶ τρέχουσι κατὰ πετρῶν, καὶ τὸ κέρας ἐγείρουσι κατὰ τῆς δόξης αὐτοῦ. εὑρεθήσεται γὰρ, ἂν οὕτως ἔχῃ καθά φασιν αὐτοὶ, οὐδὲ ὁμοούσιος ἔτι τῷ Θεῷ καὶ Πατρί. εἰ γὰρ οἶδε μὲν ὁ Πατὴρ, ἀγνοεῖ δὲ ὁ Υἱὸς, πῶς ἴσος ἔσται αὐτῷ, ἤγουν ὁμοούσιος; δεῖ γὰρ πάντως ἐν μείοσιν εἶναι τοῦ εἰδότος τὸ μὴ εἰδός. καὶ τὸ ἔτι τούτων παραλογώτερον, βουλὴ καὶ σοφία τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς ὠνόμασται. Παῦλος μὲν γὰρ ἔφη περὶ αὐτοῦ" Ὃς" ἐγενήθη σοφία ἡμῖν ἀπὸ Θεοῦ," καὶ πάλιν" Ἐν ᾧ εἰσι" πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι·" ψάλλει δὲ καὶ ὁ θεσπέσιος Δαυεὶδ πρὸς τὸν ἐν οὐρανοῖς πατέρα καὶ Θεόν" Ἐν τῇ βουλῇ σου ὡδήγησάς με," βουλὴν αὐτοῦ λέγων τὸν ἐξ αὐτοῦ φύντα Υἱόν. εἶτα πῶς οὐ γελοῖον ἀγνοεῖν οἴεσθαί τι τῶν ἐν τῷ Πατρὶ τὴν σοφίαν αὐτοῦ καὶ τὴν βουλὴν αὐτοῦ; καὶ ὁ μόνος εἰδὼς τὸν Πατέρα, πῶς ἀγνοεῖ τὴν τῆς συντελείας ἡμέραν; ποῖον ἄρα τὸ προὔχον ἐν γνώσει, τὸ εἰδέναι τί ἔστιν ὁ Πατὴρ, ἤγουν τὴν ἐσχάτην ἡμέραν; γέγραπται δὲ πάλιν ὅτι" τὸ Πνεῦμα πάντα ἐρευνᾷ" καὶ τὰ βάθη τοῦ Θεοῦ." ὅτε τοίνυν τὸ Πνεῦμα τὸ εἰδὸς τὰ βάθη τοῦ Θεοῦ καὶ πάντα τὰ ἐν αὐτῷ, Πνεῦμά ἐστι καὶ 585 αὐτοῦ τοῦ Υἱοῦ, πῶς οὐκ οἶδε τὰ ἐν τῷ ἰδίῳ Πατρί; πολλῶν τοιγαροῦν εἰς ἀτοπίαν ἐννοιῶν συνωθουσῶν τὸν ἀμαθῆ καὶ κίβδηλον ἐκείνων λόγον, ἀναγκαῖον ἐλθεῖν ἐπὶ τὴν οἰκονομίαν, φάναι τε, ὅτι πεφόρηκε μὲν ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος μετὰ τῆς ἀνθρωπότητος καὶ πάντα τὰ αὐτῆς, δίχα μόνης ἁμαρτίας. ἀνθρωπότητος δὲ μέτροις πρέποι ἂν εἰκότως καὶ τὸ ἀγνοεῖν τὰ ἐσόμενα· οὐκοῦν καθ' ὃ μὲν νοεῖται Θεὸς, οἶδε πάντα ὅσα καὶ ὁ Πατήρ· καθ' ὃ γεμὴν ἄνθρωπος ὁ αὐτὸς, οὐκ ἀποσείεται τὸ καὶ ἀγνοῆσαι δοκεῖν, διὰ τὸ τῇ ἀνθρωπότητι πρέπον. ὥσπερ δὲ αὐτὸς ὢν ἡ πάντων ζωὴ καὶ δύναμις τροφὴν ἐδέχετο σωματικὴν, οὐκ ἀτιμάζων τὸ τῆς κενώσεως μέτρον, ἀναγέγραπται δὲ καὶ ὑπνῶν καὶ κοπιάσας, οὕτω καὶ πάντα εἰδὼς τὴν τῇ ἀνθρωπότητι πρέπουσαν ἄγνοιαν οὐκ ἐρυθριᾷ προσνέμων ἑαυτῷ· γέγονε γὰρ αὐτοῦ πάντα τὰ τῆς ἀνθρωπότητος, δίχα μόνης ἁμαρτίας. ἐπειδὴ δὲ τὰ ὑπὲρ ἑαυτοὺς ἤθελον οἱ μαθηταὶ μανθάνειν, σκήπτεται χρησίμως τὸ μὴ εἰδέναι καθὸ ἄνθρωπος, καί φησι, μηδὲ αὐτοὺς εἰδέναι τοὺς κατὰ τὸν οὐρανὸν ὄντας ἁγίους ἀγγέλους, ἵνα μὴ λυπῶνται ὡς μὴ θαῤῥηθέντες τὸ μυστήριον. Πρὸς τοὺς λέγοντας ὅτι ἰδικῶς ὁ Λόγος ἐνεργεῖ τὰς θεοσημίας, οὐδὲν πρὸς τοῦτο ἐχούσης τῆς ἁγίας αὐτοῦ σαρκός. ΕΠΙΛΥΣΙΣ. Τοὺς δὲ λέγοντας, ὅτι οὐ χρὴ κοινοποιεῖν τὴν σάρκα 586 τῇ θεότητι τοῦ Μονογενοῦς, οὐδὲ τὴν θεότητα τῇ σαρκὶ ἐν ταῖς θαυματουργίαις· ἢ καὶ ὅτι τὸν Λάζαρον ἤγειρεν ἐκ τοῦ μνημείου φωνήσας ὁ Θεὸς Λόγος καὶ οὐχ ὁ ἄνθρωπος, καὶ ὅτι οὐχ ὁ Θεὸς ἐκοπίασεν ἐν τῇ ὁδοιπορίᾳ, ἀλλ' ὁ ἀναληφθεὶς ἄνθρωπος, καὶ αὐτὸς ἐπείνασε καὶ ἐδίψησε καὶ ἐσταυρώθη καὶ ἀπέθανεν· ὁλοτρόπως τῆς ἀληθείας διημαρτηκέναι φαμὲν, καὶ τῆς μετὰ σαρκὸς οἰκονομίας ἀγνοῆσαι τὸ μυστήριον. οὐ γὰρ εἶναί φαμεν υἱοὺς δύο, οὐδὲ δύο χριστοὺς, ἀλλ' ἕνα Χριστὸν καὶ Υἱὸν, τὸν ἐκ Θεοῦ μὲν Πατρὸς πρὸ παντὸς αἰῶνος καὶ χρόνου γεννηθέντα Θεὸν Μονογενῆ καὶ ἐνυπόστατον αὐτοῦ Λόγον, ἐν ἐσχάτοις δὲ τοῦ αἰῶνος καιροῖς τὸν αὐτὸν κατὰ σάρκα ἐκ γυναικός. μὴ τοίνυν ἀποδιοριζέτωσαν ὡς δίψυχοι, μηδὲ δύο ἡμῖν εἰσκομιζέτωσαν υἱοὺς, ἀλλ' ἕνα καὶ τὸν αὐτὸν ὁμολογείτωσαν, ὡς ἐνανθρωπήσαντα Θεοῦ Λόγον, καὶ αὐτοῦ πάντα καὶ φωνὰς καὶ ἐνεργείας. ἐπειδὴ γὰρ ἦν ὁ αὐτὸς Θεός τε ὁμοῦ καὶ ἄνθρωπος, λαλεῖ καὶ θεοπρεπῶς καὶ ἀνθρωπίνως· ἐνεργεῖ δὲ ὁμοίως καὶ τὰ ἀνθρώπινα καὶ τὰ θεοπρεπῆ. ὅταν τοίνυν ὁμολογῶσιν ἕνα Υἱὸν καὶ Χριστὸν καὶ Κύριον, πεπαύσονται διαιροῦντες ἀμαθῶς καὶ διιστάντες εἰς δύο, ὡς ἕνα μὲν ἰδικῶς καὶ ἀνὰ μέρος υἱὸν νοεῖσθαι τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, ἕτερον δὲ πάλιν ἰδικῶς καὶ ἀνὰ μέρος υἱὸν τὸν, ὡς αὐτοί φασιν, ἀναληφθέντα ἄνθρωπον. ἡμεῖς γὰρ οὐχ οὕτως φαμὲν, οὐδὲ οὕτως πιστεύομεν, ἀλλ' ὅτι Θεὸς ὢν ὁ Λόγος γέγονεν σὰρξ τουτέστιν ἄνθρωπος, οὐκ ἀποβαλὼν τὸ εἶναι Θεὸς, ἀλλὰ καὶ μεμενηκὼς ὅπερ ἦν ἀτρέπτως καὶ ἀναλλοιώτως, καὶ μετεσχηκὼς σαρκὸς καὶ 587 αἵματος κατὰ τὰς γραφάς· τὴν δέ γε ἑνωθεῖσαν αὐτῷ καὶ ἰδίαν αὐτοῦ γενομένην σάρκα ἐψυχῶσθαί φαμεν ψυχῇ νοερᾷ. Πρὸς τοὺς λέγοντας, ὅτι οὐκ ἀνελήφθη μετὰ τῆς ἑνωθείσης αὐτῷ σαρκὸς, ἐν ᾧ καὶ πρὸς τοὺς λέγοντας, ὅτι τὸ ἀναληφθὲν σῶμα τῇ ἁγίᾳ Τριάδι συγκέκραται. ΕΠΙΛΥΣΙΣ. Ὅτι δὲ καὶ ἀνελήφθη μετὰ τῆς ἑνωθείσης αὐτῷ σαρκὸς πῶς ἂν ἐνδοιάσειέ τις; τὸν γὰρ ἐκ νεκρῶν ἐγηγερμένον, αὐτὸν δηλονότι καθὸ νοεῖται καὶ πέφηνεν ἄνθρωπος, κεκάθικεν ὁ Πατὴρ" ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς" ὑψηλοῖς,"" ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνά" μεως καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου·" ἥξει δὲ οὕτω κατὰ καιρούς. καὶ ἀρκέσει πρὸς τοῦτο τῶν ἁγίων ἀγγέλων ἡ φωνὴ τοῖς θεωμένοις αὐτὸν ἀναβαίνοντα μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν, ἀναφανδὸν εἰρηκότων" Οὗτος ὁ"̓ Ιησοῦς ὁ ἀναληφθεὶς ἀφ' ὑμῶν, οὕτως ἐλεύσεται ὃν τρόπον" ἐθεάσασθε πορευόμενον αὐτὸν εἰς τὸν οὐρανόν." εἰ μὲν οὖν οἱ τῆς ἀναλήψεως αὐτοῦ γεγονότες θεωροὶ, γυμνὸν τῆς σαρκὸς τὸν Λόγον τεθέανται, οὕτως αὐτὸν καὶ ἥξειν ὑπονοείτωσάν τινες· εἰ δὲ πεπληροφόρηκε τοὺς ἁγίους ἀποστόλους, τὸ ψηλαφητὸν αὐτοῖς δείξας σῶμα, καὶ οὕτως ἀνελήφθη· οὕτω πάλιν ἐλεύσεται, καὶ οὐκ ἂν διαψεύσαιτο τῶν ἁγίων πνευμάτων ὁ ἐπ' αὐτῷ λόγος. 588 Ἀλλὰ μηδὲ ἐκεῖνό τινες φανταζέσθωσαν κακῶς, μήτε μὴν ὑπονοείτωσαν, ὅτι τὸ ἑνωθὲν τῷ Λόγῳ σῶμα τῇ τῆς ἁγίας Τριάδος συγκέκραται φύσει. ἀμήχανον γὰρ τὴν ἀπόῤῥητον ἐκείνην καὶ ὑπερφυᾶ καὶ παντὸς ἐπέκεινα καὶ νοῦ καὶ λόγου νοουμένην οὐσίαν, προσθήκην τινὰ καὶ μάλιστα τὴν ἔξωθεν καὶ ἑτέρας φύσεως δύνασθαι λαβεῖν. ἔστι γὰρ ἐν τοῖς καθ' ἑαυτὴν παντελεία, καὶ οὔτε μείωσιν ἐπιδέχεταί τινα, διὰ τὸ ἀτρέπτως καὶ ἀναλλοιώτως ἔχειν ἀεὶ, οὔτε μὴν ὡς ἔφην προσθήκης ἂν δέοιτό τινος. περιττολογοῦσι τοίνυν οἱ ἐκ πολλῆς ἀμαθίας κατὰ σύγκρασιν ἤγουν συνουσίωσιν ἐν τῇ φύσει τῆς ἁγίας Τριάδος χωρῆσαι τὸ σῶμα λέγοντες. διακείμεθα γὰρ οὐχ οὕτως ἡμεῖς, ἀλλ' ὀρθὴν ἔχομεν περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ τὴν δόξαν. ἐνανθρωπῆσαι γάρ φαμεν αὐτὸν τὸν Μονογενῆ τοῦ Θεοῦ Λόγον, οὐκ εἰς σάρκα τὴν ἰδίαν μεταποιήσαντα φύσιν, ἀλλ' ἐκ τῆς ἁγίας παρθένου λαβόντα αὐτὴν, ἥξοντά τε σὺν αὐτῇ, πλὴν ἐν τῇ δόξῃ τοῦ Πατρὸς μετὰ τῶν ἁγίων ἀγγέλων. Πῶς χρὴ νοεῖσθαι τό Ὁ Λόγος σὰρξ ἐγένετο. ΕΠΙΛΥΣΙΣ. Ἐπειδὴ δὲ, ὡς μανθάνω, προσποιοῦνταί τινες ἐρωτᾶν τό Τί ἂν εἴη ἢ κατὰ τίνα νοεῖται τρόπον τό Ὁ λόγος σὰρξ 589 ἐγένετο, πάλιν ἀναγκαίως ἐκεῖνό φαμεν Ἔθος τῇ θεοπνεύστῳ γραφῇ καὶ ἀπὸ μόνης σαρκὸς ὀνομάζειν ἔσθ' ὅτε τὸν ἄνθρωπον. καὶ γοῦν ἐν προφήταις ἐπηγγείλατο Θεὸς ἐκχεῖν τὸ ἑαυτοῦ πνεῦμα ἐπὶ πᾶσαν σάρκα, εἴρηται δὲ πάλιν ὅτι" Οψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ." καὶ οὐ δήπου φαμὲν ὡς ἐπὶ μόνην τὴν σάρκα τὸ θεῖον ἐκχεῖται πνεῦμα, ἀλλ' οὐδὲ ὅτι μόνη ἡ σὰρξ τὴν σωτηρίαν τεθέαται τὴν διὰ Χριστοῦ· ἀλλ' ἐπ' ἀνθρώπους ἐξεχύθη τὸ πνεῦμα, καὶ αὐτοὶ τεθέανται τὴν σωτηρίαν. ὅταν τοίνυν ὁ εὐαγγελιστὴς λέγῃ" Καὶ ὁ Λόγος σὰρξ ἐγένετο," οὐκ εἰς σάρκα μεταπεποιῆσθαι διδάσκει τὸν τοῦ Θεοῦ Λόγον· ἄτρεπτος γάρ ἐστιν ὡς ἐξ ἀτρέπτου Πατρός· ἀλλ' ὅτι σάρκα ἐψυχωμένην νοερῶς ἰδίαν ποιησάμενος, παραδόξως προῆλθεν ἄνθρωπος παρὰ τῆς ἁγίας παρθένου, ἐπειδὴ δὲ οὐκ ἄνθρωπος ὢν πρότερον τεθεοποίηται μᾶλλον, ἀλλὰ Θεὸς ὢν φύσει, πέφηνεν ἄνθρωπος. Πρὸς τοὺς ζητοῦντας, εἰ προσέθηκέ τι τῇ τοῦ ἀνθρώπου φύσει παραγενόμενος ὁ Χριστὸς ἐν σαρκί· καὶ πῶς κατ' εἰκόνα Θεοῦ ὁ ἄνθρωπος. ΕΠΙΛΥΣΙΣ. Ὅτι δὲ παντὸς ἀγαθοῦ πρόξενος τῇ τοῦ ἀνθρώπου γέγονε φύσει παραγενόμενος ἄνθρωπος ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, τίς ὁ μὴ φάναι τολμῶν; ἢ τίς καταρνήσεται, καὶ ἀνόνητον ἡμῖν γενέσθαι φήσει τὴν εἰς τόνδε τὸν κόσμον 590 ἀποστολὴν αὐτοῦ; γέγονε μὲν γὰρ κατ' εἰκόνα τὴν πρὸς αὐτὸν ὁ ἄνθρωπος ἐν ἀρχαῖς, καὶ ἦν ἡ φύσις ἐπιτηδείως ἔχουσα πρὸς ἀνάληψιν παντὸς ἀγαθοῦ καὶ εἰς κατόρθωσιν ἀρετῆς. ἔκτισε γὰρ ἡμᾶς" ἐπὶ ἔργοις ἀγαθοῖς," ὡς γοῦν ὁ πάνσοφος γράφει Παῦλος. ἀλλ' ἠφάνισε τῆς θεοειδοῦς εἰκόνος τὸ κάλλος ἡ ἁμαρτία, καὶ ῥυποῦ μεστὸν ἀπέφηνεν ὁ σατανᾶς τὸ λαμπρὸν τῆς ἀνθρωπότητος πρόσωπον· ἀλλ' ἐπέφανεν ὁ ἀνακαινιστὴς, ὁ ἀναμορφῶν εἰς τὸ ἐν ἀρχαῖς τὸ ἠδικημένον καὶ πάλιν ἡμᾶς εἰς τὴν ἑαυτοῦ μεταπλάττων εἰκόνα, ὥστε τῆς θείας αὐτοῦ φύσεως ἐμπρέπειν ἡμῖν τοὺς χαρακτῆρας δι' ἁγιασμοῦ καὶ δικαιοσύνης καὶ τῆς κατ' ἀρετὴν εὐζωΐας. αὐτὸς γάρ ἐστιν ἡ θύρα καὶ ἡ ὁδὸς, δι' ἧς πρὸς πᾶν ὁτιοῦν τῶν ἀρίστων εἰσελάσαι δεδυνήμεθα, καὶ ὀρθὰς ποιήσασθαι τροχιάς· ὥστε ἐν ἡμῖν μὲν τοῖς ἐν Χριστῷ τὸ τῆς ἀρίστης εἰκόνος ἐκφαίνεται κάλλος, οἳ δι' αὐτῶν τῶν ἔργων ἠνδραγαθήσαμεν. ἐν δέ γε τῷ πρωτοπλάστῳ πᾶσα μὲν ἐπιτηδειότης ἦν, ἀποφέρουσα δύναμιν πρὸς ἀνάληψιν ἀρετῆς, οὐ πάντως δὲ καὶ ἐνέργεια. τοιγαροῦν καὶ αὐτὸς ἔφη Χριστὸς περὶ ἡμῶν, ἤτοι τῶν ἰδίων προβάτων" Ἐγὼ ἦλθον" ἵνα ζωὴν ἔχωσι, καὶ περιττὸν ἔχωσιν." ἀποδέδοται μὲν γὰρ τῇ ἀνθρώπου φύσει τὸ ἐν Ἀδὰμ ἐν ἀρχῇ, τουτέστιν ὁ ἁγιασμός· τὸ δὲ περιττὸν, ὥστε οἶμαι, φησὶ, τὸ κατ' ἐνέργειαν ὁρᾶσθαι σεπτοὺς, καὶ δι' αὐτῶν τῶν κατορθωμάτων καταφαιδρύνεσθαι.