Responsiones ad Tiberium diaconum sociosque suos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
591.1
Ὅτι διὰ τῆς ἰδίας σαρκὸς ἐνεργεῖ τὰς θεοσημίας Θεὸς ὢν ὁ Λόγος. ΕΠΙΛΥΣΙΣ. Ἄνθρωπον δὲ γενέσθαι φαμὲν τὸν Μονογενῆ τοῦ Θεοῦ Λόγον, οὐχ ἵνα τὸ εἶναι Θεὸς ἀποβάλῃ, ἀλλ' οὐδ' ἵνα γυμνὸς νοῆται Λόγος, ἐνανθρωπήσας δὲ μᾶλλον, καὶ ἴδιον ποιησάμενος σῶμα τὸ ἐκ τῆς ἁγίας καὶ θεοτόκου παρθένου. οὐκοῦν ὁ Χριστὸν ὀνομάζων, οὔτε Λόγον σημαίνει γυμνὸν, οὔτε ἄνθρωπον κοινὸν, ἢ ὡς ἕνα τῶν καθ' ἡμᾶς· ἐνανθρωπήσαντα δὲ ὡς ἔφην τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, καὶ κεχρισμένον εἰς ἀποστολήν. οὐ γὰρ ἄνθρωπος ἐθεοποιήθη, καθά φασί τινες, ἑνωθεὶς τῷ Λόγῳ, ἀλλ' αὐτὸς ὁ Λόγος σάρκα λαβὼν καὶ γενόμενος ἄνθρωπος μεμένηκε καὶ οὕτω Θεός. Ὅταν οὖν ἐργάζεται τὰς θεοσημίας, μὴ διορίσας ἀνὰ μέρος τῆς ἁγίας αὐτοῦ σαρκὸς τὸν ἐκ Θεοῦ Λόγον αὐτῷ κατὰ μόνας τὴν ἐπὶ τοῖς τελουμένοις ἀνάψῃς δύναμιν· νόει δὲ μᾶλλον εὐσεβῶς ὅτι γενόμενος ἄνθρωπος ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ διὰ τῆς ἰδίας αὐτοῦ σαρκὸς ἐνήργει πολλάκις, ὡς ἰδίαν ἔχων αὐτὴν, οὐ κατὰ σύγχυσιν ἢ φυρμόν. καὶ ὥσπερ ἔστιν ἐπὶ ἀνθρώπου τεχνίτου νοεῖν τέκτονος τυχὼν ἢ σιδηρέως, ὅτι ποιεῖ τὰ ἔργα μετὰ τοῦ ἰδίου σώματος ἡ ψυχή· καὶ οὐκ ἄν τις εἴποι ψυχῆς ἔργα μόνης εἶναι, εἰ καὶ αὐτὴ κινεῖ πρὸς ἔργα τὸ σῶμα, ἀλλὰ τοῦ συναμφοτέρου· 592 οὕτω νόει καὶ ἐπὶ Χριστοῦ. πρὸ μὲν γὰρ τῆς ἐνανθρωπήσεως γυμνὸς ὢν ἔτι καὶ καθ' ἑαυτὸν ὁ Λόγος εἰργάζετο τὰ θεοπρεπῆ, γεγονὼς δὲ ἄνθρωπος, ἐνήργει καὶ διὰ τῆς ἑαυτοῦ σαρκὸς, ὡς ἔφην. οὕτως ἥψατο τῶν τυφλῶν, ἤγειρε δὲ καὶ τὸν τῆς χήρας υἱὸν πάλιν ἐκτείνας τὴν χεῖρα καὶ ἁψάμενος τῆς σοροῦ· οὕτω πτύσας καὶ ποιήσας πηλὸν ἔχρισε τοὺς ὀφθαλμοὺς τοῦ ἐκ γεννητῆς τυφλοῦ. Εἰ δὲ καὶ διῆγε πνευματικῶς, ἐννόει πάλιν, ὅτι τὰ καθ' ἡμᾶς ἀναβιβάζων εἰς πνευματικὴν πολιτείαν, αὐτὸς ἤρξατο τοῦ πράγματος ἀνθρωπίνως, ἵνα ὁδὸς καὶ ἀρχὴ γένηται τῇ ἀνθρώπου φύσει πρὸς τὸ δύνασθαι διαζῆν, οὐκέτι σαρκικῶς καὶ φιληδόνως, ἁγίως δὲ μᾶλλον καὶ πνευματικῶς. ἀρχὴ γὰρ ἡμῖν παντὸς γέγονεν ἀγαθοῦ, καὶ διὰ τοῦτο πέφηνεν ἄνθρωπος, ἵνα τῆς ἐν Ἀδὰμ ἀσθενείας ἐλευθερώσας τὴν ἡμῶν φύσιν, ὡς ἐν ἑαυτῷ καὶ πρώτῳ δείξῃ πνευματικήν. Ὁμοίως πῶς κατ' εἰκόνα Θεοῦ ὁ ἄνθρωπος. ΕΠΙΛΥΣΙΣ. Ἐπειδὴ δέ φασι καὶ ἑτέρους ζητεῖν, πῶς δὴ κατ' εἰκόνα Θεοῦ προσήκει νοεῖσθαι τὸν ἄνθρωπον, εἶτά τινες ἀσυνέτως κομιδῆ τὴν τοῦ σώματος εἰκόνα, καὶ τὸ ὁρώμενον εἶδος αὐτό 593 φασιν καὶ οὐχ ἕτερον εἶναι τὴν πρὸς Θεὸν ὁμοίωσιν· δεῖν ᾠήθην εἰπεῖν, ὅτι πεπλάνηνται, καὶ τῆς ἀληθείας ἀφιλοθεάμονα τὴν διάνοιαν ἔχουσι. τοῦ γὰρ Σωτῆρος ἐναργῶς λέγοντος" Πνεῦμα ὁ Θεὸς," αὐτοὶ σωματοειδῆ εἶναί φασιν τὴν θείαν φύσιν, καὶ ἐν χαρακτῆρι τοιούτῳ ἐν ᾧ καὶ ἡμεῖς ἐσμέν. ἆρ' οὖν σῶμα καὶ αὐτὸς, καὶ οὐκ ἔτι πνεῦμα νοεῖται; ἀκολουθεῖ γὰρ πάντως τὰ εἴδη τοῖς σώμασιν. ἐπειδὴ δὲ πνεῦμά ἐστιν ὁ Θεὸς, ἀνείδεός που πάντως ἐστὶ, καὶ τύπου καὶ σχήματος καὶ περιγραφῆς ἐπέκεινα ἁπάσης. μεμορφώμεθα δὲ πρὸς αὐτὸν κατὰ πρῶτον μὲν καὶ κυριώτατον τρόπον, ὅσον ἂν νοοῖτο, κατ' ἀρετὴν καὶ ἁγιασμόν. ἅγιον γὰρ τὸ θεῖον, καὶ ἀρετῆς ἁπάσης πηγὴ καὶ ἀρχὴ καὶ γένεσις. ὅτι δὲ πρέποι ἂν οὕτω νοεῖσθαι μᾶλλον τὸ κατ' εἰκόνα Θεοῦ γενέσθαι τὸν ἄνθρωπον, διδάξει καὶ ὁ πάνσοφος Παῦλος τοῖς ἐν Γαλατίᾳ λέγων" Τεκνία οὓς πάλιν ὠδίνω, ἄχρις οὗ" μορφωθῇ Χριστὸς ἐν ὑμῖν." μορφοῦται μὲν γὰρ ἐν ἡμῖν δι' ἁγιασμοῦ τοῦ διὰ Πνεύματος, διὰ κλήσεως τῆς ἐν πίστει τῇ εἰς αὐτόν· ἐν δέ γε τοῖς παραβαίνουσι τὴν πίστιν, οὐκ ἐκλάμπουσιν οἱ χαρακτῆρες ὑγιῶς. διὰ τοῦτο χρῄζουσιν ἑτέρας ὠδῖνος πνευματικῆς καὶ ἀναγεννήσεως νοητῆς, ἵν' ἐναστράψαντος αὐτοῖς τοῦ Ἁγίου Πνεύματος δι' ἁγιασμοῦ τὴν θείαν εἰκόνα, πάλιν ἀναμορφωθεῖεν εἰς Χριστόν. Οὐκ ἀπίθανον δὲ καὶ κατὰ τὸ ἀρχικὸν τὴν ὁμοίωσιν τὴν πρὸς Θεὸν ἐνεῖναι λέγειν τῷ ἀνθρώπῳ. δέδοται γὰρ 594 αὐτῷ τὸ ἄρχειν ἁπάντων τῶν ἐπὶ τῆς γῆς. καὶ δεύτερος οὗτος τῆς πρὸς αὐτὸν ὁμοιώσεως λόγος. εἰ δὲ ἐν τῇ τοῦ ἀνθρώπου σώματος φύσει τε καὶ εἴδει κείμενον ἦν τὸ πεπλάσθαι ἢ τὸ πεποιῆσθαι κατ' εἰκόνα τοῦ Δημιουργοῦ, πῶς ἦν δύνασθαί τινας ἀπολλύειν αὐτό; ἀποβεβλήκαμεν γὰρ οὐδὲν τῶν ἐνόντων οὐσιωδῶς. ἐπειδὴ δὲ ἡμᾶς ὁ ἁγιασμὸς καὶ ἡ δικαιοσύνη διαμορφοῖ πρὸς Θεὸν, τοὺς μηκέτι ζήσαντας κατ' ἀρετὴν καὶ ὡς ἐν ἁγιασμῷ, φαμὲν ἀποβαλεῖν τὸ οὕτω σεπτὸν καὶ ἐξαίρετον κάλλος. διὸ καὶ ἀναλαμβάνεται πάλιν δι' ἁγιασμοῦ καὶ ἀρετῆς καὶ τῆς κατ' εὐσέβειαν ζωῆς. εἰ δὲ οἴονταί τινες ἐκ πολλῆς ἄγαν ἐλαφρίας ἀνθρωποειδῆ τὴν θείαν εἶναι φύσιν, πῶς Ἰουδαίοις ἔφασκεν ὁ Σωτὴρ περὶ τοῦ Θεοῦ καὶ Πατρός" Ἀμὴν λέγω ὑμῖν, οὔτε φωνὴν αὐτοῦ" ἀκηκόατε πώποτε, οὔτε εἶδος αὐτοῦ ἑωράκατε;" εἰ γὰρ ἦν, ὡς ἔφην, ἀνθρωποειδὴς, πῶς οὐ τεθέανται οὐκ Ἰουδαῖοι μόνον, ἀλλὰ γὰρ καὶ πάντες οἱ ἄνθρωποι τὸ εἶδος αὐτοῦ;