Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Solutiones
Cyril of AlexandriaSolu 551.1 · spanish-geminiMore by Cyril of Alexandria
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria"> —
⋯
More

Original: Pg Scrape Grc

Solutiones ΠΡΩΤΟΝ ΚΕΦΑΛΑΙΟΝ ΕΠΙΛΥΣΕΩΣ Δογματικῶν ζητημάτων προτεθέντων τῷ ἁγιωτάτῳ Κυρίλλῳ. Εἰ ὁ ἐπὶ πάντων Θεὸς χεῖρας, πόδας, ὀφθαλμοὺς, ὦτά τε καὶ πτέρυγας ἔχειν ὑπὸ τῆς θείας γραφῆς ὀνομαζόμενος, οὕτω παρ' ἡμῶν ὀφείλει νοεῖσθαι, οὐκ ἀνθρωποειδῶς ὡς ἐπὶ σώματος τῶν μελῶν λαμβανομένων· ἀσώματος γάρ· ἀλλὰ καθώς ἐστιν οὐσίας, οὕτω καὶ τὰ λεχθέντα τῆς οὐσίας ὄντα, μέλη θεῖα καὶ αὐτὰ κατὰ τὴν οὐσίαν ὑπάρχει. ΕΠΙΛΥΣΙΣ. ΟΙ φρενὸς ὄντες ἐν καλῷ, καὶ τοῖς περὶ τῆς ἀῤῥήτου θεότητος λόγοις ἰσχνὸν ἐνιέντες τῆς ἑαυτῶν διανοίας τὸν ὀφθαλμὸν, ὁρῶσιν αὐτὴν παντὸς μὲν ὑπάρχουσαν ἐπέκεινα γενητοῦ, ὑπερανίσχουσαν δὲ καὶ παντὸς ὀξύτητα νοῦ καὶ φαντασίας σωματικῆς πέρα τε οὖσαν παντελῶς, καὶ καθά φησιν ὁ πάνσοφος Παῦλος" φῶς οἰκοῦσαν ἀπρόσιτον." εἰ δὲ ἀπρόσιτόν ἐστι τὸ περὶ αὐτὴν φῶς, πῶς ἂν αὐτὴν καταθρήσειέ τις; βλέπομεν γὰρ" ἐν ἐσόπτρῳ καὶ αἰνίγματι, καὶ γινώ" σκομεν ἐκ μέρους." ἐστι τοίνυν ἀσώματον παντελῶς τὸ θεῖον, ἄποσον τε καὶ ἀμέγεθες, καὶ οὐκ ἐν εἴδει περιγράπτῳ. 550 τὸ δὲ οὕτως ἔχον ἐν ἰδίᾳ φύσει, πῶς ἂν ἐκ μορίων νοοῖτο καὶ μελῶν; εἰ γάρ τις δοίη τοῦτο ὑπάρχειν ἀληθὲς, ἀσώματον οὐκ ἔτι νοεῖται. τὸ γὰρ ὅλως ἐν σχήματι, πάντως που καὶ ἐν ποσῷ, τὸ δὲ ἐν ποσῷ καὶ ἐν τόπῳ· καὶ τὸ ἐν τόπῳ νοούμενον, οὐκ ἔξω περιγραφῆς. ταῦτα δὲ σωμάτων μὲν ἴδια, τῆς δὲ ἀσωμάτου φύσεως ἀλλότρια παντελῶς. οὔτε τοίνυν ὀφθαλμοὺς ἢ ὦτα, οὔτε μὴν χεῖράς τε καὶ πόδας ἢ πτέρυγας ἐπὶ Θεοῦ νοητέον, κἂν εἰ μή τις ἕλοιτο τυχὸν ὡς ἐν ἁπτοῖς καὶ παχέσι σώμασι τὰ τοιάδε νοεῖν, ἀλλ' ὡς ἐν ἰσχνῷ καὶ ἀΰλῳ, καὶ κατά γε τὴν τοῦ Θεοῦ φύσιν· εὔηθες γὰρ παντελῶς τὸ βούλεσθαί τι τοιοῦτον ἐννοεῖν. πνεῦμα γὰρ ὁ Θεός· καὶ τοῦτο ὑπάρχων, πάντων ἔχει τὴν γνῶσιν, ἐφορᾷ πάντα καὶ κατασκέπτεται, λανθάνει δὲ αὐτὸν τῶν ὄντων οὐδέν. εἰ δὲ μορίων ἤτοι μελῶν ἡ θεία μέμνηται γραφὴ, πρὸς ἡμᾶς λαλοῦσα τὰ περὶ αὐτοῦ, ἰστέον ὅτι ἐξ ὧν ἴσμεν τε καὶ πεφύκαμεν εἶναι πρὸς ἡμᾶς διαλέγεται. οὐ γὰρ ἦν ἑτέρως ἡμᾶς νοεῖν δύνασθαι τὰ περὶ Θεοῦ. αἰτία τοίνυν καὶ πρόφασις ἀληθὴς τοῦ σωματικῶς περὶ Θεοῦ τοὺς πρὸς ἡμᾶς ποιεῖσθαι λόγους τὴν θεόπνευστον γραφὴν, καὶ νοῦ καὶ γλώττης ἐν ἡμῖν ἡ πτωχεία. ἄῤῥητα γὰρ παντελῶς τὰ περὶ αὐτοῦ· καὶ οὐκ ἦν συνιέναι τι τῶν ἀναγκαίων δύνασθαι τοὺς ἐν ἁπτοῖς καὶ παχέσιν ὄντας σώμασιν, εἰ μὴ ἐν τάξει παραδειγμάτων τὰ ἑαυτῶν δεχόμενοι μέλη, μόλις οὕτως ἄνιμεν εἰς ἐννοίας ἰσχνὰς τὰς περὶ Θεοῦ. Ἔκτισεν ὁ Θεὸς ἐκ γῆς τὸν ἄνθρωπον" καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον" αὐτοῦ πνοὴν ζωῆς καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν." καὶ οἱ μὲν ὑπὸ τοῦ ἐμφυσήματος τὴν ψυχὴν λέγουσι δεδημιουργῆσθαι, ὡς ὑπὸ χειρῶν τὸ σῶμα· οἱ δὲ ὅτι τὸ ἐμφύσημα ἐκεῖνο ψυχὴ αὐτῷ γέγονεν· οἱ δὲ ἕτεροι πάλιν ὅτι τῷ κτισθέντι ἀνθρώπῳ ὁλοκλήρῳ ζωτικὴν δέδωκε δύναμιν τὸ ἐμφύσημα ἐκεῖνο· ἄλλοι δὲ ὅτι ὁ νοῦς ἐστὶ τὸ ἐμφύσημα τοῦτο, καὶ διώρισται τῆς ψυχῆς, καὶ τοῦτό ἐστι τὸ κατ' εἰκόνα, ὡς ἐκ τριῶν τούτων συνίστασθαι τὸν ἄνθρωπον, νοῦ καὶ ψυχῆς καὶ σώματος ἰδιαζόντως ἐν ἑνώσει. καὶ ἴδιον τῆς οὐσίας τοῦ Θεοῦ ἢ ἀλλότριον τὸ ἐμφύσημα τοῦτό ἐστιν. ΕΠΙΛΥΣΙΣ. Τὰ οὕτως ἰσχνὰ καὶ οὐκ εὐτριβῆ τῶν ζητημάτων, οὐκ ἀποφάσεως δεῖται δογματικῆς, ἐπαπορήσεως δὲ μᾶλλον καὶ βασάνου στοχαστικοῦ, μετὰ τοῦ μὴ ἀνέχεσθαι διαπίπτειν τὸν λόγον ἐᾶν ἐφ' ἃ μὴ προσῆκεν, ἤγουν ἔξω φέρεσθαι τοῦ εἰκότος. γέγραπται γὰρ, ὅτι" ζητῶν ζήτει, καὶ παρ' ἐμοὶ οἴκει." ὃ δὲ σαφῶς οὐκ ἔφη τὸ γράμμα τὸ ἱερὸν, πῶς ἄν τις ἐξηγοῖτο σαφῶς; οἷόν τι φημὶ ἐν τῷ τῆς κοσμοποιΐας βιβλίῳ γέγραπται, ὅτι ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. καὶ ὅτι μὲν πεποίηκεν, ἔφη τὸ γράμμα τὸ ἱερὸν, καὶ ἀληθὲς ἐν πίστει τοῦτο δεχόμεθα. τὸ δὲ ὅπως ἢ πόθεν, ἢ τίνα τρόπον 552 παρήχθη πρὸς ὕπαρξιν οὐρανός τε καὶ γῆ καὶ τὰ ἕτερα τῶν κτισμάτων πολυπραγμονεῖν οὐκ ἀζήμιον· οὐ γὰρ δεῖ τοῖς βαθυτέροις ἐγκαθιέναι τὸν νοῦν. ὅσα τοίνυν μὴ σφόδρα σαφῶς ἡ θεία λέγει γραφὴ, ταῦτα χρὴ λανθάνειν, καὶ ἐν σιωπῇ παρατρέχειν. εἰ δὲ χρὴ κατατεκμαίρεσθαι μετὰ λογισμοῦ βλέποντος εἰς ὀρθότητα, φαμὲν, ὅτι ὁ τῶν ὅλων δημιουργὸς ἔπλασε μὲν ἀπὸ γῆς τὸν ἄνθρωπον, ἤτοι τὸ σῶμα· ψυχώσας δὲ αὐτὸ ψυχῇ ζώσῃ τε καὶ νοερᾷ, καθ' ὃν οἶδε τρόπον, παντὸς ἀγαθοῦ πράγματος ἔφεσίν τε καὶ γνῶσιν ἐγκατεβάλετο φυσικῶς αὐτῷ. τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ εἰρημένον διὰ τοῦ μακαρίου εὐαγγελιστοῦ Ἰωάννου" Ἦν τὸ" φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς" τὸν κόσμον." τίκτεται γὰρ τὸ ζῷον φυσικὴν ἔχον ἐπιτηδειότητα πρὸς τὸ ἀγαθόν. καὶ τοῦτο διδάξει γράφων ὁ πάνσοφος Παῦλος, ὅτι" αὐτοῦ ἐσμεν ποίημα, κτισθέντες ἐπὶ" ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεὸς ἵνα ἐν αὐτοῖς" περιπατήσωμεν." διοικεῖται μὲν γὰρ ὁ ἄνθρωπος προαιρετικῶς καὶ τὰς ἡνίας πεπίστευται τῆς αὐτοῦ διανοίας, ὥστε ἐφ' ὅπερ ἂν βούλοιτο τρέχειν, εἴτε πρὸς τὸ ἀγαθὸν, εἴτ' οὖν πρὸς τὸ ἐναντίον. ἔχει δὲ ἡ φύσις ἐγκαταβεβλημένην ἑαυτῇ καὶ τὴν εἰς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν ἔφεσίν τε καὶ προθυμίαν, καὶ τὸ ἐπιμελεῖσθαι θέλειν ἀγαθότητος καὶ δικαιοσύνης. οὕτω γὰρ τὸν ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν γενέσθαι 553 φαμὲν, καθὸ καὶ ἀγαθὸν καὶ δίκαιον πέφυκεν εἶναι τὸ ζῷον. ἐπειδὴ δὲ ἐχρῆν οὐ λογικὸν εἶναι μόνον, καὶ ἐπιτηδείως ἔχον εἰς ἀγαθουργίαν καὶ δικαιοσύνην, ἀλλὰ γὰρ καὶ Ἁγίου Πνεύματος μέτοχον, ἵνα λαμπροτέρους ἔχῃ τῆς θείας φύσεως τοὺς χαρακτῆρας ἐν ἑαυτῷ, καὶ ἐνεφύσησεν αὐτῷ πνοὴν ζωῆς. τοῦτο δέ ἐστι τὸ δι' Υἱοῦ τῇ λογικῇ κτίσει χορηγούμενον Πνεῦμα, καὶ διαμορφοῦν αὐτὴν εἰς εἶδος τὸ ἀνωτάτω, τουτέστι, τὸ θεῖον. ὅτι γὰρ οὐκ εἰς ψυχὴν ἀνθρώπῳ τὸ ἐμφυσηθὲν αὐτῷ γέγονε πνεῦμα, οὔτε μὴν εἰς νοῦν, ὡς οἴονταί τινες, ἐντεῦθεν ἔστιν ἰδεῖν. πρῶτον μὲν γὰρ ὁ ἐμφυσήσας νοεῖται ὁ Θεὸς, τὸ δὲ ἐμφυσηθὲν ἐξ αὐτοῦ πάντως που νοεῖται καὶ ἴδιον αὐτοῦ, ἤτοι τῆς οὐσίας αὐτοῦ. εἶτα πῶς ἂν τὸ ἐκ Θεοῦ Πνεῦμα μετέβαλεν εἰς φύσιν ψυχῆς, ἢ καὶ νοῦς ἐγένετο; ἀμήχανον γὰρ τοῦ τρέπεσθαι τὸ Πνεῦμά ἐστιν. εἰ δὲ δοίη τις εἶναι καὶ κατὰ τροπὴν γενέσθαι ψυχὴν ἢ νοῦν· ὅπερ ἐστὶ τῶν ἀμηχάνων· ἀλλ' ἐκεῖνό γε εὐθὺς ἔστιν ἰδεῖν. εἰ γὰρ εἰς ψυχὴν τῷ ἀνθρώπῳ τὸ θεῖον Πνεῦμα γέγονεν, ἔμεινεν ἂν ἡ ψυχὴ καὶ ὁ νοῦς ἀνεπίδεκτος ἁμαρτίας. εἰ δὲ ὑποπέπτωκεν ἁμαρτίαις εἰς ψυχὴν μεταβεβλημένον τὸ ἐκ Θεοῦ Πνεῦμα, διττὸν αὐτῷ τὸ ἔγκλημα παρ' ἡμῶν ἐπάγεται. πρῶτον μὲν, ὅτι τροπὴν ὑπέμεινε τὴν εἰς ὅπερ οὐκ ἦν, εἶτα πρὸς τούτῳ καὶ ἁμαρτίας αὐτό φαμεν γενέσθαι δεκτικόν. οὐκοῦν ἐψυχώθη μὲν τὸ ζῷον ἀῤῥήτῳ δυνάμει Θεοῦ, καὶ ἐν ὁμοιώσει τῇ πρὸς αὐτὸν γέγονε, καθ' ὃ πέφυκεν εἶναι καὶ ἀγαθὸν καὶ δίκαιον καὶ ἀρετῆς ἁπάσης δεκτικόν· ἡγιάσθη 554 δὲ μέτοχον ἀποδεδειγμένον τοῦ θείου Πνεύματος ὃ καὶ ἀποβέβληκεν διὰ τὴν ἁμαρτίαν. ἔφη γάρ που ὁ Θεὸς ὅτι" Οὐ" μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις" διὰ τὸ εἶναι αὐτοὺς σάρκας," τουτέστι, μόνα φρονεῖν τὰ σαρκός. ἐπειδὴ δὲ ηὐδόκησεν ὁ Θεὸς καὶ Πατὴρ ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ, τουτέστιν εἰς τὸ ἀρχαῖον ἀναγαγεῖν, τὸ ἀποπτὰν καὶ ἀποφοιτῆσαν ἡμῶν Ἅγιον Πνεῦμα πάλιν ἡμῖν ἀποκαθιστῶν, τοῦτο ἐνεφύσησε τοῖς ἁγίοις ἀποστόλοις, λέγων" Λάβετε Πνεῦμα Ἅγιον." ἀνανέωσις γὰρ τῆς ἀρχαίας ἐκείνης δωρεᾶς, καὶ τοῦ δοθέντος ἡμῖν ἐμφυσήματος, τὸ διὰ Χριστοῦ γέγονεν, ἀναμορφοῦν ἡμᾶς εἰς ἁγιασμὸν τὸν πρῶτον, καὶ ἀνακομίζον τὴν ἀνθρώπου φύσιν, ὡς ἐν ἀπαρχῇ τοῖς ἁγίοις ἀποστόλοις, εἰς τὸν ἄνωθεν καὶ ἐν πρώτῃ κατασκευῇ δοθέντα ἡμῖν ἁγιασμόν. Εἰ ἕτερον τὸ κατ' εἰκόνα καὶ ἕτερον τὸ καθ' ὁμοίωσιν ἢ ταὐτόν· φασὶ γὰρ, ὅτι τὸ μέν Κατ' εἰκόνα ἐλάβομεν εὐθὺς κτισθέντες, τὸ δέ Καθ' ὁμοίωσιν, οὔ, τετήρηται δὲ παρ' ἡμῖν εἰς αἰῶνα τὸν μέλλοντα. διὸ, φησὶ, γέγραπται" Ὅταν ὁ Χριστὸς φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα." καὶ πάλιν εἴρηται, φησίν" Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ καθ'" ὁμοίωσιν ἡμετέραν," καὶ μετὰ τὴν τοῦ ἀνθρώπου δημιουργίαν εἴρηκε" Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ' εἰκόνα ἑαυτοῦ ἐποίησεν" αὐτὸν," σιωπήσας ἐνταῦθα τό Καθ' ὁμοίωσιν, ἵνα δείξῃ, φησὶ, μήπω ἡμᾶς τοῦτο δεδέχθαι, τετηρῆσθαι δὲ ἡμῖν ἐν τῇ μακαρίᾳ ἐκείνῃ ζωῇ.

Spanish Gemini
551.1

Intertext edge

Open linked passage

Note