Solutiones
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
559.1
Ὅτι ἐν τῇ μελλούσῃ καταστάσει τὸ λογιστικὸν ἔχουσα ψυχὴ, καὶ διὰ τοῦτο γνώσεως οὐκ ἀμοιροῦσα, προκόπτει· οἱ δ' ἕτεροι εἰ προκοπὴν ἕξει φασὶν ἡ ψυχὴ, πάντως ὅτι καὶ μείωσιν καὶ πάθος καὶ φθοράν· ἐκ τούτου καὶ θάνατον, καὶ ἀναβίωσιν αὖθις. ΕΠΙΛΥΣΙΣ. Οἱ ταῦτα διενθυμούμενοι, ἀγνοεῖν ἐοίκασι τὴν δοθησομένην χάριν τῇ τοῦ ἀνθρώπου φύσει μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν. εἰ γὰρ δεῖ" τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι τὴν" ἀφθαρσίαν," καὶ ἀποδύσασθαι τὴν φθορὰν, συναποβαλοῦμεν δηλονότι τῇ φθορᾷ καὶ τὰ ἐξ αὐτῆς πάθη· ταῦτα δέ ἐστιν ἐπιθυμία πᾶσα σαρκική· καὶ μεταστησόμεθα λοιπὸν εἰς ἁγίαν καὶ πνευματικὴν ζωὴν, νέμοντος ἡμῖν τὸ ἀραρὸς ἐν τούτοις τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ. εἰ γὰρ νῦν τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος ἔχοντες ἁγίως πολιτευόμεθα, τίνες ἐσόμεθα λαβόντες τὸ πλῆρες; ὅπου δὲ πλήρωσις Πνεύματος, ἐκεῖ που πάντως καὶ ἀσφάλεια νοῦ καὶ καρδίας ἑδραιότης, τῆς ὁρώσης εἰς τὸ ἀγαθὸν καὶ εἰς ἀκραιφνῆ θεοπτίαν. οὐκοῦν ἐσόμεθα μὲν ἑαυτῶν ἀμείνους, ἀποδυσάμενοι τὴν φθορὰν, καὶ πνευματικὸν ἔχοντες τὸ σῶμα, τουτέστιν εἰς μόνα βλέπον τὰ τοῦ Πνεύματος· κλόνος δὲ ὁ καταβιβάζων ἡμᾶς εἰς φαυλότητα οὐδεὶς ἔσται τὸ τηνικάδε, συνέχοντος ἡμᾶς εἰς τὸ ἑαυτοῦ θέλημα τοῦ Δημιουργοῦ διὰ τοῦ Ἁγίου Πνεύματος, καθάπερ ἀμέλει καὶ τοὺς ἁγίους ἀγγέλους. τοιοῦτόν τι Χριστὸς ἀπεφήνατο εἰπών" Ἐν τῇ ἀναστάσει οὔτε 560" γαμοῦσιν οὔτε γαμίζονται, ἀλλ' ὡς ἄγγελοι Θεοῦ εἰσιν ἐν" τῷ οὐρανῷ." Διὰ τί ἐν τῷ Ἀδὰμ ἀποθνήσκοντες, πατρικὴν εὐθύνομεν δίκην, καὶ τὴν ἐκείνου παράβασιν ἕκαστος χρεωστεῖ· ἐν δὲ τῷ Χριστῷ ζωοποιηθεὶς ὁ ἐμὸς πατὴρ καὶ διὰ τοῦ Ἁγίου Πνεύματος καθαρθεὶς τῆς τε προπατορικῆς ὀφλήσεως καὶ τῆς ἰδίας πλημμελείας, οὐ μετέδωκέ μοι τῆς καθαρότητος τῷ γεννηθέντι, οὔτε ὤνησέ με τῆς εἰς αὐτὸν δικαιοσύνης ἡ χάρις, καίτοι ὑπερισχύουσα κατὰ τῆς ἁμαρτίας; ΕΠΙΛΥΣΙΣ. Ἐξετάσαι χρὴ πῶς εἰς ἡμᾶς ὁ προπάτωρ Ἀδὰμ παρέπεμψε τὴν ἐπενεχθεῖσαν αὐτῷ διὰ τὴν παράβασιν δίκην. ἤκουσεν" Ὅτι γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ," καὶ φθαρτὸς ἐξ ἀφθάρτου γέγονε, καὶ ὑπηνέχθη τοῖς τοῦ θανάτου δεσμοῖς. ἐπειδὴ δὲ εἰς τοῦτο πεσὼν ἐπαιδοποίησεν, οἱ ἐξ αὐτοῦ γεγονότες ὡς ἀπὸ φθαρτοῦ φθαρτοὶ γεγόναμεν. οὕτω καί ἐσμεν τῆς ἐν Ἀδὰμ κατάρας κληρονόμοι. οὐ γὰρ πάντως ὡς σὺν ἐκείνῳ παρακούσαντες τῆς θείας ἐντολῆς ἧς ἐδέξατο τετιμωρήμεθα, ἀλλ' ὅτι, ὡς ἔφην, θνητὸς γεγονὼς, εἰς τὸ ἐξ αὐτοῦ σπέρμα παρέπεμψε τὴν ἀράν· θνητοὶ γὰρ γεγόναμεν ἐκ θνητοῦ· ὁ δέ γε Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς χρηματίσας δεύτερος Ἀδὰμ, καὶ ἀρχὴ τοῦ γένους ἡμῶν δευτέρα μετὰ τὴν πρώτην, ἀνεμόρφωσεν ἡμᾶς εἰς ἀφθαρσίαν, προσ 561 βαλὼν τῷ θανάτῳ, τῇ ἰδίᾳ σαρκὶ καταργήσας αὐτὸν, καὶ λέλυται τῆς ἀρχαίας ἀρᾶς ἡ δύναμις ἐν αὐτῷ. διὰ τοῦτό φησιν ὁ πάνσοφος Παῦλος, ὅτι ὥσπερ" δι' ἀνθρώπου ὁ" θάνατος, οὕτω καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν," καὶ πάλιν" Ὥσπερ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτω" καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται." οὐκοῦν ἡ καθόλου καὶ γενικωτάτη δίκη διὰ τῆς ἐν Ἀδὰμ παραβάσεως ἡ φθορὰ καὶ ὁ θάνατός ἐστιν· ὁμοίως ἡ κατὰ πάντων καὶ γενικωτάτη λύτρωσις ἐν Χριστῷ τετέλεσται. ἀπεδύσατο γὰρ ἡ ἀνθρώπου φύσις ἐν αὐτῷ τὸν ἐπιῤῥιφέντα αὐτῇ θάνατον, διὰ τοῦ γενέσθαι φθαρτὸν τὸν πρῶτον ἄνθρωπον. ὁ δὲ ἑκάστου ἡμῶν πατὴρ, κἂν ἁγιασθῇ διὰ τοῦ Ἁγίου Πνεύματος, καὶ κομίσηται τῶν πλημμελημάτων τὴν ἄφεσιν, οὐ παραπέμψει καὶ εἰς ἡμᾶς τὸ δῶρον. εἷς γάρ ἐστιν ὁ πάντας ἁγιάζων καὶ δικαιῶν καὶ ἀνακομίζων εἰς ἀφθαρσίαν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, καὶ εἰς πάντας ἐν ἴσῳ δι' αὐτοῦ καὶ παρ' αὐτοῦ τὸ δῶρον ἔρχεται. ἕτερον δέ ἐστιν ἁμαρτίας ἄφεσις, καὶ ἕτερον θανάτου λύσις. καὶ ἕκαστος μὲν τῶν ἰδίων πλημμελημάτων κερδαίνει τὴν ἄφεσιν ἐν Χριστῷ διὰ τοῦ Ἁγίου Πνεύματος· κοινῇ δὲ ἅπαντες ἀπαλλαττόμεθα τῆς ἐν ἀρχαῖς ἐπενεχθείσης ἡμῖν δίκης, τῆς τοῦ θανάτου φημὶ δραμούσης εἰς ἅπαντας, καθ' ὁμοιότητα τοῦ πρώτου πεσόντος εἰς θάνατον. διὰ τοῦτο γὰρ καὶ ὁ πάνσοφος Παῦλός φησιν, ὅτι" ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ καὶ μέχρι" Μωυσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώ" ματι τῆς παραβάσεως Ἀδάμ·" μέχρι γὰρ νόμου κεκράτηκεν 562 ἡ τοῦ θανάτου δίκη. Χριστοῦ δὲ λοιπὸν ἀναλάμψαντος, εἰσβέβηκεν ἡ δικαιοσύνη, δικαιοῦσα χάριτι, καὶ ἀποσοβοῦσα τῶν ἡμετέρων σωμάτων τὴν φθοράν. Εἰ γέγονεν ἡ ἀνάστασις ἤδη, ἣν εἶδεν Ἱεζεκιὴλ ὁ προφήτης· ἡνίκα προσῆλθεν ὀστοῦν πρὸς ὀστοῦν, καὶ ἁρμονία πρὸς ἁρμονίαν, καὶ σὰρξ καὶ δέρμα καὶ τρίχες καὶ πνεῦμα, καὶ ὤφθη ἀνάστασις πληθύος πολλῆς, ἢ εἰκόνα τῆς μελλούσης καθολικῆς ἀναστάσεως ἔσεσθαι ἔδειξεν ἡμῖν ἡ θεία γραφὴ ἐν ὀπτασίᾳ προφητικῇ. ΕΠΙΛΥΣΙΣ. Τὰ μεγάλα τῶν πραγμάτων καὶ διὰ τὴν τοῦ περὶ αὐτὰ θαύματος ὑπερβολὴν ἐν ὑποψίαις ὄντα τοῦ καὶ ἀπιστηθῆναι πρὸς τινῶν, οὐ διὰ μόνης ἀπαγγελίας ἐδιδάσκοντο κατὰ καιροὺς οἱ προφῆται, τοῦ Ἁγίου Πνεύματος ἐναστράπτοντος αὐτοῖς τὴν ἑκάστου γνῶσιν· ἀλλὰ γὰρ καὶ αὐτοῖς ἑώρων πράγμασιν, ἵνα πρὸ τῶν ἄλλων αὐτοὶ πιστεύσαντες, διαθεῖεν οὕτως καὶ τοῖς ἑτέροις. ἐπαγγειλάμενος τοίνυν ὁ τῶν ὅλων Θεὸς καὶ τοὺς ἤδη τεθνεῶτας ἐπὶ τῆς Βαβυλωνίων ἀνακομίζειν εἰς Ἱερουσαλὴμ, οὐχὶ δήπου πάντως τὴν ἐπὶ γῆς, ἀλλὰ τὴν ἄνω καὶ ἐν τοῖς οὐρανοῖς νοουμένην ἔδειξεν ἐναργῶς τῷ προφήτῃ τὴν ἀνάστασιν, καὶ τίνα τρόπον ἔσται κατὰ καιρούς· ἣν ἤδη καὶ ὁ θεσπέσιος Δαυεὶδ προανεφώνει λέγων περὶ ἡμῶν, ἤτοι περὶ ἀνθρώπου παντός" Ἀποστρέ" ψαντος δέ σου τὸ πρόσωπον ταραχθήσονται, καὶ εἰς τὸν 563" χοῦν αὐτῶν ἐπιστρέψουσιν. ἐξαποστελεῖς τὸ πνεῦμά σου" καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς." προσκεκρουκότες μὲν γὰρ ἐν Ἀδὰμ διὰ τὴν παράβασιν, ἐν ἀποστροφῇ γεγόναμεν παρὰ Θεῷ. καὶ ταύτης ἕνεκα τῆς αἰτίας εἰς τὸν ἑαυτῶν χοῦν ὑπεστρέψαμεν, ἐπάρατοι γεγονότες. ἔφη γὰρ ὁ δημιουργός" Ὅτι γῆ εἶ καὶ εἰς γῆν ἀπε" λεύσῃ." ἀλλ' ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, ἐν δυνάμει τοῦ ζωοποιοῦ Πνεύματος, ἐν Χριστῷ πάντας ἐγερεῖ τοὺς νεκροὺς ὁ Θεὸς καὶ Πατήρ. ὅτι δὲ οὔπω γέγονεν ἡ ἀνάστασις τῶν νεκρῶν, ἀλλ' ἔσται κατὰ καιροὺς, πιστώσεται γράφων ὁ πάνσοφος Παῦλος, ὅτι Ὑμέναιος καὶ Ἀλέξανδρος περὶ τὴν πίστιν ἐναυάγησαν, λέγοντες ἤδη τὴν ἀνάστασιν γεγονέναι. εἰ δὲ ὁ τοῦτο λέγων τὴν ἐπὶ τῇ πίστει ναυαγίαν ὑπομένει, δῆλον ἂν εἴη λοιπὸν ὅτι τὴν τῆς ἀναστάσεως δύναμιν ὡς ἐν θεωρίᾳ προφητικῇ τεθέαται χρησίμως ὁ μακάριος προφήτης Ἱεζεκιήλ. Πρὸς τοὺς λέγοντας, ὅτι ἑκάστῳ ἀνταπόδοσις ἐκληρώθη ἀξία· οὐ γὰρ εἶπεν ὁ Σωτὴρ, ὅτι πτωχός τις ἄνθρωπος, ἀλλὰ Λάζαρος, ἵνα τῇ προσηγορίᾳ δείξῃ πείρᾳ καὶ ἀληθείᾳ ταύτην πεπράχθαι.