Solutiones
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
564.1
ΕΠΙΛΥΣΙΣ. Τὴν κρίσιν ἔσεσθαι μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν ἡ θεία πανταχοῦ λέγει γραφή. ἀνάστασις δὲ οὐκ ἔσται, μὴ αὖθις ἡμῖν ἐπιφοιτήσαντος τοῦ Χριστοῦ ἐξ οὐρανῶν ἐν τῇ δόξῃ τοῦ Πατρὸς μετὰ τῶν ἁγίων ἀγγέλων. οὕτω καὶ ὁ πάνσοφος Παῦλός φησιν" Οτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι ἐν φωνῇ" ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ' οὐ" ρανοῦ. σαλπίσει γὰρ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἐγερθή" σονται ἄφθαρτοι." οὔπω τοίνυν ἐξ οὐρανοῦ καταβεβηκότος τοῦ πάντων Κριτοῦ, οὐδὲ ἡ τῶν νεκρῶν γέγονεν ἀνάστασις. εἶτα πῶς οὐκ ἀπίθανον ἐννοεῖν, ὅτι γέγονεν ἤδη τισὶν ἀνταπόδοσις ἢ πονηρῶν ἔργων ἢ ἀγαθῶν; ἔστι τοίνυν παραβολῆς τρόπος ἐσχηματισμένος ἀστείως, τά τε ἐπὶ τῷ πλουσίῳ καὶ τῷ Λαζάρῳ εἰρημένα παρὰ Χριστοῦ. ἔχει δὲ ὁ λόγος, ὡς ἡ Ἑβραίων παράδοσις ἔχει, Λάζαρον εἶναί τινα κατ' ἐκεῖνο καιροῦ ἐν τοῖς Ἱεροσολύμοις ἐσχάτην νοσοῦντα πτωχείαν καὶ ἀῤῥωστίαν, οὗ καὶ μνημονεῦσαι τὸν Κύριον, ὡς εἰς παράδειγμα λαμβάνοντα καὶ αὐτὸν εἰς ἐμφανεστέραν τοῦ λόγου δήλωσιν. οὔπω τοίνυν ἐξ οὐρανῶν καταφοιτήσαντος τοῦ πάντων Σωτῆρος Χριστοῦ, οὔτε ἀνάστασις γέγονεν, οὔτε πράξεως ἀντίδοσις ἠκολούθησέ τισιν, ἀλλ' ὡς ἐν εἰκόνι, τῇ παραβολῇ γέγραπται πλούσιος καὶ τρυφῶν καὶ ἀφιλοικτίρμων, καὶ πένης ἐν ἀῤῥωστίᾳ· ἵν' εἰδεῖεν οἱ τὸν ἐπὶ 565 γῆς ἔχοντες πλοῦτον, ὡς εἰ μὴ βουληθεῖεν εἶναι χρηστοὶ καὶ εὐμετάδοτοι καὶ κοινωνικοὶ, καὶ ταῖς τῶν πενήτων ἀνάγκαις ἐπικουρεῖν ἕλοιντο, δεινῇ καὶ ἀφύκτῳ περιπεσοῦνται δίκῃ. Εἰ ὁ τῶν ὅλων Θεὸς τὰ γινόμενα ἤδη καὶ πραχθέντα δύναται ποιῆσαι μὴ γενέσθαι ποτὲ, κατὰ τό" Οὐκ ἀδυνατήσει αὐτῷ πᾶν ῥῆμα." οὐ γὰρ λέγομεν ὡς μὴ γενόμενα, ἀλλὰ μὴ γεγενῆσθαι τὴν ἀρχήν· οἷον, εἰ τὴν πόρνην δύναται παρθένον ἐκ κοιλίας μητρὸς ποιῆσαι, ἵνα μὴ πόρνη ᾖ ἡ πορνεύσασα, ὅτι" τὰ παρὰ ἀνθρώποις ἀδύνατα δυνατὰ" παρὰ τῷ Θεῷ." ΕΠΙΛΥΣΙΣ. Ζητεῖσθαι χρὴ παρ' ἡμῶν τὴν τοῦ Θεοῦ δύναμιν, εἰ μεγάλη καὶ ἀξιάγαστος, ὅτε τὸ δρώμενόν ἐστιν οὐκ ἀπεοικὸς τῇ θείᾳ δόξῃ. οὐ γὰρ ὅτι πάντα δύναται, διὰ τοῦτο καὶ τῶν ἀτόπων ἐργάτην αὐτὸν ὁρᾶσθαι προσήκει. ἐννοῶμεν γὰρ ὅτι ἄτοπόν ἐστι τὸ λέγειν Εἰ δύναται ὁ Θεὸς ἑαυτὸν ποιῆσαι μὴ εἶναι Θεὸν, εἰ δύναται ἑαυτὸν ποιῆσαι ἁμαρτίας δεκτικὸν, εἰ δύναται ἑαυτὸν ποιῆσαι μὴ εἶναι ἀγαθὸν ἢ ζωὴν ἢ δίκαιον. δεῖ τοίνυν παραιτεῖσθαι παντὶ σθένει τὰς ἀτόπους οὕτω τῶν ἐρωτήσεων. διὰ τί δὲ ὁ Θεὸς οὐ δύναται τὴν πορνεύσασαν ποιῆσαι μὴ γεγενῆσθαί ποτε πόρνην; ὅτι οὐ δύναται τὸ 566 ψεῦδος ἀλήθειαν ποιῆσαι. καὶ οὐκ ἀσθενείας ἔγκλημα τοῦτο, ἀλλὰ φύσεως ἀπόδειξις, οὐκ ἀνεχομένης τι παθεῖν ὃ μὴ αὐτῇ πρέπει· ἀλλότριον δὲ Θεοῦ τὸ ψεῦδος παντελῶς, ψεῦσμα γάρ ἐστι τὸ τὴν πορνεύσασαν ποιῆσαι μὴ πορνεῦσαί ποτε. Δεῖ δὲ, ὡς ἔφην, τὰς οὕτως εὐήθεις τῶν ἐρωτήσεων καὶ πολὺ τὸ ἄτοπον ἐχούσας μηδὲ προσίεσθαι τὴν ἀρχήν· ταῦτα οὐδὲ ἐγγράφως ἐχρῆν γενέσθαι, ὑπὲρ δὲ τοῦ τὴν σὴν εὐλάβειαν καθ' ἑαυτὴν ἐντυχοῦσαν εὖ ἔχουσας τὰς ἑαυτῆς ἐννοίας, ᾔδειν τὰ ἐφ' ἑκάστῳ τῶν κεφαλαίων ὡς ἔνι σαφηνίσαι προεθυμήθην.