Thesaurus de sancta consubstantiali trinitate
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
10.1
Ὅτι ὁμοούσιος τῷ Πατρὶ ὁ Υἱός. Οὐκ εὐλόγως οἱ χριστομάχοι τὰ περὶ τῆς θεότητος τοῦ Υἱοῦ γυμνάζοντες, καὶ σχέσιν ζητοῦντες ἣν ἔχει φυσικῶς πρὸς τὸν ἑαυτοῦ Πατέρα, ταῖς ἀνθρωπίνως εἰρημέναις κέχρηνται φωναῖς, αἷς ὁ Κύριος εἶπεν, ὅτε τὴν ἡμῶν σάρκα περιεβάλετο. Οὐ γὰρ ἐξ ὧν ὡς ἄνθρωπος οἰκονομικῶς διαλέγεται, ἐν τούτῳ ἡ ἀσώματος οὐσία χαρακτηρίζεται, ἀλλ' εἰδέναι χρὴ καὶ πιστεύειν, ὅτι Θεὸς ὢν ὁ Λόγος καὶ ὁμοούσιος κατὰ πάντα τῷ Πατρὶ, τὴν ἀνθρώπου φύσιν περιεβάλετο, καὶ γέγονεν ἄνθρωπος, ἵνα καὶ ὡς ἄνθρωπος ἔσθ' ὅτε λαλῇ, διὰ τὴν μετὰ σαρκὸς οἰκονομίαν. Λαλεῖ δὲ καὶ ὡς Θεὸς τὰ ὑπὲρ ἄνθρωπον, ὡς τοῦτο κατὰ φύσιν ὢν, καὶ ὅτε καιρὸς τὴν τούτου χρείαν εἰσφέρει. Ἀλλ' εἴ τις βούλοιτο τὰ ἀνθρωπινώτερον καὶ οἰκονομικῶς, καθάπερ ἔφην, εἰρημένα φέρειν ἐπὶ τὸν τῆς θεότητος αὐτοῦ λόγον, καὶ πάλιν, τὰ θεϊκῶς εἰρημένα φέρειν ἐπ' ἐκεῖνον τὸν καιρὸν καθ' ὃν γέγονεν ἄνθρωπος, ἀδικήσει τῶν πραγμάτων τὴν φύσιν, καὶ ἀναιρήσει τὴν οἰκονομίαν. Ποτὲ μὲν γὰρ ὡς Θεὸς λέγει· Ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι. Καὶ πάλιν· Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ. Εἰ δέ τις βούλοιτο μόνον αὐτῷ φυλάττειν τὸ θεοπρεπὲς ἀξίωμα, ἀναιρήσει πάντως τὸ ἐν ὑστέροις καιροῖς ἄνθρωπον γενέσθαι αὐτόν. Οὐ γὰρ ἦν ἐν ἀνθρωπότητι, πρὶν Ἀβραὰμ γενέσθαι, οὐδὲ καθὸ ἄνθρωπος καταβέβηκεν ἐκ τοῦ οὐρανοῦ. Καὶ πάλιν, εἴ τις θελήσει τὰ τῆς ἀνθρωπότητος ῥήματά τε καὶ πράγματα γυμνῷ προσάπτειν τῷ Θεῷ Λόγῳ πρὸ τῆς ἐνανθρωπήσεως, ἀσεβήσει μεγάλως. Τί γὰρ ποιήσει, λέγοντος τοῦ Χριστοῦ· Νῦν ἡ ψυχή μου τετάρακται, καὶ περίλυπός ἐστι; Λύπην ἄρα καὶ θόρυβον δώσει περὶ τὴν τοῦ Θεοῦ φύσιν γενέσθαι, καὶ κρατεῖν θανάτου φόβον; Τί δὲ ὅταν σταυρούμενον ἴδῃ, καὶ τοῦτο πάσχειν τοῦ Υἱοῦ τὴν θεότητα δώσει οὕτως ὡς ἄνθρωπον; Ἢ τὸδύσφημον παραιτήσεται; Οὐκοῦν ἑκατέρῳ καιρῷ τε καὶ πράγματι σωζέσθω τὸ πρέπον, καὶ γυμναζέσθω μὲν τῆς θεολογίας ὁ λόγος, μὴ πάντως ἐξ ὧν ὡς ἄνθρωπος φαίνεται λαλῶν, ἀλλ' ἐξ ὧν ἐστιν ἐκ Πατρὸς, ὡς Υἱὸς καὶ Θεός. Συγχωρείσθω δὲ τῇ οἰκονομίᾳ τῇ μετὰ σαρκὸς, τὸ λέγειν αὐτὸν ἔσθ' ὅτε καὶ ἃ μὴ πρέπει γυμνῇ καὶ καθ' ἑαυτὴν οὔσῃ τῇ θεότητι. Ὅταν οὖν, ὡς ἄνθρωπος, λέγῃ μὴ εἶναι ἀγαθὸς οὕτως ὡς ὁ Πατὴρ, φερέσθω μᾶλλον καὶ τοῦτο ἐπὶ τὴν οἰκονομίαν τὴν μετὰ σαρκὸς, καὶ μὴ ἁπτέσθω τῆς οὐσίας τοῦ Υἱοῦ καὶ Θεοῦ. Ἀπολογία πιθανὴ πρὸς τὸν ἐρωτήσαντα· Διὰ τί με λέγεις ἀγαθόν; καὶ ἐξήγησις τοῦ ῥητοῦ. Ἐξεταστέον ὅλην τοῦ προκειμένου τὴν διάνοιαν· καὶ οὕτω γνωσόμεθα σαφῶς, ὅπερ ἐβούλετο διδάσκειν ὁ Χριστὸς, διὰ τοῦ φάναι· Τί με λέγεις ἀγαθόν; Νομικὸς προσῆλθεν (οὔτω γὰρ γέγραπται), τὸ ὅπως σωθήσεται μανθάνειν ἐπιζητῶν. Εἶτα προτείνει διδάσκαλον αὐτὸν καὶ ἀγαθὸν προειρηκὼς τὸ, Τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; Πρὸς ταῦτα Χριστός· Τί με λέγεις, φησὶν, ἀγαθόν; Οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεός. Ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς. Ἀλλ' οὐκ ἐνεγκὼν τῆς ἐντολῆς τὸ βάρος, καὶ ἀτονήσας περὶ τὴν ἀρετὴν, ὀκλάζει περὶ τὸ πρόσταγμα. Ἀπῆλθε γὰρ, φησὶ, λυπούμενος. Ποῖος οὖν ἦν ἐνθάδε θεολογίας καιρός; Τῷ δὲ ἐρωτήσαντι, Τί ἄρα ποιήσας ἔσται καὶ αὐτὸς τοῖς σωζομένοις ἐναρίθμιος; ποῖον ἔχει λόγον, μὴ ὅπερ ἐξῄτησε μαθεῖν ἀποκαλύψαι μᾶλλον, ἀλλ' ἕτερόν τι παρὰ τὸ ἐκείνῳ ποθούμενον εἰπεῖν; Πῶς δὲ οἷόν τε ἦν τὸ ἐνεγκεῖν οὐκ ἰσχύσαντα μιᾶς ἐντολῆς εὐαγγελικῆς φορτίον, τὸ ὑπὲρ πάντα διδάσκεσθαι μυστήριον, οὕτως ἀτονοῦντα περὶ τὴν τῶν ἀγαθῶν ἔφεσιν, ὡς μηδὲ λόγῳ δύνασθαι ταύτην χωρεῖν; Λελύπηται γὰρ, ὡς γέγραπται. Ἐπειδὴ τοίνυν ἄνθρωπον βλέπων ὁ νομικὸς, ὡς ἀνθρώπῳ πρόσεισι, καὶ ὡς ψιλὸν ἄνθρωπον ἐρωτᾷ, ἐξελέγχων ὡς ἀμαθῆ, μάλισθ' ὅτι σοφίας ὑπόληψιν ἐπραγματεύετο, διὰ τοῦ δοκεῖν εἰδέναι τὸν νόμον, δυσωπεῖ λέγων· Μόνος ἀγαθὸς κατὰ ἀλήθειαν ὁ Θεός. Τί τοιγαροῦν ὡς ἀνθρώπῳ προσελθὼν, τὸ μόνῳ προσὸν τῷ Θεῷ κατὰ φύσιν, ἐμοὶ περιτίθης, ἀγαθὸν ἀποκαλῶν; Εἷς γάρ ἐστιν ὁ φύσει ἀγαθὸς, Θεὸς δηλαδή. Εἰ μὲν οὖν οἶδάς με, φησὶ, Θεὸν ὄντα, καὶ διὰ τοῦτο ἀγαθὸν, ὅτου δὴ χάριν ὡς ἀνθρώπῳ προσέρχῃ ψιλῷ; Εἰ δὲ οὐ πιστεύεις εἶναί με Θεὸν, ἀλλ' ἄνθρωπον οἴει με ψιλὸν, τί δή ποτε τῷ Θεῷ πρέπον ἀξίωμα μόνῳ προσάπτεις ἀνθρώπῳ; Ἔλεγχος οὖν ἀμαθίας τὸ εἰρημένον ἐστὶν, οὐ θεολογίας ἀξίωσις. ΑΛΛΟ. Εἰ διὰ τὸ λέγεσθαι μόνον εἶναι καὶ ἕνα κατὰ φύσιν ἀγαθὸν τὸν Θεὸν, ἐκβάλλεται τῆς κατὰ τοῦτο ἐμφερείας τε καὶ ὁμοιότητος ὁ Υἱὸς τῆς πρὸς τὸν Πατέρα, φημὶ, καὶ ἔλαττον ἔσται ἀγαθὸς, διά τε τοῦτο οὐχ ὁμοούσιος, φρασάτω τις ἡμῖν τῶν χριστομαχεῖν εἰωθότων, τί ἄρα ποιήσαι ὅταν καὶ ἡμεῖς προθῶμεν αὐτοῖς τούτῳ παραπλήσιον; Λέγει μὲν γάρ που περὶ Θεοῦ καὶ Πατρός τις τῶν ἁγίων ὅτι ὁ Θεὸς φῶς ἐστι· λέγει δὲ καὶ περὶ τοῦ Υἱοῦ, ὅτι καὶ ἦν τὸ φῶς τὸ ἀληθινόν. Ἰδοὺ φῶς ὁ Πατὴρ, φῶς καὶ ὁ Υἱός. Μόνῳ δὲ τῷ Υἱῷ πρόσκειται τὸ ἀληθινόν. Ἐκβληθήσεται ἄρα τοῦ εἶναι κατὰ ἀλήθειαν φῶς ὁ Πατὴρ, ἐπειδὴ μόνῳ τοῦτο περιτέθεικε τῷ Υἱῷ ἡ τοῦ Ἰωάννου φωνή. Ἀλλ' οὐκ ἂν, οἶμαι, τὶς εἰς τοῦτο μανίας ἐλάσαι ποτὲ, ὡς τοῦτο παραδέξασθαι τὸ δυσσέβημα. Εἰ τοίνυν κατὰ ἀλήθειαν ὄντος τε καὶ καλουμένου φωτὸς μόνου τοῦ Υἱοῦ, φῶς κατὰ ἀλήθειάν ἐστι καὶ ὁ Πατὴρ, καὶ ἀγαθοῦ κατὰ φύσιν ὄντος τοῦ Πατρὸς καὶ ἐπ' αὐτοῦ κεῖται τὸ μόνος, ἔσται κατὰ φύσιν ἀγαθὸς καὶ ὁ Υἱὸς, ὥσπερ καὶ ὁ Πατήρ. Ὅπου δὲ φύσεως ταυτότης, ἐκεῖ πάντως ἔσται καὶ τὸ ὁμοούσιον. ΑΛΛΟ. Εἰ τὸ κατά τι διαφέρειν τὸν Υἱὸν ὡς πρὸς τὸν ἑαυτοῦ Πατέρα, τὴν αὐτὴν οὐκ ἔχειν αὐτῷ δίδωσιν οὐσίαν, ἀλλ' ἑτερογενῆ καὶ ἔκφυλον ὥσπερ αὐτὸν ἀπεργάζεται, τὸ κατὰ μηδὲν διαφέρειν ὁμοούσιον ἀποδεικνύει. Ὅταν οὖν ἡ θεία λέγῃ Γραφὴ περὶ τοῦ Πατρὸς ὅτι φῶς ἐστιν, ἀποκαλῇ δὲ πάλιν φῶς τὸν υἱὸν, οὐδενὸς ὄντος ἐνθάδε τοῦ τὴν ὁμοιότητα διατέμνοντος (κεῖται γὰρ ἐπ' ἀμφοῖν τὸ φῶς τὸ ἀληθινὸν), τί κωλύει τὸν Υἱὸν ὁμοούσιον εἶναι τῷ Πατρί; ΑΛΛΟ. Εἰ ἑτερούσιός ἐστιν ὁ Υἱὸς ὡς πρὸς τὸν Πατέρα, πῶς ὁ Πατὴρ ἐν αὐτῷ φαίνεται, καὶ αὐτὸς ἐν Πατρί; Ὁ ἑωρακὼς γὰρ ἐμὲ, φησὶν, ἑώρακε τὸν Πατέρα. Οὐ γὰρ δή που τὴν ἀνθρώπου μορφὴν ἐν ἵππῳ θεωρήσομεν· οὐδὲ αὖ πάλιν τὴν ἐκείνου κατόψεταί τις ἀνθρωπείᾳ μορφῇ. Τὸ γὰρ ὅμοιον ἐν ὁμοίῳ φαίνεται· τὰ δὲ ἑτεροειδῆ, καὶ τῆς ἀλλήλων φυσικῆς ὁμοιότητος ἀπεσχοινισμένα, οὐκ ἂν ἐν ἀλλήλοις φαίνοιτό ποτε. Φαίνεται δὲ Υἱὸς ἐν Πατρὶ, καὶ Πατὴρ ἐν Υἱῷ. Οὐκ ἄρα, καθ' ὑμᾶς ἑτερούσιος, ἀλλ' ὁμοούσιος, ὡς χαρακτὴρ καὶ εἰκὼν τοῦ πατρός. Ὅτι ὁμοούσιος ὁ Υἱὸς τῷ Πατρὶ, προκειμένου ῥητοῦ· Πορεύομαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. Ἀντίθεσις ὡς ἐκ τῶν Εὐνομίου. Καὶ πῶς, φησὶν, ὁ Υἱὸς ὁμοούσιος εἶναι δύναται τῷ Πατρὶ, Θεὸν καὶ αὐτὸν ἔχων; Αὐτοῦ γὰρ φαίνεται φωνή· Πορεύομαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν· καὶ πάλιν· Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες; Εἰ δὲ Θεὸς αὐτοῦ ἐστι, πῶς ὁμοούσιος; Τὰ γὰρ τῆς αὐτῆς ὄντα φύσεως οὐκ ἂν εἶεν ἐπ' ἄλληλα κατὰ φύσιν θεοί· ὡς οὐδὲ ψυχὴ Θεὸς ἂν ἑτέρᾳ γένοιτο ψυχῇ, οὐδὲ ἄγγελος ἀγγέλῳ. Πρὸς ταῦτα λύσις. Οὐκ αἰσθάνεται πάλιν ὁ χριστομάχος κτίσμα μὲν, οὐχ Υἱὸν εἰσφέρων τὸν Κύριον, δοῦλον δὲ ἀντὶ Δεσπότου, καὶ λάτριν ἀντὶ Θεοῦ. Εἰ γὰρ κατὰ φύσιν οἴεται Θεὸν εἶναι τοῦ Υἱοῦ τὸν Πατέρα, καὶ τὴν ἐν τοῖς ἄλλοις οἰκονομίαν οὐχ ὁρᾷ, οὔτε ὁμοούσιος ἔσται, οὔτε Δεσπότης, οὔτε Θεός. Καλῶς γὰρ δὴ τῇδε διϊσχυρίζεται. Ἐκβαλέτω τοιγαροῦν φανερῶς καὶ τῆς θεότητος καὶ κυριότητος τὸν Υἱὸν, καὶ τοῖς ποιήμασι συνταττέτω, ἵνα σαφὴς αὐτῶν ἡ δυσφημία γενομένη, πάντας ἀναπείσῃς λέγειν· Πλανᾶσθε μὴ εἰδότες τὰς Γραφάς. Δέον γὰρ ἐξετάζειν τὴν κεκρυμμένην τοῦ Λόγου δύναμιν, δυσφημοῦσιν ἀφυλάκτως, οὐκέτι Θεὸν, ἀλλὰ ναὸν Θεοῦ, τὸν Υἱὸν εἰσφέροντες, ὥσπερ ἦν τῶν ἁγίων ἕκαστος, περὶ ὧν φησιν· Ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω. Ἔσται τοιγαροῦν κατὰ τὴν ἐκείνων μανίαν εἷς καὶ αὐτὸς τῶν κατὰ χάριν κεκλημένων υἱῶν καὶ θεῶν, πρὸς οὓς εἴρηκεν· Ἐγὼ εἶπα· Θεοί ἐστε καὶ Υἱοὶ ὑψίστου πάντες. Ὧν ὅτι παντελῶς ἀφέστηκε, καὶ φύσεως ὑπεροχῇ μεμέρισται, διδάξει σαφῶς ἐν Εὐαγγελίῳ Χριστὸς, λέγων· Ὑμεῖς ἐκ τῶν κάτω ἐστὲ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί· κάτω λέγων τὴν βασιλευομένην καὶ ὑποκειμένην τὴν φύσιν· ἄνω δὲ πάλιν τὴν βασιλεύουσαν καὶ τοῖς πᾶσιν ἐποχουμένην θεότητα. Ἀληθῶς τοίνυν τοῦ Χριστοῦ λέγοντος ἄνωθεν εἶναι, οὗτος αὐτὸν ἐκ τῶν κάτω φησὶ, φανερῶς τοῦ Υἱοῦ τὴν οὐσίαν συκοφαντῶν. Ὅτι ὁμοούσιος τῷ Πατρὶ ὁ Υἱός. Ἀντίθεσις ὡς ἐκ τῶν Εὐνομίου. Καὶ πῶς, φησὶν, ἔσται τῷ Πατρὶ ὁμοούσιος ὁ Υἱὸς, αἴτιον αὐτὸν τοῦ εἶναι ἔχων; Ὃ μὴ πρόσεστι τῷ Πατρί. Οὐ γὰρ ἐξ αἰτίου τινὸς, ὅπερ ἂν, ὡς οἶμαι, πᾶς τις οὖν ἀληθὲς εἶναι φήσειεν. Πρὸς τοῦτο λύσις. Πολλὴν ἄν τις εἰκότως ἀμαθίαν καταψηφίσαιτο τῶν τὰ τοιαῦτα τολμώντων λαλεῖν. Υἱὸν γὰρ λέγοντες. οὐχ ὁμοούσιον εἶναί φασιν, οὐκ αἰσθανόμενοι τάχα πρὸς ἣν ἐμβαίνουσιν ἄνοιαν. Εἰ γὰρ Υἱός ἐστιν, ὥσπερ οὖν καὶ ἔστιν ἀληθῶς, ἔσται πάντως τῷ γεγεννηκότι κατὰ τὴν οὐσίαν ὁ αὐτός. Εἰ δὲ οὐκ ἔστιν Υἱὸς, καθ' ὑμᾶς, δείξατε γυμνὴν ἑαυτῶν τὴν βλασφημίαν, καὶ λέγετε ποίημα εἶναι, ἵνα μηδὲ ὁμοούσιος ᾖ. Καὶ τότε δειχθήσεσθε πάσαις μαχόμενοι ταῖς θείαις Γραφαῖς. Υἱὸν γὰρ λέγουσι τὸν Υἱὸν, καὶ οὐ ποίημα. ΑΛΛΟ Αἴτιον γεγενῆσθαι τοῦ εἶναι τῷ Υἱῷ τὸν Πατέρα φατὲ, κατὰ τίνα τρόπον, ὦ χριστομάχοι; Εἰ μὲν οὖν ὡς δημιουργόν τινα ποίημα φαντάζεσθε, καὶ οὐχ Υἱὸν, καὶ διαῤῥήδην μάχεσθε τῷ Πατρὶ λέγοντι περὶ τοῦ ἰδίου γεννήματος· Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐξεγέννησά σε. Εἰ δὲ Υἱὸν ὄντως ὁμολογεῖτε, καὶ οὕτως εἶναι πιστεύετε, ἀνάγκη πᾶσα μὴ ὡς δημιουργὸν αἴτιον τοῦ εἶναι τῷ Υἱῷ γεγενῆσθαι λέγειν τὸν Πατέρα, ἀλλ' ὡς γεννήτορα φυσικῶς. Κωλύει δὲ οὐδὲν, μᾶλλον δὲ ἀνάγκη πᾶσα τὸ ἔκ τινος φυσικῶς προελθὸν, ὅμοιον εἶναι κατ' οὐσίαν αὐτοῦ, κἂν αἴτιον αὐτὸ τοῦ εἶναι ἔχοι. ΑΛΛΟ. Εἰ πᾶν ὅπερ ἂν ἐξ αἰτίου τινὸς γένηται, τοῦτο πάντως ἔσται πρὸς αὐτὸ καὶ ἀνομοιούσιον, πῶς ὁ Ἄβελ ἐξ αἰτίου γεννηθεὶς τοῦ Ἀδὰμ, ὅμοιος ἦν αὐτῷ κατ' οὐσίαν; Οὐκοῦν ἀνάγκη πᾶσαν ἁπλῶς γεννητικὴν φύσιν, ὅμοια πάντως αὐτῇ τὰ ἐξ αὐτῆς ἔχειν, κἂν τὸ τίκτον αἴτιον ᾖ φυσικῶς τῷ ἐξ αὐτοῦ τικτομένῳ. ΑΛΛΟ. Εἰ διὰ τοῦτο κατ' οὐσίαν ὁ Υἱὸς οὐκ ἔσται τῷ Πατρὶ προσεοικὼς οὐδὲ ὁμοούσιος, ἐπειδήπερ ὁ μὲν Πατὴρ οὐκ ἐξ αἰτίου τινός ἐστιν, ὁ δὲ Υἱὸς αἴτιον αὐτὸν ἔχει, τί κωλύσει λέγειν ὅτι καὶ ὁ Κάϊν οὐκ ἂν εἴη τῷ πατρὶ ὁμοούσιος; Ἐπειδήπερ ὁ μὲν Ἀδὰμ ὑπ' οὐδενὸς ἐγεννήθη· πρῶτος γὰρ ἦν ἄνθρωπος. Ὁ δὲ Κάϊν αἴτιον ἔσχεν αὐτόν· ἐξ αὐτοῦ γὰρ γέγονεν. Εἰ δὲ ψεύσεται πάντως ὁ τοῦτο λέγων (ὁμοούσιος γὰρ τῷ Ἀδὰμ ὁ Κάϊν), ἔσται τῷ Πατρὶ πάντως ὁμοούσιος ὁ Υἱὸς, κἂν αἴτιον αὐτὸν ἔχῃ τοῦ εἶναι, ἐξ αὐτοῦ προελθὼν ἀχρόνως, καὶ ἀϊδίως ὢν σὺν αὐτῷ. ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν Εὐνομίου. Καὶ πῶς ἔσται, φησὶ, τὸ ἀγέννητον τῷ γεννητῷ ὁμοούσιον; Πολλὴ γὰρ ἐν αὐτοῖς ἡ διαφορά. Πρὸς τοῦτο λύσις. Οὐκ ἀνατρέψει τὸ σοφὸν τῶν χριστομάχων πρόβλημα τὸ εἶναι τὸν Υἱὸν ὁμοούσιον τῷ Πατρὶ, ἐπειδήπερ ὁ μὲν Πατὴρ ἀγέννητός ἐστιν, Υἱὸς δὲ γεννητός. Εἰ γὰρ τὸ κατά τι διαφέρειν, πάντως καὶ διάφορον ἐν τοῖς οὖσι τὴν φύσιν ἀπεργάζεται, καὶ τῆς πρὸς ἄλληλα κοινωνίας τε καὶ φυσικῆς ὁμοιότητος ἀποτέμνει τὰ γένη· διοριζέτωσαν, φέρε εἰπεῖν, καὶ τὸν Παῦλον ἀπὸ τοῦ Πέτρου κατὰ τὸν τῆς οὐσίας λόγον, ἐπειδήπερ τινὰ μερικὴν ἔχουσι καὶ ὡς ἐν ἀτόμῳ πρὸς ἀλλήλους τὴν διαφορὰν, καθ' ἢν ὁ μὲν ἔστι Πέτρος, ὁ δὲ Παῦλος. Ὁρῶμεν δὲ ὅτι πολλάκις καὶ τὰ καθ' ἕτερόν τινα τρόπον τῆς ἀλλήλων ὁμοιότητος πολὺ διεστηκότα, κοινωνεῖ κατὰ τὸν τῆς οὐσίας λόγον. Ὁ μὲν γὰρ μέλας ἄνθρωπος τυχὸν ὡς πρὸς τὸν λευκὸν πολλὴν ἔχει τὴν διαφορὰν, ἀλλ' οὐ τοῦτο τὴν οὐσίαν αὐτοῖς διατέμνει. Εἰ τοίνυν καὶ ἐφ' ἡμῶν αὐτῶν ἡ κατά τι διαφορὰ τὸ εἶναι τῆς αὐτῆς οὐσίας οὐκ ἀνατρέπει, ἧς ἂν εἶεν κἀκεῖνοι πρὸς οὓς ἂν διακρινοίμεθα· τί κωλύει καὶ τὸν Υἱὸν ὁμοούσιον εἶναι τῷ Πατρὶ, κατὰ τοῦτο διαφέροντα καθ' ὃ μὲν Πατὴρ ἀγέννητός ἐστιν, ὁ δὲ Υἱὸς γεννητός; Μία γὰρ ἐν αὐτοῖς ἡ θεότης, ἐκ Πατρὸς ἀγεννήτου τρέχουσα φυσικῶς ἐπὶ τὸ γέννημα. ΑΛΛΟ. Ἀντίθεσις ὡς ἐκ τῶν Εὐνομίου. Οὐκ ἂν εἴη τέλειος, φησὶ, μὴ πάντως ἀπό τινος ἐκτρέχων ἀρχῆς. Εἰ τοίνυν κατέπαυσεν ὁ Πατὴρ γεννῶν τὸν Υἱὸν, τὸ δὲ καταπαῦσαι τέλος ἐστὶν, ἀρχὴν ἄρα ἔχει τοῦ εἶναι. Πῶς οὖν ὁ τοιοῦτος ὁμοούσιος ἔσται τῷ ἐκ μηδεμιᾶς ἀρχῆς ὄντι Πατρί; Πρὸς τοῦτο λύσις. Εἰ κατέπαυσεν ὁ Πατὴρ, καθ' ὑμᾶς, ὦ χριστομάχοι, γεννῶν τὸν Υἱὸν, καὶ ἀπό τινος ἀρχῆς ἤρξατο (τοῦτο γὰρ ὑμῶν ἡ πρότασις ἔχει), προσγέγονεν ἄρα τῷ Πατρί. Τὸ δὲ προσγεγονὸς καὶ ἀρχὴν ἔχον τοῦ εἶναι, πρόσφατον ἂν εἴη πάντως καὶ ἀναγκαίως. Πῶς δὴ οὖν ἄρα θήσετε τὸν Υἱὸν Θεὸν εἶναι παρὰ τῆς θείας Γραφῆς οὐ συγχωρούμενον, ἂν οὕτως ἔχῃ, καθάπερ ὑμεῖς φατε; Οὐκ ἔσται γὰρ ἐν σοὶ Θεὸς, φησὶ, πρόσφατος. Ἀλλ' οἶδεν αὐτὸν ἡ θεία Γραφὴ καὶ Υἱὸν ὄντα καὶ Θεόν. Οὐκ ἄρα πρόσφατος, οὐδὲ ἀρξάμενος τοῦ γεννᾶσθαι, καθ' ὑμᾶς· ἀλλὰ γεννητὸς μὲν, συναΐδιος δὲ ὅμως ὡς Υἱὸς ὢν ἐν τῷ Πατρί. Εἰ δὲ τὸ εἶναι πρόσφατον οὐ συγχωρήσει τῆς αὐτῆς οὐσίας εἶναι τῷ Πατρὶ τὸν Υἱὸν, τὸ μὴ εἶναι πρόσφατον, ὁμοούσιον ἀποδείξει. ΑΛΛΟ. Εἰ μόνῳ Θεῷ τῷ κατὰ φύσιν τὸ προσκυνεῖσθαι παρά τε ἡμῶν καὶ ἀγγέλων ὀφείλεται, ἑτέρῳ δὲ οὐδενὶ, καὶ ἐφ' ἡμῶν μὲν τέθειται· Κύριον τὸν Θεόν σου προσκυνήσεις, ἀγγέλοις δὲ τὸ Πνεῦμα κελεύει προσκυνεῖν τὸν Υἱὸν, κατὰ τὸ, Ὅταν δὲ εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ, Θεὸς ἄρα ἐστὶν ὁ προσκυνούμενος Υἱός. Πῶς οὖν ἔσται μία θεότης, εἰ οὐκ ἔστι, καθ' ὑμᾶς, ὁμοούσιος τῷ Πατρί; Εἰ γὰρ ἔχει τινὰ διάστασιν ἤτοι διαφορὰν κατὰ τὸν τῆς οὐσίας λόγον, ἑτεροῖος μὲν ἂν εἴη Θεὸς ὁ Υἱὸς, ἑτεροῖος δὲ ὁ Πατὴρ, καὶ δύο κατὰ τοῦτο Θεοὺς ἀνάγκη λέγειν· ὅπερ ἐστὶν ἀσεβὲς, καὶ οὐδὲ μέχρι μόνον ἀκοῆς παραδεκτόν. Ἀλλ' ἔστι μία θεότης, καὶ οὕτω κηρύττουσιν αἱ θεῖαι Γραφαί· ὁμοούσιος ἄρα τῷ Πατρὶ ὁ Υἱός. Οὕτω γὰρ τὸ ἓν Θεότητι σωθήσεται. ΑΛΛΟ. Εἰ ἤρξατο τοῦ γεννᾷν τὸν Υἱὸν ὁ Πατὴρ καὶ κατέπαυσε, κατὰ τὴν τῶν χριστομάχων μανίαν, ἀλλοίωσίς τις καὶ μεταβολὴ περὶ αὐτὸν γέγονεν. Ὃ γὰρ οὐκ ἦν πρὶν γεννήσῃ, γέγονε μετὰ τὸ γεννῆσαι. Εἰ δὲ τῶν τοιούτων ἀνωτέρω τὸ θεῖόν ἐστι τροπῆς τε καὶ ἀλλοιώσεως ἀνεπίδεκτον, οὐκ ἤρξατο τοῦ γεννᾷν, οὐδὲ κατέπαυσε, καθάπερ οὗτοί φασιν· ἀλλ' ἦν ἀχρόνως ἐν Πατρὶ ὁ τῶν αἰώνων καὶ χρόνων ποιητὴς Υἱός. Ἐπειδὴ δὲ συναΐδιος, διὰ τοῦτο καὶ ὁμοούσιος. ΑΛΛΟ. Εἰ ἤρξατο τοῦ γεννᾷν ὁ Πατὴρ τὸν Υἱὸν, προσγέγονεν ἄρα τῇ οὐσίᾳ αὐτοῦ τοῦτο, καὶ ὅπερ οὐκ εἶχεν ἐν ἀρχῇ, προσέλαβεν ὕστερον. Τὸ δὲ προσθήκην ἐπιδεχόμενόν τινα, ἀτελὲς ἂν εἴη, καὶ οὐ τέλειον. Ἀλλὰ τοῦτο ἄτοπον· τελεία γὰρ ἡ τοῦ Πατρὸς οὐσία. Οὐκ ἄρα προσγέγονεν αὐτῇ τὸ γεννᾷν, ἀλλ' ἦν ἐν αὐτῇ τοῦτο οὐκ ἀρξάμενον. Εἰ δὲ οὐκ ἤρξατο γεννᾷν, συναΐδιος ἄρα ἐστὶ τῷ Πατρὶ ὁ ἐξ αὐτοῦ γεννηθεὶς Υἱός. Καὶ ὥσπερ εἰ ἀρχὴν ἔσχε τοῦ εἶναι, οὐκ ἂν ἦν ὁμοούσιος, οὕτως ἐπεὶ μὴ ἔσχεν ἀρχὴν τὴν ἐν χρόνῳ, ἔσται πάντως ὁμοούσιος. ΑΛΛΟ, διηγηματικῶς. Ὥσπερ οἱ τῇ ἀληθείᾳ μαχόμενοι, ἀρχὴν καὶ τέλος τῇ τοῦ Υἱοῦ γεννήσει περιτιθέντες, ἐκβάλλουσιν αὐτὸν τῆς ὁμοιότητος τῆς πρὸς τὸν Γεγεννηκότα· οὕτω καὶ ἡμεῖς οὔτε ἀρχὴν, οὔτε τέλος περὶ τὴν τοῦ Υἱοῦ γέννησιν παραδεχόμενοι, εἰσφέρομεν αὐτὸν εἰς ἀπαράλλακτον ὁμοιότητα τὴν πρὸς τὸν Πατέρα. Τὸ δὲ ὅμοιον κατὰ πάντα, καὶ ὁμοούσιον. Ὅτι ὁμοούσιος ὁ Υἱὸς τῷ Πατρί. Πρότασις ὡς ἐκ τῶν Ἀετίου. Καὶ πῶς ἂν δύναιτο, φησὶ, ταυτότης οὐσίας ἐπί τε Πατρὸς καὶ Υἱοῦ σώζεσθαι, εἴ γε ὁ μὲν Πατὴρ ἀγέννητός ἐστι, γεννητὸς δὲ ὁ Υἱός; Ἀνάγκη γὰρ πᾶσα λέγειν ἐν οὐδενὶ παραλλάττειν τὸ ἀγέννητον πρὸς τὸ γεννητόν. Εἰ δὲ τοῦτο, οὐδὲν κωλύσει καὶ τὸν Πατέρα γεννητὸν εἶναι λέγειν καὶ τὸν Υἱὸν ἀγέννητον, καὶ συγκέχυται τὸ πᾶν. Πρὸς ταῦτα λύσις. Ὁ ταῦτα προτείνων ἀμαθῶς, ἀντακούσεται παρ' ἡμῶν· Καὶ πῶς ἂν δύναιτο ταυτότης οὐσίας μὴ σώζεσθαι ἐπί τε Πατρὸς καὶ Υἱοῦ, εἴ γε τοῦ Πατρὸς εἰκών ἐστιν ὁ Υἱὸς, καὶ ἐν ἑαυτῷ δείκνυσι τὸν Πατέρα; Εὔδηλον γὰρ δή πουθέν ἐστι καὶ πᾶσιν ὁμολογούμενον, ὡς οὐδεὶς ἐν ἑτέρᾳ φύσει τὴν ἑτέραν ὄψεται· οὐδ' ἄν τις ἔχοι λέγειν ἵππον ἑωρακὼς, ὅτι δή τινα τῶν ἀνθρώπων τεθέαται. Ἐν γὰρ τοῖς ὁμοφυέσιν ἡ τῶν ὁμοίων ἀπόδειξις, οὐκ ἐν τοῖς ἀλλήλων διεστηκόσι, κατὰ τὸν τοῦ πῶς εἶναι λόγον. Εἰ τοίνυν ζητοῦντι τῷ Φιλίππῳ τὸν Πατέρα ἰδεῖν, ἑαυτὸν ἐπιδεικνύει Χριστὸς, λέγων· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα, ἀνάγκη πᾶσα τῆς αὐτῆς οὐσίας εἶναι λέγειν τὸν Υἱὸν τῷ Πατρὶ, ὡς ἀπαράλλακτον εἰκόνα καὶ χαρακτῆρα τῆς ὑποστάσεως αὐτοῦ. ΑΛΛΟ. Ὁμοούσιον ἑαυτὸν ὄντα τῷ Πατρὶ διδάσκων ὁ Κύριος ὁρᾶται πανταχοῦ, καίτοι γεννητὸς ὑπάρχων· ἐπεὶ πῶς ἑαυτὸν Υἱὸν εἶναί φησι; Πρὸς ταῦτα τὴν ἀπὸ τῶν οἰκείων λογισμῶν ἀσθένειαν ἀντεπάγοντες οἱ χριστομάχοι, μὴ δύνασθαί φασιν, ἐπειδὴ γεννητός ἐστι, τῆς αὐτῆς οὐσίας εἶναι τῷ ἀγεννήτῳ Πατρί, Ἐκεῖνα τοιγαροῦν περὶ ἑαυτοῦ φάσκοντος τοῦ Χριστοῦ, ταῦτα δὲ τῶν χριστομάχων, τίς εἰς τοῦτο μωρίας ἐκβήσεται, ὡς οἴεσθαι δεῖν ἀνθρώπῳ μᾶλλον ἢΘεῷ πιστεύειν, καὶ μὴ τὴν καλὴν ἐκείνην τῶν ἀποστόλων φθέγγεσθαι φωνὴν, λέγειν τε πρὸς τοὺς ἀνοσίους αἱρετικούς· Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις; Εἰ γὰρ ἀτονοῦσι περὶ τὴν τῆς ἀληθείας κατάληψιν, οὐκ ἀδικήσει τοῦτο προσούσης αὐτοῖς ἀβουλίας. ΑΛΛΟ. Γεγεννῆσθαι τὸν Υἱὸν ἐκ Πατρὸς, καὶ αὐτοὶ πάντως ὁμολογεῖτε· οὐ γὰρ ὡς ἓν τῶν ποιημάτων ἔξω τῆς οὐσίας τοῦ τεκόντος κείσεται. Καὶ πῶς οὐκ ἔσται τῷ τεκόντι πάντως ὁμοούσιος, εἴ γε ὄντως ἐστὶ γέννημα, καρπὸς ὥσπερ τις φυσικὸς τοῦ γεννήσαντος ὑπάρχων; Εἰ μὲν οὖν τοῦτον ἔχειν δώσετε τὸν τρόπον, ἔσται πάντως καὶ ὁμοούσιος· εἰ δὲ μέχρι διακόνου φωνῆς καὶ προσηγορίας ψιλῆς γέννημα καλεῖται, λεγέσθω ποίημα παρ' ὑμῶν, ἵνα δὴ καὶ σαφέστερον δυσφημοῦντες φαίνησθε. ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν Ἀετίου. Εἰ ἀμέριστός ἐστι, φησὶ, τὴν οὐσίαν ὁ Θεὸς, οὐκ οὐσίας διαστάσει τὸ γεννηθὲν ἐγεννήθη, ἀλλ' ὑπέστη κατ' ἐξουσίαν. Καὶ πῶς ἂν εἴη τῆς αὐτῆς οὐσίας ἡ ὑποστᾶσα φύσις πρὸς τὴν ὑποστήσασαν αὐτόν; Πρὸς ταῦτα λύσις. Τὸ μέγα τοῦτο καὶ βαθὺ, καθάπερ οἴονται, σόφισμα, τὸ μὴ μερίζεσθαι τοῦ Θεοῦ τὴν οὐσίαν, τῆς αὐτῆς οὐσίας εἶναι τὸν Υἱὸν τῷ Πατρὶ, πῶς οὐκ ἐπιτρέψει παρὰ τοῖς ὀρθῶς δοκιμάζειν εἰωθόσι τὰ πράγματα; Λεγέτωσαν ἡμῖν οἱ δεινοὶ καὶ φιλαίτιοι. Οὐ γὰρ ἐπειδήπερ ἀμέριστός ἐστι τὴν οὐσίαν ὁ Θεὸς, διὰ τοῦτο καὶ τῆς γεννητικῆς δυνάμεως ἔρημος ἔσται, καθ' ὑμᾶς. Καὶ οὐκ ἀπόδειξιν ἔχει τοῦ μὴ δύνασθαι γεννᾷν αὐτὸν, τὸ ἀμέριστον εἶναι κατὰ τὴν οὐσίαν. Εἰ δὲ τιμᾷν οἴονται τὸν Θεὸν, σώζοντες μὲν αὐτῷ τὸ μερίζεσθαι μηδαμῶς, ἀποστεροῦντες δὲ τοῦ δύνασθαι γεννᾷν, ὡς διὰ τοῦτο κατ' ἐξουσίαν ὑποστῆσαι τὸν Υἱὸν, ἀκουέτωσαν ὅτι πολὺ μεῖζον καὶ κάλλιον τῆς κατ' ἐξουσίαν λαμπρότητος τῆς φυσικῆς ἐνεργείας ἡ χάρις. Ἀξιολογώτερον γὰρ τὸ ἀμερίστως οἴεσθαι τὸν Θεὸν γεννᾷν ἐξ αὐτοῦ ἀῤῥήτῳ τινὶ καὶ ἀκαταλήπτῳ τρόπῳ, ἢ διὰ τὸ μὴ μερίζεσθαι, καθ' ὑμᾶς, μηδὲ γεννᾷν ἰσχύειν. ΑΛΛΟ. Εἰ κατ' ἐξουσίαν, ὥς φατε, τὸν Υἱὸν ὑπέστησεν ὁ Πατήρ, περιττῶς καλεῖται καὶ Υἱός. Τὸ γὰρ οὐκ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς προελθὸν, πῶς ἂν λέγοιτο καὶ ὁ Υἱός; Τὸ δὲ ἔκ τινος κατὰ φύσιν προελθὸν, ἐπαληθεύουσαν ἔχει καὶ τὴν τοῦ γεννήματος ἐπωνυμίαν. Ἐγεννήθη τοιγαροῦν ὁ Υἱὸς, ὁμοούσιος ἄρα τῷ Πατρί. Καὶ μία γὰρ τοῖς γεννωμένοις πρὸς τὰ γεννῶντα φύσις. ΑΛΛΟ. Εἰ καθάπερ ὑμεῖς οἴεσθε πλανῶντές τε καὶ πλανώμενοι, οὐκ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς προῆλθεν ὁ Υἱὸς, ὑπέστη δὲ ἐξουσιαστικῶς, καὶ ἔστιν αὐτὸς ἡ σοφία καὶ δύναμις τοῦ Πατρὸς, οὔτε σοφὸς κατὰ φύσιν ἐστὶν ὁ Πατὴρ, οὔτε μὴν δυνατός. Εἰ δὲ, κατὰ τὴν ἀμαθεστάτην ὑμῶν πρότασιν, ἔξωθεν ὑπέστησε τὸν Υἱὸν, ὅς ἐστιν αὐτοῦ σοφία καὶ δύναμις, ἀλλ' ἔστι κατὰ φύσιν σοφός τε καὶ δυνατὸς, ἀνάγκη πᾶσα καὶ τὸν Υἱὸν ἐκ τῆς τοῦ Πατρὸς οὐσίας εἶναι λέγειν, εἰ δὲ τοῦτο, καὶ ὁμοούσιος. ΑΛΛΟ. Ἀναγκαῖον ἐρέσθαι τοὺς ὅσοι τὸν Υἱὸν κατ' ἐξουσίαν ὑποστῆναι τὴν τοῦ Πατρὸς, καὶ οὐκ ἐξ αὐτοῦ γεγεννῆσθαί φασι, τί τὸ πεπεικὸς τὸν Πατέρα τὸν Υἱὸν ὑποστῆσαι κατὰ τὸν ὑμῶν ἀμαθῆ λόγον. Ἀναγκαίως ἄρα τοῦτο πεποίηκεν, ἢ χαρίσασθαι τῷ Υἱῷ βουληθεὶς, ὅτι δὴ καὶ αὐτὸν εἰς ὑπόστασιν ἄγοι καθάπερ καὶ ἡμᾶς. Εἰ μὲν οὖν ἀναγκαίως ἀνάγκῃ δώσετε τὸν Θεὸν ὑποκεῖσθαι, εἰ δὲ μὴ τοῦτο, χαρίσασθαι δὲ βουληθέντα τῷ Υἱῷ, ἑαυτῷ χαρισάμενος φανεῖται τὸ εἶναι δημιουργὸς καὶ δυνατὸς καὶ σοφὸς, εἴ γε ἐν Υἱῷ ταῦτά ἐστι. Πάντα γὰρ δι' αὐτοῦ ἐγένετο, φησὶν ἡ Γραφὴ, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. Καὶ πάλιν, Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία. Ἀλλὰ μὴν οὐχ ἑαυτῷ ταῦτα χαρίζεσθαί φαμεν τὸν Θεὸν καὶ Πατέρα, ἀλλ' εἶναι φυσικῶς σοφόν τε καὶ δυνατόν. Οὐκ ἐξουσιαστικῶς ἄρα τὸν Υἱὸν ὑπέστησε, καθ' ὑμᾶς, ἀλλὰ τῆς οἰκείας φύσεως ἔχει καρπόν· ἐπειδὴ δὲ τοῦτο, καὶ ὁμοούσιος. Τὸ γὰρ ἐκ Θεοῦ προελθὸν κατὰ φύσιν, οὐκ ἀλλότριον αὐτοῦ. Ὅτι τῷ Θεῷ καὶ Πατρὶ ὁμοούσιος ὁ Υἱός. Εἰ δι' ἣν ἔλαβε μορφὴν ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων, ὁμοούσιος ἡμῶν ὅτι ἐξ ἡμῶν, ἔστι δὲ μορφὴ Θεοῦ ὁ Υἱὸς, ὁμοούσιος ἄρα ἐκείνῳ, οὗ καὶ ἔστι μορφή; ΑΛΛΟ. Εἰ τῷ καθ' ἡμᾶς φωτὶ τὸ ἀπαύγασμα αὐτοῦ ἐστιν ὁμοούσιον, ὁ δὲ Υἱὸς τοῦ ἀϊδίου φωτός ἐστιν ἀπαύγασμα, ὁμοούσιος ἄρα καὶ αὐτὸς τῷ φωτὶ, οὗ καὶ ἔστιν ἀπαύγασμα, τῶν ὑποδειγμάτων κατά τι μέρος τῆς οἰκείας φύσεως εἰς τὸ ὅμοιον παραγομένων. ΑΛΛΟ. Εἰ τὸ ἴσον ἐν νοητοῖς οὐ ποσότητι μετρητὸν, τὸ δ' οὕτως ἴσον, καὶ ὁμότιμον ἐξ ἀνάγκης καὶ ὁμοούσιον, ἔστι δὲ ἴσος καὶ ὁμότιμος τῷ Πατρὶ ὁ Υἱὸς, κατὰ τὰ θεῖα Λόγια, ἐξ ἀνάγκης ἔσται καὶ ὁμοούσιος· τοῦ ἴσου κατὰ τὸ ποσὸν ἐν ἀσωμάτῳ φύσει μὴ θεωρουμένου, ἀλλὰ μᾶλλον ἐν οὐσίας ταυτότητι. ΑΛΛΟ. Εἰ τὰ κατ' ἀλήθειαν, ἀλλ' οὐ θέσει, γεννώμενα, ὁμοούσια τῶν κατ' ἀλήθειαν γεννώντων ὡμολόγηται, ἔστι δὲ τῶν κατ' ἀλήθειαν γεννηθέντων ὁ Υἱὸς ἤπερτῶν κατὰ θέσιν, ὁμοούσιος ἄρα τῷ κατ' ἀλήθειαν αὐτὸν, ἀλλ' οὐ θέσει, γεγεννηκότι Θεῷ. ΑΛΛΟ. Εἰ τὸ οὐσιωδῶς γεννώμενον κληρονομεῖ τὴν τοῦ γεγεννηκότος οὐσίαν, ἔχον ταύτην ἐν ἑαυτῷ, ἔχει δὲ πάντα τὰ τοῦ Πατρὸς ὁ Υἱὸς, οὐσιωδῶς ἄρα γεγέννηται. ΑΛΛΟ. Εἰ μηδὲν τῶν μετὰ τὸν Υἱὸν ἐκ μὴ ὄντων οὐσίας ὑφίστησιν, ὑφίστησι δὲ ὁ Υἱὸς, οὐκ ἄρα τῶν μετ' αὐτὸν ἔσται συγγενὴς, ἀλλὰ τῷ ἐκ μὴ ὄντων ὑφιστῶντι ὁμοούσιος. Τὰ γὰρ τῆς αὐτῆς ἐνεργείας ὄντα, καὶ τῆς αὐτῆς οὐσίας ὡμολόγηνται. ΑΛΛΟ. Εἰ τὰ τῆς αὐτῆς ἐνεργείας ἀπαραλλάκτως ὑπάρχοντα, καὶ τῆς αὐτῆς οὐσίας ὡμολόγηνται, ἔστι δὲ τῆς αὐτῆς τῷ Πατρὶ ἐνεργείας ὁ Υἱὸς, πάντα ὅσα ποιεῖ καὶ αὐτὸς ὁμοίως ποιῶν, ὁμολογουμένως ἔσται καὶ τῆς αὐτῆς οὐσίας, διὰ τὸ καὶ τῆς αὐτῆς εἶναι ἐνεργείας. ΑΛΛΟ. Εἰ φύσει Θεός ἐστιν ὁ Πατὴρ, ἀλλ' οὐ μετοχῇ, ἔστι δὲ φύσει Θεὸς καὶ ὁ Υἱός. Εἴπερ τῶν κατὰ μετοχὴν ὑπερέχει, τῆς αὐτῆς ἄρα φύσεως ἔσται τῷ Πατρὶ, ἀλλ' οὐ τοῖς κατὰ μετοχήν. ΑΛΛΟ. Εἰ μετοχῇ, ἀλλ' οὐ φύσει, Θεὸς ὁ Υἱὸς, πολλοὶ δὲ οἱ κατὰ μετοχὴν θεοὶ, οὐδὲν ἄρα πλεονάζει τῶν πολλῶν εἰς ὑπεροχὴν οὐσίας. Εἰ δὲ μὴ ἔσται μετοχῇ, ὅτι τῶν κατὰ μετοχὴν αὐτός ἐστι ποιητὴς, τῆς αὐτῆς ἄρα φύσεως ἔσται τῷ Πατρὶ, ἀλλ' οὐ τοῖς κατὰ μετοχήν. ΑΛΛΟ. Εἰ πᾶσα οὐσία λογικὴ, οὐ μόνῳ τῷ θέλειν, ἀλλὰ καὶ τῷ ἐνεργεῖν καὶ πάσχειν δημιουργεῖ, μόνη δὲ ἡ ἀγέννητος οὐσία τῷ θέλειν καὶ μὴ πάσχειν, θέλων δὲ καὶ μὴ πάσχων δημιουργεῖ ὁ Υἱὸς, τῆς ἐν θελήσει μόνῃ δημιουργούσης οὐσίας ἐστὶν, ἀλλ' οὐ τῆς ἐνεργούσης κατὰ πάθος. ΑΛΛΟ. Εἰ πᾶν τὸ γεννῆσαν οὐ νόθον, ὁμοούσιον ἑαυτῷ γεγέννηκε, γεγέννηκε δὲ ὁ Θεὸς τὸν Μονογενῆ, οὐκ ὄντα νόθον, ὁμοούσιον ἄρα ἑαυτῷ γεγέννηκεν. Εἰ δὲ γεννᾷ μὲν, νόθον δὲ γεννήσας οὐ γεγέννηκε. Χεῖρον γὰρ τὸ παρὰ φύσιν τοῦ μηδόλως γεγεννῆσθαι. ΑΛΛΟ. Εἰ τὸν Μονογενῆ γεννήσας ὁ Θεὸς καὶ Πατὴρ κρειττόνως ἡμῶν γεγέννηκε, γεννῶντες δὲ ἡμεῖς προϋπάρχομεν τῶν γεγεννημένων, Θεὸς ἄρα γεννῶν οὐ προϋπάρχει. Εἰ δὲ ὡσαύτως ἡμῖν γεγέννηκεν (οὐκ ἂν γὰρ εἴποι τις ἡττόνως), γεννῶμεν δ' ἡμεῖς ἐκ τῆς ἑαυτῶν οὐσίας, καὶ Θεὸς ἄρα ἐκ τῆς ἐαυτοῦ γεγέννηκεν οὐσίας. Διόπερ ὁμοούσιον αὐτῷ τὸ ἐξ αὐτοῦ πάντως που καὶ ἀναγκαίως τίθεσθαι χρή. ΑΛΛΟ. Εἰ τῶν γενητῶν ὁ καθόλου κόσμος ὥσπερ τι γένος ἐστὶ, τοῦ δὲ γένους τὸ κατὰ μέρος εἶδος, ἔστι δὲ γενητὸς ὁ Υἱὸς, εἶδος ἄρα ἐστὶ τοῦ γένους, τουτέστι τοῦ κόσμου. Εἰ δὲ μὴ ἔστιν εἶδος τοῦ κόσμου, διὰ τὸ καὶ προϋπάρχειν αὐτοῦ, τῷ μὴ ἐνδέχεσθαι προϋπάρχειν τὸ εἶδος τοῦ γένους, οὐδὲ ἐκ τοῦ κόσμου ὅλως ἐστίν. Εἰ δὲ τοῦτο, τοῦ κοσμοποιοῦ, ἀλλ' οὐ τοῦ κόσμου, ἐξ ἀνάγκης ἔσται ὁμοούσιος. ΑΛΛΟ. Εἰ τῶν ὄντων τὸ μὲν ἐστὶ Θεὸς, τὸ δὲ κόσμος, ἐξ ἀνάγκης ὁ Υἱὸς ἢ κόσμου ἴδιός ἐστι κατὰ τὴν γένεσιν, ἢ Θεοῦ κατὰ τὴν οὐσίαν. Ἐπειδὴ δὲ μὴ κόσμου ἴδιος τῷ μὴ ἐνδέχεσθαι τὸ ἴδιον ὑπὸ ἰδίου δημιουργεῖσθαί ποτε, τοῦ κοσμοποιοῦ ἄρα Θεοῦ ὁμοούσιός ἐστιν.