Thesaurus de sancta consubstantiali trinitate
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
11.1
Ὅτι ὁμοούσιος ὁ Υἱὸς τῷ Πατρὶ, προκειμένου ῥητοῦ· Ὁ Πατὴρ μείζων μού ἐστιν. Ἀντίθεσις ὡς ἐκ τῶν Εὐνομίου. Τὰ τὴν αὐτὴν οὐσίαν λαχόντα, φησὶν, ὁμοφυῆ τε ὄντα οὐκ ἔχουσι καθ' ἑαυτῶν φυσικῶς τὸ μεῖζον, ἀλλ' οὔτε τὸ ἔλαττον. Οὐ γὰρ μείζων ἄνθρωπος ἀνθρώπου κατὰ τὸν τῆς οὐσίας λόγον, ἀλλ' οὐδὲ ἵππος ἵππου τυχόν. Εἰ τοίνυν ἑαυτοῦ μείζονά φησιν ὁ Υἱὸς εἶναι τὸν Πατέρα, ὁμοούσιον δὲ ὁμοουσίου οὐκ ἂν εἴη μεῖζον κατὰ τὸν τῆς οὐσίας λόγον, οὐκ ἄρα ὁμοούσιος αὐτῷ ἐστιν. Πρὸς τοῦτο λύσις. Ἔδει τοὺς χριστομάχους πανταχόθεν τὴν ἐν ταῖς θείαις Γραφαῖς ἀλήθειαν θηρᾶσθαι σπουδάζειν, τὰ περὶ Πατρὸς καὶ Υἱοῦ γυμνάζοντας· οὐ πρὸς τὰς οἰκείας ἡδονὰς ἑαυτοῖς ἀναπλάττειν συλλογισμοὺς, καὶ πλοκὰς ἐπινοεῖν νοημάτων διεστραμμένων. Εἰ γὰρ σκανδαλίζονται λέγοντος τοῦ Υἱοῦ· Ὁ Πατήρ μου μείζων μού ἐστιν, ὠφελείσθωσαν ἀκούοντες περὶ αὐτοῦ· Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ. Ὃ δὴ τρανότατα καὶ Ἰωάννης φησίν· Ὅτι Πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ. Εἰ τοίνυν, κατὰ τὴν τῶν ἁγίων φωνὴν, ἐν ἰσότητι τοῦ Πατρός ἐστι, πῶς ἔσται πρὸς αὐτὸν ἑτεροούσιος; Ἐροῦμεν γὰρ αὐτοῖς καὶ ἡμεῖς ὅτι τὰ ἰσότητι πρὸς ἄλληλα φυσικῶς κείμενα ἔσται πάντως καὶ ὁμοούσια· ὥσπερ ἄνθρωπος ἀνθρώπῳ, καὶ ἵππος ἵππῳ. ΑΛΛΟ. Ἐπὶ τῶν ἀσωμάτων τὸ μεῖζον καὶ τὸ ἔλαττον οὐ μεγέθει κρίνεται, σωμάτων γὰρ ἴδιον τοῦτο, ἀλλὰμόναις ἐννοίαις δοκιμάζεται. Ἔστω δὲ ὑπόδειγμα τῶν λεγομένων τὸ παρὰ τῷ Παύλῳ κείμενον· Τῷ μὲν γὰρ, φησὶ, δέδοται λόγος σοφίας παρὰ τοῦ Πνεύματος ἄλλῳ δὲ χαρίσματα ἰαμάτων, καὶ πολλὰ πρὸς τούτοις ἕτερα θεὶς, ἐπάγει· Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα. Εἶτα πάλιν φησὶν ὅτι Ζηλοῦτε τὰ χαρίσματα τὰ μείζονα. Ἆρ' οὖν διαφέρειν ὡς πρὸς ἑαυτὸ τὸ Πνεῦμα ἐροῦσιν, ἢ οὐχ ὅμοιον ἑαυτῷ κατὰ τὴν οὐσίαν εἶναι, ἐπειδὴ μικρὸν μὲν ἐν μικροῖς, μεῖζον δὲ ἐν μείζοσι φαίνεται, τὴν τῶν δεχομένων ἕξιν πληροῦν; Ἀλλ' οἶμαι μὴ τοσοῦτον ἕξω φρενῶν γενέσθαι τινὰ, ὡς τολμῆσαι καὶ τοῦτο εἰπεῖν. Οὐκοῦν τῆς ἀσωμάτου φύσεως οὐ δεχομένης ἐφ' ἑαυτῆς δι' ἑαυτὴν τὸ μεῖζον καὶ ἔλαττον, ὅταν λέγῃ Χριστὸς ἑαυτοῦ τὸν Πατέρα μείζονα, ἔσται πάλιν τῇ ἀνθρωπότητι πρέπων ὁ λόγος, οὐ τῆς θείας οὐσίας αὐτοῦ κατηγόρημα, ὡς ἐν ἐλάττοσι κειμένης, ἢ ἐν οἷς ἐστιν ὁ Γεννήσας αὐτόν. ΑΛΛΟ, διηγηματικῶς εἰς τὸ ῥητόν. Λέγει που Χριστός· Ὁ Πατὴρ ὁ πέμψας με, μείζων μού ἐστι. Μαρτυρεῖ δὲ πάλιν ἡ θεία Γραφὴ περὶ αὐτοῦ ὅτι Οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ. Πῶς οὖν ἔσται καὶ ἴσος, καὶ μείζονα ἕξει τὸν Πατέρα, ζητητέον ἀκριβῶς· ἐναντία γὰρ ἀλλήλοις τὰ τοιαῦτά ἐστιν. Ἐπειδὴ δὲ δοκιμάζειν εὐσεβῶς πρόκειται τὰ ῥητὰ, οὔτε τὸ ἴσον ἐκβαλοῦμεν διὰ τὸ μεῖζον, οὔτε μὴν τὸ μεῖζον διὰ τὸ ἴσον ἀναιρήσομεν· κρατήσει δ' ἀμφότερα θεωρίας εὐσεβῶς εἰσφερομένης ἐπ' αὐτοῖς. Οὐκοῦν ἁπλῆ τις οὖσα καὶ ἀσύνθετος ἡ τῆς θεότητος φύσις, οὐκ ἂν ἐτμήθη ποτὲ ταῖς ἐπινοίαις εἰς δυάδα Πατρὸς καὶ Υἱοῦ, εἰ μή τις εὐδόκει προκεῖσθαι διαφορὰ, οὐ κατὰ τὴν οὐσίαν φημὶ, ἀλλ' ἔξωθεν ἐπινοουμένη, δι' ἧς τὸ ἑκατέρου πρόσωπον εἰσφέρεται ἐν ἰδιαζούσῃ μὲν ὑποστάσει κείμενον, εἰς ἑνότητα δὲ θεότητος διὰ ταυτότητος φυσικῆς σφιγγόμενον, ἵνα μή τις ἀνάχυσις καὶ οἱονεὶ φυρμὸς γένηται Πατρὸς καὶ Υἱοῦ, εἰς μόνην ἑνάδα τρεχούσης τῆς ὑποστάσεως, τῆς πολλῆς λίαν ὁμοιότητος οὐκ ἐώσης φαίνεσθαι δυάδα· ὡς ἐντεῦθεν ἤδη καὶ τὸν αὐτὸν Πατέρα καὶ Υἱὸν ὑπονοεῖσθαι παρά τισιν εἰς δυάδα μηδαμόθεν χωριζομένους. Ἐπειδὴ δὲ ἐχρῆν εἰδέναι καὶ τὴν γεννήσασαν φύσιν καὶ τὴν γεννηθεῖσαν ἐξ αὐτῆς, τέθεικεν ἡ θεία Γραφὴ τὸ τοῦ Πατρὸς ὄνομα καὶ τὸ τοῦ Υἱοῦ, ἵνα φῶς ἐκ φωτὸς νοῆται, καὶ ἑκάτερον ἐν ἰδίᾳ ὑποστάσει σωζομένης ἐπ' ἀμφοῖν τῆς ταυτότητος πρὸς τὸν ἕτερον. Ἀκολουθοῦσα δὲ πάλιν τῇ καθ' ἡμᾶς συνηθείᾳ, τὸ μείζονα ἀποδίδωσι τῷ Πατρὶ, ἵνα πανταχόθεν ἡ δυὰς καὶ τὸ ἐξ οὗ σημαίνηται· προσμαρτυρεῖ δὲ τὸ ἴσον, ἵνα μή τις περὶ τὴν οὐσίαν ἀνομοιότης νοῆται Πατρὸς καὶ Υἱοῦ. Ἴσος τοιγαροῦν κατὰ τὸν τῆς οὐσίας λόγον ὑπάρχων ὁ Υἱὸς τῷ Πατρὶ καὶ ὅμοιος κατὰ πάντα, μείζονα αὐτόν φησιν ὡς ἄναρχον, ἔχων ἀρχὴν κατὰ μόνον τὸ ἐξ οὗ, εἰ καὶ σύνδρομον αὐτῷ τὴν ὕπαρξιν ἔχει. ΑΛΛΟ. Τὰ τῆς αὐτῆς οὐσίας ὄντα καὶ φύσεως καὶ τὴν πρὸς ἄλληλα σύγκρισιν κυριωτέραν ἐπιδέχεται· τὰ δὲ μὴ οὕτως ἔχοντα, ἑτεροφυῆ δὲ ὄντα, καὶ διὰ τοῦτο τεμνόμενα πρὸς ἀλλοτριότητα, οὐκ ἂν ἀλλήλοις συγκρίνοιτο· ἀπαιδευσία γὰρ τοῦτό γε. Οὐ γὰρ ἄν τις εἴποι νοῦν ἔχων, μείζονα τοῦ ἀνθρώπου τὸν βοῦν, τὴν ἀνθρώπου φύσιν ἐρευνῶν· οὐδ' αὖ πάλιν τὴν τοῦ βοὸς ἐκμαθεῖν βούλοιτο, μείζονα τούτου τὸν ἄνθρωπον λέγοι. Τὰ γὰρ ὁμοφυῆ τε καὶ ὁμοειδῆ, καθάπερ εἴρηται, τὴν πρὸς ἄλληλα σύγκρισιν ἀκόλουθόν τε καὶ πρέπουσαν ἔχει. Εἰ τοίνυν συγκρίνεται, καθ' ὑμᾶς, ὁ Υἱὸς τῷ Πατρὶ κατὰ τὸ μεῖζον καὶ ἔλαττον, ὁμοούσιος ἄρα καὶ οὐκ ἀλλότριος αὐτοῦ ἐστιν. Ὁμοούσιον δὲ ὁμοουσίου οὐκ ἂν γένοιτο μεῖζον καὶ ἔλαττον κατὰ τὸν τῆς οὐσίας λόγον· οὐ γὰρ μείζων ἄνθρωπος ἀνθρώπου, καθὸ ἄνθρωπος. Ἴσος ἄρα τῷ Πατρὶ καὶ ὁ Υἱὸς καὶ ὁμοούσιος· οἰκονομικῶς δὲ εἰρῆσθαι πιστεύομεν ἐπὶ τοῦ Πατρὸς τὸ μεῖζον. Ὅτε γὰρ ἐνανθρωπήσας φαίνεται, τότε καὶ τοῦτό φησιν ὡς ἄνθρωπος. ΑΛΛΟ. Ὅσα τὴν πρὸς ἄλληλα σύγκρισιν κυρίως ἐπιδέχεται, ταῦτα πάντως ἐστὶ καὶ ὁμοούσια· ἄνθρωπος γὰρ ἀνθρώπῳ, καὶ ἵππος ἵππῳ συγκρίνεται. Ἡ δὲ ἐν τοῖς ὁμοειδέσι διαφορὰ περὶ τὰ συμβεβηκότα ἐστί· καὶ ταῦτα, ὡς ἐπὶ πλεῖστον, ἐκ πάθους γίνεται, ἢ ἐξ ἑτέρας τινὸς αἰτίας, οὐκ ἐν τῷ λόγῳ τῆς οὐσίας κείμενα, καθ' οὗπερ ἂν κατηγοροῖτό τι τῶν συμβεβηκότων. Οἷον φέρε εἰπεῖν, ἄνθρωπος ἀνθρώπου μείζων, μεγέθει σώματος καὶ ἰσχύϊ, ψυχῆς παραστήματι, διανοίας ὀξύτητι· ἀλλ' εἷς μὲν ἅπασιν ὁ τῆς οὐσίας λόγος, καὶ οὐ μεμερισμένως ἐν ἑκάστῳ διάφορος. Τὰ δὲ συμβεβηκότα ῥίζαν ἔχει τὸ πάθος· ἐκ πάθους γὰρ ἀσθενὴς ὁ ἀσθενὴς, καὶ ὁ νωθρὸς τὴν διάνοιαν, καὶ ὁ δειλίαν ἔχων ἐν ψυχῇ. Εἰ τοίνυν μία μὲν ἡ φύσις καὶ τῆς οὐσίας ὁ λόγος ὁ αὐτὸς τοῖς τὴν πρὸς ἄλληλα σύγκρισιν κυρίως ἐπιδεχομένοις, τὰ δὲ ὅσα περὶ τὰς οὐσίας εἰσὶν ἐκ πάθους γίνεται ἢ ἐκ τοῦ μὴ παθεῖν, συγκρίνεται δὲ ὁ Υἱὸς πρὸς τὸν Πατέρα κατὰ τὸ μεῖζον καὶ ἔλαττον εἰσφερομένου τοῦ περὶ αὐτὸν λόγου, καὶ ἔστι πάθους ἐκτὸς (ἀπαθὴς γὰρ ὡς Θεὸς), κατ' οὐδένα τρόπον ὁ Πατὴρ ὑπερέξει τοῦ Υἱοῦ καὶ τὴν αὐτὴν ἔχοντος οὐσίαν καὶ παθεῖν οὐδὲν δυναμένου. Λέγεται δὲ μείζων ὡς ἀρχὴ τοῦ συναϊδίου γεννήματος. Εἰς τὸ, Ὁ Πατὴρ ὁ πέμψας με μείζων μού ἐστιν. Ἀντίθεσις ἐκ τῶν Εὐνομίου. Αὐτὸς ὁ Σωτὴρ οὐκ ἐπικεκαλυμμένως, τρανότατα δὲ μείζονα ἑαυτοῦ τὸν Πατέρα φησὶ, διὰ τοῦ λέγειν· Ὁ Πατὴρ ὁ πέμψας με μείζων μού ἐστιν. Εἰ τοίνυν ἀληθεύειν δώσετε τὴν ἀλήθειαν, ἀλήθεια δὲ ὁ Χριστὸς, μείζονα ἔχει τὸν Πατέρα. Καὶ εἰ τοῦτο, πάντως ἔσται καὶ ἀνόμοιος. Ἐπειδὴ δὲ ἀνόμοιος, οὐδὲ ὁμοούσιος. Πρὸς τοῦτο λύσις. Ἀναγκαῖον ὑμᾶς, ὦ χριστομάχοι, καὶ νῦν ἐρέσθαι, πότε τοῦ Υἱοῦ μείζων ὁ Πατὴρ ἢ γέγονεν ἢ εὑρέθη, ἢ ὅπερ ἂν βούλοισθε λέγειν. Χρόνον μὲν οὖν ὁριζόντων ὑμῶν οὐκ ἄν τις ἀνάσχοιτο· χρόνων γὰρ ποιητὴς ὁ Υἱὸς, καὶ πρὸ τῶν αἰώνων ἐστὶ, κατὰ τὰς ἀψευδεῖς τῶν ἁγίων φωνάς. Χρόνου δὲ ἀνῃρημένου, πάντως λείπεται λέγειν κατὰ τὴν ὑμῶν πρότασιν ἀεὶ καὶ ἀνάρχως τὸν Πατέρα μείζονα τοῦ Υἱοῦ. Ἀλλ', ὦ βέλτιστοι, μικρὸν ἀνανήψαντες ἐκεῖνο καθ' ἑαυτοὺς ἐνθυμήθητε, ὅτι τὸ διαφέρον τινὸς κατὰ τὸ εἶναι μεῖζον ἢ λέγεσθαι, παρακείμενον ἔχει καὶ συνεισφερόμενον ἑαυτῷ τὸ ἔλαττον, οὗ καὶ ἐστὶ μεῖζον. Ὅταν γὰρ τὸ μεῖζον θελήσωμεν μαθεῖν, ἐπὶ τὴν τοῦ ἐλάττονος δραμόντες κατάληψιν, τὴν ἐκείνου βλέπομεν ὑπεροχήν. Εἰ τοίνυν ἀεὶ μείζων ὁ Πατὴρ τοῦ Υἱοῦ, ἦν μὲν αὐτὸς ἀεί· ἦν δὲ σὺν αὐτῷ καὶ ὁ Υἱὸς, οὗ καὶ μείζων εἶναι λέγεται, καθ' ὑμᾶς. Τὸ δὲ ἀεὶ ὂν, τῷ ἀεὶ ὄντι πῶς ἀνόμοιον ἔσται; Μεῖζον δὲ πῶς, συντρεχούσης τῷ γεγεννηκότι τῆς ὑπάρξεως τοῦ γεννήματος, καὶ πάντα ἔχοντος φυσικῶς ὅσα πρόσεστι τῷ Πατρί; ΑΛΛΟ. Ἐκ μαθημάτων ἡμῖν τῶν Ἀριστοτέλους ὁρμώμενοι, καὶ τῇ δεινότητι τῆς ἐν κόσμῳ σοφίας ἀποκεχρημένοι, κτύπους ἐγείρουσι ῥημάτων κενῶν, οὐκ εἰδότες ὅτι καὶ πρὸς ταύτην ἀμαθῶς ἔχοντες ἐλεγχθήσονται. Θαυμάσαι γὰρ ὄντως ἀκόλουθον ὅτι δὴ τὸν περὶ τοῦ μείζονος καὶ τοῦ ἐλάττονος ἐξετάζοντες λόγον, ἐπὶ τὸν περὶ τοῦ ὁμοίου καὶ ἀνομοίου μεταπεπτώκασιν, οὐκ εἰδότες ὅτι, κατὰ τὴν Ἀριστοτέλους τέχνην ἐφ' ᾗ μάλιστα μεγαλοφρονεῖν εἰώθασιν αὐτοὶ, οὐκ εἰς ταυτὸν κατατάττεται γένος τό τε ὅμοιον καὶ τὸ ἀνόμοιον, ὡς καὶ τὸ μεῖζον καὶ τὸ ἔλαττον. Τὸ μὲν γὰρ μεῖζον καὶ τὸ ἔλαττον, τῶν πρός τι ἐχόντων παρ' ἐκείνοις λέγεται. Τὸ δὲ ὅμοιον ἢ καὶ τὸ ἀνόμοιον ἑτέρας ἐστὶ κατηγορίας ἤτοι διαιρέσεως. Πόθεν τοίνυν ὑμῖν ἀπὸ τοῦ μείζονος ἐπὶ τὸ ὅμοιον ἡ μετάβασις; καὶ ἐξ ἐλάττονος ἤτοι τοῦ μείζονος τὴν πρότασιν ἐξυφαίνοντες, ἑτερογενὲς εἰσφέρετε τὸ συμπέρασμα, λέγοντες· Εἰ ἐλάττων ἐστὶν ὁ Υἱὸς τοῦ Πατρὸς, ἀνόμοιος ἄρα· ἐχρῆν γὰρ μᾶλλον εἰπεῖν, οὐκ ἴσος ἄρα, ἢ οὐ τοσοῦτος ἄρα, ἵνα μὴ πάλιν ἀμαθεῖς ὄντες ἐξελεγχθήσησθε τῷ τε μείζονι καὶ τῷ ἐλάττονι τὸ ποσὸν ἐπιφέροντες. Οὐ γὰρ τὰ πρός τί πως ἔχοντα, ἀλλὰ τὸ μεῖζον ἢ ἔλαττον ὑποκεῖσθαι τῷ ποσῷ νενομοθέτηκεν ἡ Ἀριστοτέλους τέχνη. Εἴδη δὲ αὐτῷ τίθησιν ἑπτὰ, ἀριθμὸν, καὶ λόγον, καὶ γραμμὴν, καὶ ἐπιφάνειαν, καὶ σῶμα, καὶ χρόνον, καὶ τόπον. Μόνων τοιγαροῦν τῶν εἰρημένων δέχεσθαι τὸ ποσὸν πεφυκότων, πόθεν ὑμεῖς, ὦ οὗτοι, τῷ μείζονι καὶ τῷ ἐλάττονι τὸ ποσὸν ἐπιφέρετε, ἑτέρῳ γένει ταῦτα τοῦ Ἀριστοτέλους ἀνατεθεικότος; Ἐπειδὴ τοίνυν τὸν περὶ τοῦ μείζονος καὶ τοῦ ἐλάττονος ἐξετάζοντες λόγον, ἀπαιδεύτως ἐπὶ τὴν τοῦ ὁμοίου καὶ ἀνομοίου παράθεσιν ἐξεκλίνατε, λέγοντες· Εἰ ἐλάττων ἐστὶν ὁ Υἱὸς τοῦ Πατρὸς, ἀνόμοιος ἄρα· χαλεπωτέρω δὲ πάλιν ἀπαιδευσίαςἐγκλήματι περιπίπτετε κατὰ τοῦ μείζονος καὶ τοῦ ἐλάττονος τὸ ποσὸν τιθέντες, ὅταν λέγητε· Εἰ ἐλάττων ἐστὶν ὁ Υἱὸς τοῦ Πατρὸς, οὐκ ἴσος ἄρα, οὐδὲ τοσοῦτος. Οὐδαμόθεν δ' ὑμῖν ὑγιαίνοντος τοῦ λόγου, ματαία πάντως ἐστὶ καὶ [κούφη] ἡ πρότασις. ΑΛΛΟ. Διδάσκον ὅτι, προκειμένου τοῦ μείζονος καὶ τοῦ ἐλάττονος, ἀπαιδεύτως τὸ ἀνόμοιον εἰσφέρε ται, ἑτερογενὲς ὂν κατὰ τὴν Ἀριστοτέλους τέχνην. Τὰ πρός τι ἔχοντα τῶν ὀνομάτων οὕτω τε παρ' ἐκείνοις καλούμενα, φανερὰ καθιστῶν ὁ τῆς τοιαύτης τέχνης εὑρετὴς Ἀριστοτέλης, τοιοῦτον ἐκφέρει τὸν ὅρον· Πρός τι δὲ τὰ τοιαῦτα λέγεται, ὅσα αὐτὰ ἅπερ ἐστὶν, ἑτέρων εἶναι λέγεται ἢ ὁπωσοῦν ἄλλως πρὸς ἔτερον· οἷον τὸ μεῖζον τοῦθ' ὅπερ ἐστὶν ἑτέρου λέγεται. Καὶ τὸ διπλάσιον ἑτέρου λέγεται τοῦθ' ὅπερ ἐστί· τινὸς γὰρ διπλάσιον λέγεται. Τοῦτον τοιγαροῦν ἐχόντων τῶν πρός τι τὸν ὅρον, δεικνύτωσαν ἡμῖν οἱ τὴν Ἀριστοτέλους ἐρευγόμενοι τέχνην, καὶ τοῖς ἐκεῖθεν μαθήμασιν, οὐ τοῖς ἀπὸ τῆς θείας Γραφῆς ἑαυτοὺς ἀποσεμνύνοντες, εἰ καὶ τὸ ὅμοιον τοῦθ' ὅπερ ἐστὶν ἑτέρου λέγεται, καθάπερ καὶ τὸ μεῖζον καὶ τὸ διπλάσιον. Ἀντίκειται μὲν γὰρ τῷ ὁμοίῳ τὸ ἀνόμοιον, ὥσπερ καὶ τῷ μείζονι τὸ ἔλαττον, ἀλλ' οὐχ οὕτως οὐδὲ ὡσαύτως. Τὸ μὲν γὰρ μεῖζον ὡς ἐλάττονος μεῖζον λέγεται. Τὸ δὲ ὅμοιον οὐκ ἂν ὡς ἀνομοίου μεῖζον λεχθείη ποτὲ, οὐδὲ ὥσπερ τὸ μεῖζον διὰ τὸ ὑπερέχειν τοῦ ἀντικειμένου τοῦτό ἐστιν ὅπερ εἶναι λέγεται· οὕτω καὶ τὸ ὅμοιον διὰ τὸ μεῖζον εἶναι τοῦ ἀνομοίου νοηθήσεται τοῦτο. Οὐκοῦν ἑτερογενῆ πάντως ἔσται τὰ τὴν αὐτὴν διαίρεσίν τε καὶ ὅρον οὐκ ἐπιδεχόμενα. ΑΛΛΟ. Τὰ πρός τι ἔχοντα τῶν ὀνομάτων, ἢ καὶ ὅπως δή ποτ' οὖν πρὸς ἕτερόν τι λεγόμενα, ἅμα ἐστὶ καὶ τῇ νοήσει καὶ τῇ φύσει· οἷον φέρε εἰπεῖν, τὸ διπλάσιον καὶ τὸ μέγα. Τὸ μὲν γὰρ διπλάσιον, συνεισφέρει τι πάντως ἑαυτῷ οὗ καὶ ἐστὶ διπλάσιον, καὶ τὸ μέγα συνεισοίσει πάντως ἑαυτῷ τὸ μικρὸν πρὸς ὃ καὶ λέγεται μέγα. Οὐ γὰρ ἂν εἴη διπλάσιον, ἡμίσεος οὐκ ὄντος, ἀλλ' οὐδὲ μέγα, μικροῦ μὴ νοουμένου τινός. Τὰ μὲν οὖν πρός τι τοῦτον ἔχει τὸν ὅρον· τὸ δέ γε ὅμοιον οὐκ ἐξ ἀνάγκης ἅμα τῷ ἀνομοίῳ νοεῖται, καθάπερ κἀκεῖνα· ὥσπερ οὐδὲ τὸ δίκαιον ἅμα τῷ ἀδίκῳ, οὐδὲ ἡ ἀρετὴ ἅμα τῇ κακίᾳ. Τὰ μὲν γὰρ τοιαῦτα στερήσεις μᾶλλόν εἰσι καὶ ἐκτροπαὶ τῶν ἐν ἕξει κειμένων, οὐ συνεισφέρεσθαι πάντως ὀφείλοντα, καθάπερ καὶ ἐπὶ τῶν πρός τι τὰ ἀντικείμενα. Τοῦ μὲν γὰρ ὁμοίου ἐκτροπή τίς ἐστι τὸ ἀνόμοιον, τῆς δὲ δικαιοσύνης ἡ ἀδικία. Ἐπειδὴ δὲ, κατὰ τὴν ἐκείνων τέχνην, αἱ στερήσεις τῶν ἕξεων δεύτεραι, οὐκ ἂν εἴη τῶν ἄμα νοουμένων τὸ ἀνόμοιον, στέρησις καὶ ἐκτροπὴ τοῦ ὁμοίου τυγχάνον. ΑΛΛΟ. Τὰ πρός τι ἔχοντα τῶν ὀνομάτων οἷον ἐν ἀλλήλοις ἔχει τὸ εἶναι, καὶ ἑνὸς ἀναιρεθέντος οὐκ ἔστι τὸ δεύτερον. Ὥσπερ οὖν καὶ ἀναιρεθέντος τοῦ μείζονος, συναναιρεῖται πάντως τὸ ἔλαττον· οὐ γὰρ ἂν ἔλαττον εἴη τι, μὴ ὄντος μείζονος, οὗ καὶ ἔστιν ἔλαττον. Εἰ τοίνυν ὁμογενὲς εἶναί φατε τοῖς πρός τι καὶ τὸ ὅμοιον, ἀναιρεθὲν αὐτὸν, συναναιρείτω τὸ ἀνόμοιον, καὶ συναναιρείσθω πάλιν ἐκείνῳ. Ἀλλ' οὐ συναναιρεῖται, οὐδὲ μὴν ἀναιρεῖ· ὄντος γάρ τινος ἀνθρώπου, τυχὸν ἔσται τι τὸ ἀνόμοιον αὐτῷ· καὶ ἀναιρεθέντος τοῦ ἀνομοίου, οὐ συναναιρεῖται τὸ ὂν, τουτέστιν ὁ ἄνθρωπος, οὗ καὶ γέγονεν ἀνόμοιον τὸ ἀναιρεθέν. Οὐκ ἄρα τῶν πρὸς ἄλληλα λεγομένων τὸ ὅμοιον καὶ τὸ ἀνόμοιον. ΑΛΛΟ. Ἐπὶ τοῦ ὁμοίου καὶ τῆς ἀρετῆς καὶ τῶν ἀντικειμένων τούτοις χωρήσει τὸ μᾶλλον καὶ ἧττον. Ἔστι γὰρ εἰπεῖν οὐ ψευδόμενον τόνδε τινὰ τυχὸν ὅμοιον τῷδε, καὶ ἧττον ἢ μᾶλλον ὅμοιον, καὶ μᾶλλον δίκαιον, καὶ δίκαιον ἧττον. Ἐπὶ μέν τοι τοῦ μείζονος ἢ καὶ τοῦ ἐλάττονος, διπλασίονός τε καὶ ἡμίσεος, οὐκ ἂν εἴποι τις, μᾶλλον μεῖζον ἢ μᾶλλον ἔλαττον, ἢ μᾶλλον διπλάσιον ἢ μᾶλλον ἥμισυ. Ἀνεπίδεκτα γὰρ τοῦ ποσοῦ τὰ τῆς ποιότητος εἴδη διὰ πολλῶν ἀποδέδεικται. Εἰ τοίνυν τὸ ὅμοιον τοῦ ποσοῦ χωρητικόν ἐστι, καὶ δέχεται τὸ μᾶλλον καὶ τὸ ἔλαττον, οὐ δεχομένων αὐτὸ τοῦ ἡμίσεως καὶ διπλασίου, οὐχ ὁμογενὲς ἄρα τοῖς πρός τί ἐστιν. ΑΛΛΟ. Τὸ μᾶλλον ἤτοι τὸ μεῖζον ἐπίτασίς ἐστι καὶ ὑπερβολή τινος πράγματος οἱουδηποτοῦν, οὐκ ἀνομοίου τινὸς καὶ ἀντικειμένου δήλωσιν ἔχει. Τὸ δὲ ὅμοιον οὐχ οὕτως. Εἰσφέρει γὰρ τοῦ ἀνομοίου τὴν ἔμφασιν. Ἄλλως τε τῷ μὲν ἀνομοίῳ στέρησις ἀκολουθεῖ. Ἀποβολὴ γὰρ τοῦ ὁμοίου τὸ ἀνόμοιον ἐργάζεται. Τὸ δὲ μᾶλλον καὶ μεῖζον ἐπίτασίς τινος ὄντα, ποίαν ἔξει τὴν ἀποβολὴν, ἢ πῶς ἐπ' αὐτοῦ στέρησις ἔσται, ὥσπερ καὶ ἐπὶ τοῦ ἀνομοίου; Ἀλλ' οὐκ ἂν ἔχοι τις εἰπεῖν. Ἑτερογενὲς ἄρα τῷ ὁμοίῳ τὸ μεῖζον. ΑΛΛΟ, ἀπόδειξιν ἔχον ὅτι διὰ τοῦ λέγεσθαι μεί ζονα τὸν Πατέρα, συνεισφέρεται μὲν πάντως ὁ Υἱὸς, ἔστι δὲ οὐκ ἐλάττων αὐτοῦ. Τὸ μεῖζον εἴ τις ὀνομάσαι, συνεισοίσει πάντως καὶ ἀναγκαίως ἕτερόν τι παρ' αὐτὸ οὗ καὶ ἔστι μεῖζον. Οὕτω τοιγαροῦν ἔχοντος τοῦ νοήματος, φέρε κατ' αὐτὸ τὴν θείαν ἐξετάσωμεν γέννησιν, καὶ τὸν περὶ Πατρὸς καὶ Υἱοῦ γυμνάσωμεν λόγον. Ὅταν τοίνυν λέγηται μείζων ὁ Πατὴρ, συνεισφέρει μὲν πάντως τὸ ἐν σχέσει τῇ πρὸς αὐτὸν, τὴν Υἱοῦ σημασίαν φημὶ, καθ' ἧς τὸ ἔλαττον νοοῦσιν οἱ χριστομάχοι. Συνεισενεχθέντος τοιγαροῦν ἀναγκαίως τῷ Πατρὶ τοῦ Υἱοῦ, φέρε δοκιμάζωμεν πῶς ἕξει τὸ μεῖζον ὁ Πατήρ. Εἰ γὰρ φύσει Θεὸς ὁ Υἱὸς, καθάπερ καὶ ὁ Πατὴρ, φύσει ἀγαθὸς, φύσει δημιουργὸς, φύσει βασιλεὺς, ποῖον ἔσται τὸ μεῖζον ἐν Πατρὶ, ἔχοντος αὐτὰ τελείως καὶ τοῦ Υἱοῦ; Εἰ δὲ μὴ ἔχει τελείως, πῶς Θεός ἐστι τὸ ᾧ τι τῶν ἀγαθῶν ἐνδεεῖ; Τὸ γὰρ οὔπω τῆς ὀφειλούσης προσεῖναι Θεῷ τελειότητος ἐπειλημμένον, οὐκ ἂν εἴη φύσει Θεός· φύσει δὲ Θεὸς ὁ Υἱός· τέλειος ἄρα καθάπερ καὶ ὁ Πατήρ. Ἐπειδὴ δὲ τέλειος ὁ Πατὴρ, οὐκ ἐλάττων δηλαδή. Οἰκονομικῶς δέ φησιν ἑαυτοῦ μείζονα τὸν Πατέρα, ἢ καθὸ γέγονεν ἄνθρωπος, παραχωρῶν τῇ τῆς θεότητος φύσει τὸ ὑπερέχειν τῶν γενητῶν· καὶ τῷ κατὰ φύσιν Κυρίῳ τὸ ἄνω κεῖσθαι διδοὺς τῆςτοῦ δούλου μορφῆς, εἰ καὶ ὅτι μάλιστα καὶ αὐτὸς κατὰ φύσιν Κύριος, ἢ τὸ μεῖζον παραχωρῶν ὡς Πατρὶ, οὐδὲν μὲν ἧττον ἔχων αὐτοῦ κατὰ τὸν τῆς οὐσίας λόγον. Οὕτω γὰρ ἂν εἴη καὶ γνήσιον γέννημα καὶ εἰκὼν ὄντως τοῦ γεγεννηκότος, οὐ κατά τι παρακεχαραγμένη, ἀλλ' ὁλόκληρον πρὸς αὐτὸν σώζουσα τὴν ἐμφέρειαν· διὰ δὲ μόνον τὸ πρέπον ὡς Υἱὸς τῷ Πατρὶ τιμὴν ἀπονέμων τὴν μείζονα. Πρὸς τοὺς λέγοντας, ὅτι μείζων ὁ Πατὴρ τοῦ Υἱοῦ. Ἀντίθεσις ὡς ἐκ τῶν αἱρετικῶν. Ὁ Πατὴρ, φησὶν, ἦν ἀεὶ, οὐκ ἀεὶ δὲ ὁ Υἱός· πῶς οὖν οὐκ ἔσται μείζων ὁ ἀεὶ ὑπάρχων τοῦ μὴ οὕτως ὄντος; Πῶς δὲ οὐκ ἐλάττων τοῦ ἀϊδίως ὑπάρχοντος ὁ μὴ ἀΐδιος ὤν; Εἰ δὲ μείζων ὁ Πατὴρ τοῦ Υἱοῦ, καὶ ἑτεροούσιος ἄρα πρὸς αὐτόν. Πρὸς ταῦτα λύσις. Ἐχρῆν, ὦ βέλτιστοι, μὴ λίαν οὕτω κακῶς μηδὲ ἀτέχνως προκεῖσθαι τὸ σοφὸν δὴ τοῦτο τῆς ὑμῖν πρεπούσης ἀμαθίας πρόβλημα. Εἰσφέροντες γὰρ ἡμῖν ἐπί τε Πατρὸς καὶ Υἱοῦ τὸ ἑτεροούσιον, ἀπὸ τοῦ μείζονος καὶ τοῦ ἐλάττονος τὴν ἀπόδειξιν ἀμαθῶς ποιεῖσθαι σπουδάζετε, ὥσπερ ἀναγκαίως ἐχόντων πρὸς ἄλληλα τὴν ἑτεροουσιότητα, τῶν ὅσα τούτων πέφυκεν εἶναι δεκτικά. Καίτοι ξύλῳ μὲν παντὶ πρὸς ξύλον, καὶ λίθῳ πρὸς λίθον, καὶ ἀνθρώπῳ πρὸς ἄνθρωπον, τῆς μὲν οὐσίας ὁ λόγος ὁ αὐτός. Πρόσεστι δὲ ὅμως καὶ τὸ μεῖζον καὶ τὸ ἔλαττον· ξύλον γὰρ ξύλου μεῖζον κατά τι, καὶ πάλιν ὁμοίως ἔλαττον φαίνεται. Ἐμβαίνοντος τοίνυν καὶ ἐπὶ τῶν ὁμοουσίων τοῦ τε μείζονος καὶ τοῦ ἐλάττονος, περιττῶς ὑμεῖς ἐπὶ Πατρὸς καὶ Υἱοῦ ταύτην ἀπόδειξιν ποιεῖσθε τοῦ ἑτεροουσίου· καὶ διὰ τούτων δὲ οὐδὲν ἧττον ληροῦντες εὑρίσκεσθε. Ἴσος γὰρ ὑπάρχων ὁ Υἱὸς τῷ Πατρὶ, τὸ ἔλαττον ἐφ' ἑαυτοῦ τίθησιν οἰκονομικῶς, ὡς δέδεικται. ΑΛΛΟ. Τὰ τῆς πρὸς ἄλληλα φυσικῆς ὁμοιότητος ἐστερημένα, καὶ κατὰ τὸν τοῦ πως εἶναι λόγον διεστηκότα, τῷ ὁμοίῳ καὶ τῷ ἀνομοίῳ κρίνεται μᾶλλον, καὶ οὐδέ που τῷ τε μείζονι καὶ τῷ ἐλάττονι. Εἰ μὲν οὖν ἕν ἐστιν ὁ Πατὴρ ὡς πρὸς τὸν Υἱὸν κατὰ τὸν τῆς φύσεως λόγον, λεγέτωσαν ἡμῖν οἱ πικροὶ συζητηταὶ, κατὰ τίνα τρόπον χωρήσει ἐπ' αὐτῶν τὸ μεῖζον καὶ τὸ ἔλαττον; Εἰ δὲ πάντη διεστηκὼς καὶ κεχωρισμένος τῆς τοῦ Πατρὸς οὐσίας ὁ Υἱὸς εἰσφέρεται, ἑτέρας τε φύσεως ὑπείληπται παρ' ὑμῖν, πῶς τὰ πάντη διεστηκότα κατὰ τὸν τοῦ πως εἶναι λόγον τὴν πρὸς ἄλληλα σύγκρισιν ἐπιδέξεται; Οὐ γὰρ δή τις ἔξω γελοιότητος κείσεται τὰ κατὰ μηδὲν ἀλλήλοις κοινωνοῦντα συγκρίνων, καὶ ἥλιον ξύλου λέγων εἶναι λαμπρότερον. Εἰ τοίνυν τὰ ἑτερογενῆ καὶ τὴν πρὸς ἄλληλα σύγκρισιν παραιτούμενα φαίνεται, ἀπαίδευτος ἡ πρότασις τὸ μεῖζον καὶ τὸ ἔλαττον ἐπὶ Υἱοῦ καὶ Πατρὸς εἰσφέρουσα, εἴπερ εἰσὶν οὐ τῆς αὐτῆς οὐσίας, καθ' ὑμᾶς, καὶ ταύτην ἀπόδειξιν ποιουμένη τῆς ἑτεροουσιότητος, ἣν οὐκ οἶδα πόθεν ἐπινοοῦσιν ἐπὶ τῆς τὰ πάντα ὑπερκειμένης οὐσίας, καὶ τὸ ἔλαττον οὐδαμόθεν χωρεῖν δυναμένης· ἀπαιτούσης δὲ μᾶλλον τὴν αὐτῇ πρέπουσαν τελειότητα, ἐπείπερ οὐδὲν ἔλαττον οὐδὲ ἀτελὲς ἐν τῷ κατὰ φύσιν Θεῷ, ὅπερ ἐστὶν ὁ Υἱός. ΑΛΛΟ. Μείζονά φασιν οἱ χριστομάχοι τοῦ Υἱοῦ τὸν Πατέρα δυσφημοῦντες ἀφυλάκτως, καὶ μὴ νοοῦντες, καθὰ γέγραπται, μήτε ἃ λέγουσι, μήτε περὶ τίνων διαβεβαιοῦνται. Διὸ δὴ πάλιν ταῖς ἐκείνων μανίαις τὸν ὀρθὸν ἀντιστρατεύοντες λόγον, ἐρωτήσομεν αὐτούς· Λέγετε πάλιν ἡμῖν, ὦ οὗτοι, πότερόν ποτε, καθάπερ ὑμεῖς φατε, μείζων ἦν ἀεὶ ὁ Πατὴρ τοῦ Υἱοῦ, ἢ γέγονεν ὕστερον; Εἰ μὲν οὖν κατά τινα χρόνον μείζων ἐφαίνετο τοῦ Υἱοῦ, προσγέγονέ τι τῷ Θεῷ καὶ Πατρί· καὶ ὃ μὴ πρότερον ὑπῆρχεν αὐτῷ, νῦν ἔχων φαίνεται· πῶς οὖν τέλειος ἦν ὁ τούτου λειπόμενος ἐξ ἀρχῆς; Ἀλλ' ἦν ἀεὶ τέλειος, οὐκ ἄρα ἐλείπετο τοῦ μείζονος· ἦν δὲ ἀεὶ τοῦτο, καθ' ὑμᾶς. Ἀλλ', ὦ βέλτιστοι, συνορᾶτε δή που καὶ ὑμεῖς ὅτι διὰ τὸ ἔλαττον καὶ τὸ μεῖζον ὑμῖν εὐλόγως κινδυνεύσει, καὶ δειχθήσεται λοιπὸν ἕωλος ὑμῶν ἡ πρότασις. Τὸ γὰρ μεῖζόν τινος λεγόμενον, οὐκ ἂν εἴη μεῖζον, μὴ ἑτέρου τινὸς πάντως παρακειμένου καὶ ἐλάττονος, πρὸς ὃ δὴ καὶ μετρούμενον, μεῖζον ὡς πρὸς αὐτὸ φαίνεται. Εἰ τοίνυν ἀεὶ μείζων ἦν ὁ Πατὴρ τοῦ Υἱοῦ, ἀνάγκη πᾶσα τὸν Υἱὸν συνεισφέρεσθαι τῷ Πατρὶ, πρὸς ὃν ὡς, καθ' ὑμᾶς, ἐλάττονα ὄντα συγκρινόμενος, μείζων ἐφαίνετο. Εἰ τοίνυν, κατὰ τὴν ὑμετέραν πρότασιν, διὰ τοῦτο μείζων ἐστὶν ὁ Πατὴρ τοῦ Υἱοῦ, ἐπειδήπερ αὐτὸς ἀϊδίως μὲν ἦν, ὁ δὲ Υἱὸς οὐχ οὕτως, ἐπειδὴ δέδεικται συνὼν ἀεὶ καὶ συνυπάρχων τῷ Πατρὶ, οὐκ ἔσται κατά τι γοῦν ἐλάττων, ἢ ἑτεροούσιος αὐτοῦ. Ὧ γὰρ λόγῳ μὴ συνὼν ἀπελείπετο τῆς ἰσότητος, τῷ αὐτῷ πάλιν καὶ ἐξ ἀντιστροφῆς λόγῳ, ἐπειδὴ συνυπάρχει, κατ' οὐδένα τρόπον ἀπολειφθήσεται. Ἐπὶ δὲ τῶν ἀλλήλοις κατὰ πάντα προσεοικότων φυσικῶς, καὶ μεγέθει μὴ μετρουμένων, ποῦ χωρήσει τὸ μεῖζον καὶ τὸ ἔλαττον; ΑΛΛΟ. Εἰ μείζων ὁ Πατὴρ τοῦ Υἱοῦ, κατὰ τὴν ὑμετέραν πρότασιν, ὦ χριστομάχοι, πῶς αὐτῷ τὴν ἰσότητα Παῦλος ἀποδίδωσι, λέγων· Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ· ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβὼν, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτόν; Εἰ τοίνυν ὁ τῆς ἐνανθρωπήσεως τρόπος τὴν ταπείνωσιν ἔχει, καὶ τὴν λεγομένην ἐνθάδε κένωσιν, ἀνάγκη πᾶσα σώζεσθαι τὸ τέλειον τῷ Υἱῷ κατ' ἰσότητα τὴν πρὸς τὸν Θεὸν καὶ Πατέρα πρὸ τῆς ἐνανθρωπήσεως. Ἐντεῦθεν γὰρ ἡμῖν φανεῖται καὶ ἡ ταπείνωσις. Εἰ γὰρ ἦν ἐλάττων ἐξ ἑαυτοῦ καὶ πρὸ τῆς ταπεινώσεως, ποῖ δὴ ἄρα καταβεβηκὼς ὀφθήσεται, καὶ τίς ἡμῖν ὁ τῆς ταπεινώσεως τρόπος; ΑΛΛΟ. Εἰ διὰ τὸ πάθημα τοῦ θανάτου βλέπομεν ἠλαττωμένον τὸν Ἰησοῦν, κατὰ τὴν τοῦ Παύλου φωνὴν, πρὸ τοῦ πάθους ἄρα τὸ ἔλαττον οὐκ ἦν ἐν αὐτῷ. Εἰπόντος δὲ τούτου, τὸ εἶναι τέλειον αὐτὸν εἰσβαίνειν ἀνάγκη. Τέλειος δὲ ὢν ὁ Υἱὸς, καὶ τῇ τοῦ Πατρὸς τελειότητι παρισούμενος, οὐκ ἐπιδέξεται δηλονότι τῶν ἀνομοίων τὸ ἔλαττον. ΑΛΛΟ. Τὴν ἰσότητα τῷ Υἱῷ προσμαρτυρῶν ὁ Παῦλος ἣν ἔχει πρὸς τὸν Πατέρα, φησί που σαφῶς· Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ. Λέγει δὲ αὐτὸν καὶ ἠλαττῶσθαι διὰ τὸ πάθημα τοῦ θανάτου. Οὐκ ἐνδεχομένου τοιγαροῦν ἐφ' ἑνὸς καὶ τοῦ αὐτοῦ σημαίνεσθαι ὁμοῦ τό τε μεῖζον καὶ τὸ ἔλαττον φυσικῶς, ζητητέον ὅπως ἐπὶ τοῦ Θεοῦ Λόγου διασώσομεν ἀμφότερα, καὶ περὶ τὸν ἕνα καὶ μόνον τὰ δύο κεῖσθαι δώσομεν. Οὐκοῦν καθὸ φύσει Θεὸς, ἴσος ἔσται τῷ γεγενηκότι Θεῷ· καθὸ δὲ γέγονεν ἄνθρωπος, ἠλαττῶσθαι λέγεται. Εἰ δέ τις ἀφέλοι τῆς φυσικῆς ὑπάρξεως αὐτοῦ τὴν ἰσότητα, καὶ μὴ ἐν τούτῳ ταύτην σώζεσθαι λέγοι, ποῖ δὴ λοιπὸν κείσεται; Ἢ ποῖον ἕξει τὸν τόπον τοῦ Υἱοῦ τὸ ἐξαίρετον, μόνης τῆς ἐλαττώσεως φαινομένης περὶ τὸν τῆς ἐνανθρωπήσεως τρόπον; Ἔτι εἰς τὸ αὐτό· Ὅτι ἴσος ὁ Υἱὸς κατὰ πάντα τῷ Θεῷ καὶ Πατρὶ, προκειμένου καὶ ἐξεταζομένου ῥητοῦ· Ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ Βα πτιστοῦ, μετὰ τῶν ἐφεξῆς. Ἀντίθεσις ὡς ἐκ τῶν δι' ἐναντίας. Καὶ πῶς ἂν εἴη, φησὶν, ἢ ἴσος ἢ ὅμοιος ὁ Χριστὸς, τουτέστιν, ὁ Υἱὸς τῷ παντελείῳ Πατρὶ, ὅς γε σαφῶς πού φησιν ὡς. Οὐκ ἐγήγερται μὲν ἐν γεννητοῖς γυναικῶν Ἰωάννου μείζων οὐδείς· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, μείζων αὐτοῦ ἐστιν. Αὐτὸς γὰρ ὢν ὁ μικρότερος κατὰ τὸν ἐν τῷ γεγεννῆσθαι χρόνον διὰ τῆς ἁγίας Παρθένου, τότε μόλις καὶ τὸ τῶν εἰς ἄκρον ἡκόντων ἀρετῆς ὑπεραναβήσεσθαι μέτρον ἑαυτὸν ὁμολογεῖ, ὅταν ἡ τῶν οὐρανῶν βασιλεία παραγένηται, μισθὸν ὥσπερ τινὰ τοῦτον τῆς εἰς ἡμᾶς διακονίας ἀντικομιζόμενον. Ὁ δὲ οὕτως ἔχων φύσεως, πῶς ἂν ἦν ὅμοιος, ἢ καὶ ἐν ἰσότητι φαίνοιτο τοῦ Θεοῦ καὶ Πατρός; Πρὸς ταῦτα λύσις ἐφεξῆς. Ἀνοήτως σφόδρα καὶ ἀμαθῶς οἱ τῆσδε διεσκεμμένοι τὴν τῶν εἰρημένων παρὰ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ διειλήφασι δύναμιν. Οὐ γὰρ ἵνα τῆς οἰκείας κατηγορήσῃ φύσεως, τὰ τοιαῦτά φησιν, οὐδὲ ὡς μέγα τι καὶ ἀξιοζήλωτον καύχημα περιτίθησιν ἑαυτῷ τῶν Ἰωάννου μέτρων τὴν ὑπεροχὴν, ὁ τοῖς τοῦ Θεοῦ καὶ Πατρὸς ἐπικομπάζων ἀξιώμασι, καὶ πάντα ἔχων ἐν ἑαυτῷ τὰ ἐκείνου φυσικῶς, διά γε τοῦτο βοῶν· Πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστιν. Ἔχει δὲ ὁ Πατὴρ τὸ παντέλειον· ἀπροσδεὴς ἄρα καὶ τέλειος ἐξαὐτοῦ γεγεννημένος ὁ Υἱός. Ὁ δὲ οὕτως ἔχων φύσεως κατὰ τὸν παρ' ἐκείνων λόγον, πῶς οὐκ ἂν εἴη λοιπὸν ὅμοιός τε καὶ ἴσος κατὰ πάντα τῷ φύσαντι; ΑΛΛΟ, διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς, ἐνάγον εἰς ὁμολογίαν, ὅτι κίβδηλον τῶν δι' ἐναντίας τὸ θεώρημα· καὶ ὅτι τὸ οὕτω νοεῖν, ἀμαθές. Φησί που Χριστός· Οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ Βαπτιστοῦ· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν. Ἀλλ' εἴπερ ἐνεχθὲν ἐπὶ τοῦ Χριστοῦ τὸ μικρότερον τὴν ἐν χρόνῳ ποσότητα σημαίνει, καὶ ἐπ' αὐτοῦ κρατήσει τοῦ ἁγίου Βαπτιστοῦ τὸ ἴσον ἀναλόγως τοῖς θεωρήμασι. Σημαίνει δὲ ὁμοίως τὸν χρόνον τὸ, Οὐκ ἐγήγερται μείζων. Ἀλλ' οὐκ ἀληθὴς ἡμῖν ὁ ἐπὶ τούτῳ λεχθήσεται λόγος, ἀντελεγχούσης τρόπον τινὰ τῆς θείας Γραφῆς καὶ βιῶναι λεγούσης τὸν μὲν τοῦ γένους ἡμῶν ἀρχηγέτην Ἀδὰμ ἐφ' ὅλοις ἔτεσιν ἐννεακοσίοις τὸν ἀριθμὸν καὶ πεντήκοντα· ἑτέρους δὲ πάλιν ἐκείνῳ τιθείσης εἰς ποσότητα τὴν ἐν χρόνῳ γείτονας, γεννητοὺς ὄντας ἐκ γυναικῶν, κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, καίτοι τοῦ προκηρύττοντος Βαπτιστοῦ κομιδῇ νέον τὸν καθ' ἡμᾶς ἀναλύσαντος βίου. Οὐκοῦν οὐ τὸν χρόνον ἐπ' αὐτοῦ τὸ μείζων δηλοῖ, μᾶλλον δὲ τὸν ἐν ἀρετῇ κεκτῆσθαι τὸ ὑψηλὸν, καὶ ἐπ' αὐτοὺς ἀναβῆναι λοιπὸν τῆς ἐνούσης ἀνθρώποις δικαιοσύνης τοὺς ὅρους· τούτοις ἀκολούθως καὶ ἐπὶ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ τὸ μικρότερος τῷ μείζονι ἀντιπαρακείμενον οὐ χρόνου δέξεταί τι σημαντικόν. Εἴη γὰρ ἂν οὔτως καὶ γέλωτος ἄξιον τὸ ἐν χρόνῳ ποσὸν, τῶν κατὰ ἀρετὴν ὑψωμάτων ἔσεσθαι μεῖζον ἐννοεῖν. Ποῖα γὰρ ὅλως τὰ τοιαῦτα πρὸς ἄλληλα τὴν σύγκρισιν ἐπιδέξεται; δηλώσει δὲ μᾶλλον ὡς ἐξ ἀναγκαίου λόγου τὸ ἐν ἁγιασμῷ μειονέκτημα· ἵνα λοιπὸν καὶ τῆς Ἰωάννου πολιτείας φαίνηται δεύτερος ὁ Υἱός. Ἐχούσης δὲ οἴκοθεν τῆς δυσφημίας τὸν ἔλεγχον, τὸ οὕτω νοεῖν παραιτούμεθα. Ὡς ἐκ τῶν δι' ἐναντίας. Τὴν ἁπλῆν, φασὶ, καὶ ἀπεριεργοτέραν τοῖς παρὰ τοῦ Σωτῆρος εἰρημένοις θεωρίαν ἐπάγοντες, χαριέντως αὐτὸν εἰρηκέναι πιστεύομεν ὅτιπερ ὁ μικρότερος ὡς ἐν ποσότητι χρόνου τοῦ κατὰ τὴν γέννησιν τὴν μετὰ σαρκὸς, ἔσται μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν καὶ τοῦ τελείου πρὸς τὴν ἐν ἀνθρώποις ἀρετήν. Οὐκοῦν τὸ μὲν μικρότερος τὸ Κυριακὸν εἰσοίσει πρόσωπον ἡμῖν· τὸ δὲ ἐν τελειότητι τῇ κατ' εὐσέβειαν ἀνθρωποπρεπεῖ κεῖσθαι τὸν ἅγιον Βαπτιστὴν, τὸ, Ἐν γεννητοῖς γυναικῶν μὴ ἠγηγέρθαι μείζονα, μαρτυρεῖ· ἀλλὰ καὶ τὸν οὕτω μέγαν ὑπεραλεῖται Χριστός. Ποῖον ἐν τούτοις τὸ ἄτοπον; Πρὸς ταῦτα λύσις. Εἰ μηδὲν ἐν τούτοις τὸ ἄτοπον, οὐχ ἁπλῶς εἰπεῖν, ἀλλὰ ζητεῖν ἀναγκαῖον· χρῆναι γὰρ οἶμαι γοργῶς τοῖς θείοις ἐπαγωνίζεσθαι λόγοις, οὐ πάντως τὴν ἐξ ἁπλουστέρων θεωρημάτων ἐρανίζειν διάγνωσιν, ὅτε δὴ μάλιστα πολλὴν ἡμῖν ἐμποιοῦσα τὴν ζημίαν ὁρᾶται. Ἵνα γὰρ καὶ νοήσωμεν οὕτως τὸ εἰρημένον, ὡς ὑμεῖς φατε καὶ βουλεύεσθε, σημαινέσθω χαριέντως διὰ τοῦ Μικρότερος ὁ Σωτήρ. Ὑπερκείσεται τοίνυνκατά τινα τρόπον τὸν ἅγιον Βαπτιστὴν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ἢ πῶς ἔσται μείζων αὐτοῦ; Κατὰ μὲν οὖν τὸν ἐν ποσότητι τοῦ γεγεννῆσθαι χρόνον, οὐκ ἄν τις, οἶμαι, σωφρονῶν ἐννοήσειε. Πῶς γὰρ ἄν τις καὶ φθάσαι τὸ ἀεὶ προβαδίζον αὐτοῦ, καὶ ταῖς τοῦ χρόνου περιόδοις ἀεὶ συντρέχον καὶ συνελκόμενον; Ὅνπερ γὰρ τρόπον τὰ ἐν ταῖς τῶν κύκλων περιστροφαῖς ἀεὶ πρὸς τὸ πρόσω χωρεῖ τὴν τοῦ διώκοντος καὶ κατόπιν κειμένου παρεκνεύοντα θέσιν, οὔτως οἱ τὸ ἐν χρόνῳ τρίβοντες μέτρον, ἀεὶ μεῖζον ἐν αὐτῷ κατὰ τῶν ὕστερον κεκτήμεθα. Οὐκοῦν οὐ κατὰ τοῦτο πλεονεκτήσει Χριστὸς τὸν ἅγιον Βαπτιστὴν, λείπει δὴ λοιπὸν ὡς ἐξ ἀνάγκης εἰπεῖν, ὅτι κατὰ τὸν τῆς ἁγιότητος τρόπον. Πῶς γὰρ ἄν τις ἑτέρως ἐν αὐτοῖς ἐπινοήσειε τὸ μεῖζον; Ἀλλ' εἰ τότε κατὰ τὸν τῆς βασιλείας δηλονότι καιρὸν μείζων ὀφθήσεται, νῦν ἄρα τὸ ἴσον ἢ τὸ ἔλαττον ἔχει. Ἐπειδὴ δὲ, ὡς εἰκὸς, τὸ ἐν ἐλάττοσι τῶν Ἰωάννου κεῖσθαι Χριστὸν λογιοῦνται δυσσεβεῖς, ἀποδώσουσιν ἄρα τὸ ἴσον. Ἀλλ' ὁράτωσαν καὶ τοῦτον αὐτοῖς ἀσθενοῦντα τὸν λογισμόν. Ποία γὰρ ἰσότης αὐτοῖς ἐν ἁγιασμῷ σωθήσεται; Πῶς δὲ οὐ νικήσει Χριστὸς ἀσυγκρίτοις ὑπεροχαῖς, ὅταν ἴδῃς τὸν μακάριον Ἰωάννην λέγοντα πρὸς αὐτόν· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι; Χωρὶς δὲ πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται καὶ ἁγιάζεται. ΑΛΛΟ. Προσεφώνει τοῖς Ἰουδαίοις ὁ μακάριος Βαπτιστής· Ἐγὼ ὑμᾶς ἐβάπτισα ἐν ὕδατι. Ὀπίσω μου ἔρχεται ἀνὴρ, οὗ οὐκ εἰμὶ ἱκανὸς ἴνα κύψας λύσω τὸν ἱμάντα τοῦ ὑποδήματος. Ἐκεῖνος ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί. Οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ, καὶ συνάξει τὸν σῖτον εἰς τὴν ἀποθήκην, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ. Ποῖος οὖν ἄρα πρὸς ταῦτα γενήσεται λόγος τοῖς ἐν ἰσότητι τῶν Ἰωάννου μέτρων τιθεῖσι τὸν Κύριον; Οὔπω γὰρ μείζων, εἴπερ ἔσται ποτὲ, κατὰ τὴν ἐκείνων διάληψιν, ὅτου χάριν ἑαυτὸν μὲν ὕδατι βαπτίζειν, τὸν δὲ τοῦ Πνεύματος ἔσεσθαι χορηγὸν διϊσχυρίζεται; Καὶ αὐτὸς μὲν, ὡς οἰκέτης, οὐδ' ὅσον ἀποθίγειν τοῦ ἱμάντος ἀποτολμᾷ· τὸν δὲ τῆς ἅλω Δεσπότην εἶναί φησι. Τοῦτο γὰρ σημαίνει τὸ, Διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ. Καὶ διανομέα τε καὶ οἱονεὶ σημάντορα τῶν ἑκάστῳ πρεπόντων ὀφθήσεσθαι λέγει· ὡς τὸν μὲν δίκαιόν τε καὶ ἀγαθὸν σίτου δίκην ταῖς οὐρανίοις εἰσκομίζειν αὐλαῖς, πυρὸς δὲ ποιεῖσθαι τροφὴν ἀχύρου τρόπον ἀποτιναχθέντα τὸν ἄδικον. Ἀλλ' εἴπερ ἦν ἐν ἴσῳ μέτρῳ τῷ μικρὸν ὕστερον ἐσομένῳ μείζονι, τί μὴ καὶ αὐτὸς βαπτίζει μὲν ἐν ἁγίῳ Πνεύματι· διακαθαίρει δὲ τὴν ἅλωνα αὐτοῦ, καὶ τὸ Δεσποτικὸν ἀξίωμα περικείμενος κρίνει τὴν οἰκουμένην ἐν δικαιοσύνῃ; Ἐπειδὴ δὲ τούτων οὐδὲν ὁ μακάριος Βαπτιστὴς Ἰωάννης ἐπιτελῶν εὑρίσκεται, πράττει δὲ ὁ Χριστὸς ἐν ἐξουσίᾳ θεοπρεπεῖ, οὐκ ἴσος ἄρα ἐκεῖνος τῷ τοσοῦτον ἐξαλλομένῳ καὶ ἀναβαίνοντι. ΑΛΛΟ. Τὴν διὰ πίστεως ἄφεσιν ὑπισχνούμενος ἡμῖν ὁ τοῦ Θεοῦ Λόγος, διὰ τοῦ προφήτου φησὶν Ἡσαΐου· Ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἀνομίας σου, καὶ οὐ μὴ μνησθήσομαι. Ἐπειδὴ δὲ ᾔδη παρῆν, καὶ διὰ τῆς ἁγίας ἐγεννήθη Παρθένου, ἐπὶ γῆς τε ὤφθη, καθὰ γέγραπται, καὶ τοῖς ἀνθρώποις συνανεστρέφετο, κατασημαίνει τοῖς ὁρῶσιν αὐτὸν ὁ κήρυξ καὶ πρόδρομος, καὶ δὴ καί φησιν ὁ μακάριος Βαπτιστής· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Εἴπερ οὖν ἔσται, κατά τινας, μείζων Ἰωάννου Χριστὸς ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, καὶ τοῦτο ἐν ἐλπίσιν ἔχει τὸ γέρας, ἦν ἄρα πάντως οὐκ ἐν ἐλαττώσει, ἐν ἰσότητι δὲ, κατὰ τὸ εἰκός. Εἶτα πῶς τὰ ἐν ἴσῳ μέτρῳ τοσοῦτον δι' ἀλλήλων ἀπολιμπάνεται, ὡς τὸν μὲν δύνασθαι τοῦ κόσμου τὴν ἁμαρτίαν ἀφαιρεῖν, καὶ τοῦτο ἐνεργεῖν ἐξουσιαστικῶς· τὸν δὲ τοῦ καθαίροντος καὶ ἁγιάζοντος ἐπιδεᾶ καθεστάναι; Χρείαν γὰρ ἐγὼ, φησὶν, ἔχω ὑπὸ σοῦ βαπτισθῆναι. Ἐπειδὴ δὲ οὐκ ἐν τοῖς τινος δεομένοις, ἀλλ' ἐν τοῖς χορηγοῦσι τὸ μεῖζον ὁρᾶται, καὶ ὁ μὲν, ὡς Θεὸς, ἀφίησιν ἁμαρτίας, ὁ δὲ δύναται τοῦτο ποιεῖν οὐδαμῶς, οὐκ ἴσος ἄρα τῷ τοσοῦτον ἐξηλλαγμένῳ. ΑΛΛΟ, ὡς ἐν ἐπιτομῇ καὶ ἁπλότητι. Εἰ μείζων ἔσται τοῦ ἁγίου Βαπτιστοῦ, κατά τινας, ὁ Σωτὴρ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ἢ ἴσος, ἢ ἐν ἐλαττώσει ἐστὶ κατὰ τὸν τῆς ἐνανθρωπήσεως χρόνον. Ἐν μὲν οὖν ἐλαττώσει, οὐδαμῶς. Ἐν ἰσότητι δέ· τοῦτο γάρ πώς ἐστι τὸ πρεπωδέστερον. Ἀλλ' εἴπερ ὄντως ὁ τῆς ἰσότητος ἐπ' ἀμφοῖν σώζεται λόγος, καλείσθω καὶ Ἰωάννης σοφία καὶ δύναμις τοῦ Πατρὸς, χρηματιζέτω δὲ εἰκὼν καὶ χαρακτὴρ, καὶ ἀπαύγασμα τῆς ὑποστάσεως αὐτοῦ. Φερέτω καὶ αὐτὸς τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ· ἀκουέτω καὶ αὐτὸς παρὰ τοῦ Πατρός· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε· καί· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Εἰσαγέσθω καὶ αὐτὸς ὡς πρωτότοκος εἰς τὴν οἰκουμένην, προσκυνείσθω παρὰ τῶν ἁγίων ἀγγέλων, λεγέτω δὲ ἀνεγκλήτως περὶ ἑαυτοῦ· Ἐγὼ καὶ ὁ Πατὴρ ἔν ἐσμεν. Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα· καὶ πάλιν· Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή· καί· Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. Εἰ δὲ ταῦτα μὲν ἔστι πάντα Χριστὸς, οὐκέτι δὲ καὶ ὁ πρὸς ἰσότητα τὴν πρὸς αὐτὸν καλούμενος ἀμαθῶς, πῶς οὐ λίαν ἀπαίδευτον παντί τῳ φανεῖται λοιπὸν, τὸ μείζονά ποτε γενήσεσθαι νομίζειν αὐτοῦ, τὸν ἀεὶ τοῦτο ὑπάρχοντα φυσικῶς, ὡς Θεόν; ΑΛΛΟ. Εἰ ἐν τῷ ποτὲ τὴν Ἰωάννου πλεονεκτήσειν ἀρετὴν ἀξιάγαστος ὀφθήσεται Χριστὸς, οὐδὲν ἐν αὐτῷ τὸ μέγα· ἐπεὶ καὶ ἄγγελοι κρείττους αὐτοῦ κατά γε τὸν λόγον τῆς οἰκείας φύσεως, καὶ τῆς εἰς Θεὸν εὐσεβείας τὴν ὑπεροχήν. Εἶτα ποῖ ποτε βαδιεῖται ΠαῦλοςἩμῖν ὁ σοφώτατος τοσοῦτον ἀγγέλων ὑπερτιθεὶς τὸν Χριστὸν, ὅσον ἡ θεία φύσις τὴν γενητὴν ὑπερτρέχει. Τίνι γὰρ, εἶπε, ποτὲ τῶν ἀγγέλων, φησί· Κάθου ἐκ δεξιῶν μου; Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα; Πῶς οὖν ὁ τοσοῦτον τοὺς Ἰωάννου μείζονας ἀγγέλους ἀναβαίνων Υἱὸς, ὡς καὶ τοῖς τοῦ Πατρὸς ἐνιδρύσθαι θώκοις, ὡς μέγα τι καὶ ἀξιόπιστον ἐφ' ἑαυτῷ φησιν, ὡς ἔσται μείζων αὐτοῦ κατὰ τὸν τῆς βασιλείας καιρὸν, καίτοι τὸ μεῖζον ἔχων ἀεί; Πῶς γὰρ οὐχ οὕτως ὁ ἐν ἰσότητι τοῦ Θεοῦ καὶ Πατρός; ΑΛΛΟ. Εἰ λύχνος ἦν ὁ μακάριος Βαπτιστὴς, φῶς δὲ ὁ Χριστὸς, πῶς ἐν ἰσότητι κείσεται τῇ λύχνῳ τὸ φῶς, καὶ τὸ φωτίζειν πεφυκὸς τῷ φωτὸς δεομένῳ; Τὸ δὲ τοσοῦτον ἀεὶ πλεονεκτοῦν, πῶς ἐν ἐλαττώσει ὃν, ἐπὶ τὸ μεῖζον ἀναβήσεται; ΑΛΛΟ. Εἰ ὁ ἔχων τὴν νύμφην νυμφίος ἐστὶ, τουτέστιν ὁ Χριστὸς, ὁ δὲ φίλος τοῦ νυμφίου ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ, τουτέστιν ὁ μακάριος Βαπτιστὴς, ἕτερος ἄρα παρ' αὐτόν ἐστιν οὐ μόνον δηλονότι διαστελλόμενος ἀριθμῷ, ἀλλὰ τὸ ἴσον οὐκ ἔχων ἐν ἀξιώματι καὶ τιμῇ. Εἴπερ ὁ μέν ἐστι πανηγυράρχης ἀληθῶς, ὁ δὲ τῆς ἑτέρου πανηγύρεως μέτοχος, καὶ διὰ τοῦτο λαμπρότερος. ΑΛΛΟ. Αὐτός πού φησιν ὁ μακάριος Βαπτιστὴς περὶ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ· Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν. Εἶτα τὸ οἰκεῖον ἐκκαλύπτων μέτρον· Ὁ ὢν ἐκ τῆς γῆς, φησὶν, τὰ τῆς γῆς λαλεῖ. Εἴπερ οὖν ἐν ἰσότητι κείσεται τῇ πρὸς αὐτὸν ὁ Σωτὴρ, ὡς οὔπω τὸ μεῖζον ἀπολαβὼν, οὐδὲν, ὡς εἰκὸς, διακωλύσει καὶ τὸ ἑκατέρῳ κυρίως προσὸν μεταβαίνειν ἐπὶ τὸν ἕτερον· ὡς νοεῖσθαι μὲν, ἄνωθέν τε καὶ ἐπάνω πάντων τὸν ἄγιον Βαπτιστὴν, ἀπὸ δὲ τῆς γῆς τὸν Κύριον. Ἀλλὰ τοῦτο ἄτοπον. Ὁ μὲν γὰρ, ὡς κατὰ φύσιν ὑπάρχων Θεὸς, ἐπάνω πάντων ἐστίν· ὁ δὲ τῆς κάτω καὶ ὑποκειμένης τῷ Θεῷ κτίσεως ἐκπεφυκὼς ἐκ τῆς γῆς ἐστιν. Οὐκ ἴσος ἄρα, μᾶλλον δὲ ἀσυγκρίτοις ὑπεροχαῖς παραχωρήσει τὸ νικᾷν τῷ Χριστῷ. Πῶς οὖν ἔσεσθαί ποτε προσδοκηθήσεται μείζων ὁ ἀεὶ τοσοῦτον ὑπερκείμενος; ΑΛΛΟ. Μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν ἀνακαινίζων ἐν ἡμῖν ὁ Σωτὴρ τὴν ἀρχαιοτάτην τοῦ Πνεύματος χάριν, ἐνεφύσησε τοῖς μαθηταῖς λέγων· Λάβετε Πνεῦμα ἅγιον. Καὶ πάλιν αὐτός πού φησι περὶ τοῦ Πνεύματος· Ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει. Ἀλλὰ καὶ Πνεῦμα Χριστοῦ τὸ ἅγιον Πνεῦμα καλεῖται παρὰ ταῖς θείαις Γραφαῖς, κατὰ τὸ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων κείμενον· Διελθόντες δὲ Ἀσίαν καὶ τὴν Γαλατικὴν χώραν, ἐπείραζον εἰς τὴν Βιθυνίαν ἀπελθεῖν, καὶ οὐκ εἴασεν αὐτοὺς τὸ Πνεῦμα Ἰησοῦ. Εἴπερ οὖν ὡς ἐσόμενός ποτε μείζων Ἰωάννου Χριστὸς, ἐν ἰσότητι τέως τῇ πρὸς αὐτὸν εὑρεθήσεται, ἀνανεούτω κἀκεῖνος ἐν ἡμῖν τὴν τοῦ Πνεύματος χάριν, καὶ χορηγείτω καὶ αὐτὸς, ὥσπερ οὖν ἐποίει Χριστὸς, λεγέσθω δὲ καὶ αὐτοῦ Πνεῦμα τὸ ἐν Θεῷ καὶ Πατρὶ, βοάτω καὶ αὐτὸς περὶ τοῦ Πνεύματος· Ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει. Ἀλλὰ τοῦτο καὶ μόνον ἐννοεῖν, ἀσεβές. Οὐκ ἄρα ἴσος ἐστὶ τῷ Χριστῷ, οὐδὲ ὀψὲ παραχωρήσει τὸ μεῖζον, ἀεὶ τὸ ἔλαττον ἔχων, καὶ τοσοῦτον ἡττώμενος, ὅσον ἄνθρωπος Θεοῦ. ΑΛΛΟ. Θεὸν ὄντα κατὰ φύσιν ἐπιδεικνύων ἑαυτὸν ὁ Υἱὸς, ἀντιδιαστέλλει τῇ κτίσει, καί φησιν· Ἐγὼ ἐκ τῶν ἄνω εἰμὶ, ὑμεῖς ἐκ τῶν κάτω ἐστέ. Οὐκοῦν λεγέτω τοῦτο καὶ ὁ μακάριος Βαπτιστὴς, ὡς οὔπω τὸ ἐν μείζοσιν εἶναι παραχωρῶν τῷ Χριστῷ, εἴπερ ἔσται τοῦτό ποτε, κατὰ τήν τινων ὑπόνοιαν. Ἀλλὰ μὴν ἐκ τῆς γῆς εἶναί φησιν ἐαυτὸν, καὶ τὸ οἰκεῖον οὐκ ἠγνόησε μέτρον. Μείζων ἄρα Χριστὸς, οὐκ ἐσόμενος τοῦτο ποτὲ, ἀλλ' ἔχων ἀεὶ τὸ πλέον ὡς Θεὸς ἐκ Θεοῦ· τοῦτο γὰρ σημαίνει τὸ, Ἐκ τῶν ἄνω εἰμί. ΑΛΛΟ. Ὁ μακάριος εὐαγγελιστὴς Ἰωάννης τὸ φύσει προσὸν ἀξίωμα τῷ Υἱῷ διερμηνεύων ἀκριβῶς, καὶ τὸ Ἰωάννου μέτρον ὡς οἰκέτου γνησίου παρατιθεὶς, οὕτω φησίν· Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Ποῖ ποτε οὖν ἄρα προκόψει Χριστὸς τοῖς Ἰωάννου συγκρινόμενος μέτροις; Ἢπῶς οὐ μεῖζον ἀεὶ τὸ φωτίζειν εἰδὸς καὶ δυνάμενον, τοῦ δεομένου φωτίζεσθαι, καὶ τῆς ἀπὸ τοῦ λαμπρύνοντος χρῄζοντος χορηγίας; Πῶς δὲ οὐχὶ πάντως ὁ πρὸς μόνην μαρτυρίαν παραληφθεὶς καὶ τοῦτο ἔχων ἀξίωμα, παραχωρήσει τὸ μεῖζον ἀεὶ τῷ δι' ὅν ἐστιν ἐξαίρετος; ΑΛΛΟ. Ἀναλεγόμενός ποτε τοῖς Ἰουδαίοις ἔφησεν ὁ Χριστός· Ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην, καὶ μεμαρτύρηκε τῇ ἀληθείᾳ. Ἐγὼ δὲ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω. Ἀλλ' εἴπερ ἐστὶ καὶ τῆς Ἰωάννου μαρτυρίας κρείττων ὁ Σωτὴρ, οὐκ ἄρα ἴσος, ἀλλὰ μείζων ἀεὶ καὶ ἀξιολογώτερος. Ὁ δὲ οὕτως ἔχων ποῖ ποτε ἄρα προβήσεται, ἢ πρὸς ποῖον ἔτι μεῖζον ἀναβήσεται; ΑΛΛΟ. Ὁ μακάριος Ζαχαρίας ὁ τοῦ ἁγίου Βαπτιστοῦ, κατὰ σάρκα πατὴρ, ὅτε τὴν ὑπὲρ αὐτοῦ προσῆγεν εὐχαριστίαν ταῖς ἐκ προφητείας ἀναμεμιγμένην φωναῖς, ἀπεφθέγγετο· Καὶ σὺ, παιδίον, προφήτης ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάσαι αὐτῷ λαὸν κατεσκευασμένον. Καὶ αὐτὸς δέ που παρὰ τῶν Ἰουδαίων τὸ τίς ἂν εἴη διερωτώμενος· Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, φησίν· Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου. Λέγετε τοίνυν ἡμῖν οἱ προβεβλῆσθαί ποτε τὸν Χριστὸν ἐπὶ τὸ μεῖζον ἀμαθῶς ὑποπτεύοντες, καὶ τὸ Ἰωάννου μέτρον ὑπεραλεῖσθαι μόλις ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, πότε τοῦ Ὑψίστου προφήτης οὐκ ἂν ἐλάττων νοοῖτο δικαίως; Πότε δὲ ὁ κήρυξ καὶ πρόδρομος καὶ τὴν οἰκέτῃ πρέπουσαν διακονίαν ἀποπληρῶν, εἰς τὸ ἴσον ἀναβαίνει μέτρον τῷ κατὰ φύσιν Κυρίῳ; Ἀλλ', οἶμαι, πᾶσίν ἐστιν ὁ λόγος εὐσύνοπτος. Πῶς οὖν ὁ μείζων ἀεὶ, τοῦτο ἔσται κατὰ καιροὺς, εἴπερ ὡς ἐσόμενος μείζων Ἰωάννου Χριστὸς, Ὁ μικρότερος, φησὶν, ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, μείζων αὐτοῦ ἐστιν; Ἐξήγησις εὐσεβὴς ὅλου τοῦ κεφαλαίου, τὸν ἐν τῷ θεωρήματι σκοπὸν ἀπογυμνοῦσα γοργῶς. Ἐξαρκούντως ἤδη κατά γε τὸν ἡμέτερον νοῦν τὸν ἐν τοῖς προλαβοῦσι βασανίσαντες λόγον, καὶ τῶν θεωρημάτων ἕκαστον μετὰ τῆς δεούσης ἀκριβείας διευκρινησάμενοι τόν τε τῶν δι' ἐναντίας ὡς οὐκ ἔχοι καλῶς διελέγξαντες σκοπὸν, ἐπ' αὐτὰ δὴ λοιπὸν ἰέναι προσήκειν ἐνενοήσαμεν τὰ ἐξ ἀληθείας θεωρήματα καὶ τὴν ἐν τῷ παροισθέντι ῥητῷ διαπτύσσειν διάνοιαν. Οὐ γὰρ οἶμαι δεῖν, ὡς οὐκ ἄριστα νοοῦσι, μόνον ἐπιτιμᾷν τοῖς ὅτι μείζων ἔσται Χριστὸς Ἰωάννου κατά τινα χρόνον διειληφόσιν, ἀλλὰ καὶ αὐτῇ τῇ παραθέσει τῶν ἀληθεστέρων ἐννοιῶν ἀποκρούεσθαι τῷ μὴ δοκεῖν οὐ δεόντως ἐπισκήπτειν αὐτοῖς. Φέρε δὴ οὖν ἐπ' αὐτὸ λοιπὸν ἴωμεν τὸ ἀνάγνωσμα, καὶ τῶν εἰρημένων παρὰ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ τὴν αἰτίαν ἀνακεφαλαιούμενοι, τοὺς ἀκροωμένους διδάσκωμεν, τίς ἂν εἴη λοιπὸν ὁ τοῦ λόγου σκοπός. Οὐκοῦν, ἐντεῦθεν γὰρ ἤδη τὴν ἀρχὴν ποιησόμεθα, ὁ Ἰωάννης ἐν τῷ δεσμωτηρίῳ ἀκούσας τὰ ἔργα τοῦ Χριστοῦ, πέμψας δύο τῶν μαθητῶν αὐτοῦ εἶπεν αὐτῷ· Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν; Πρὸς ταῦτα Χριστὸς ἀπεκρίνατο· Πορευθέντες εἴπατε Ἰωάννῃ ἃ ἠκούσατε καὶ βλέπετε, καὶ τὴν τῶν σημείων καταλέγει μεγαλουργίαν. Ἐπειδὴ δὲ πρὸς τὸν μακάριον Βαπτιστὴν πάλιν ἀνεκομίζοντο οἱ μαθηταὶ, λέγει πρὸς τὴν περιεστῶσαν πληθὺν τῶν Ἰουδαίων ὁ Σωτήρ· Τί ἐξήλθετε εἰς τὴν ἔρημον ἰδεῖν, κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; ἀλλ' ἐν μαλακοῖς ἱματίοις ἄνθρωπον ἠμφιεσμένον; ἀλλὰ προφήτην; Ναὶ λέγω ὑμῖν καὶ περισσότερον προφήτου. Οὗτος γάρ ἐστι περὶ οὗ γέγραπται· Ἰδοὺ ἀποστελῶ τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. Εἶτα πρὸς τούτοις φησὶ ζητούμενον· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ Βαπτιστοῦ· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, μείζων αὐτοῦ ἐστι. Καὶ οὐ μέχρι τούτων ὁ λόγος. Ἐπιφέρει γὰρ εὐθύς· Ἀπὸ δὲ τῶν ἡμερῶν Ἰωάννου τοῦ Βαπτιστοῦ ἕως ἄρτι ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν. Ὅλον ἐν τούτοις, ὡς ἔπος εἰπεῖν, τὸ κεφάλαιον τὴνσυμπλήρωσιν ἔχει. Χρῆναι δὲ οἶμαι τῶν νοημάτων ἕκαστον ἐπιδρομάδην διεξιόντας εἰπεῖν, τίς μὲν αἰτία δεσμώτην ἐποίει τὸν ἅγιον Βαπτιστὴν, ὅτου δὲ χάριν ἀνεπυνθάνετο τοῦ Χριστοῦ διὰ τῶν οἰκείων μαθητῶν, εἴπερ εἴη σαφῶς αὐτὸς ὁ ἐρχόμενος· καὶ τίς ἢ πόθεν ἡ πρὸς τοὺς ὄχλους ἀπόκρισις γέγονε τοῦ Χριστοῦ. Ἢ τί τὸ πεπεικὸς ὡς Ἐγήγερται μὲν οὐδεὶς ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου λέγειν, εἶναί γεμὴν τοῦ τοσούτου μείζονα τὸν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μικρότερον; Οὐκοῦν ἐπ' αὐτὴν ἰτέον τὴν τῶν προτεθέντων ἐξήγησιν. Παράδοξόν τινα καὶ ξένην ἐπιτηδεύσας πολιτείαν ὁ μακάριος Βαπτιστὴς, καὶ βίου τρίβον ἐλάσας ἀσυνήθη τοῖς ἄλλοις καὶ οὐ τοῖς τυχοῦσι βατὴν, ἐθαυμάζετο μὲν, καὶ λίαν εἰκότως, παρὰ τῶν Ἰουδαίων· τὸν δὲ ὅσον οὐδέπω, μᾶλλον δὲ ἤδη παρόντα, κηρύττων Χριστὸν, μονονουχὶ καὶ χεῖρα προτείνει λέγων· Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Ἐπειδὴ δὲ ὁ παρ' αὐτοῦ μαρτυρούμενος Κύριος, λιπεῖν ἐδόκει τὴν ἐκ νόμου διὰ Μωσέως λατρείαν, τὴν εὐαγγελικὴν ἀντ' ἐκείνης πολιτείαν εἰσφέρων, μᾶλλον δὲ τὰ ἐν τύπῳ καὶ σκιᾷ μεταρυθμίζων εἰς ἀλήθειαν, οὐκ ἔξω μομφῆς ὁ μακάριος ἔκειτο Βαπτιστὴς, ἅτε δὴ συνηγορεῖν ἀναπεπεισμένος τῷ τὴν νομικὴν ἀνατρέποντι παίδευσιν, κατά γε τοὺς τῶν ἀνοήτων λόγους. Εἰ γὰρ ἦν οὗτος παρὰ Θεοῦ, ἔφασκον, ὁ ἄνθρωπος, οὐκ ἂν ἔλυε τὸ Σάββατον. Τί οὖν ἄρα μηχανᾶται πρὸς τοῦτο; Τὰς τῶν Ἰουδαίων οὐ πάντως ἀποκρουόμενος, ἀλλ', ἵν' οὕτως εἴπω, διαχλευάζων ἐννοίας, συναγορεύειν προσποιεῖται τῷ νόμῳ, καὶ Μωσαϊκῶν ὑπεραγωνίζεσθαι προσταγμάτων. Πολλῶν γὰρ τῷ τηνικάδε κατὰ ποικίλους παρανομούντων τρόπους, πρόσεισι μόνον τὸν Ἡρώδην διελέγχων, καὶ ῥιψοκινδύνως περὶ τῆς Ἡρωδιάδος βοῶν· Οὐκ ἔξεστί σοι ἔχειν αὐτήν· οὐδένα γὰρ ὅλως τοῦ παθεῖν ἐποιεῖτο λόγον, ἄχρις ἂν αὐτῷ κατὰ τὸν προτεθέντα σκοπὸν διεξίοι τὰ πράγματα. Δεσμώτης τοίνυν ὁ δίκαιος ἐκ τυραννικῶν ἐγίνετο προσταγμάτων, καὶ τὸ πάθος ἐδυσώπει τὸν φιλεγκλήμονα τῶν Ἰουδαίων λαόν. Ὡς γὰρ ὑπὲρ νόμου πάσχοντα λοιπὸν, ἀγαπᾷν ἠναγκάζετο, ἑτοιμότερός τε ἤδη τοῖς παρ' αὐτοῦ κηρυττομένοις πρὸς τὸ πιστεύειν ἐγίνετο. Οὐκοῦν τὰς τῶν Ἰουδαίων εὐνοίας, καὶ τὴν τῶν σκληροτέρων ἀπείθειαν ἀγοράζειν ὥσπερ ὁ Βαπτιστὴς διὰ τοῦ πάσχειν ἠπείγετο. Ἐπειδὴ δὲ Πνεύματος ἁγίου μέτοχος ὢν, καὶ προφητικῆς ἀναπεπλησμένος χάριτος ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ, τὸ τυραννικὸν ἐθεώρει ξίφος ἀπογυμνούμενον ἤδη, καὶ τὸν τοῦ σώματος ἀπαστράπτον θάνατον, ἐζήτει τοὺς οἰκείους μαθητὰς βεβαιῶσαι πρὸς τὴν πίστιν τὴν ἐπὶ τῷ Σωτῆρι Χριστῷ· εἰδέναι τε καὶ μάλα σαφῶς ἐπεθύμει κατ' οὐδὲν ἐνδοιάζοντας, ὅτιπερ αὐτός ἐστιν ὁ ἐπὶ σωτηρίᾳ πάντων ἥξειν προσδοκώμενος. Προσποιεῖται τοίνυν οἰκονομικῶς ἀγνοεῖν, ἵνα πιστεύσαντι σύνδρομοι πάλιν οἱ μαθηταὶ πρὸς τὸ πιστεύειν εὑρίσκοιντο. Ἦν γὰρ δὴ καὶ φρονήματος οὐ μικρὰν ἐν ἑαυτῷ τὴν ἀλαζονείαν ὠδίνοντος, μὴ ταῖς τοῦ διδασκάλου μᾶλλον, ἀλλὰ ταῖς οἰκείαις παιδαγωγεῖσθαι βουλαῖς Οὐκοῦν οἰκονομικῶς, καὶ ἵν' οὕτως εἴπωμεν, ὥσπερ ἐπὶ σκηνῆς τὸ τῶν ἀγνοούντων προσωπεῖον ἑαυτῷ περιθεὶς, πέμπει τῶν οἰκείων μαθητῶν, οἵπερ ἦσαν συνετώτεροι, καὶ δὴ καὶ ἀναπυνθάνεσθαι κελεύει, καὶ διὰ ζώσης τοῦ Σωτῆρος φωνῆς ἐκμαθεῖν, εἰ αὐτός ἐστιν προσδοκώμενος. Ἐπειδὴ δὲ ἧκον ἤδη πρὸς τὸν Ἰησοῦν οἱ ἀπεσταλμένοι, τοῦτο συνεὶς, ἅτε δὴ Θεὸς ὑπάρχων ἀληθινὸς, πλουσιωτέραν ἐποιεῖτο τὴν ἐπὶ τοῖς κάμνουσι φιλοτιμίαν, καὶ παραδόξων ηὑρίσκετο ποιητὴς τότε μᾶλλον ἢ πρότερον· ἐκεῖνα δὲ οἰκονομικῶς εἰργάζετο κατ' ἐκεῖνο μάλιστα καιροῦ, ἅπερ αὐτὸν ἐπιτελέσειν, ὅταν ἥκοι πρὸς ἡμᾶς, οἱ προφῆται διήγγελλον. Ἐρωτώμενος τοίνυν, οὐκ εὐθὺς ὑπαντᾷ καί φησι τὸ, Ἐγώ εἰμι, ἀλλὰ τοῖς προφητικοῖς κηρύγμασι τὴν ἐν τοῖς ἀποτελεσθεῖσι παραθεὶς μεγαλουργίαν· Πορευθέντες, φησὶν, ἀπαγγείλατε Ἰωάννῃ ἃ εἴδετε καὶ ἠκούσατε· ἠκούσατε μὲν γὰρ διὰ τῶν προφητῶν, εἴδετε δὲ πληρωθέντα δι' ἐμοῦ. Ἀλλὰ τούτων πορευομένων, ὡς αὐτός φησιν ὁ εὐαγγελιστὴς, ἤρξατο ὁ Χριστὸς λέγειν τοῖς ὄχλοις περὶ Ἰωάννου· Τί ἐξήλθετε ἰδεῖν; καὶ τὰ τούτοις ἐφεξῆς κείμενα. Ἀναγκαῖον δὲ πάλιν καὶ τὸν περὶ τούτου λόγον ἐποιήσατο Χριστός. Ἐπειδὴ γὰρ ἐμάνθανεν ἡ περιεστῶσα τῶν ἀκροωμένων πληθὺς, ὡς ἦσαν μὲν τῶν Ἰωάννου μαθητῶν οἱ τὴν πεῦσιν προσάγοντες, ἧκον δὲ οὐκ ἰδίας ὥσπερ ἀγνοίας ζητοῦντες ἀπαλλαγὴν, ἀλλὰ τῆς αὐτοῦ πεπομφότος καὶ διερωτᾷν ἀναπείθοντος, κατενόησεν ἅτε δὴ καὶ καρδίας εἰδὼς, καὶ τὰ ἐν τῷ ἀνθρώπῳ γιγνώσκων, ὅτι πάντως ἐροῦσί τινες καὶ λογιοῦνται καθ' ἑαυτούς· Εἰ μέχρι σήμερον ἀγνοεῖ τὸν Ἰησοῦν ὁ μακάριος Ἰωάννης, πῶς ἡμῖν αὐτὸν ἐδείκνυε λέγων· Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου; Καὶ ἦν οὐ μικρὸν ἐντεῦθεν ὑπολαβεῖν ἔσεσθαι τοῖς ὄχλοις τὸ βλάβος. Οὐκοῦν τὸ συμβεβηκὸς αὐτοῖς θεραπεύων πάθος, καὶ τὴν ἀπὸ τοῦ σκανδάλου ζημίαν ἀποῤῥιζῶν, λέγει πρὸς αὐτούς· Τί ἐξήλθετε εἰς τὴν ἔρημον ἰδεῖν; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; Ἐθαυμάσατε, φησὶ, τὸν μακάριον Βαπτιστὴν, καὶ δὴ καὶ τὴν πρὸς αὐτὸν ἀποδημίαν ἐπονίσασθε πολλάκις, τὰς οὕτω μακρὰς τῆς ἐρήμου κατατρίβοντες ὁδοὺς, καὶ ἱδρῶτι πολλῷ τὴν ἐντεῦθεν ὠφέλειαν ὠνούμενοι. Ἄρ' οὖν εἰκῆ καὶ προχείρως, φησὶν, ἐθαυμάζετε, εἴπερ οὕτως αὐτὸν ἐλαφρὸν ἔχειν οἴεσθε τὸν νοῦν, ὡς προσεοικέναι καλάμῳ τῷ λίαν ἑτοίμως ἐφ' ὅπερ ἂν συνωθῇ τὸ πνεῦμα συννεύοντι. Πῶς γὰρ οὐχὶ τοιοῦτος ὢν εὑρεθήσεται, εἴπερ ὄντως, ὃν οἶδεν, ἀγνοεῖν ὁμολογεῖ, ἐκ πολλῆς τινος τοῦτο παθὼν ἐλαφρίας; Ἀλλ' οὐ κάλαμον μέν· Τί δὲ ὅμως ἰδεῖν ἐξήλθετε; Ἄνθρωπον ἐν μαλακοῖς ἠμφιεσμένον; Ἰδοὺ οἱ τὰ μαλακὰ φοροῦντες ἐν τοῖς οἴκοις τῶν βασιλέων εἰσίν. Οἷς δὴ καὶ μᾶλλον ἂν εἴη, φησὶν, ἁρμοδιώτερον τὸ ἐν φρεσὶν ὑπάρχειν ἐλαφραῖς. Πόθεν γὰρ ὁ σύντονος οὕτω περὶ τὴν ἄσκησιν, βέβαιός τε καὶ πολὺς εἰς τὸ καὶ αὐτῶν τῶν τῆς σαρκὸς καταγωνίζεσθαι παθῶν, εἰς τοσαύτην ἀμαθίαν ἐκβήσεται; Τὸ γὰρ ἐν τοιαύτῃ κεῖσθαι διανοίας κουφότητι, ψυχῆς ἂν εἴη, φησὶν, οὐ σκληραγωγίαις μᾶλλον, ἀλλὰ ταῖςἐν κόσμῳ τρυφαῖς ἡδομένης. Εἰ μὲν οὖν ὡς οὐκ ὄντα ἐν μαλακοῖς θαυμάζετε, δότε τῇ ἀσκήσει τὴν αὐτῇ πρέπουσαν ἀσφάλειαν. Εἰ δὲ ἐν τῷ βιοῦν ἄριστα τὸ πλέον οὐδὲν, ἐν δὲ ἴσῃ τάξει τὸν πονοῦντα τῷ τρυφῶντι θήσετε, τί τὸ σεμνύνειν ἀφέντες τοὺς οἵπερ εἰσὶν ἐν μαλακοῖς ἀμφίοις καὶ ἐν αὐλαῖς βασιλέων, τὰς ἐν ἐρήμῳ διατριβὰς, καὶ περιβόλαιον εὐτελὲς, μᾶλλον δὲ τὰς ἐκ καμήλων τρίχας θαυμάζετε; Ἀλλ' οἶμαι δυσωπήσειν ὑμᾶς τὸ ἐν τούτοις ἄτοπον, ἀξιοζήλωτον δὲ ὄντως ἐρεῖτε τὸν μακάριον Βαπτιστήν. Ἆρ' οὖν οἴεσθε προφήτην ὑπάρχειν αὐτόν; Ναὶ προφήτην, μᾶλλον δὲ καὶ προφήτου πλεονεκτοῦντα τὸ μέτρον. Οἱ μὲν γὰρ ὡς ἥξει προεκήρυττον, οὔπω παρόντα θεώμενοι· ὁ δὲ τὸ συναμφότερον. Πανταχόθεν τοιγαροῦν ὁ Σωτὴρ ἀξιάγαστον οὖσαν ἐπιδεικνύει τὴν ἐπὶ τῷ προδρόμῳ διάληψιν, ἵνα φαίνηται κηρύξας ἀληθῆ· καὶ μαρτυρεῖ μὲν αὐτὸς εἰς ὑψηλὸν ἀναφέρων ἀξίωμα, καὶ προφητικῶν ἐξάλλεσθαι τόπων τὸν ἄνδρα διαβεβαιούμενος. Παρατίθησι δὲ εὐθὺς ὡς τοῖς ἑαυτοῦ λόγοις ἐποιεῖτο γείτονα τοῦ Πατρὸς τὴν φωνὴν, ἵνα τρόπον τινὰ καὶ ἐκ νομικοῦ δικαιώματος ἡ ἐπ' αὐτῷ μαρτυρία σφραγίζηται. Οὗτος γάρ ἐστι, φησὶ, περὶ οὗ γέγραπται· Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. Εἶτα τί φησιν ἐπὶ τούτοις περὶ αὐτοῦ; Ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ Βαπτιστοῦ, ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, μείζων αὐτοῦ ἐστιν. Ὅρα δὴ πάλιν ἐν τούτοις ὅσην ἐποιήσατο τὴν οἰκονομίαν ὁ Σωτήρ. Πολὺς αὐτῷ καὶ μακρὸς περὶ τοῦ ἁγίου Βαπτιστοῦ κεκίνηται λόγος. Τὴν μὲν γὰρ, ὅθεν ἦν εἰκὸς ἀδικηθήσεσθαί πως αὐτὸν, ἀπεκρούσατο δόξαν. Προφήτου δέ τι πλέον ἔχειν εἰπὼν, ἀξιοθαύμαστον ἤδη καὶ ἀξιεραστότατον τοῖς ἀκροωμένοις ἐδείκνυεν. Εἶτα πρὸς τούτοις οὐκ ἐγηγέρθαι φησὶν ἐν γεννητοῖς γυναικῶν μείζονα. Εἰκόνα τοιγαροῦν ὥσπερ αὐτὸν ἀναθεὶς τῆς ἐνούσης ἀρετῆς ἐν γεννητοῖς γυναικῶν ἔχουσαν τὸ ἀκρότατον, ἀντιπαρατίθησιν τὸ μειζόνως ἀγαθὸν, τουτέστι, τὸν ἄρτι τῆς βασιλείας ἁψάμενον, καὶ εἰς υἱὸν ἀναγεννηθέντα Θεοῦ διὰ τοῦ Πνεύματος· ἵν' ἐξ ὦν ἐκεῖνος τὸ ἔλαττον ἔχων θαυμάζεται, ἀξιολογώτατοι φαίνοιντο τῆς βασιλείας οἱ μέτοχοι, βαδίζοιεν δὲ προθύμως τινὲς ἐπὶ τὸ ἁρπάζειν αὐτὴν, ἐκ τῆς Ἰωάννου τιμῆς τὸ ὑπερφέρον αὐτῆς ἀναμετρούμενοι κάλλος. Οὐ γὰρ τὸ μικρῷ τινι φιλονεικοῦν εἰς ποσότητα, τὴν τοῦ μεγάλου δόξαν ἀποίσεται, ἀλλ' εἴ τι πρὸς μέγα τὴν σύγκρισιν ἔχοι, τῷ πλείονι μέτρῳ νικᾷ καὶ ὑπερτείνεται. Βασιλείαν δὲ οὐρανῶν τὴν τοῦ Πνεύματος δόσιν εἶναί φαμεν, κατὰ τὸ εἰρημένον παρὰ Χριστοῦ· Ἡ βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστι. Μείζων οὖν ἄρα παντὸς γεννητοῦ γυναικὸς ὁ τῇ τοῦ Πνεύματος ἀναγεννήσει τετιμημένος. Οἱ μὲν γὰρ ἔτι τέκνα καλοῦνται σαρκὸς, οἱ δὲ Πατέρα τὸν τῶν ὅλων ἐπιγραφόμενοι Θεὸν, ὡς υἱοὶ προσεύχονται, λέγοντες· Ἀββᾶ, ὁ Πατήρ. Οὐκοῦν εἰ καὶ ἐνυπάρχῃ, φησὶ, γεννητῷ γυναικὸς τὸ ἐν ἔργοις ἐξαίρετον, ἀλλ' ἕξει τὸ μεῖζον ὁ πρὸς τὴν τῶν οὐρανῶν βασιλείαν κεκλημένος διὰ τὸ μηκέτι χρηματίζειν υἱὸν γυναικὸς, ἀλλὰ θείας μὲν φύσεως γενέσθαι κοινωνὸν, τέκνον δὲ ἤδη καλεῖσθαι Θεοῦ, καὶ εἰ μικρότερος εἴη τῶν ἐν ἕξει τελειοτέρων, βρέφος τε ἔτι νοοῖτο βραχὺ καὶ ἀρτιγενές. Ὅτι δὲ τῶν Ἰωάννου μέτρων, ἢ καὶ παντὸς γεννητοῦ γυναικῶν ἡ διὰ τοῦ Πνεύματος ἀναγέννησις οὐκ ὀλίγῳ διοίσει τόπῳ, οὐ θύραθεν ἡμῖν ὁ μάρτυς, ἀλλ' αὐτὸς ἀσεβήσεται λέγων πρὸς τὸν Ἰησοῦν· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι. Ἰδοὺ γὰρ, ἰδοὺ καίτοι τὸ τέλειον ἔχων ἐν ἀρετῇ, τῆς διὰ τοῦ Πνεύματος ἀναγεννήσεως τὴν χάριν αἰτεῖ, ὡς εἰς τὸ μεῖζον ἢ καθ' ἑαυτὸν δι' αὐτῆς ἀναβησόμενος, καὶ τὸ μὲν εἶναι γεννητὸς γυναικὸς οὐχ ἕξων ἔτι, πρὸς δὲ τὴν θείαν εὐγένειαν ἀναμορφούμενος. Βεβαιοῖ δὲ μάλιστα τὴν ἐπὶ τούτῳ πίστιν ὁ Σωτήρ· Ἔχεις, ὦ οὗτος, τὸ τέλειον ἐν ἀγαθοῖς, οὐκ εἰπὼν, καὶ δίχα τοῦ διὰ βαπτίσματος ἁγιασμοῦ, ἀλλ' ὡς ἐν χρείᾳ μὲν αὐτοῦ καὶ λίαν ὑπάρχοι συννεύων καὶ συντιθέμενος, οἰκονομικῶς δὲ τὴν χάριν ἑτέρῳ φυλάττων καιρῷ. Τοῦτο γὰρ δὴ καὶ νομίζω τὸ, Ἄφες ἄρτι, δηλοῦν. Ὅτι δὲ πάλιν οὐρανῶν βασιλείαν ἀποκαλεῖ τὴν τοῦ θείου Πνεύματος δόσιν, καὶ τὴν δι' αὐτοῦ τοῖς πιστεύουσιν εἰς Θεὸν ἀναγέννησιν, οὐ μακρῶν ἡμῖν δεήσει πόνων, εἰς ἐναργεστάτην ἀπόδειξιν, ἀλλ' ἐξ αὐτῶν εἰσόμεθα τῶν τοῦ Σωτῆρος ῥημάτων· Ἀπὸ γὰρ τῶν ἡμερῶν Ἰωάννου ἕως ἄρτι, φησὶν, ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν. Ἰωάννου γὰρ δὴ τὸ, Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, βοῶντος, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ, πολλοὶ τῶν ἀκροωμένων, τὸν ἐν ἁμαρτίαις ἔτι καὶ ἀσχήμονα παραιτούμενοι βίον, ἐφέσει τε τῇ πρὸς τὸ ἄμεινον σὺν βίᾳ καὶ τόνῳ τὸν οἰκεῖον εἰς ἀρετὴν ἀναρυθμίζοντες τρόπον, γεννητοὶ Θεοῦ διὰ Πνεύματος ἀνεδείκνυντο, πεφωτισμένοι τὸν νοῦν καὶ κεκαθαρμένοι διὰ τοῦ ἁγίου βαπτίσματος. Ἢ εἴπερ οὐκ ὀρθῶς τε καὶ ἀναγκαίως εἰρῆσθαι τὰ τοιαῦτα δοκεῖ τοῖς τὴν ἑτέραν πρεσβεύουσι δόξαν, διδασκέτωσαν ὅτου δὴ χάριν ἐκ τῶν Ἰωάννου φησὶν ἡμερῶν τὴν τῶν οὐρανῶν βασιλείαν ἁρπάζεσθαι, ὡς οὐδενὸς ἄρα πρὸ αὐτοῦ τὴν τῶν οὐρανῶν βασιλείαν ἁρπάσαντος. Ποῖ ποτε οὖν ἄρα τῶν προφητῶν ἡ ἐλπὶς οἰχήσεται; Τί δὲ ὁ τοσοῦτος τῶν ἁγίων πράξει χορὸς, εἴπερ ἔξω τῆς τῶν οὐρανῶν βασιλείας κείσεται; τότε δὴ πρῶτον τοῦ ἁρπάζεσθαι λαβούσης ἀρχὴν, ὅτε χρόνοις ὑστερήσας μακροῖς, ἀνεδείχθη μόλις ὁ Βαπτιστὴς, Μετανοεῖτε, λέγων· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. Ἀλλ' ἔστιν εὐσύνοπτον, ὡς ηὐτρέπιστο μὲν τοῖς ἁγίοις τὸ ἐν βασιλείᾳ γίνεσθαι, καὶ πάλαι, ἄτε δὴ καὶ συμμόρφοις ὑπάρχουσι τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, καὶ διὰ τοῦτο προεγνωσμένοις παρὰ τῷ Θεῷ καὶ Πατρί. Κατὰ δὲ τὸν Ἰωάννου καιρὸν, καὶ λοιπὸν ἐφεξῆς, ἡ τοῦ Πνεύματος δόσις καὶ ἡ διὰ τοῦ ἁγίου βαπτίσματος εἰς Θεὸν ἀναγέννησις, διὰ πίστεως ἁρπάζεται. Πανταχόθεν τοίνυν ἀποδεδειγμένου σαφῶς τοῦ θεωρήματος, περιττὸν ἤδη φαίνεται τὸ μείζονά ποτε τοῦ Σωτῆρος ἔσεσθαι τὸν Ἰωάννην ὑπολαμβάνειν. Εἰ δὲ τοῦτο ἀληθὲς, λελύσθω πάλιν τῶν δι' ἐναντίας πρόβλημα. ΛΟΓΟΣ ΙΒ. Εἰς τὸ, Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ, καὶ, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Ἀντίθεσις ὡς ἐκ τῶν αἱρετικῶν. Οὐδὲν, φασὶ, θαυμαστὸν, εἰ ὁ Πατήρ ἐστιν ἐν Υἱῷ, καὶ ὁ Υἱὸς ἐν Πατρὶ, ὅπου καὶ περὶ ἡμῶν αἱ θεῖαι λέγουσι Γραφαὶ ὅτι Ἐν αὐτῷ ζῶμεν καὶ κινούμεθα, καὶ ἐσμέν. Ὥσπερ οὖν καὶ ἡμεῖς ἐν αὐτῷ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμὲν, καθάπερ εἴρηται, οὕτω καὶ ὁ Υἱός ἐστιν ἐν Πατρί. Πῶς γὰρ οἷόν τε μείζονα ὄντα τοῦ Υἱοῦ χωρεῖν ἐν αὐτῷ τὸν Πατέρα; Ἢ πῶς κατὰ πολὺ τοῦ Πατρὸς ἐλαττούμενος ὁ Υἱὸς, ἐν αὐτῷ χωρῆσαι δυνήσεται καὶ πληρῶσαι τὸ μεῖζον; Πρὸς τοῦτο λύσις. Εἰ καθάπερ σῶμα ἐν σώματι χωρεῖν οἴεσθε τὸν Υἱὸν ἐν Πατρὶ, εἰκότως ἂν, οἶμαι, καὶ ζητεῖν ἕλοισθε τὸν εἰς ἀλλήλους ἀντεμβιβασμόν. Ἐπὶ μὲν γὰρ σκεύους ὀστρακίνου τυχὸν ἢ ἐξ ἑτέρας τινὸς ὕλης κατεσκευασμένου, οὐκ ἄκομψον ἴσως τὸ λέγειν μὴ δύνασθαι τὸ μεῖζον τῷ ἐλάττονι γενέσθαι χωρητὸν, μηδ' αὖ πάλιν τὸ ἔλαττον ἀναπληροῦν τὸ μεῖζον. Ἐπὶ δὲ τῶν ἀσωμάτων, καὶ ὧν ἡ φύσις τὸ ἔκ τινος ὕλης εἶναι διαπέφευγε, ποῖον ἂν ἔχει λόγον ἡ πρότασις; Καὶ ταῦτά φαμεν ὡς πρὸς τὸ παρὸν, τὸ παρ' ὑμῖν ἀμαθῶς ὑπονοούμενον συγχωρήσαντες, καὶ καθάπερ αὐτοὶ πλανώμενοι πεπιστεύκατε, μείζονα τοῦ Υἱοῦ εἶναι λέγειν τὸν Πατέρα· ὁ δὲ τῆς ἀληθείας λόγος οὐχ οὕτως ἔχει. Ἔστι γὰρ ἴσος τῷ Πατρὶ κατὰ πάντα. Οἶμαι δ' αὖ οὐκ ἂν ὑμᾶς ὅλως τούτοις χρήσασθαι τοῖς λόγοις, εἴπερ ᾔδειτε τί ἐστιν ἀληθινὸς ὁ Πατὴρ, καὶ ἀληθινὸς ὁ Υἱὸς, καὶ τί φῶς ἀόρατον καὶ ἀΐδιον, καὶ τὸ ἀπαύγασμα αὐτοῦ, καὶ τί πάλιν ἐστὶν ἀσώματος ὑπόστασις καὶ χαρακτὴρ ἀσώματος. Εἰ γὰρ τὰς περὶ τῶν τοιούτων μνήμας κατὰ τὴν ἀκριβῆ κατάληψιν εἰς νοῦν ἐμφορεῖτε, πάντως ἂν καὶ τὴν τοῦ Θεοῦ φύσιν ἐννοήσαντες, οὐκ ἂν ὡς περὶ σωμάτων ἐφαντάζεσθε, ἀλλ' ἀκολούθως τοῖς εἰρημένοις ἀκριβῶς ἐζητεῖτε, πῶς μὲν ὁ Υἱὸς ἐν Πατρὶ, πῶς δέ ἐστιν ὁ Πατὴρ ἐν Υἱῷ. Ὡς γὰρ χαρακτὴρ, καὶ εἰκὼν, καὶ ἀπαύγασμα καὶ ὁμοιότης, οὗτος ἐν ἐκείνῳ κἀκεῖνος ἐν τούτῳ φαίνεται. Ἐπειδὴ δέ φατε μηδὲν εἶναι θαυμαστὸν, εἰ καὶ ὁ Υἱός ἐστιν ἐν Πατρὶ, διὰ τὸ καὶ ἡμᾶς ἐν αὐτῷ κινεῖσθαι καὶ ζῇν, ἀναγκαῖον ὑμᾶς κἂν τούτῳ πολὺ πλανωμένους ἐπιδεῖξαι καὶ τῆς ἀληθείας ἐκβεβηκότας τὸν ὅρον. Οὐ γὰρ καθάπερ ἐν ἑκάστῳ τῶν ἁγίων γινόμενος ὁ Θεὸς ἁγιάζει τούτους, οὕτως ἐστὶ καὶ ἐν τῷ Χριστῷ. Ἀλλ' αὐτὸς ὁ Υἱὸς δύναμίς ἐστι καὶ σοφία τοῦ Πατρὸς, ἁγιάζων πάντα τὰ μετέχοντα αὐτοῦ ἐν Πατρὶ, αὐτὸς δὲ πάλιν οὐ κατά τινα μετουσίαν ἅγιος ὢν ὥσπερ ἡμεῖς, οὐδὲ κατὰ χάριν Υἱὸς κεκλημένος, ἀλλὰ γέννημα τῆς τοῦ Πατρὸς οὐσίας ὑπάρχων ἀΐδιον. Οὐκ ἔστι δὲ πάλιν οὕτως ὁ Υἱὸς ἐν Πατρὶ καθάπερ ἡμεῖς· ἡμεῖς μὲν γὰρ ἐν Θεῷ ζῶμεν καὶ κινούμεθα, καὶ ἐσμέν· ὁ δὲ κατὰ φύσιν Υἱὸς, ὥσπερ ἀπό τινος πηγῆς ἀεὶ ζώσης, ἐκ τῆς τοῦ Πατρὸς οὐσίας προελθὼν, ζωὴ κατὰ φύσιν ἐστὶ, πάντα ζωογονῶν· οὐ κατὰ μετοχὴν ζωῆς ζωογονούμενος ὥσπερ ἡμεῖς. Ἢ γὰρ ἂν οὐκ ἂν εἴη κατὰ φύσιν ζωή. Τὸ γὰρ ἐπείσακτον καὶ ἔξωθεν προσπορισθὲν, οὐκ ἂν νοοῖτο κατὰ φύσιν προσὸν τῷ κεκτημένῳ. Λέγει δὲ ὁ Υἱός· Ἐγώ εἰμι ἡ ζωή. Οὐκ ἄρα, καθάπερ ἡμεῖς ἐν Θεῷ ζωογονούμεθα, ταυτὸν δὴ καὶ αὐτὸς τὸν τρόπον ζῇ καὶ ἔστιν· ἀλλ' ὄντως τοῦτο κατὰ φύσιν ὑπάρχων ὅπερ εἶναι φησὶν ἑαυτὸν, τουτέστι, ζωὴν, καὶ ὢν ἐν Πατρὶ φυσικῶς, ἕν τε ὑπάρχων ὡς πρὸς αὐτὸν διὰ τὴν ταυτότητα τῆς οὐσίας, ἥτις ἐστὶν ἡ θεότης. ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν αἱρετικῶν. Ἑαυτὸν εἶναί φησιν ἐν Πατρὶ, καὶ ἐν αὑτῷ τὸν Πατέρα, διὰ τὸ μήτε τὸν λόγον, ὃν ἐποιεῖτο πρὸς ἅπαντας, μήτε μὴν τὰ ἔργα ἴδια αὐτοῦ εἶναι· ἀλλὰ τοῦ τὰ τοιαῦτα λαλεῖν ἐντειλαμένου Πατρὸς, καὶ τοῦ δεδωκότος τὴν δύναμιν εἰς, τὴν τῶν ἔργων συμπλήρωσιν. Πρὸς ταῦτα λύσις. Οὐκοῦν ἐξέστω, καθ' ὑμᾶς, ὦ αἱρετικοὶ, καὶ ἑκάστῳ τῶν ἀγίων τὴν τοιαύτην ἀποφθέγγεσθαι φωνήν· ἐπεὶ καὶ αὐτοὶ θείων γεγόνασι ῥημάτων διάκονοι, καὶ τὸ δύνασθαι λαβόντες ἄνωθεν, ἔργων παραδόξων γεγόνασι ποιηταί. Ὁ μὲν γὰρ μακάριος Δαβὶδ, Ἀκούσομαι, φησὶ, τί λαλήσει ἐν ἐμοὶ Κύριος ὁ Θεός. Ὁ δὲ σοφώτατος Σολομὼν· Οἱ ἐμοὶ λόγοι εἴρηνται ὑπὸ Θεοῦ. Καὶ Μωσῆς ὁ μακάριος τῶν τοῦ Θεοῦ ῥημάτων πιστὸς γέγονε διάκονος, καὶ ἀπαξαπλῶς ἕκαστος τῶν προφητῶν οὐ τοῖς ἰδίοις ἐκέχρητο λόγοις, ἀλλὰ, Τάδε λέγει Κύριος, εἶχεν ἐπὶ γλώττης ἀεί. Ἔστι μὲν οὖν ἐκ τούτων ἰδεῖν, ὅτι καὶ πολλοί τινες ἕτεροι τοὺς παρὰ Θεοῦ διακονησάμενοι φαίνονται λόγους· εἰργάζοντο δὲ παράδοξα καὶ αὐτοὶ, παρὰ Θεοῦ δὲ, καθάπερ εἴρηται, λαβόντες τὸ δύνασθαι. Καὶ γοῦν οἱ τοῦ Σωτῆρος μαθηταὶ πρὸς τοὺς ἀποθαυμάζοντας τὰ παρ' αὐτῶν γινόμενα λέγουσιν· Ἄνδρες ἀδελφοὶ, τί ἡμῖν προσέχετε ὡς ἰδίᾳ δυνάμει καὶ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν τὸν χωλόν. Ἐξέστω τοιγαροῦν καὶ ἑκάστῳ τούτων τῇ τοῦ Κυρίου κεχρῆσθαι φωνῇ καὶ λέγειν· Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· ἐπειδὴ καὶ αὐτῶν, καθάπερ ἤδη προείρηται, ἕκαστος καὶ λόγοις ἐχρήσατο θείοις, καὶ δυνάμεις πεποίηκε παρὰ Θεοῦ τὸ δύνασθαι λαβών. Καὶ οὕτως οὐδὲν ἐξαίρετον ἐν Υἱῷ, ἀλλὰ ἔσται καὶ αὐτὸς τῶν πάντων εἷς, μάτην, ὡς ἔοικε χρηματίζων Υἱὸς, εἰ τὸ περιττὸν οὐδὲν ἐν αὐτῷ. Ἀλλὰ τοῦτο ἄτοπον, κρατήσει πάντως τὸ ἕτερον. ΑΛΛΟ. Εἰ πᾶσιν ἐξῆν τοῖς ἁγίοις ἢ καὶ ὅλως ἑτέρῳ τινὶ κτιστὴν ἔχοντι τὴν φύσιν εἰπεῖν, Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ, εἶπεν ἂν ὁ ἐπιστάμενος τοῦτο Σωτὴρ, εἴπερ ἦν ἀληθές· Κἀγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ δὲ ἐν ἐμοί ἐστιν· ἵνα φαίνηται διδάσκων, ὅτι καθάπερ ἐν ἑτέροις ἐστὶν, οὕτω καὶ ἐν ἐμοί· καὶ ὥσπερ ἄλλοι τινὲς ἐν αὐτῷ εἰσιν, οὕτω κἀγώ. Νυνὶ δὲ προσλαβὼν οὐδένα τῶν ἄλλων, ἑαυτῷ δὲ μόνῳ προσὸν ἐπιστάμενος τοῦτο διὰ τὸ ἐκ τῆςοὐσίας εἶναι τοῦ Πατρὸς, μετὰ πολλῆς τινος τῆς ἐπιτηρήσεως, Ἐγὼ, φησὶν, ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. Οὐκ ἄρα κοινὸν ἔχει μετὰ πάντων τὸ ἀξίωμα, ἀλλ' ἰδιάζον καὶ ἐξαίρετον ὡς Υἱὸς, καὶ Λόγος, καὶ Θεός. ΑΛΛΟ, διδάσκον ὅπως χρὴ νοεῖν τὸ προκείμενον ῥητόν. Ὁ Υἱὸς ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν τῷ Υἱῷ νοηθήσεται κατὰ τοῦτον τὸν τρόπον. Ἐκ τῆς τοῦ Πατρὸς οὐσίας προῆλθεν ὁ Υἱὸς, οὐ καθάπερ τὰ κτίσματα ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρελθὼν, ἢ ἔξωθέν ποθεν τὴν τοῦ εἶναι σύστασιν ἔχων, ἀλλ' ἔστι τῆς τοῦ γεννήσαντος οὐσίας τὸ ἴδιον· ὥσπερ οὖν ἐκ φωτὸς ἀπαύγασμα, ἢ καὶ ἀπό τινος πηγῆς ἐκβαίνει ποταμός. Ἔστιν οὖν τοῖς ὁρῶσι τὸν Υἱὸν, τὴν τοῦ Πατρὸς οὐσίαν ὁρᾷν, καὶ τὸ τοῦ γεννήσαντος ἴδιον ἀπὸ τούτου νοεῖν. Ὅτιπερ ἐπειδὴ σύμπαν τὸ εἶναι τοῦ Υἱοῦ ἐκ τῆς τοῦ Πατρὸς οὐσίας πρόεισιν, οὕτως ἐστὶν ἐν Πατρὶ, καὶ πάλιν ἐκ τῶν ἐναντίων, ὁ Πατήρ ἐστιν ἐν Υἱῷ, ἐπειδήπερ ὅπερ ἐστὶν αὐτὸς φύσει, τοῦτο καὶ ὁ ἐξ αὐτοῦ προελθὼν Θεὸς Λόγος. Φαίνεται δὲ καὶ ἔστιν ἐν Υἱῷ, ὥσπερ οὖν καὶ ἐν τῷ παρ' αὐτοῦ προελθόντι ἀπαυγάσματι ὁ ἥλιος, καὶ ἐν τῷ λόγῳ ὁ νοῦς, καὶ ἐν τῷ ποταμῷ ἡ τοῦτον ἀναβλύζουσα πηγή. Τὸ γὰρ ἴδιον τῆς τοῦ Πατρὸς οὐσίας ἐν Υἱῷ κείμενον, καὶ τῆς θεότητος, ἵν' οὕτως εἴπω, τὸ εἶδος δεικνύει πᾶσιν αὐτὸν ἐν αὐτῷ. Ἐπιτηρῆσαι δὲ χρὴ καὶ ἀναγκαίως εἰδέναι ὅτιπερ οὐ τῆς τυχούσης οἰκονομίας ἕνεκα τὴν τοιαύτην ὁ Σωτὴρ εἴρηκε φωνήν. Ἐπειδὴ γὰρ τὴν ταυτότητα τῆς φύσεως ἣν ἕχει πρὸς τὸν γεννήσαντα, δεῖξαι βουληθεὶς, εἶπεν, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, ἵνα μή τις τὸν αὐτὸν εἶναι Πατέρα καὶ Υἱὸν ὑπολάβῃ, μόνοις ὀνόμασι διαστελλομένους εἰς δυάδα, ὄντας δὲ οὐχ οὕτως ἐν ὑποστάσει, ἀναγκαίως ἐπεξηγούμενος ὅπερ εἴρηκε, καὶ σαφέστερον τοῖς ἀκροωμένοις αὐτὸ καθιστῶν, ἐπιφέρει τὸ, Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ, ἵνα διὰ μὲν τοῦ, τοῦτον ἐν ἐκείνῳ, κἀκεῖνον ἐν τούτῳ φαίνεσθαι, τὴν ταυτότητα τῆς θεότητος καὶ τῆς οὐσίας τὴν ἑνότητα δείξῃ· διὰ δὲ τοῦ ἕτερον ἐν ἑτέρῳ εἶναι, μὴ ἕν τι ὂν ἐν ἀριθμῷ νοηθῇ, ὃ ποτὲ μὲν Πατὴρ, ποτὲ δὲ Υἱὸς λέγεται ἀλλ' ὄντως ὑφεστῶτα Πατέρα, καὶ ὑφεστῶτα Υἱὸν ἐναργέστερον ἀποδείξῃ. ΑΛΛΟ. Ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἓν μέν εἰσι κατὰ φύσιν, δύο δὲ ἐν ἀριθμῷ, οὐχ ὡς ἑνός τινος εἰς δύο καταδιαιρεθέντος μέρη, ὡς εἶναι λοιπὸν τῆς πρὸς ἄλληλα κοινωνίας τε καὶ σχέσεως ἀμέτοχα, οὔτε μὴν ὡς τοῦ αὐτοῦ καὶ ἑνὸς διττοῖς ὀνόμασιν ἀποκαλουμένου, ἵνα ἐν μόνῃ προσηγορίᾳ φαίνηται τῆς δυάδος ἡ δύναμις· οὐδὲ ὡς τοῦ αὐτοῦ ποτὲ μὲν Πατρὸς, ποτὲ δὲ Υἱοῦ λεγομένου, τοῦτο γὰρ Σαβελλίου τὸ δόγμα, ἀλλ' εἰσὶ μὲν ἀριθμῷ δύο· ἔστι γὰρ ὁ Πατὴρ ἀεὶ Πατὴρ, οὐδέ ποτε εἰς Υἱὸν μεταποιούμενος· καὶ πάλιν, ὁ Υἱὸς οὐδέποτε εἰς Πατέρα μεταβαλλόμενος. Οὕτω δὲ ὄντος τοῦ πράγματος, καὶ ἐν δυάδι κειμένου τοῦ ἀριθμοῦ, μία φύσις ἀμφοτέροις καὶ ἡ αὐτὴ θεότης, ἐοικότος ἀεὶ τοῦ γεννήματος τῷ γεγεννηκότι φυσικῶς. Εἰκὼν γάρ ἐστι, καὶ ἀπαύγασμα, καὶ χαρακτὴρ τῆς ὑποστάσεως τῆς τοῦ Πατρὸς οὐσίας ὁ Υἱός. Οὕτω γὰρ ἕνα φαμὲν εἶναι Θεὸν διὰ τὴν ταυτότητα τῆς φύσεως Πατρὸς πρὸς Υἱὸν, καὶ Υἱοῦ πρὸς Πατέρα. ΑΛΛΟ. Ὥσπερ τὸ ἐκ τοῦ ἡλίου πεμπόμενον ἀπαύγασμα οὐκ ἄν τις εἴποι κατὰ φύσιν ἕτερον εἶναι φῶς παρ' ἐκεῖνον, ἢ κατὰ μετουσίαν τινὰ καὶ σχέσιν τὴν ἐξ αὐτοῦ τοιοῦτο γίνεσθαι, ἀλλ' ὄντως φύσει προϊὸν ἐξ αὐτοῦ, καὶ δύο μὲν ταῦτα φῶτα κατ' ἐπίνοιαν ὁρᾶται, ἓν δέ εἰσι κατὰ φύσιν· οὕτως οὐκ ἄν τις εὐλόγως, εἰ καὶ εἰς δυάδα τέμνοιτο Πατρός τε καὶ Υἱοῦ ὁ ἀριθμὸς, ἕτερόν τι παρὰ τὸν Πατέρα ἐρεῖ τὸν Υἱὸν, ὅσον εἰς τὴν θεότητα καὶ τὴν ταυτότητα τῆς οὐσίας. Ἀλλ' ὥσπερ ὁ ἥλιος ἐν τῷ ἀπαυγάσματί ἐστι τῷ ἐξ αὐτοῦ προελθόντι, καὶ τὸ ἀπαύγασμα ἐν τῷ ἡλίῳ ἀφ' οὗ καὶ ἐξῆλθεν, οὕτως ἐστὶ Πατὴρ ἐν Υἱῷ, καὶ Υἱὸς ἐν Πατρὶ, ἀριθμῷ μὲν εἰς δυάδα τεμνόμενοι, καὶ ὄντες οὕτως ἐν ὑποστάσει, τῇ δὲ ταυτότητι τῆς φύσεως εἰς μίαν σφιγγόμενοι θεότητα. ΑΛΛΟ. Εἴ τις ἀκριβῶς ἐξετάσαι τὴν θείαν Γραφὴν, εὑρήσει τοσούτοις ὀνόμασιν ἀποκαλούμενον τὸν Υἱὸν, ὅσοισπερ ἂν ἴδοι καὶ τὸν Πατέρα, δίχα μόνον τοῦ λέγεσθαι Πατέρα· καὶ πάλιν ἐπὶ Πατρὸς τὴν ἴσην ἀντιστροφὴν, τοσούτοις ὀνόμασιν ἀποκαλούμενον αὐτὸν, ὅσοις καὶ ὁ Υἱὸς, δίχα μόνον τοῦ λέγεσθαι Υἱόν. Ἥξει δὲ ἡμῖν καὶ δι' ἐναργῶν ἀποδείξεων ὁ λόγος. Παντοκράτωρ ὁ Πατὴρ, φέρεται καὶ ἐφ' Υἱοῦ· Τάδε λέγει ὁ ἦν, ὁ ἐρχόμενος, ὁ παντοκράτωρ. Κύριος ὁ Πατὴρ, καὶ Εἷς Κύριος. Ἰησοῦς Χριστός. Φῶς ὁ Πατὴρ, λέγει καὶ ὁ Υἱός· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. Ὁ Πατὴρ ἀφίησιν ἁμαρτίας· ποιεῖ τοῦτο καὶ ὁ Υἱός· Ἵνα γὰρ, φησὶν, εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας. Ἐπειδὴ τοίνυν πάντα πρόσεστι τῷ Υἱῷ ὅσα καὶ ἐν τῷ Πατρὶ, ἀληθεύων λέγει· Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι. Καὶ πάλιν πρὸς τὸν ἑαυτοῦ Πατέρα τοὺς λόγους ποιούμενος φάσκει· Τὰ ἐμὰ πάντα σά ἐστι, καὶ τὰ σὰ ἐμά. Εἰ τοίνυν ὅσα πρόσεστι τῷ Πατρὶ, ταῦτα καὶ τῷ Υἱῷ· καὶ πάλιν, ὅσα πρόσεστι τῷ Υἱῷ, ταῦτα καὶ τῷ Πατρὶ, οὐ ψεύδεται λέγων· Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· τῆς τῶν προσόντων ταυτότητος ἐν τῇ δυάδι φαινομένης ἀπαραλλάκτως. Ἐπειδὴ δὲ τοῦτο ἀληθὲς, ἴδιον ἂν εἴη γέννημα τοῦ Πατρὸς ὁ Υἱός· οὐ γὰρ ἂν ἐφόρεσε κατὰ φύσιν τὰ τοῦ γεννήσαντος, οὐκ ὢν ἐξ αὐτοῦ, οὐδ' αὖ προσῆν τῷ Πατρὶ τὰ τοῦ γεννήματος, εἰ μὴ τῆς οὐσίας αὐτοῦ ἴδιον ὑπῆρχε τὸ γεννηθέν. Ἄλλως ὡς ἐξ ὑποδείγματος. Ὥσπερ ἂν εἴ τις εἰς εἰκόνα διαγεγραμμένην ἄριστα βλέποι, καὶ ἀποθαυμάζοι μὲν τὸ τοῦ βασιλέως σχῆμα, καὶ ὅσαπερ ἐν ἐκείνῳ φαίνεται, ταῦτα καὶ ἐν τῇ γραφῇ δυνάμενός τε καὶ ἔχων ὁρᾷν, εἰς ἐπιθυμίαν ἔλθοι τοῦ καὶ αὐτὸν ἰδεῖν τὸν βασιλέα· εἴποι δ' ἂν εἰκότως πρὸς αὐτὸν ἡ γραφή· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν βασιλέα, καὶ πάλιν· Ἐγὼ καὶ ὁ βασιλεὺςἕν ἐσμεν, ὅσον εἰς ὁμοιότητα καὶ ἀκριβεστάτην ἐμφέρειαν, καὶ πάλιν· Ἐγὼ ἐν τῷ βασιλεῖ, καὶ ὁ βασιλεὺς ἐν ἐμοὶ, κατὰ τὸ τῆς μορφῆς σχῆμα (τὸ γὰρ εἶδος τὸ ἐκείνου πάντως φορεῖ ἡ γραφὴ, καὶ τὸ τῆς γραφῆς εἶδος ἐν ἐκείνῳ πάντως σώζεται)· οὕτως ἐστὶ καὶ ὁ Υἱὸς λέγων· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. Κἀγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. Τὸ γὰρ ἴδιον τῆς τοῦ Πατρὸς οὐσίας ἀπαραλλάκτως ἔχων ὁ Υἱὸς, εἰκών ἐστι τοῦ Πατρὸς ἀκριβὴς, καὶ μορφὴ τοῦ γεννήσαντος, ὅλον ἐν ἑαυτῇ δεικνύουσα τὸν γεγεννηκότα. Οὕτω γὰρ νοήσεις καὶ τὸ παρὰ τῷ Παύλῳ κείμενον· Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ. Ἴσος γὰρ ἦν τῷ Θεῷ ὅλος ὢν Θεὸς, ὥσπερ καὶ ὁ Πατήρ· οὕτως ἦν ἐν Χριστῷ κόσμον ἑαυτῷ καταλλάττων ὁ Θεός· οὕτως ἅπερ ἐργάζεται ὁ Υἱὸς, τοῦ Πατρός ἐστιν ἔργα. Οὐδεμιᾶς γὰρ ἐν αὐτοῖς οὔσης διαφορᾶς ὅσον εἰς θεότητα καὶ φύσιν, τὸ κωλύον οὐδὲν ἔργα τοῦ Πατρὸς λέγεσθαι τὰ τοῦ Υἱοῦ, καὶ τὸ ἀντικείμενον. ΑΛΛΟ. Εἰ πάντα ὅσα πρόσεστιν ἐξαίρετα τῷ Πατρὶ, ταῦτα προσόντα καὶ τῷ Υἱῷ φαίνεται, οὐ κατὰ χάριν ἐπιγεγονότα, οὐδὲ κατά τινα μετοχὴν, ἀλλὰ φυσικῶς, ὥσπερ καὶ τῷ γεγεννηκότι, καὶ τὸ μεσολαβοῦν οὐδὲν, ἢ τὸ μερίζον εἰς ἀνομοιότητα, δῆλον ἂν εἴη καὶ παντί τῳ σαφὲς, ὅτιπερ αὐτὸ τῆς πατρικῆς οὐσίας τὸ ἴδιον ὑπάρχων ὁ Υἱὸς, ὅλον ἐν ἑαυτῷ φορεῖ τὸν Πατέρα· καὶ ὅλος ἐστὶν ἐν Πατρὶ κατὰ τὴν ταυτότητα τῆς οὐσίας· καὶ διά τοι τοῦτο καλῶς τε καὶ ἀκολούθως ἐρεῖ· Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. Καὶ, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Διὰ γὰρ τοῦ μηδὲν αὐτῷ παραλελεῖφθαι τῶν ὅσα πρόσεστι τῷ Πατρὶ, τοιοῦτος ἔσται πάντως ὁποῖος ἂν εἴη καὶ ὁ γεννήσας αὐτόν. ΑΛΛΟ. Πατὴρ καλεῖται Θεὸς, συνεισφερομένης αὐτῷ πάντως τῆς ὑπάρξεως τοῦ Υἱοῦ· οὐ γὰρ ἂν εἴη Πατὴρ, οὐκ ἔχων τὸν ἐξ ἑαυτοῦ προελθόντα Λόγον. Καὶ πάλιν ἡ τοῦ Υἱοῦ προσηγορία συνεισάγει πάντως τὴν τοῦ Πατρὸς ὕπαρξιν. Τοῦτο γὰρ ὡς πρὸς ἐκεῖνο σημαίνεται. Εἰ τοίνυν ἀναγκαίως θάτερόν ἐστιν ἐν θατέρῳ, καὶ Πατὴρ μὲν σημαίνεται μετὰ τοῦ ἰδίου γεννήματος· Υἱὸς δὲ πάντως μετὰ τοῦ γεννήσαντος αὐτὸν, προσαληθεύει, λέγων· Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. ΑΛΛΟ. Εἰ πᾶς ὁ πιστεύων εἰς τὸν Υἱὸν, εἰς τὸν Πατέρα πιστεύει, καὶ ὁ τιμῶν τὸν Υἱὸν, τιμᾷ τὸν Πατέρα, καὶ πάλιν, ὁ προσκυνῶν τῷ Πατρὶ, προσκυνεῖ τῷ Υἱῷ, πῶς οὐχ οὗτος ἐν ἐκείνῳ, κἀκεῖνος ὢν ἐν τούτῳ δειχθήσεται κατὰ τὸ τῆς οὐσίας ἀπαράλλακτον; Διὰ γὰρ τοῦτο καὶ μία προσκύνησις ἡ ἐν Υἱῷ καὶ Πατρὶ γινομένη σὺν ἁγίῳ Πνεύματι, καὶ εἷς Θεὸς παρὰ πάντων ὁμολογεῖται, καὶ ἔστιν, ὡς οὐδεμιᾶς μεταξὺ κειμένης διαφορᾶς Πατρός τε καὶ Υἱοῦ, ἀλλ' ἐν ταυτότητι τῆς οὐσίας ὄντων καὶ οὐδὲν ἐχόντων ὃ τῆς φυσικῆς ἰδιότητος ἀποτέμνει τὸν ἕτερον. ΑΛΛΟ. Δόγμα, ὡς ἐξ ἀντιθέσεως τῶν χριστομάχων. Ὁ Πατὴρ, φασὶν, ἐν τῷ Υἱῷ, καὶ ὁ Υἱός ἐστιν ἐν τῷ Πατρὶ, κατὰ τόδε τὸ σχῆμα. Ἐπειδὴ γὰρ κατὰ οὐδένα τρόπον διαφωνοῦσιν ἐν τοῖς κρίμασιν, ἢ ἐν τοῖς νοήμασιν, ἀλλ' ἅπερ ἂν ὁ Πατὴρ βούληται, καὶ ὁ Υἱὸς ταῦτα, καὶ πάλιν ἅπερ ἂν ὁ Υἱὸς ἐθελήσῃ, ταῦτα καὶ ὁ Πατὴρ, καὶ συμφωνία τις καὶ ταυτότης θελημάτων καὶ γνώμης ἐν αὐτοῖς φαίνεται, κατὰ τοῦτο Πατὴρ ἐν Υἱῷ, καὶ Υἱός ἐστιν ἐν Πατρί. Πρὸς τοῦτο λύσις. Ἄρ' οὖν ἐξέσται καὶ ἀγγέλοις ἢ καὶ ἄλλαις λογικαῖς δυνάμεσι, περὶ ὧν ἐν Ψαλμοῖς εἴρηται· Εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ, λειτουργοὶ αὐτοῦ ποιοῦντες τὸ θέλημα αὐτοῦ, ταῖς τοῦ Σωτῆρος κεχρῆσθαι φωναῖς, ὡς ἕκαστον εἰπεῖν· Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ, καὶ Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. Καίτοι παντί τῳ δῆλον, ὅτι πάντα ὅσα βούλεται Θεὸς, ταῦτα πάντως καὶ Ἄγγελοι βούλονται, καὶ Ἀρχάγγελοι, καὶ Θρόνοι, καὶ Κυριότητες, καὶ Ἐξουσίαι, καὶ τούτων οὐδὲν διαφωνοῦν εὑρίσκεται πρὸς τὴν θείαν βούλησιν. Οὐ γὰρ ἂν ἔμεινεν ἐν τῇ οἰκείᾳ τάξει, μὴ τοῦτον ἔχοντα τὸν σκοπόν. Ὁ γὰρ ἕτερόν τι παρὰ τὸ τοῦ Θεοῦ θέλημα ζητήσας, ἤκουσε· Νῦν δὲ εἰς ᾄδην καταβήσῃ, καὶ εἰς τὰ θεμέλια τῆς γῆς. Εἰ τοίνυν ἕκαστον τῶν εἰρημένων θέλει μὲν ὅσα βούλεται Θεὸς, ἕστηκε δ' ἐν τούτῳ, καὶ σώζει τὴν οἰκείαν ἀρχὴν, καὶ οὐδαμοῦ φαίνεται ταῖς τοῦ Υἱοῦ κεχρημένον φωναῖς, οὐχὶ συμφωνία τῆς γνώμης, οὐδὲ τὸ βούλεσθαι τὰ αὐτὰ, δεικνύει τὸν Υἱὸν ἐν Πατρὶ καὶ τὸν Πατέρα πάλιν ἐν Υἱῷ, ἀλλ' ἡ τῆς οὐσίας ἀπαράλλακτος ὁμοιότης, καὶ ἡ ταυτότης τῆς κατὰ φύσιν ἰδιότητος. ΑΛΛΟ. Ἐπειδὴ μένουσιν ἀκλόνητον ἔχοντες τὴν στάσιν καὶ σώζοντες τὴν οἰκείαν ἀρχὴν Ἄγγελοί τε καὶ Ἀρχάγγελοι, καὶ αἱ τούτων ἀνωτέρω λογικαὶ δυνάμεις, πρόδηλον δήπουθεν ὡς οὐ στασιάζουσι κατὰ τῶν τοῦ Θεοῦ θελημάτων, ἀλλ' εἴκουσί τε καὶ ὑποτάσσονται τοῖς τοῦ πεποιηκότος νόμοις, καὶ σύμφωνον ἔχουσι πρὸς Θεὸν τὴν γνώμην, ὡς πάντα βούλεσθαί τε καὶ ποιεῖν ὅσαπερ αὐτῷ δοκεῖ. Οὕτω τοίνυν ἔχοντος τοῦδε, καὶ συνομολογουμένου παρὰ πᾶσιν, ὅτου δὴ χάριν μόνος ὁ Υἱὸς Μονογενὴς, καὶ Λόγος καὶ σοφία ἐστίν; Ἔδει γὰρ, εἴπερ ὄντως τὸ θέλειν ὅσα καὶ ὁ Πατὴρ βούλεται, Μονογενῆ καλεῖσθαι ποιεῖ, καὶ σοφίαν, καὶ Λόγον, καὶ τοῖς ἄλλοις λογικοῖς κτίσμασι ταῦτα ὑπάρχειν, καὶ τοσούτοις ὀνόμασιν ἀποκαλεῖσθαι καὶ αὐτὰ, ὅσοισπερ ἂν καὶ ὁ Υἱός. Εἰ δὲ τούτων οὐδὲν, οὔτε Μονογενής ἐστιν Υἱὸς, οὔτε Λόγος, οὔτε σοφία, οὔτε φῶς, οὔτε ἀπαύγασμα, οὔτε μορφὴ, οὔτε εἰκὼν τοῦ Πατρὸς, ἀναγκαῖον εἰδέναι λοιπὸν, ὅτιπερ οὐ τὸ βούλεσθαι τὰ αὐτὰ τῷ Πατρὶ, οὐδὲ τὸ μίαν ἔχειν πρὸς αὐτὸν τὴν γνώμην παρασκευάζει λέγειν τὸν Υἱόν· Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ, καὶ πάλιν· Ἐγὼ καὶ ὁ Πατὴρ ἔν ἐσμεν· ἀλλ' ὅτι, τῆς τοῦ Πατρὸς οὐσίας γνήσιον ὑπάρχων γέννημα, φέρει μὲν ἐν ἑαυτῷ τὸν Πατέρα, φαίνεται δὲ καὶ αὐτὸς ἐν Πατρί. Κρατοίη δ' ἂν ὁ αὐτὸς οὗτος λόγος καὶ ἐπ' ἀνθρώπων ἁγίων, οἷς τὸ ἀκολουθεῖν τοῖς θείοις θελήμασι σκοπὸς, καὶ οὐκ ἔστιν εἰπεῖν· Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν αἱρετικῶν. Εἰ τὸ καλεῖσθαι, φασὶν, Υἱὸν καὶ εἰκόνα τοῦ Πατρὸς, ἕνα αὐτῷ κατὰ φύσιν ἐργάζεται τὸν τοιούτοις ὀνόμασιν ἀποσεμνυνόμενον, τί κωλύσει καὶ ἡμᾶς ἀνθρώπους ὄντας, ἐπειδήπερ καὶ υἱοὶ κεκλήμεθα, καὶ κατ' εἰκόνα γεγόναμεν Θεοῦ, ὁμοίους εἶναι κατ' οὐσίαν αὐτῷ; Πρὸς τοῦτο λύσις. Ἀλλ' ἡμῖν μὲν, ὦ βέλτιστοι, κατὰ χάριν· τῷ δὲ Θεοῦ Λόγῳ κατὰ φύσιν τοῦτο ὑπάρχει. Καὶ περὶ μὲν ἐκείνου λέγεται· Τίς ὅμοιός σοι ἐν θεοῖς, Κύριε; ὡς οὐκ ἐπείσακτον ἔχοντος, ἀλλὰ φυσικὸν τὸ ἀξίωμα. Περὶ δὲ ἡμῶν· Ἐγὼ εἶπα· Θεοί ἐστε, καὶ Υἱοὶ Ὑψίστου πάντες. Ὑμεῖς δὲ δὴ ὡς ἄνθρωποι ἀποθνήσκετε, καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε. Ὡς εἰ μὴ πᾶσαν ποιησαίμεθα σπουδὴν εἰς τὸ παραιτεῖσθαι τὸ φαῦλον, ῥᾳδίως ἐξ ὧν εἰλήφαμεν ἀποπεσεῖν δυνάμεθα. Εἰλήφαμεν δὲ κατὰ χάριν τὸ καλεῖσθαι καὶ υἱοὶ καὶ θεοὶ, ἃ δὴ φυσικῶς πρόσεστι τῷ Υἱῷ. Εἰκὼν δὲ πάλιν χρηματίζομεν Θεοῦ, ἐπειδήπερ τὴν ἀληθινὴν εἰκόνα τὸν Λόγον αὐτοῦ ἐδεξάμεθα, καὶ ᾤκησεν ἐν ἡμῖν, ἢ καὶ ἐν τελευταίοις καιροῖς ἐνηνθρώπησε διὰ τὴν ἡμετέραν σωτηρίαν. Πολλή τις οὖν καὶ ἄμετρος ἡ διαφορὰ, μεταξύ τε ἡμῶν τῶν κατὰ χάριν κεκλημένων υἱῶν καὶ τοῦ κατὰ φύσιν ὄντος καὶ ἀληθινῶς. Καὶ φλυαρία μᾶλλον ὑμῶν ἡ πρότασις ἢ νόημα χρήσιμον δέδεικται. ΑΛΛΟ. Εἰ ταύτης ἕνεκα καὶ μόνης τῆς αἰτίας ὅμοιον εἶναι τῷ Πατρί φατε τὸν Υἱὸν, ὦ χριστομάχοι, ὅτι δὴ πάνθ' ὅσα βούλεται ὁ Πατὴρ, ταῦτα καὶ αὐτὸς, οὐκ ἔσται τῷ Πατρὶ μᾶλλον προσεοικὼς, ἀλλὰ τοῖς τοῦ Πατρὸς θελήμασι. Καὶ ὁ μὲν Πατὴρ, καθ' ὑμᾶς, ὀνόματι μόνον τοῦτό ἐστιν· ὁ δὲ Υἱὸς, οὔτε υἱὸς, οὔτε ἀπαράλλακτος τοῦ γεννήσαντος εἰκὼν, ἀλλὰ μόνων τῶν θελημάτων αὐτοῦ μιμητής. Ἐπεὶ καὶ ὁ Παῦλος μιμητὴς ὑπάρχων τοῦ Χριστοῦ καὶ προσεοικὼς αὐτῷ κατά τε τὸ βούλεσθαι πάνθ' ὅσα καὶ αὐτὸς ἐβούλετο, καὶ κατὰ τὸν τῆς διδασκαλίας λόγον, ἔχει μὲν εἰκόνα τῶν θελημάτων αὐτοῦ, οὐκ ἔστι δὲ κατὰ φύσιν ὁ αὐτὸς τῷ Υἱῷ τοῦ Θεοῦ. Εἰ δὲ τοῦτο ἄτοπον ὁμοῦ καὶ ἀσεβὲς, ἀνάγκη φέρειν τὴν ὁμοιότητα κατὰ μόνης τῆς οὐσίας καὶ τοὺς τῆς φύσεως χαρακτῆρας. Οὔτω γὰρ ὄντως ἀληθέστερον εἰκὼν τοῦ Πατρὸς ὁΥἱὸς ἀναδειχθήσεται, ὡς καὶ δύνασθαι λέγειν· Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ, καὶ πάλιν· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. ΑΛΛΟ, τρόπῳ διηγηματικῷ. Οὕτως ἔν εἰσιν ὁ Πατὴρ καὶ ὁ Υἱὸς, καὶ κατὰ τόνδε τὸν τρόπον ἐμφερής ἐστιν αὐτῷ, ὡς ἂν ἐφ' ἡμῶν νοηθείη υἱὸς πρὸς τὸν ἑαυτοῦ πατέρα κατά γε τὸν τῆς οὐσίας λόγον, καὶ ὡς ἂν ἴδοι τις πρὸς τὸν ἥλιον τὸ ἐξ αὐτοῦ προϊὸν ἀπαύγασμα. Διὰ γὰρ τοῦτο καὶ διὰ τὸ οὕτως ἔχειν τὸν Υἱὸν πρὸς τὸν ἑαυτοῦ Πατέρα, ἐργαζομένου τοῦ Υἱοῦ, ὁ Πατὴρ ἐργάζεται, καὶ πρὸς τοὺς ἁγίους ἐρχομένου πάλιν αὐτοῦ, ὁ Πατήρ ἐστιν ὁ ἐρχόμενος, ὡς αὐτὸς ἔφησεν· Ἐλευσόμεθα, ἐγὼ καὶ ὁ Πατὴρ, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν. Πάντα γὰρ, καθάπερ ἤδη προείρηται, παρὰ Πατρὸς δι' Υἱοῦ γίγνεται· καὶ γοῦν εἴ ποτέ τισιν ἁγίοις δέδοται χάρις, ταύτην ὁ Πατὴρ δι' Υἱοῦ χορηγήσας φαίνεται. Καὶ μάρτυς ὁ Παῦλος γράφων πρός τινας· Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Πάλιν ὁ αὐτὸς ἑτέροις ἐπιστέλλων· Αὐτὸς δὲ ὁ Πατὴρ καὶ Θεὸς ἡμῶν, καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς κατευθύναι τὴν ὁδὸν ἡμῶν πρὸς ὑμᾶς. Ἀλλ' εἰ μή τις ἦν ἑνότης Πατρὶ πρὸς Υἱὸν, εἶπεν ἂν, Κατευθύνοιεν τὴν ὁδὸν ἡμῶν, ἵνα τοὺς δύο σημάνῃ. Νυνὶ δὲ τοῦτο μὲν οὐ ποιεῖ· τὴν δὲ ἑνότητα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τηρήσας σαφῶς, τὸ κατευθύναι τέθεικεν ἑνικῶς· οὐχ ὡς ἰδίᾳ μὲν τοῦ Πατρὸς, ἰδίᾳ δὲ χορηγοῦντος τοῦ Υἱοῦ, ἀλλ' ὡς Πατρὸς δι' Υἱοῦ ἐν ἁγίῳ Πνεύματι ἐκ τῆς μιᾶς θεότητος πεμπομένων τῶν χαρισμάτων εἰς τοὺς ἁγίους. ΑΛΛΟ. Εἰ κεχώριστο κατὰ φύσιν τῆς τοῦ Πατρὸς οὐσίας ὁ Υἱὸς, καὶ εἰ μή τις ἑνότης ἀδιάστατος ἦν ἐν αὐτοῖς ὁποίαν ἔχει τὸ ἀπαύγασμα πρὸς τὸν ἥλιον, ἐξήρκει καὶ μόνον τὸν Πατέρα τοῖς ἁγίοις ἐπιδιδόναι τὰ χαρίσματα, μὴ συμπαραλαμβανομένου πρὸς τοῦτο καὶ τοῦ Υἱοῦ. Εἰ γὰρ κτιστῆς ἐστιν οὐσίας, καὶ ἕτερόν τι παρὰ τὸν Θεὸν, ποῖον ἔχει λόγον οὐδενὸς τῶν ἄλλων κτισμάτων ἐπικοινωνοῦντος Θεῷ πρὸς τὴν δόσιν τῶν θείων χαρισμάτων, μόνον αὐτὸν παραλαμβάνεσθαι; Οὐ γὰρ ἀνέξεταί τις λέγοντός τινος· Δοίη σοι τὰ αἰτήματά σου Θεὸς τυχὸν ὁ Πατὴρ καὶ ὁ ἄγγελος· ἀλλ' οὐδὲ εἴ τι μεῖζον ὀνομάσειεν ἀγγέλου. Μόνῳ γὰρ τὸ διδόναι πρέπει Θεῷ. Εἰ δὲ δίδωσιν, οὐ μετά τινος ἑτέρου τῶν κτισμάτων, ἀλλὰ μόνῳ σὺν Υἱῷ καὶ δι' Υἱοῦ ἐν ἁγίῳ Πνεύματι, δῆλον ἐντεῦθεν ἂν εἴη καὶ παντί τῳ γνώριμον, ὅτιπερ τῆς οὐσίας τοῦ Πατρὸς ἴδιόν ἐστι γέννημα, καὶ τὸν Πατέρα ἔχων ἐν ἑαυτῷ, αὐτός τε ὁμοίως ὑπάρχων ἐν τῷ Πατρὶ, πάντα ἐνεργεῖ καὶ ἐργάζεται καὶ χορηγεῖ τοῖς ἁγίοις τὰς δωρεάς. Καὶ μάρτυς ὁ Παῦλος λέγων· Εὐχαριστῶ τῷ Θεῷ μου πάντοτε περὶ ὑμῶν ἐπὶ τῇ χάριτι τοῦ Θεοῦ τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ. ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν αἱρετικῶν. Εἰρήκατε, φασὶ, μηδὲν τῶν κτισμάτων συμπαραλαμβάνεσθαι τῷ Θεῷ ἐν ταῖς τῶν χαρισμάτων ἐπιδόσεσι. Τί οὖν ἄρα ποιήσετε τὸν πατριάρχην Ἰακὼβ εὑρίσκοντες ἐν ταῖς θείαις Γραφαῖς τοὺς ἐξ Ἰωσὴφ εὐλογοῦντα τόν τε Ἐφραῒμ δηλονότι καὶ τὸν Μανασσῆ, καὶ λέγοντα· Ὁ Θεὸς ὁ τρέφων με ἐκ νεότητός μου ἕως τῆς ἡμέρας ταύτης, καὶ ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν μου, εὐλογήσαι τὰ παιδία ταῦτα; Ἰδοὺ, φησὶν, ὀνομάσας Θεὸν, προστέθεικε καὶ τὸν ἄγγελον, ὡς εὐλογεῖν σὺν αὐτῷ δυνάμενον. Πρὸς ταῦτα λύσις. Εἰ προφητικὸν ἐνυπάρχειν πνεῦμα τῷ τὰ τοιαῦτα λέγοντι ἐνομολογοῦσιν οἱ χριστομάχοι, καὶ πιστεύουσιν ὄντως ἄγιον ἄνδρα γεγενῆσθαι τὸν Ἰακὼβ, ὅτου δὴ χάριν τοσαύτην αὐτῷ περιτιθέντες πλάνην, οὐκ αἰσχύνονται ὡς ἄγγελον συνάπτειν τῷ πάντων Θεῷ, καὶ δύνασθαι συνευλογεῖν τῷ πεποιηκότι τὸ δι' αὐτοῦ γενόμενον νομίζειν; Εἰ δὲ τοῦτο ἄτοπον, ἀκουέτωσαν καὶ παρ' ἡμῶν. Εἰ μὲν ἅγιον ὄντως πιστεύετε γεγενῆσθαι τὸν Ἰακὼβ, παύσασθε δυσφημοῦντες αὐτόν· ζητεῖτε δὲ μᾶλλον τῶν εἰρημένων παρ' αὐτοῦ τὴν ἀληθῆ διάνοιαν. Εἰ δὲ οὐκ ἧν ἅγιος, πρὸς δὲ τοῖς ἄλλοις ἅπασι καὶ τοῦτο λέγειν τολμᾶτε, τί πρὸς ἀνατροπὴν, ὡς οἴεσθε, τῶν τοσούτων καὶ τηλικούτων, ἀνδρὸς οὐχ ἁγίου φέρετε φωνήν; Παρελθόντες τοιγαροῦν τὰς ὑμῶν ἀμαθίας, ἑρμηνεύσομεν καθ' ὃν δεῖ τρόπον τοῦ πατριάρχου τοὺς λόγους. Ὡς γὰρ ἀνὴρ ἅγιος καὶ Πνεύματι θείῳ πρὸς τὴν γνῶσιν τῶν τῆς εὐσεβείας δογμάτων παιδαγωγούμενος, πρῶτον μὲν ἔφησεν· Ὁ Θεὸς ὁ τρέφων με ἐκ νεότητός μου, εὐλογήσαι τὰ παιδία ταῦτα. Εἶτά φησι· Καὶ ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν μου· ἴνα διὰ μὲν τοῦ λέγειν, Ὁ Θεὸς, σημαίνῃ τὸν Πατέρα· διὰ δὲ τοῦ λέγειν, Ὁ ἄγγελος, τὸν ἐξ αὐτοῦ Λόγον. Ἤδει γὰρ ὅτι καλεῖται τὸ ὄνομα αὐτοῦ, μεγάλης βουλῆς Ἄγγελος. Ὅτι δὲ τὸν Υἱὸν ἐνθάδε φησὶ, καὶ οὐ τοιοῦτον ἄγγελον, ὁποῖον ἡ συνήθεια δίδωσι νοεῖν, ἐντεῦθεν ἔσται καταφανές. Εἰρηκὼς γὰρ, Ὁ ἄγγελος, οὐχ ἵστησι μέχρι τούτου τὸν λόγον, ἀλλὰ προστέθεικεν· Ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν μου. Ἴδωμεν τοίνυν ἐκ τῶν αὐτοῦ ῥημάτων, εἰ μὴ ὁ Θεὸς ἧν ὁ ῥυόμενος αὐτὸν, ἀλλά τις τῶν γενητῶν ἀγγέλων. Ἀπόδειξις ἐφεξῆς, ὅτι Θεὸς ἦν ὁ ῥυόμενος ἐκ πάντων τῶν κακῶν τὸν πατριάρχην Ἰακώβ. Λέγεται παλαῖσαι πρὸς τὸν πατριάρχην Ἰακὼβ ἄγγελος, καὶ τοῦτο κεῖται παρὰ τῇ θείᾳ Γραφῇ. Ἀλλὰ συσχὼν αὐτὸν ὁ ἅγιος ἔφασκεν· Οὐ μή σε ἀνῶ, ἐὰν μή με εὐλογήσῃς. Ἦν δὲ οὗτος ὁ Θεός. Αὐτοῦ τε τοῦ πατριάρχου φέρεται φωνή· Εἶδον Θεὸν πρόσωπον πρὸς πρόσωπον. Τοῦτον τὸν ὡς ἄγγελον αὐτῷ ὀφθέντα παρεκάλει τοῖς ἐκγόνοις ἐπιπέμψαι τὴν εὐλογίαν. ΑΛΛΟ, ἐκ τῶν αὐτῶν. Ὤφθη τῷ πατριάρχῃ Κύριος ὁ Θεὸς, ὡς γέγραπται, καὶ εἶπεν αὐτῷ· Ἰδοὺ ἐγὼ μετὰ σοῦ, διαφυλάσσων σε ἐν τῇ ὁδῷ οὗ ἐὰν πορευθῇς. Οὐκοῦν Θεὸς ἦν ὁ ῥυόμενος, καὶ οὐκ ἄγγελος. Καὶ πάλιν, ὅτε Λάβαν κατεδίωξε τὸν Ἰακὼβ καὶ κατέλαβε, τότε πάλιν Θεὸς κεκώλυκε τὴν ἐπήρειαν, οὐ συγχωρήσας λαλῆσαι ῥήματα πρὸς τὸν Ἰακώβ. Ὅτι δὲ Θεὸς αὐτῷ καὶ τοῦτο ἐξήνυσεν, αὐτὸς ἔσται μάρτυς λέγων πρὸς τὰς ἑαυτοῦ γυναῖκας· Οὐκ ἔδωκεν ὁ Θεὸς τῷ Λάβαν κακοποιῆσαί με. Καὶ πάλιν ἐπιβουλευόμενος παρὰ τοῦ ἀδελφοῦ Ἡσαῦ, οὐκ ἄγγελον ἐπεκαλεῖτο, ἀλλὰ Θεὸν παρεκάλει βοῶν· Ἐξελοῦ με, Κύριε, ἐκ χειρὸς τοῦ ἀδελφοῦ μου Ἡσαῦ, ὅτι φοβοῦμαι αὐτόν. ΑΛΛΟ, ἀποδεικτικῶς, ὅτι ὁ Λόγος τοῦ Θεοῦ, τὸ εἶδος αὐτοῦ ἐστιν. Λέγει που πρὸς Ἰουδαίους λίαν ἀπειθοῦντας ὁ Σωτήρ· Ὁ πέμψας με Πατὴρ, ἐκεῖνος μεμαρτύρηκε περὶ ἐμοῦ, οὔτε φωνὴν αὐτοῦ ἀκηκόατε πώποτε, οὔτε εἶδος αὐτοῦ ἑωράκατε, καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε ἐν ὑμῖν μένοντα, ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος, τούτῳ ὑμεῖς οὐ πιστεύετε. Τοίνυν ὅτι μὴ πεπιστεύκασι τῷ ἐκ τοῦ Πατρὸς ἀποσταλέντι Λόγῳ, οὔτε τῆς φωνῆς ἀκηκοέναι λέγονται τοῦ Θεοῦ, οὔτε μὴν τὸ εἶδος αὐτοῦ τεθεᾶσθαι πώποτε, ἀλλ' οὔτε ἔχειν ἐν αὐτοῖς ἐνοικοῦντα τὸν λόγον. Ἔστι δὴ λοιπὸν ἅπασι σαφὲς καὶ εὐσύνοπτον, ὅτιπερ, εἰ ἐδέξαντο τὸν ἀπεσταλμένον, ἤκουσαν ἂν καὶ τῆς φωνῆς τοῦ Θεοῦ, καὶ τὸ εἶδος ἐθεάσαντο αὐτοῦ, καὶ εἶχον ἐνοικοῦντα τὸν Λόγον. Ταῦτα τοίνυν πάντα ἐστὶν ὁ Υἱὸς, φωνὴ καὶ εἶδος, καὶ Λόγος τοῦ Πατρός. Εἰ δὲ εἶδός ἐστι, δῆλον ὅτι καὶ εἰκὼν καὶ χαρακτήρ. Ἔχων οὖν ὡς χαρακτὴρ κατὰ φύσιν ἐν ἑαυτῷ τὸ πρωτότυπον, οὗ καὶ ἔστι χαρακτὴρ, ἀληθεύσει λέγων· Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· καὶ, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. ΑΛΛΟ, σημαῖνον ὅτι εἶδος Θεοῦ καλεῖται ὁ Λόγος. Ὁ πατριάρχης Ἰακὼβ μετωνομάσθη παρὰ τοῦ Θεοῦ καὶ κέκληται κατά τινα χρόνον Ἰσραὴλ, ὅτε, καθά φησιν ἡ θεία Γραφὴ, Ἀνέτειλεν αὐτῷ ὁ ἥλιος, ἡνίκα παρῆλθε τὸ εἶδος τοῦ Θεοῦ. Εἶδος δὲ Θεοῦ τί ἂν ἕτερον εἴη, εἰ μὴ πάντως ὁ μετὰ παῤῥησίας βοῶν· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· καὶ, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν; Ἀντίθεσις ὡς ἀπὸ τῶν χριστομάχων, ἀσεβείας μεστή. Εὑρίσκεται, φασὶν, αὐτὸς ὁ Σωτὴρ τὸν ἑαυτοῦ Πατέρα παρακαλῶν ὑπέρ τε τῶν ἑαυτοῦ μαθητῶν, καὶ ὑπὲρ πάντων τῶν εἰς αὐτὸν πεπιστευκότων, καὶ οὕτω λέγων· Πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου, οὓς δέδωκάς μοι, ἵνα ὦσιν ἓν καθὼς καὶ ἡμεῖς. Καὶ μεθ' ἕτερα· Οὐ περὶ τούτων δὲ μόνων ἐρωτῶ, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ· ἵνα πάντες ἓν ὦσι, καθὼς σὺ, Πατὴρ, ἐν ἐμοὶ, κἀγὼ ἐν σοὶ, ἵνα καὶ αὐτοὶ ἐνἡμῖν ἒν ὦσιν· ἵνα ὁ κόσμος πιστεύσῃ ὅτι σύ με ἀπέστειλας. Κἀγὼ τὴν δόξαν ἣν δέδωκάς μοι, δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἕν. Ἐγὼ ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμοὶ, ἵνα ὦσι τετελειωμένοι εἰς ἕν· ἵνα γινώσκῃ ὁ κόσμος ὅτι σύ με ἀπέσταλκας. Οὐκοῦν ὥσπερ ἄνθρωποι τὴν φύσιν ὄντες ἡμεῖς ἐν τῷ Πατρὶ γινόμεθα, οὕτω καὶ αὐτὸς ὁ Υἱὸς ἕν ἐστι πρὸς τὸν Πατέρα. Καὶ αὐτὸς δὲ πάλιν ὁ Πατὴρ, οὕτως ἕν ἐστι πρὸς τὸν Υἱὸν, καθάπερ καὶ πρὸς ἡμᾶς. Καὶ ὥσπερ οὐδεὶς ἀναγκάζει λόγος ὁμοίους ἡμᾶς εἶναι κατὰ φύσιν τῷ Πατρὶ, ὅτι δὴ καὶ πρὸς αὐτὸν ἓν γίνεσθαι λεγόμεθα, οὕτως οὐκ ἀνάγκη πᾶσα λέγειν ἐκ τῆς οὐσίας εἶναι τοῦ Πατρὸς τὸν Υἱὸν, ἐπειδήπερ φησίν· Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. Ὡς γὰρ προλαβόντες εἰρήκαμεν, οὕτως ἐστὶν ἐν Πατρὶ, καθὰ καὶ ἡμεῖς. Ἢ τοίνυν καὶ ἡμᾶς ἀκόλουθον ὁμολογεῖν ἐκ τῆς οὐσίας εἶναι τοῦ Πατρὸς, διὰ τὸ ἓν γίνεσθαι πρὸς Θεὸν, ἢ εἰ μένομεν ἄνθρωποι, κἂν ἓν γενώμεθα πρὸς τὸν Πατέρα, δίκαιον καὶ ἐφ' Υἱοῦ τοῦτο φρονεῖν. Μένει γὰρ ἐπὶ τῆς ἑαυτοῦ φύσεως, οὐκ ἀναβαίνων εἰς τὴν τοῦ Πατρὸς οὐσίαν, κἂν ὡς ἓν ὑπάρχειν λέγηται πρὸς αὐτόν. Λύσις ἐφεξῆς. Ταῦτα καὶ ὁ τῶν χριστομάχων πατὴρ καὶ τῆς φλυαρίας αὐτῶν χορηγὸς διάβολος εἰρηκὼς ἤκουσε· Νῦν δὲ εἰς ᾅδην καταβήσῃ καὶ εἰς τὰ θεμέλια τῆς γῆς. Ὡς γὰρ τετόλμηκεν εἰπεῖν ἐκεῖνος· Ἀναβήσομαι ἐπάνω τῶν νεφελῶν, καὶ ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ· τὸν αὐτὸν δὴ τρόπον καὶ οὗτοι, πολὺ τῆς ἀνθρώπων φύσεως τοὺς ὅρους ὑπερβαινόμενοι καὶ τῆς οὐσίας ἀναβάντες τὸ μέτρον, οὐ φοβοῦνται λέγοντες· Ἐσόμεθα ὅμοιοι τῷ Ὑψίστῳ. Ὥσπερ οὖνἀληθεύει ὁ τοῦ Θεοῦ Λόγος βοῶν, ὅτι Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, διὰ τὸ τῆς οὐσίας ἀπαράλλακτον, οὕτω καὶ οἱ χριστομάχοι εἴποιεν ἂν ἀληθεύοντες· Ἡμεῖς καὶ ὁ πατὴρ ἡμῶν ὁ διάβολος ἕν ἐσμεν, διὰ τὸ τῆς γνώμης ἀπαράλλακτον. Εἰς τοῦτο δὲ ἤδη μωρίας ἐλαύνουσιν ὡς οἴεσθαι κατὰ χάριν ἔχοντας τὸ καλεῖσθαι θεοὺς, ὁμοίους εἶναι δύνασθαι κατὰ τὴν φύσιν τοῦ τὴν χάριν ἐπιδεδωκότος. Καὶ υἱοὶ κεκλημένοι, καθ' ὁμοιότητα τοῦ κατὰ φύσιν Υἱοῦ, ἴσους ἑαυτοὺς εἶναι πιστεύουσι τοῦ πρὸς υἱοθεσίαν ἀναγαγόντος, καὶ τὸ ἴδιον αὐτοῦ κατὰ φύσιν ἀξίωμα, κατὰ χάριν αὐτοῖς ἐπιθέντος διὰ πολλὴν φιλανθρωπίαν. Ἀντίθεσις ὡς ἐκ τῶν αἱρετικῶν. Κἂν λέγῃ, φασὶν, ὁ Υἱὸς, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, οὐ πάντως ἔσται τῆς αὐτῆς οὐσίας τῷ Πατρὶ, ἐπεὶ καὶ ἡμεῖς ἄνθρωποι κατὰ φύσιν ὄντες, ἓν ὡς πρὸς τὸν Θεὸν γινόμεθα· καὶ μάρτυς αὐτὸς λέγων ὁ Υἱός· Θέλω, Πάτερ, ἵνα ὥσπερ ἐγὼ καὶ σὺ ἕν ἐσμεν, οὕτω καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν. Πρὸς τοῦτο λύσις. Εἰ οὕτως εἰσὶν ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἓν, ὡς καὶ ἡμεῖς πρὸς τὸν Πατέρα, καὶ ὁ Πατὴρ πρὸς ἡμᾶς, οὐδὲν ἅρα τὸ μεταξὺ τοῦ Θεοῦ Λόγου καὶ ἡμῶν, ἀλλ' ἔσται κατὰ φύσιν ἡμῖν ὁ αὐτὸς, διοίσει δὲ μόνον τῷχρόνῳ, ἐπεὶ καὶ αὐτός ἐστι πρὸ πάντων· ἀλλὰ κἂν ἔχῃ τὸ προτερεύειν κατὰ τὸν χρόνον, ἔσται πάλιν ἡμῖν κατ' οὐσίαν ὁ αὐτός. Τί γὰρ κωλύσει τὸν Ἀδὰμ εἰς τὸ εἶναι κατὰ φύσιν ὅμοιον τῷ Παύλῳ τύχον, ἢ ἑτέρῳ τινὶ τῶν μετ' αὐτὸν γεγονότων, τὸ πρὸ πάντων αὐτὸν πεποιῆσθαι παρὰ Θεοῦ; Εἰ τοίνυν οὐδὲν ἐν τούτοις ὁ χρόνος ὠφελεῖ, τί κωλύει καὶ τὸν Υἱὸν πρὸ ἡμῶν γεγονότα, τῆς αὐτῆς οὐσίας ἡμῖν ὑπάρχειν, εἰ μηδὲν ἔστιν ἕτερον τὸ μεταξὺ ἡμῶν τε καὶ αὐτοῦ; Καὶ εἰ τοῦτο καθ' ὑμᾶς ἐστιν ἀληθὲς, ὅτου δὴ χάριν αὐτὸς μόνος καλεῖται Ποιητὴς, ἡμῶν οὐκ ἐχόντων τοῦτο; Καὶ ἡμεῖς μὲν δι' αὐτοῦ γεγόναμεν, αὐτὸς δὲ τὴν τοῦ Δημιουργοῦ δόξαν φέρει. Ἦν δὲ ὄντως ἀκόλουθον εἰ ταυτόν ἐσμεν κατὰ φύσιν αὐτῷ, τὴν αὐτὴν ἐκείνῳ χώραν ἐπέχειν παρὰ τῷ Πατρὶ καὶ ἡμᾶς, καὶ ἕκαστον ἡμῶν καλεῖσθαι καὶ Μονογενῆ, καὶ Λόγον, καὶ σοφίαν τοῦ Πατρός. Ὧν γὰρ ἡ φύσις μία, τούτοις ἔσται καὶ τὸ ὄνομα κοινόν· καὶ ὅπερ ἑνὶ κατὰ φύσιν ὑπάρχει, τοῦτο πάντως ἐγκείσεται καὶ τοῖς τῆς αὐτῆς μετέχουσιν οὐσίας. Εἰ δὲ τοῦτο ἄτοπον, καὶ οὔτε δημιουργοί ἐσμεν ἢ κεκλήμεθα, οὔτε μὴν σοφία, ἢ Λόγος, ἢ ἀπαύγασμα· μόνος δὲ ταῦτά ἐστιν ὁ Υἱὸς, οὐκ ἄρα κατὰ φύσιν ἔσται πρὸς ἡμᾶς ὁ αὐτὸς, ἀλλ' ἰδιάζουσαν ἐκ τοῦ Πατρὸς ἔχει τὴν γέννησιν, καὶ οὕτως ἐστὶν ἓν πρὸς τὸν ἑαυτοῦ Πατέρα, οὐ καθάπερ ἡμεῖς τῇ πρὸς αὐτὸν σχέσει τὴν ἑνότητα κερδαίνοντες μετοχικῶς τε καὶ μεταληπτικῶς, ὥσπερ ἂν εἰ καὶ σίδηρος πυρὶ ὁμιλήσας περιθερμαίνοιτο παρ' αὐτοῦ. ΑΛΛΟ, μετὰ γοργῆς ἀποδείξεως διδάσκον ὅτι τὰ ἐξομοιούμενά τισιν, οὐ πάντως καὶ κατὰ φύσιν ἔνεισιν οἷς ἐξομοιοῦνται, ἀλλ' ὥσπερ τινὲς εἰκόνες τὰ φύσει προσόντα τισὶ γίνονται τῶν κατὰ προαίρεσιν ἡμῶν κινημάτων. Λέγει πρός τινας ἡ θεία Γραφή· Μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστι σύνεσις. Καὶ πάλιν περὶ ἑτέρων· Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. Καὶ πάλιν· Ἵπποι θηλυμανεῖς ἐγενήθησαν. Ὁ δέ γε Σωτὴρ πρὸς τοὺς ἑαυτοῦ μαθητὰς τρανότερον λέγει· Γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Καὶ πάλιν· Γίνεσθε οἰκτίρμονες καθὼς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστίν. Εἰ μὲν οὖν τὸ τοῖς ἀλόγοις ζώοις ἐξομοιοῦσθαί τινας, ὅτι τὴν αὐτὴν ἐκείνοις ἐνόσησαν ἀβουλίαν, καὶ κατὰ φύσιν εἶναι τοῦτο ποιεῖ ὅπερ ἐστὶν ἐκεῖνα· καὶ πάλιν, εἰ τὸ μιμεῖσθαι τοὺς μαθητὰς τὸ τοῦ ὄφεως φρόνιμον, καὶ τὸ τῆς περιστερᾶς ἀκέραιον, καὶ τὸ τοῦ Πατρὸς τοῦ ἐν τοῖς οὐρανοῖς πρόχειρον περὶ τὸ πάντας ἑλεῖν, καὶ ὄφεις αὐτοὺς καὶ περιστερὰς καὶ κατὰ φύσιν ὁμοίους γίνεσθαι παρασκευάζει τῷ Θεῷ· ὅταν λεγώμεθα γίνεσθαι πρὸς Κύριον ἓν, οὐδὲν κωλύει λέγειν, ὅτι δὴ κατὰ τὸν τῆς οὐσίας λόγον ἓν γεγόναμεν πρὸς τὸν Θεὸν, ὥσπερ ἐστὶ καὶ ὁ Υἱὸς πρὸς τὸν ἑαυτοῦ Πατέρα. Εἰ δὲ μέχρι μόνης ἐννοίας ἢ πράξεως ἡ ὁμοιότης ἡμῖν πρὸς τὰ ἀντιπαραβαλλόμενα πέφυκε γίνεσθαι, οὐκ ἐσμὲν ἄρακατ' οὐσίαν οἱ αὐτοὶ πρὸς τὸν Θεὸν, ὅταν ἓν πρὸς αὐτὸν γίνεσθαι λεγώμεθα. Ἀλλ' ὥσπερ αὐτὸς ἕν ἐστι ῥύσει πρὸς τὸν ἑαυτοῦ Λόγον, οὕτω καὶ ἡμεῖς ἓν ὡς πρὸς ἀλλήλους γινόμεθα τῇ τε γνώμῃ, καὶ ὁμονοίᾳ, καὶ τῷ κατὰ μηδένα τρόπον στασιάζειν πρὸς ἀλλήλους, ἀλλ' ἑνὶ δεσμῷ τῆς ἁγίας ἀγάπης ὥσπερ εἰς ταυτότητα περισφίγγεσθαι. ΑΛΛΟ. Ἔθος τῷ Σωτῆρι Χριστῷ τὰ κατὰ φύσιν αὐτῷ προσόντα ἀγαθὰ προφέρειν ἀεὶ, καὶ τούτοις ἐξομοιοῦσθαι κελεύειν, ὡς πρὸς τὴν θείαν ἡμᾶς ἀναπλάττων εἰκόνα, καθ' ἣν καὶ πεποιήμεθα. Ὅτε γοῦν πράους καὶ ἡμᾶς διδάξαι βούλεται, λέγει· Μάθετε ἀπ' ἐμοῦ ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ. Καὶ οὐχ ὅταν ἐξ αὐτοῦ μαθόντες γενώμεθα πρᾶοι, πάντως ἐξομοιούμεθα κατὰ φύσιν αὐτῷ, ἀλλὰ μόνον κατὰ τὸ τῆς πραότητος σχῆμα. Οὐκοῦν ὅταν λέγῃ περὶ ἡμῶν, Ἵνα ὦσιν ἒν, καθὼς ἡμεῖς ἕν ἐσμεν, ἐξ ἑαυτοῦ λαβὼν τὸ παράδειγμα, οὐ πάντως ἵνα κατὰ φύσιν ἓν ὡς πρὸς τὸν Θεὸν γενώμεθα τοῦτό φησιν, ἀλλ' ἵνα ὥσπερ φυσικῶς ἕν ἐστιν αὐτὸς πρὸς τὸν Πατέρα, οὕτω καὶ ἡμεῖς τῇ ὁμοψυχίᾳ καὶ τὰ αὐτὰ φρονεῖν εἰς ἀλλήλους ἓν γενώμεθα, τὴν φυσικὴν ταυτότητα τοῦ Πατρὸς πρὸς τὸν Υἱὸν εἰκόνα λαμβάνοντες τῆς ἀδιαστάτου γνώμης· ὥσπερ ἓν ἡμᾶς σῶμα καὶ μίαν ψυχὴν δυναμένης ἀποτελεῖν. Οὕτω γὰρ περὶ τῶν πιστευσάντων γέγραπται, ὅτι Τοῦ πλήθους τῶν πιστευσάντων ἦν ἡ καρδία καὶ ψυχὴ μία. ΑΛΛΟ. Τὰ φύσει προσόντα τισὶν ὥσπερ εἰκόνες ἀμετάβλητοι γίνονται τοῖς πρὸς αὐτὰ τὴν οἰκείαν προαίρεσιν διαπλάττειν βουλομένοις· ὁποῖόν ἐστι τὸ, Γίνεσθε ὡς οἱ ὄφεις, καὶ ὡς αἱ περιστεραί. Οὐκοῦν εἰκόνα τινὰ ὑπογραμμὸν τῆς ὀφειλούσης ἐν ἡμῖν ἑνότητος γίνεσθαι προαιρετικῶς, προτείνει καὶ νῦν ὁ Υἱὸς, ἣν ἔχει πρὸς τὸν Πατέρα φυσικὴν ταυτότητα. Ὅταν οὖν λέγῃ περὶ ἡμῶν· Ἵνα καὶ αὐτοὶ ἓν ὦσι, καθὼς καὶ ἡμεῖς ἕν ἐσμεν, οὐχ ἵνα τὴν φύσιν ἀφέντες τὴν ἑαυτῶν, εἰς τὴν τοῦ Υἱοῦ μεταποιηθῶμεν, τοῦτό φησιν (ἀδύνατον γὰρ), ἀλλ' ἵνα καθάπερ ἤδη προείρηται, τοῦτο κατὰ γνώμην ὡς πρὸς ἀλλήλους γενώμεθα ὅπερ ἐστὶ κατὰ φύσιν αὐτὸς πρὸς τὸν Πατέρα· ἓν δηλαδή. Εἰ δὲ οὐκ ἔστιν εἰκὼν καὶ ὑπόδειγμα τὸ λεγόμενον, ἀλλὰ πάντως φυσικὴν ἔσεσθαί τινα μεταβολὴν οἴεταί τις, ἑαυτὸν ἐξαπατᾷ τὸ ἀληθὲς οὐχ ὁρῶν. Εἰ γὰρ ἐβούλετο γενέσθαι κατὰ φύσιν ἡμᾶς ὁ Υἱὸς ὅπερ ἐστὶν αὐτὸς πρὸς τὸν Πατέρα, ἐχρῆν εἰπεῖν· Ἵνα δὴ, ὥσπερ ἐγὼ πρὸς σὲ, Πάτερ, ἕν εἰμι, οὕτω καὶ αὐτοί. Νυνὶ δὲ τοῦτο μὲν οὐκ εἰπὼν, τῷ δὲ πληθυντικῷ χρησάμενος ἀριθμῷ, καὶ λέγων· Ἵνα ὥσπερ ἐγὼ καὶ σὺ ἕν ἐσμεν, οὕτω καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσι, διδάσκει σαφῶς ὅτιπερ οὐκ εἰς τὴν τῆς θεότητος φύσιν μεταποιηθῆναι βούλεται τοὺς εἰς αὐτὸν πιστεύοντας (ἀπίθανον γὰρ), ἀλλ' εἰκόνα τῆς κατὰ προαίρεσιν ἑνότητος λαβόνταςτὸ φύσει προσὸν αὐτῷ, τοῦτο εἶναι κατὰ γνώμην ἐπείγεσθαι, ὅ ἐστιν αὐτὸς φυσικῶς πρὸς τὸν γεννήσαντα. ΑΛΛΟ, δεικνύον ὅτι τὸ ἐν Θεῷ γίνεσθαι, οὐ φύ σεως σημαίνει μεταβολὴν, ἀλλ' ὅτι δι' αὐτοῦ ἢ παρ' αὐτοῦ. Εὑρίσκεταί που λέγων ὁ Ψαλμῳδός· Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν. Καὶ πάλιν· Ἐν τῷ Θεῷ μου ὑπερβήσομαι τεῖχος. Ἀλλ' ἔστι δῆλον ὅτιπερ οὐκ ἐν τῷ Θεῷ γενόμενος φυσικῶς καὶ τεῖχος ὑπερβήσεσθαι καὶ κερατιεῖν, ἀλλ' ὅτι ἐν τῷ ὀνόματι τοῦ Θεοῦ καὶ ἐν τῇ δυνάμει αὐτοῦ τοῦτο ποιήσει. Οὐκοῦν ὅταν ὁ Υἱὸς λέγῃ· Ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν, οὐχ ἵνα κατὰ φύσιν ἓν γένωνται πρὸς τὸν Θεὸν οἱ πιστεύοντες, τοῦτό φησιν, ἀλλ' ἵνα ἐν ὀνόματι Πατρὸς καὶ Υἱοῦ, μίαν ἔχοιεν εἰς ἀλλήλους τὴν γνώμην, καὶ εἰς φιλίας ἐνότητα περισφίγγωνται. Ἐπειδὴ δὲ προστίθησι τὸ, καθὼς ἡμεῖς ἕν ἐσμεν, δῆλός ἐστιν οὐ φυσικὴν τοῖς πιστεύουσι χαριζόμενος μεταβολὴν, ἀλλ' ὡς εἰκόνα καὶ ὑπόδειγμα τὸ φύσει προσὸν αὐτῷ τιθεὶς τῆς προαιρετικῆς ἡμῶν ἑνότητος. Τὸ γὰρ, καθὼς, οὐ πάντως ἀλήθειαν, ἀλλ' ὁμοίωσίν τινα παραδηλοῖ. ΑΛΛΟ, δι' οὗ μανθάνομεν ὅπως προσήκει νοεῖν τὸ ῥητὸν, τουτέστιν, Ἵνα ὥσπερ ἐγὼ καὶ σὺ ἕν ἐσμεν, οὕτω καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν· ἐγὼ ἐν αὐτοῖς, καὶ σὺ ἐν ἐμοὶ, ἵνα ὦσι τετε λειωμένοι εἰς ἕν. Μεγάλην τινὰ καὶ ὑπερφυῆ τῷ γένει τῶν ἀνθρώπων καταθέσθαι χάριν βουλόμενος ὁ τοῦ Θεοῦ Λόγος, ἕλκει σύμπαντας ὡς πρὸς ἑνότητα τὴν πρὸς ἑαυτόν. Φορέσας μὲν γὰρ τὸ σῶμα τὸ ἀνθρώπινον, γέγονεν ἐν ἡμῖν. Ἔχει δὲ ἐν ἑαυτῷ τὸν Πατέρα, ὡς Λόγος αὐτοῦ καὶ ἀπαύγασμα. Ὥσπερ οὖν, φησὶν, ἐγώ εἰμι ἐν αὐτοῖς, διὰ τὸ τὴν αὐτὴν αὐτοῖς φορέσαι σάρκα, καὶ σὺ, Πάτερ, ἐν ἐμοὶ, διὰ τὸ εἶναί με τῆς σῆς οὐσίας τὸ ἴδιον, οὕτω βούλομαι ἵνα καὶ αὐτοὶ εἰς ἑνότητά τινα συναφ [θ] έντες ἀλλήλοις ἀνακραθῶσι, καὶ ὥσπερ ἓν σῶμα γενόμενοι ἐν ἐμοὶ πάντες ὦσιν ὡς πάντας φοροῦντι διὰ τοῦ ἑνὸς ἀναληφθέντος ναοῦ, οὕτω τε εἶεν καὶ φαίνοιντο τετελειωμένοι. Καὶ γὰρ ἐγὼ τέλειός εἰμι καὶ ἄνθρωπος γεγονώς. ΑΛΛΟ, δεικνύον ἀκριβῶς ὅτιπερ οὐ τὴν ἑαυτῶν ἀφέντες φύσιν, πρὸς τὴν θείαν μεταποιού μεθα, ὅταν ἓν γίνεσθαι πρὸς τὸν Θεὸν λεγώ μεθα, ἀλλ' ὅτι μέτοχοι γεγονότες αὐτοῦ, τοῦτο καλούμεθα. Ὁ μακάριος Ἰωάννης φησίν· Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν, καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ ἔδωκεν ἡμῖν. Εἰ τοίνυν διὰ τὸ μετέχειν τοῦ Πνεύματος ἓν γινόμεθα πρὸς Θεὸν, καὶ ἡμεῖς μὲν ἐν αὐτῷ, αὐτὸς δὲ ἐν ἡμῖν εἶναι λέγεται· ὁ δὲ τοῦ Θεοῦ Λόγος οὐκ ἔστι τῶν μετεχόντων τὸ Πνεῦμα, ἀλλὰ μᾶλλον τοῦ Πνεύματος χορηγὸς, πρόδηλον ἂν εἴη ὅτιπερ οὐχ ὡς αὐτός ἐστιν ἐν Θεῷ καὶ Πατρὶ, οὕτω καὶ ἡμεῖς. Ἀλλ' αὐτὸς μὲν ἐν τῇ φύσει τοῦ γεγεννηκότος ἐστὶν, ὡς Λόγος αὐτοῦκαὶ ἀπαύγασμα. Ἡμεῖς δὲ δι' αὐτοῦ τῆς τοῦ Πνεύματος μετοχῆς ἀξιούμενοι, ἓν ὡς πρὸς Θεὸν γίνεσθαι λεγόμεθα. ΑΛΛΟ, τὴν αὐτὴν ἔχον διάνοιαν. Λέγει που πάλιν ὁ μακάριος Ἰωάννης· Ὃς ἂν ὁμολογήσῃ ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ Θεὸς ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν τῷ Θεῷ. Εἰ τοίνυν ὁμολογοῦντες, ὅτιπερ Υἱός ἐστιν Ἰησοῦς τοῦ Θεοῦ, ἐν Θεῷ γινόμεθα, καὶ αὐτὸς ὁμοίως ἐν ἡμῖν· ὁ δὲ Υἱὸς οὐχ οὕτως ἐστὶν ἐν Πατρὶ, οὐ γὰρ δῶρον ὁμολογίας ἔχει τὸ εἶναι ἐν αὐτῷ, δῆλόν ἐστι καὶ πᾶσιν εὐσύνοπτον ὅτιπερ ἄνθρωποι μὲν καλοῦνται χάριτι πρὸς ἑνότητα τὴν εἰς Θεὸν, καὶ γέρας ὁμολογίας καὶ πίστεως ἔχουσι τοῦτο. Ὁ δὲ τοῦ Θεοῦ λόγος δίχα τινὸς τοιούτου φυσικῶς ἐστιν ἐν Πατρὶ, καὶ ἐν ἑαυτῷ τὸν Πατέρα φέρει, καὶ ὄντως ἕν ἐστι πρὸς αὐτόν. ΑΛΛΟ. Κατὰ τὴν Ἰωάννου φωνὴν, ὁ ὁμολογήσας ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ἔχει τὸν Θεὸν ἐν ἑαυτῷ μένοντα, καὶ αὐτὸς δὲ ἐν τῷ Θεῷ γίνεται. Ὡμολόγησέ τις, ὑποκείσθω γὰρ τοῦτο τῷ λόγῳ, καὶ λαβὼν Πνεῦμα τῆς ὁμολογίας δῶρον, ἐδέξατο μὲν Θεὸν ἐν ἑαυτῷ, γέγονε δὲ καὶ αὐτὸς ἐν Θεῷ. Ἀλλὰ τὸν οὕτω διατιθέντα, συμβέβηκεν ἔκ τινος διαβολικῆς ἐπηρείας μετάγνωσιν τῶν ὀρθῶς βεβουλευμένων ἐλθεῖν, ἀπέστη τε τῆς ὁμολογίας, καὶ διὰ τοῦτο τὴν χάριν ἀποβέβληκε, καὶ τοῦ θείου Πνεύματος ἔρημος γεγονώς· οὐ γὰρ ἐν τοῖς δυσφημοῦσι τὸν Υἱὸν κατοικεῖ. Ἀπώλεσε καὶ τὸ εἶναι ἐν Θεῷ, καὶ τὸ ἔχειν αὐτὸν ἐν ἑαυτῷ. Ἄνθρωπος δὲ ἦν καὶ ὁμολογήσας, καὶ ὅτε τῆς ὁμολογίας ἀπέστη. Οὐκ ἄρα φύσει πρὸς τὴν θείαν οὐσίαν μεταποιούμεθα, ἓν ὡς πρὸς τὸν Θεὸν γίνεσθαι λεγόμενοι, ἀλλὰ χάρις ἡμᾶς, καὶ ἀρετὴ συνάπτει, καὶ κακία πάλιν ἀφίστησι· καὶ εἰ ὁμολογοῦντες ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ἐν Θεῷ γινόμεθα, ἀρνούμενοι δὲ πάντως ἀλλοτριούμεθα. Φαίνεται δὲ οὐ δῶρον ἀρετῆς τοῦτο ἔχων ὁ Υἱός. Οὐκ ἄρα οὕτως ἐστὶν ἐν Πατρὶ ὥσπερ ἡμεῖς, ἀλλ' αὐτὸς μὲν φυσικῶς καὶ ἀμεταπτώτως ἐξ αὐτοῦ γεγεννημένος, ἡμεῖς δὲ χάριτι καὶ μετοχῇ. Ὥσπερ οὖν αὐτοῦ κατὰ φύσιν ὄντος Υἱοῦ καὶ Θεοῦ, οὕτω καὶ ἡμεῖς καθ' ὁμοιότητα αὐτοῦ καὶ υἱοὶ καὶ θεοὶ χρηματίζομεν.