Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Thesaurus de sancta consubstantiali trinitate
Cyril of AlexandriaTrin 13 · pg-scrape-grcMore by Cyril of Alexandria
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
13.1
Περὶ ὁμοιότητος τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα· καὶ, ὅτι οὐκ ἔστι τρεπτῆς φύσεως ὁ Υἱὸς, ἢ ἔξωθεν ὑποστὰς, ἀλλ' ἐκ τῆς οὐσίας αὐτοῦ προελθὼν, ὡς Υἱὸς καὶ γέννημα. Ἀντίθεσις ὡς ἐκ τῶν θεομάχων. Εἰ ἀπαράλλακτος, φασὶν, εἰκών ἐστιν ὁ Υἱὸς τοῦ Πατρὸς, καὶ ὅμοιός ἐστι κατὰ πάντα τῷ γεγεννηκότι, γεννάτω καὶ αὐτὸς, καὶ Υἱοῦ γενέσθω Πατήρ· οὕτω γὰρ αὐτὸν ἀκριβῶς μιμήσεται. Εἰ δὲ οὐ γεννᾷ, πῶς ἐν τῷ μὴ τίκτοντι τὸ τίκτον φαίνεται; Ἀνόμοιος γὰρ ἔσται κατὰ τοῦτο τῷ Πατρί. Πρὸς τοῦτο λύσις. Εἰ τὸ παραλλάττον οὐδὲν ἐν Θεῷ καὶ ἀνθρώποις, ἀπαιτείσθω τὸ γεννᾷν καὶ οὕτως ὡς ἄνθρωπος. Εἰ δὲ ἐξαίρετος ἡ Θεοῦ φύσις, ἔσται πάντως καὶ τῆς καθ' ἡμᾶς ἀνάγκης ἐλευθέρα. Οὐ γὰρ ὡς ἄνθρωπος ἐγέννησε Θεὸς, ἵνα καὶ ὁ τεχθεὶς ταῖς φυσικαῖς ἡμῶν ἑπόμενος ἀκολουθίαις τέκῃ, ἀλλὰ θείαν τινὰ καὶ ἄῤῥητον ἐκ Πατρὸς ἔχει τὴν γέννησιν. Εἰ δὲ ἀνάγκη τὸν γεννηθέντα γεννᾷν διὰ τὴν παρ' ἡμῖν φυσικὴν συνήθειαν, καὶ τοῖς τῆς ἀνθρωπότητος νόμοις ὑποπίπτει τὰ τῆς θεότητος ἴδια· τί τὸ κωλύον πατέρα. δοῦναι τῷ Πατρί; Οὕτω γὰρ οἱ παρ' ἡμῖν. Εἰ δὲ ἔστιν οὐκ ἔκ τινος ἀρχῆς ὁ Πατὴρ, καὶ τὴν καθ' ἡμᾶς ἀναβαίνει συνήθειαν ὡς Θεὸς, οὐδεὶς ἀναγκάσει λόγος τίκτειν τὸν Υἱόν. Ἔσται γὰρ καὶ οὕτω μᾶλλον τῷ Πατρὶ παραπλήσιος, ἄνω πάσης ἀνάγκης ὑπάρχων, ὡς Θεός. ΑΛΛΟ. Οὐκ ἄν τις εἴποι νοῦν ἔχων, ἀνόμοιον φαίνεσθαι τῷ Πατρὶ τὸν Υἱὸν, ἐπεὶ μὴ καὶ αὐτὸς ἐγέννησε, μηδὲ υἱοῦ γέγονε πατήρ. Ἀλλὰ μᾶλλον καὶ διὰ τοῦτο θαυμαστήν τινα καὶ ἀκριβεστάτην ὄψεται τοῦ Πατρὸς ἐν Υἱῷ τὴν εἰκόνα. Ὥσπερ γὰρ ὁ Πατὴρ ἄτρεπτός τε καὶ ἀναλλοίωτος ὢν, ἀεὶ μένει Πατὴρ, καὶ εἰς Υἱὸν οὐ μεταβάλλεται, οὕτως ὁ ἐξ αὐτοῦ Λόγος Υἱὸς προελθὼν, μένει τοῦθ' ὅπερ ἐστὶ, τοῦ Πατρὸς τὸ ἀναλλοίωτον καὶ διὰ τούτου δεικνύων ἐν ἑαυτῷ. Ὅμοιος οὖν καὶ κατὰ τοῦτο Πατρί. Ἐρώτησις Ἀρειανῶν, δι' ἧς, ὡς οἴονται, δεικνύουσιν ἀνόμοιον τῷ Πατρὶ τὸν Υἱόν. Αὐτεξούσιος, φασὶν, ἐστὶν ὁ Υἱὸς, ἢ οὐκ ἐστίν. Εἰ μὲν οὖν αὐτεξούσιός ἐστι, προαιρέσει φαίνοιτ' ἂν εἰκότως καλός. Τὸ δὲ προαιρέσει καὶ οὐ φύσει περί τι κρατούμενον, δύναιτ' ἂν ἐφ' ἕτερα μεταβάλλεσθαι, καὶ ἐφ' ὅπερ ἂν ἡ τῆς προαιρέσεως γένοιτο ῥοπὴ, ἐκεῖ πάντως ἔσται τὸ προαιρέσει διοικούμενον. Τροπὴ δὲ τοῦτο καὶ πάθος. Ὁ δὲ τροπὴν ὑπομένων καὶ πάθος, πῶς ἂν εἴη τοῦ ἀτρέπτου καὶ ἀπαθοῦς εἰκὼν καὶ ὁμοιότης; Εἰ δὲ ἄτρεπτός ἐστιν, εἰς οὐδὲν ἕτερον παρενεχθῆναι δυνάμενος, ἀλλ' ὅπερ ἐστὶ μένων ἀεὶ, ὡς λίθος ἄρα ἢ ξύλον ἕστηκεν ἐφ' ἑαυτῷ φυσικῷ τινι καὶ ἀῤῥήκτῳ δεσμῷ, εἰς τοῦθ' ὅπερ ἐστὶ κρατούμενος, καὶ τὸ αὐτεξούσιον οὐκ ἔχων. Πρὸς ταῦτα λύσις. Ἔδει μὲν ταῖς οὕτως ἀπαιδεύτως προσφερομέναις ἐρωτήσεσι μηδόλως ἀποκρίνεσθαι. Ἔνθα γὰρ ἡ ἀπόκρισις πανταχοῦ τὸ δύσφημον ἔχει, ἐκεῖ κρείττων ἡ σιωπή. Ἂν μὲν γὰρ αὐτεξούσιον εἴπω τὸν Υἱὸν, εὐθὺς ἡ τῆς αὐτεξουσιότητος συνεισάγεται μεταβολή. Ἀκολουθεῖ γὰρ τῷ αὐτεξουσίῳ τὸ ἐπιδέχεσθαι μεταβολὴν, εἰ καὶ μήπω πεπονθὸς εἴη τοῦτο διὰ τὸ μὴ ἐθελῆσαι παθεῖν. Ἐὰν δὲ τοῦτο ἀφεὶς, τὸ ἕτερον εἴπω, τουτέστιν, Ἄτρεπτος ὁ Λόγος ἐστὶν, εὐθὺς ἡμῖν τοῦ ξύλου τὴν ἀκινησίαν προτείνοντες, οὐκ αἰσθάνονται τολμῶντες λέγειν, ἃ καὶ μόνον ἦν ἐνθυμεῖσθαι κινδύνου μεστά. Τί γὰρ ἂν εἴποιεν οἱ πάντα τολμῶντες ῥᾳδίως, εἴ τις αὐτοῖς περὶ τοῦ Πατρὸς πεῦσιν προσάγοι τὴν αὐτήν; Ἆρα τὸν ἴσον ἡμῖν φοβηθήσονται φόβον, καὶ τὴν ἐπὶ τούτοις ἐπαινέσουσι σιωπήν; Ἢ τί ποτε ἄρα πρὸς ταῦτα ἐροῦσιν· Ἐγὼ μὲν οὐκ ἔχω λέγειν, καλὸν δὲ καὶ χρήσιμον εἰ μηδὲ ἐνενόησαν οὗτοι. Ὅτι δὲ ἄτρεπτος ὢν ὁ τοῦ Θεοῦ Λόγος ὥσπερ ὁ γεννήσας αὐτὸν, ὅμοιός ἐστι κατὰ πάντα τῷ Πατρὶ, γένοιτ' ἂν διὰ τούτου σαφές. Εἰ ἀπαράλλακτός ἐστιν εἰκὼν τοῦ Πατρὸς, καὶ ἀληθεύει, λέγων· Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα, καὶ πάλιν· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, ἔσται πάντως ἄτρεπτος καὶ ἀναλλοίωτος ὡς ὁ Πατήρ. Ἐπεὶ πῶς ἂν γένοιτο εἰκὼν τοῦ ἀεὶ καὶ ὡσαύτως ἔχοντος, τὸ τροπὴν ἐπιδεχόμενον; Ἢ πῶς ἂν εἴποιεν, Ἕν ἐσμεν, τὰ τοσοῦτον ἀλλήλων διεστηκότα, καὶ μακρὰν οὕτω φέροντα τὴν ἀνομοιότητα; Ἐπειδὴ δὲ ἀμήχανον ψεύδεσθαι τὴν ἀλήθειαν, τουτέστι τὸν Υἱὸν, ὅμοιον αὐτὸν εἶναι λέγοντα τοῦ Πατρὸς, ἀνάγκη πᾶσα τοῦθ' ὅπερ ἐστὶν ὁ Πατὴρ εἶναι πιστεύειν κατὰ φύσιν καὶ τὸν Υἱόν. Ἄτρεπτος οὖν, ὡς ἐκεῖνος, καὶ κατὰ πάντα αὐτῷ προσεοικώς. Ἄλλως τὸ αὐτό. Εἰ τρεπτῆς ὢν φύσεως ὁ Υἱὸς, αὐτοπροαίρετός τε καὶ αὐτεξούσιος, κατ' ἐκείνους, ὑπάρχων, ἐφέσει τῇ περὶ τὸ ἀγαθὸν εἰς τοῦτο γέγονε καταστάσεως, ὡς μηδεμίαν ἔχειν πρὸς τὸν Πατέρα διαφορὰν, ἀλλὰ λοιπὸν δύνασθαι λέγειν· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα, οὐδὲν ἐν Θεῷ μέγα, εἰ καὶ τοῖς τρεπτὴν ἔχουσι τὴν φύσιν ἔξεστι βουλομένοις εἶναι τοῦτο κατὰ φύσιν, ὅπερ ἐκεῖνός ἐστιν. Εἰ δὲ ἄβατα παντελῶς ἐστιν ἑτέρᾳ φύσει τὰ τῆς θεότητος ἴδια, πάντα δὲ ταῦτα φυσικῶς ἐν Υἱῷ φαίνεται, ὅμοιος ἄρα ἐστὶ κατὰ πάντα τοῦ Πατρός· οὐκ ἔκ τινος προκοπῆς ἢ ἀλλοιώσεως τῆς εἰς τὸ ἀγαθὸν, ἐκ τοῦ μὴ τοιούτου ὅπερ ἐστὶν ὑπάρχων, ἀλλὰ τέλειος ἐκ τελείου, καὶ ἄτρεπτος ἐξ ἀτρέπτου Πατρὸς προελθών. Πῶς γὰρ οὐ τέλειος ὁ οὐχ ἁρπαγμὸν ἡγησάμενος τὸ εἶναι ἴσα Θεῷ; Πῶς δὲ οὐκ ἄτρεπτος ὁ μετὰ τοῦ Πατρὸς ἓν ὢν, καθά φησιν αὐτός; ΑΛΛΟ. Εἰ ἐκ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται, καρπὸς δὲ τῆς τοῦ Πατρὸς οὐσίας ὁ ἐξ αὐτοῦ προελθὼν Λόγος, τουτέστιν ὁ Υἱός· ἢ ποιείτωσαν καὶ τὸ δένδρον σαπρὸν, τρεπτῆς αὐτὸ φύσεως εἶναι λέγοντες (οὕτω γὰρ βούλονται τὸν καρπὸν), ἢ εἰ καλὸν ποιοῦσι τὸ δένδρον, τοιοῦτον εἶναι πιστευέτωσαν καὶ τὸν ἐξ αὐτοῦ προελθόντα καρπὸν, οὐ τῆς ἀλλοιουμένης, ἀλλὰ τῆς ἀτρέπτου φύσεως εἶναι λογιζόμενοι, καθὰ καὶ τὸ δένδρον. ΑΛΛΟ. Ἐρωτῶντι Φιλίππῳ καὶ λέγοντι· Δεῖξον ἡμῖν τὸν Πατέρα, Χριστὸς ἀποκρίνεται· Τοσούτῳχρόνῳ μεθ' ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα. Εἰ τοίνυν ἡ περὶ τοῦ Υἱοῦ γνῶσις, γνῶσίς ἐστι τοῦ Πατρὸς, ἀνάγκη πᾶσα τοιοῦτον εἶναι πιστεύειν τὸν Υἱὸν, ὁποῖός ἐστιν ὁ Πατήρ. Εἰ δὲ τοῦτο, ἄτρεπτος δὲ ὁ Πατὴρ, ἔσται τοῦτο πάντως καὶ ὁ Υἱός. Οὕτω γὰρ ἂν ἐν αὐτῷ γνωσθείη καὶ φαίνοιτο. Μαρτυρίαι ἀπὸ τῆς Γραφῆς, ὅτι ἄτρεπτος ὁ Υἱὸς, καὶ ἐξ αὐτῶν συλλογισμὸς εἰς τοῦτο περιτρέ πων. Ὁ Παῦλος λέγει· Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον, ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας. Ὁ Ψαλμῳδός· Σὺ καταρχὰς, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί· αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται· καὶ ὡσεὶ περιβόλαιον ἐλίξεις αὐτοὺς καὶ ἀλλαγήσονται, σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. Ὁ Σωτὴρ περὶ ἑαυτοῦ· Ἴδετέ με, ἴδετε ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἠλλοίωμαι. Ὁ Ἱερεμίας· Ὅτι σὺ καθήμενος τὸν αἰῶνα, καὶ ἡμεῖς ἀπολλύμενοι τὸν αἰῶνα. Ἐνταῦθα γὰρ τὸ ἱδρυμένον καὶ ἀμετάθετον, καὶ ἀεὶ ὡσαύτως ἔχον τῆς θείας φύσεως ὁ προφήτης σημαίνων φησί· Σὺ καθήμενος τὸν αἰῶνα· τὴν δὲ ἐν παντὶ χρόνῳ τῶν γενητῶν μεταβολὴν ἐξηγούμενος, ἐπιφέρει· Καὶ ἡμεῖς ἀπολλύμενοι τὸν αἰῶνα. Εἰ τοίνυν ἐπὶ μὲν τῶν γενητῶν τροπὴν, καὶ ἀλλοίωσιν, καὶ ἀπώλειαν, καὶ ἐξαλλαγὴν ἡ θεία λέγουσα Γραφὴ, τῆς πρὸς ταῦτα κοινωνίας ὑπεξαιρεῖ τὸν Υἱὸν, Σὺ δὲ ὁ αὐτὸς εἶ, λέγουσα, οὐκ ἄρα τρεπτῆς φύσεώς ἐστιν. Οὐδὲ γὰρ ἂν ὁ αὐτὸς εἴη, ἐφ' ἕτερόν τι παρ' ὅπερ ἐστὶ μετατρέπεσθαι δυνάμενος. ΑΛΛΟ. Εἰ κατὰ φύσιν οὐκ ἔστιν ἄτρεπτος ὁ Υἱὸς, συνέβη δὲ αὐτῷ τὸ εἶναι τοῦτο ὅπερ ἐστὶ, καὶ ἐπίκτητον ἔχει τὴν πρὸς τὸν Πατέρα ὁμοιότητα, ἦν ἄρα χρόνος ὅτε ἧν μὲν ὁ Υἱὸς, ἀνόμοιος δὲ τῷ Πατρί; Καὶ πῶς Υἱὸς ἔτι νοηθήσεται ὁ μὴ ἐκ τῆς κατὰ φύσιν ὁμοιότητος μαρτυρούμενος; Ἢ πῶς ἐν βεβαίῳ τῆς μακαριότητος στήσεται, ὁ ἐπισυμβεβηκὸς τοῦτο ἔχων; Εἰ γὰρ συνέβη, καὶ ἀποσυμβῆναι τοῦτο δυνήσεται. Εἰ δὲ ἐν ταυτότητι μένειν τὸν Υἱὸν ἡ θεία λέγει Γραφὴ, πάντα ἐν αὐτῷ κατὰ φύσιν ἐστὶ τὰ τῆς θεότητος ἴδια, ἀλλότριον δὲ ταύτης ἡ τροπὴ, ἄτρεπτος ἄρα ἐστὶ καὶ ἀναλλοίωτος. ΑΛΛΟ. Τὸ τρεπόμενον καὶ ἀλλοιωθῆναι δυνάμενον, οὐκ ἂν λέγοι περὶ ἑαυτοῦ· Ἐγώ εἰμι ἡ ἀλήθεια. Εἰ γὰρ ποτὲ μὲν τόδε ἐστὶν, ποτὲ δὲ οὐκ ἔστι, ψεύδεται πρὸς ἑαυτόν. Ὁ δὲ Υἱὸς περὶ ἑαυτοῦ λέγει· Ἐγώ εἰμι ἡ ἀλήθεια. Οὐκ ἄρα τῶν ἀλλοιουμένων, ἢ τρεπομένων ἐστὶν, ἀλλ' ὅμοιος τῷ Πατρὶ, ἄτρεπτός τε καὶ ἀναλλοίωτος ὤν. ΑΛΛΟ, διηγηματικῶς. Ἕνα τῶν ἀλλοιουμένων σπουδάζοντες δεῖξαι τὸνΥἱὸν, ἵνα ἐκ τούτου νομίζηται εἶναι καὶ γενητὸς, καὶ λοιπὸν ἀνόμοιος τῷ Πατρὶ, εἰς ἀπόδειξιν τῆς ἑαυτῶν μανίας προφέρουσί τινα τῶν ἐν ταῖς θείαις Γραφαῖς· καί φασι τὸν Ἀπόστολον εἰπεῖν· Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα· ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ. Παρὰ δὲ τῷ Ψαλμῳδῷ γέγραπται πάλιν· Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Εἶτα λέγουσι τὰ ῥήματα σοφιζόμενοι, ὅτι τὸ, διὸ, καὶ διὰ τοῦτο, αἰτίαν τινὰ σημαίνει, δι' ἣν ὑπερυψώθη, καὶ ἐχαρίσθη αὐτῷ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, καὶ ἐχρίσθη τῷ ἐλαίῳ τῆς ἀγαλλιάσεως. Εἰ δὲ αἰτία τις τούτων αὐτῷ γέγονε πρόξενος, ἠλλοιώθη δηλονότι καὶ μεταβέβληται, τοῦτο γεγονὼς ὅπερ οὐκ ἦν πρὸ τούτου· καὶ εἰ δοτὸν ἐν αὐτῷ τὸ ἀξίωμα, ἔσται καὶ ἀφαιρετόν. Τὸ δὲ ἐν τοιαύτῃ καταστάσει τυγχάνον, πῶς ἂν εἴη κατὰ φύσιν τῷ ἀτρέπτῳ ὅμοιον, καὶ τοῦ ἀεὶ ὡσαύτως ἔχοντος εἰκών; Πρὸς ταῦτα λύσις. Εἰ καθ' ὑμᾶς γέγονέ τις αἰτία δι' ἣν ὑπερυψώθη, καὶ τοῦ ὀνόματος ἔτυχεν, ἐχρίσθη τε τῷ ἐλαίῳ τῆς ἀγαλλιάσεως, οὐκ ἂν ἦν τοῦθ' ὅπερ ἐστὶ νῦν, τῆς αἰτίας οὐ γενομένης. Οὐκοῦν οὐ φύσει Θεὸς ὁ Υἱὸς, εἰ ἐξ αἰτίας κατὰ χάριν Θεός· οὐδὲ φύσει Υἱὸς, εἰ ἐξ αἰτίας κατὰ χάριν Υἱὸς, καὶ μισθὸς ὡς ἔοικεν ἀρετῆς ἡ υἱότης αὐτῷ, καὶ τὸ τῆς θεότητος ὄνομα, ὤσπερ καὶ ἐφ' ἡμῶν. Οὐδὲν οὖν ἔσται τὸ αὐτοῦ τε καὶ ἡμῶν μεταξύ. Ἔξεστι γὰρ διὰ βίου σεμνότητος τῶν ἴσων τυχεῖν, εἴ γε καλούμεθα καὶ θεοὶ καὶ υἱοὶ, καὶ χριόμεθα τῷ ἐλαίῳ τῆς ἀγαλλιάσεως, τούτων ἀξίους ἑαυτοὺς παραστήσαντες. Εἰ δὲ τοῦτο ἄτοπον καὶ νοεῖν καὶ λέγειν, ὑπὲρ ἡμᾶς ἔσται καὶ οὐχ ὡς ἡμεῖς ὁ Υἱός. Ὁ μὲν γὰρ ἐκ τοῦ Πατρὸς κατὰ φύσιν ὑπάρχων, Υἱός ἐστιν ἀληθινὸς, ὡς ἄνθρωπος ἐξ ἀνθρώπου, καὶ Θεός ἐστιν ἐκ Θεοῦ γεννηθείς. Ἡμεῖς δὲ οἷς ταῦτα κατὰ φύσιν οὐ πρόσεστι, τὴν ἀπὸ τοῦ λαβεῖν χάριν, ἀντὶ τοῦ κατὰ ἀλήθειαν ἐσχήκαμεν, υἱοὶ καὶ θεοὶ διὰ τὴν τοῦ δεδωκότος φιλανθρωπίαν χρηματίζοντες· μέχρι γὰρ μόνου τοῦ ὀνόματος ἐφ' ἡμῶν ἡ κτῆσις τῶν ὑπὲρ ἡμᾶς, ἔτι δὲ τοῦ Υἱοῦ, φυσική τε καὶ οὐσιώδης. ΑΛΛΟ. Ὁ θεῖος Ἀπόστολός πού φησι περὶ τοῦ Υἱοῦ· Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν, καὶ τὸ ἑξῆς· Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα. Ὅτε τοίνυν ἐνηνθρώπησε τὴν τοῦ δούλου μορφὴν ἀναλαβὼν, ἐχαρίσθη αὐτῷ τὸ ὄνομα, καὶ ὑπερυψώθη. Οὐκοῦν πρὸ τῆς ἐνσάρκου παρουσίας καὶ τῆς τοῦ δούλου μορφῆς, οὔτε εἶχε τὸ ὄνομα, οὔτε ἦν ὑψηλότερος κατὰ τὸν τῶν Ἀρειανῶν λόγον. Εἰ γὰρ ἦν ταῦτα καὶ πρὸ τῆς ἐπιδημίας, περιττός που πάντως ἐστὶν ὁ τοῦ εἰληφέναι τι λόγος. Εἰ δὲ οὐκ εἶχεν, ὅπερ οὐκ ἦν ἐγένετο. Τί οὖν ἦν πρὶν ταύτηςδέξασθαι καθ' ὑμᾶς; Καὶ πάλιν· Εἰ ὅτε ἐταπείνωσεν ἑαυτὸν εἰληφὼς ταῦτα φαίνεται ἐν οἷς νῦν ἐστιν, ἔστι δὲ Λόγος, σοφία, δύναμις, ἀλήθεια, φῶς, ζωὴ, ἀνάστασις, εἰκὼν τοῦ Πατρὸς, τούτων οὐδὲν ἦν πρὸ τῆς ταπεινώσεως. Σκοπείτωσαν τοίνυν εἰς ὅσον αὐτοῖς δυσφημίας βάραθρον ὁ λόγος χωρεῖ· εἰ γὰρ ἆθλον ὥσπερ καὶ μισθὸν τῆς ταπεινώσεως ταῦτ' ἔχει παρὰ Πατρὸς, φαίνεται δὲ οὐκ ἐν ἄλλῳ χρόνῳ ταπεινώσας ἑαυτὸν, ἀλλ' ὅτε γέγονεν ἄνθρωπος, ἀνεστραμμένην ὁρῶμεν τῶν πραγμάτων τὴν τάξιν. Αἱ μὲν γὰρ θεῖαι Γραφαὶ τὴν ἐπιδημίαν τοῦ Θεοῦ Λόγου γεγενῆσθαι λέγουσιν ἐπὶ βελτιώσει τῆς σαρκὸς, καὶ ὅλης τῆς ἀνθρώπου φύσεως. Εἰ δὲ Θεὸς, καὶ Υἱὸς, καὶ Ὑψηλὸς γέγονεν ἐν τῷ καιρῷ τῆς σαρκὸς, βελτιωθέντα μᾶλλον ὁρῶμεν ἢ βελτιώσαντα· ὠφεληθέντα μᾶλλον ἢ ὠφελήσαντα. Οὐκοῦν οὐδὲ δι' ἡμᾶς ἐπεδήμησεν ὁ τοῦ Θεοῦ Λόγος, ἀλλὰ δι' ἑαυτόν· οὐδὲ τῆς ἡμετέρας ἕνεκα σωτηρίας τὴν σάρκα περιεβάλετο, ἀλλ' ἵνα βελτιωθῇ. Πῶς οὖν οἱ προφῆται καὶ ἀπόστολοι Σωτῆρα καλοῦσιν αὐτόν; Ἔδει γὰρ μᾶλλον βελτιωτὴν ἑαυτοῦ ὀνομάζειν ἢ τοῦτο. Πῶς δὲ ὑπὲρ ἡμῶν ἀπέθανεν, ὁ τούτου μισθὸν τὸ εἶναι Θεὸς καὶ Υἱὸς εἰληφέναι λεγόμενος; Εἰ δὲ τοῦτο φρονεῖν δυσσεβέστατον, οὐδὲν ἐξ ἀλλοιώσεως καὶ τροπῆς προσγέγονεν ἄρα τῷ Υἱῷ, ἀλλ' ἔστι τοῦτο φυσικῶς ὡς Υἱὸς, ὅπερ ἂν εἴη καὶ ὁ Πατήρ· διὸ δὴ καὶ ὅμοιος. ΑΛΛΟ. Εἰ κατ' ἐκείνους οὐκ ἦν ὁ Υἱὸς, ἢ ἦν μὲν, ἐβελτιώθη δὲ ὕστερον τροπὴν ὑπομείνας τὴν εἰς τὸ ἄμεινον, ὅτε καὶ μορφὴν δούλου λαβὼν ἑαυτὸν ἐταπείνωσε (διὰ τοῦτο γὰρ αὐτὸν ὁ Θεὸς ὑπερύψωσε καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα), γέγονε δὲ τοῦτο ἐν ὑστέροις τοῦ αἰῶνος καιροῖς, ὅτε καὶ ἡ ἐν σαρκὶ παρουσία· πῶς δι' αὐτοῦ γέγονε τὰ πάντα, πῶς δὲ ὁ Πατὴρ ἔχαιρεν ἐπ' αὐτῷ, οὔπω τὸ τέλειον ἔχοντι; Τὸ γὰρ προσθήκης ἔτι δεόμενον ἀτελές. Πῶς δὲ πάλιν ἐν ὑστέροις καιροῖς ἔλαβε τὸ προσκυνεῖσθαι, καὶ ἐξ ἀρχῆς τοῦτο ἔχων ἐφαίνετο; Προσκυνεῖ γὰρ αὐτὸν Ἀβραὰμ ἐπὶ τῇ δρυῒ τῇ Μαμβρῇ, προσκυνεῖ καὶ Μωσῆς ἐν τῇ βάτῳ λέγοντα· Ἐγώ εἰμι ὁ ὤν. Πῶς δὲ, καθά φησιν ὁ Δανιὴλ, Μύριαι μυριάδες ἐλειτούργουν αὐτῷ; Πῶς δὲ πάλιν ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου καθήμενος φαίνεται, καὶ ὑπὸ τῶν Σεραφὶμ δορυφορούμενος καὶ δοξολογούμενος; Πῶς δὲ πάλιν αἱ ἐν τοῖς οὐρανοῖς δυνάμεις διὰ τοῦ Πνεύματος ἀκούουσαι· Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ λέγουσαι· Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Ἀντήκουον· Κύριος τῶν δυνάμεων αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης. Οὐχ οὗτος γέγονε Κύριος τῶν δυνάμεων, ἀλλ' οὗτός ἐστιν ὁ πάλαι Κύριος τῶν δυνάμεων. Εἰ δὲ τοῦτο ὢν φαίνεται ὃ δὴ καὶ νῦν ἐστι καὶ πρὸ τοῦ τῆς ἐπιδημίας καιροῦ, περιττὸν ἂν εἴη λέγειν, μᾶλλον δὲ κινδύνου μεστὸν, τροπῆς δεκτικὸν ὑπάρχειν τὸν Υἱόν· ἢ προαιρέσεως ἀγαθῆςἐσχηκένα, μισθὸν τὴν υἱότητα, καὶ τὸ εἶναι σοφίαν, καὶ Λόγον, καὶ Θεόν. Ἄτρεπτος γὰρ καὶ ἀναλλοίωτος ὢν, ὅμοιός ἐστι κατὰ πάντα τῷ γεγεννηκότι. ΑΛΛΟ, ὅτι οὐκ ἐξ ἀλλοιώσεως τῆς ἀπὸ τοῦ χεί ρονος ἐπὶ τὸ ἄμεινον, ὅμοιός ἐστιν ὁ Υἱὸς τῷ Πατρὶ, ἀλλὰ φυσικῶς. Εἰ ἐν μορφῇ Θεοῦ ὑπάρχων ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν, τοσοῦτον ἂν δόξειε τῆς κατὰ φύσιν ἀξίας ὑποβεβηκέναι, ὅπερ ἂν ὀφθείη κεῖσθαι μεταξὺ Θεοῦ καὶ ἀνθρώπου. Οὐ γὰρ ἦν μὲν πρότερον ἄνθρωπος, γέγονε δὲ ὕστερον ὁ Θεὸς, ἀλλὰ Θεὸς ὢν γέγονεν ἄνθρωπος· ἔχει τοίνυν οὐδὲν εἰς βελτίωσιν ἐκ τούτων ὁ τοῦ Θεοῦ Λόγος. Εἰ δὲ ὑψοῦσθαι λέγεται, καὶ ἐν τάξει χαρίσματος τὸ ὑπὲρ πᾶν ὄνομα δέχεσθαι, εἰς ἐκεῖνο δηλονότι μετὰ σαρκὸς ἐπανάγεται, εἰς ὅπερ ἦν καὶ δίχα σαρκός. Καὶ αὐτὸς δέ πού φησι· Πάτερ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. Ποία δὲ ἦν ἡ πρὸ τοῦ κόσμου δόξα τοῦ Υἱοῦ; Τὸ ἐν μορφῇ τοῦ Πατρὸς ὑπάρχειν. Οὐδὲν ἄρα ἐστὶ τὸ ἐξ ἀλλοιώσεως καὶ τροπῆς τῆς ἐπὶ τὸ ἄμεινον προστεθὲν τῷ Υἱῷ, ἀλλ' ἡ ἐν χαρίσματος τάξει νῦν αὐτῷ διδομένη δόξα καὶ ὕψωσις, λύσις ἐστὶ τῆς μετὰ σαρκὸς ἀδοξίας, τὴν ἀπὸ τῆς τοῦ δούλου μορφῆς ἀτιμίαν ἐξαφανίζουσα. Λέγεται δὲ δίδοσθαι ταῦτα παρὰ Πατρός. Θεῷ γὰρ πάντα τὰ ὑπὲρ ἀνθρωπότητα διοικεῖν οἰκειότερον, οὐκ ἔξω τῆς τούτων οἰκονομίας ὑπάρχοντος τοῦ Υἱοῦ κατὰ τὴν τῆς θεότητος ἑνότητα, εἰ καὶ ἰδιαζόντως Υἱός ἐστιν ὡς πρὸς Πατέρα. ΑΛΛΟ, εἰς τὸ αὐτό. Εἰ καθ' ὑμᾶς, ὅτε ἐταπείνωσεν ἑαυτὸν, ὑπερυψώθη, διὰ τοῦτο καὶ ἐχαρίσθη αὐτῷ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, τουτέστι, κέκληται Θεὸς, καὶ διὰ τοῦτο ἐχρίσθη καὶ Υἱὸς ὠνομάσθη, πρὸ τῆς ταπεινώσεως ἀνάγκη λέγειν οὐκ εἶναι ταῦτα τὸν τοῦ Θεοῦ Λόγον· οὐδὲ γὰρ ἂν δέξαιτό τις ὅπερ ἔχει καὶ μὴ λαβών. Καὶ εἰ πρὸ τῶν τῆς ταπεινώσεως χρόνων εὑρίσκεται λέγων πρός τινας Θεός· Ἐγὼ εἶπα· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου, πολλοὶ πρὸ αὐτοῦ φαίνονται γεγονότες υἱοὶ καὶ θεοί. Πῶς οὖν ἀληθὲς ὅτι πάντα δι' αὐτοῦ ἐγένετο; Πῶς δὲ αὐτός ἐστι πρὸ πάντων πολλοὺς ἔχων πρὸ αὐτοῦ; Πῶς δὲ καὶ πρωτότοκος πάσης κτίσεως; Καὶ εἰ πρὸς μίμησιν τοῦ κατὰ φύσιν Υἱοῦ τίθενται καὶ οἱ κατὰ χάριν, πῶς οὗτοι πρὸ τοῦ κατὰ φύσιν; Καὶ εἰ τοῦ Υἱοῦ μετέχοντες υἱοποιούμεθα δι' αὐτοῦ, πῶς τὸ μετέχον πρῶτον ἕσται τοῦ μετεχομένου καὶ δι' οὗ γίνεται; Πῶς δὲ οὐ κρείττων ὁ πρῶτος τούτου τυχὼν τοῦ πολλαῖς ὕστερον γενεαῖς; Ἀλλὰ πολλὴν ἕχει ταῦτα τὴν ἀτοπίαν. Οὐκοῦν ἄτρεπτός τε καὶ ἀναλλοίωτος ὁ Υἱὸς, οὐ κατὰ χάριν, οὐδὲ ἐκ προσθήκης ἔχων τὴν πρὸς τὸν Πατέρα ὁμοιότητα, ἀλλ' οὐσιωδῶς τε καὶ φυσικῶς. ΑΛΛΟ, εἰς τὸ αὐτό. Εἰ καθάπερ τινὰ μισθὸν ἀρετῆς ἢ ταπεινώσεως ἢ ὑπακοῆς ἔχει τὸ εἶναι Υἱὸς ὁ τοῦ Θεοῦ Λόγος, κατὰ τίνα τρόπον πρὸ τῶν τῆς ταπεινώσεως χρόνων ἐπεγίνωσκόν τινες τὸν Πατέρα; λέγοντος τοῦ Υἱοῦ· Οὐδεὶς ἐπιγινώσκει τὸν Πατέρα, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν Υἱὸς ἀποκαλύψῃ. Μὴ ὄντος γὰρ κατ' ἐκείνους τοῦ ἀποκαλύπτοντος Υἱοῦ, πῶς ἐπιγνωσθείη παρά τινος ὁ Πατήρ, εἰ δὲ ἀεὶ Πατὴρ γνωρίζεται, ἦν ἄρα καὶ ἀεὶ ὁ ἀποκαλύπτων Υἱός. Οὐκοῦν οὐκ ἐκ μεταβολῆς τινος, οὐδὲ ἐν προσθήκης μέρει φαίνεται λαβὼν τοῦθ' ὅπερ ἐστὶν, ἀλλ' ἦν ἀεὶ τοῦτο φυσικῶς, ὅμοιος ὢν καὶ κατὰ τὸ ἀπροσδεές τε καὶ τέλειον καὶ ἄτρεπτον τῷ Πατρί. ΑΛΛΟ, σημαῖνον ὅτι ἐκ τῆς οὐσίας τοῦ Πατρός ἐστιν ὁ Υἱὸς, καὶ οὐκ ἔξωθεν, καθάπερ οἱ χρι στομάχοι φασίν. Ἐπειδὴ δὲ οὐκ ἔξωθεν, ὅμοιος ἄρα. Πρότασις ὡς ἐκ τῶν αἱρετικῶν. Καὶ τί τὸ πλέον, φασὶν, ἐν Θεῷ; Πῶς δὲ οὐκ ἔσται καθ' ἡμᾶς, εἰ καὶ αὐτὸς ἐκ τῆς οὐσίας τῆς ἑαυτοῦ τίκτει τὸν Υἱὸν, ὥσπερ καὶ ἡμεῖς; Ἐπειδὴ δὲ ἄνω τῆς ἀνθρωπείας φύσεως τοσοῦτόν ἐστιν, ὅσον τῶν γενητῶν ὑπερέχει, οὐ τὰ ἡμῶν μιμήσεται· οὐδὲ ὥσπερ τις τῶν καθ' ἡμᾶς ἐκ τῆς οὐσίας τῆς ἑαυτοῦ προβαλεῖ τὸν Υἱὸν, ἀλλ' ἔξωθεν ὑποστήσει. Εἰ δὲ τοῦτο, καὶ ἀνόμοιος ἄρα. Πρὸς ταῦτα λύσις. Ἐροίμην ἂν δικαίως τοὺς χριστομάχους, εἰ παντάπασι τὴν πρὸς ἡμᾶς ὁμοίωσιν παραιτεῖται Θεὸς, καὶ κατ' οὐδένα τρόπον τὰ ἀνθρώπῳ προσήκοντα φορέσει. Εἰ μὲν γὰρ ἐροῦσι μὴ πάντη τῶν ἡμετέρων ἀποφοιτᾷν τὴν θείαν οὐσίαν, ἕωλος αὐτοῖς ἡ πρότασις εὑρεθήσεται, λύσιν ἔχουσα τὴν αὐτῶν ὁμολογίαν. Εἰ δὲ ἐπιμένουσιν ἀμαθῶς οἷς προτείνουσιν ἐνιστάμενοι, λεγέτωσαν ἡμῖν, εἰ μὴ ὁ ἄνθρωπος οὐσία ἐστί. Καὶ πάλιν ἐπειδήπερ λογικὸς ὁ ἄνθρωπος, ἔστω Θεὸς κατ' ἐκείνους ἄλογος, ἵνα παραιτῆται τὰ ἀνθρώπινα. Εἰ δὲ ἐν τούτοις ὄντων ἡμῶν, ἐν αὐτοῖς ἐστι καὶ Θεὸς, οὐ παραιτήσεται γεννᾷν ἐξ ἑαυτοῦ τὸν Υἱὸν, ἐπειδήπερ οὕτω τίκτομεν ἡμεῖς. Ἔδει γὰρ μᾶλλον ἐννοεῖν ὅτι κατὰ μίμησιν τῆς θείας φύσεως οἱ κατ' εἰκόνα γεγονότες αὐτῆς, καὶ τοῦτο μετὰ τῶν ἄλλων κεκτήμεθα. Ἐπειδὴ δὲ τέτοκεν ἐξ ἑαυτοῦ τὸν Υἱὸν, καὶ οὐκ ἔξωθεν ὑπεστήσατο, ἀνάγκη δοῦναι τὸ ὅμοιον αὐτῷ. ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν χριστομάχων. Ἡμεῖς, φασὶν, ὥσπερ ὕλῃ τινὶ ταῖς ἐκ τῆς σωματικῆς φύσεως χορηγίαις ἀποκεχρημένοι, τίκτομεν ἐξ ἑαυτῶν τὰ γεννήματα· κἄν τι τῶν ἔξωθεν κατασκευάζειν ἐθελήσωμεν, ὕλην λαβόντες τοῦτο ποιοῦμεν. Θεὸς δὲ παντελῶς ἀσώματος ὢν, ὕλης μέν τινος ἐξ ἑαυτοῦ χορηγίαν οὐκ ἔχει, ἵνα τέκῃ τὸν Υἱὸν, δημιουργεῖ δὲ ἐξ οὐκ ὄντων. Οὐκοῦν πάντα τὰ καθ' ἡμᾶς παραιτούμενος, οὔτε ἐξ ἑαυτοῦ προβάλλει τὸνΥἱὸν, οὔτε ἐξ ὕλης προϋποκειμένης ἐργάζεταί τι τῶν ὄντων· ἀλλ' ἔξωθεν τὰ πάντα πρὸς τὸ εἶναι καλεῖ σὺν Υἱῷ. Εἰ δὲ τοῦτο, καὶ ἀνόμοιος ἄρα. Πρὸς τοῦτο λύσις. Καὶ πῶς ἡμῖν, ὦ γενναῖοι, μονογενὴς ὁ Υἱὸς εὑρεθήσεται, εἰ καὶ αὐτὸς ἔξωθεν ὥσπερ τὰ πάντα ἐστί; Πῶς δὲ ὅλως Υἱὸς ὁ μὴ ἐκ τῆς οὐσίας ὑπάρχων τοῦ γεγεννηκότος; Εἰ μὲν οὖν ἐνδέχεται καὶ τὰ ἐξ οὐκ ὄντων ἤτοι ἔξωθεν γεγονότα καλεῖσθαι καὶ εἶναι κατὰ φύσιν υἱοὺς, οὐδὲν, ὡς ἔοικε, κωλύσει πάντα τὰ πεποιημένα καλεῖσθαι γεννήματα. Καὶ οὐκέτι μονογενὴς ὁ Υἱὸς, πολλοὺς ἔχων τοὺς ἀδελφοὺς κατὰ φύσιν. Εἰ δὲ οὐκ ἐνδέχεται, μόνος δέ ἐστι μονογενὴς, ἐξηλλαγμένην ἄρα πάντη τὴν ὕπαρξιν ἔχει, οὐχ ὥσπερ ἐκεῖνα πρὸς τὸ εἶναι κεκλημένος, ἀλλ' ὡς Υἱὸς ἐκ Πατρὸς προελθὼν φυσικῶς, καὶ διὰ τοῦτο ὅμοιος. ΑΛΛΟ. Εἰ πάντα ἐξ οὐκ ὄντων ἐστὶ, καὶ μετὰ πάντων ὁ Υἱὸς, διὰ ποίαν αἰτίαν ὁ μὲν φύσει Κύριος, τὰ δὲ φύσει δοῦλα; Ἢ γὰρ τὰ πάντα κυριότητι τῇ κατὰ φύσιν ἀμᾶσθαι δίκαιον τὴν αὐτὴν ἔχοντα γένεσιν τῷ Υἱῷ, ἢ καὶ αὐτὸν μετὰ πάντων ὡς δοῦλον εἶναί τε καὶ λέγεσθαι. Νῦν δὲ οὐχ ὁρῶμεν τοῦτο κηρύττουσαν τὴν θείαν Γραφήν. Ἀλλὰ Κύριον μὲν κατὰ φύσιν οἶδε τὸν Υἱὸν, δοῦλα δὲ τὰ ποιήματα, λέγουσα, ὅτι Τὰ σύμπαντα δοῦλα σά. Καὶ πάλιν, μετὰ Πατρὸς ὑμνούμενον καὶ σπουδαζόμενον αὐτῷ τὸν Υἱὸν εἰσφέρει, τὴν κτίσιν δὲ δοξολογοῦσαν. Οὐκ ἄρα τοῖς πᾶσιν ἴσος ἐστὶν, οὐδὲ ἔξωθεν, ὥσπερ ἐκεῖνα, ἀλλ' ὁ μὲν Υἱὸς κατὰ φύσιν, τὰ δὲ δοῦλα καὶ ποιήματα. Οὕτω δὲ ἔχοντα τὸν Υἱὸν, τί τὸ κωλύον ὅμοιον εἶναι τῷ Πατρί; ΑΛΛΟ. Ἀγνοοῦσιν, ὡς ἔοικεν, αἱ λογισμοῖς ἀσυνέτοις ἐπερειδόμενοι, καὶ ψόφῳ διακένων ῥημάτων ἢ ταῖς ἀκριβείαις τῶν θεωρημάτων ἐπικομπάζοντες, ὅτι τὸ ὄντως ὂν καὶ κατ' οὐσίαν τίκτειν δυνάμενον, τὸ θεῖόν ἐστιν. Αὐτὸ γὰρ δὴ περὶ ἑαυτοῦ φησιν· Ἐγώ εἰμι ὁ ὢν, ὡς τῶν ἄλλων ἁπάντων, οὐκ ὄντων μὲν πρὶν γενέσθαι, βουλήσει δὲ θείᾳ πρὸς τὸ εἶναι παρενεχθέντων. Οὐκοῦν τὸ ὄντως ὂν, ᾧ καὶ τὸ εἶναι κυριώτατον ὄνομα, αὐτὸ δὴ καὶ μόνον κατ' οὐσίαν γεννήσει. Τὰ γὰρ ἄλλα ποιήματα, ἄνθρωποι τυχὸν, βουλήσει μᾶλλον Θεοῦ πρὸς τὸ δύνασθαι τίκτειν ἐκλήθησαν, ἢ κατ' ἰδίαν οὐσίαν τοῦτο ποιοῦσι. Θεῖος γάρ τις ἀναγκάζει νόμος τίκτειν καὶ τὸ μὴ τίκτειν πεφυκός. Ἐπειδὴ γὰρ οὕτως ἠθέλησεν ὁ Δημιουργὸς, οὕτω καὶ γέγονεν. Εἰ γὰρ κατ' οὐσίαν ἰδίως τε καὶ κυρίως ἔχει τὸ τίκτειν τὰ ποιήματα, διατί μὴ πάντα δύναται τίκτειν; Ἐπειδὴ δὲ τίκτει τινὰ, δηλονότι τὰ κεκελευσμένα, πρόδηλον δήπουθεν ὡς οὐ κατὰ φύσιν τοσοῦτον τοῖς ποιήμασινἐνυπάρχειν τὸ γεννᾷν, ὅσον ἐκ τοῦ κελεύοντος καὶ ἀναγκάζοντος νόμου, ὃν ἑκάστῳ τῶν ὄντων ἐπέθηκεν ὁ Δημιουργός. Οὐκοῦν τὸ κυρίως τίκτον ἐξ ἑαυτοῦ, τὸ Θεῖόν ἐστιν· ἡμεῖς δὲ κατὰ μίμησιν τὴν ἐκείνου. Εἶτα πῶς οὐκ ἄτοπον τὸ μὲν κατὰ μίμησιν τίκτειν ἐξ ἑαυτοῦ, τὸ δὲ ἀρχέτυπον πρὸς ὃ καὶ μεμόρφωται, μὴ ἐξ ἑαυτοῦ μᾶλλον, ἀλλ' ἔξωθεν ἔχειν τὸ γεννᾷν; Φανερᾶς τοιγαροῦν ἐντεῦθεν τῆς ἀληθείας γεγενημένης, οὐδὲν τὸν Πατέρα κωλύσει γεννᾷν τὸν Υἱὸν ἐξ ἑαυτοῦ. Εἰ δὲ τοῦτο, καὶ ὅμοιος ἔσται κατὰ πάντα αὐτῷ, τῆς τοῦ Πατρὸς ἰδιότητος φυσικῶς τρεχούσης ἐπὶ τὸν Υἱόν. ΑΛΛΟ, περὶ ὁμοιότητος τῆς τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα. Ἀντίθεσις ὡς ἐκ τῶν δι' ἐναντίας. Εἰ οὐδεὶς, φασὶν, ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεὸς, κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος φωνὴν, φαίνεται δὲ καὶ τὸ οἰκεῖον πρόσωπον τῆς κατὰ φύσιν ἀγαθότητος ἔξω τιθεὶς, Τί γάρ με φὴς ἀγαθόν; πρὸς τὸν Γραμματέα λέγει, κατὰ τίνα τρόπον ὅμοιος ἔσται τῷ κατὰ φύσιν ἀγαθῷ Πατρὶ ὁ μὴ τοιοῦτος Υἱός; Πρὸς ταῦτα λύσις. Ἀνόμοιον εἶναί φασιν οἱ χριστόμαχοι τὸν Υἱὸν τῷ Πατρὶ, τὸν ἐπηρτημένον τῷ λόγῳ κίνδυνον μηδόλως θεωροῦντες, ἢ θεωροῦντες μὲν, ἐν δὲ τοῖς οὕτω μεγάλοις πράγμασι παίζοντες μᾶλλον ἢ τῆς ἀληθείας ὄντες ἐξετασταί. Εἰ γὰρ ἀνόμοιος, κατ' ἐκείνους, ἐστὶν ὁ Υἱὸς τῷ Πατρὶ, λεγέτωσαν ἡμῖν τίνα ποτὲ ἐροῦσι τὸν ἀγαθὸν κατὰ φύσιν· τὸν Πατέρα ἢ τὸν Υἱόν; Εἰ μὲν οὖν τῷ Πατρὶ τὴν ἐπὶ τούτῳ ψῆφον ἀπονέμουσιν, ἀνάγκη πᾶσα μὴ εἶναι ἀγαθὸν τὸν τῷ Πατρὶ μὴ προσεοικότα. Εἰ δὲ τοῦτο μὲν παραιτήσονται λέγειν, μεταθήσουσι δὲ ἐπὶ τὸν Υἱὸν τὸ οὐσιωδῶς ἀγαθὸν, ἐξ ἀνάγκης πάλιν συνελαθήσονται πρὸς τὸ χρῆναι λέγειν οὐκ εἶναι τὸν Πατέρα ἀγαθὸν, εἴ γε τῆς πρὸς τὸν Υἱὸν ὁμοιότητος ἀποφοιτᾷ. Ἐπειδὴ δὲ λίαν ἐστὶν ἀτοπώτατον ἢ κατὰ τοῦ Πατρὸς ἢ κατὰ τοῦ Υἱοῦ τὴν τοιαύτην φθέγξασθαι δυσφημίαν (ἀγαθοῦ γὰρ ὄντος τοῦ Πατρὸς, ἀγαθὸς ἔσται πάντως καὶ ὁ ἐκ τῆς οὐσίας αὐτοῦ προελθὼν Υἱὸς), οὐκ ἔσται κατά τι γοῦν ἀνόμοιος τῷ Πατρὶ, εἴπερ τὸ ἀγαθὸν προσεοικέναι πάντως ἀνάγκη τῷ ἀγαθῷ. Ἀνθυποφορὰ ὡς ἐκ τῶν χριστομάχων. Κατὰ τοῦτο, φασὶν, ὁμολογοῦμεν ὅμοιον εἶναι τὸν Υἱὸν τῷ Πατρὶ, οὐχ ὅτι πάντως τὴν οὐσιώδη καὶ φυσικὴν ἔχει πρὸς αὐτὸν ὁμοιότητα, ἀλλ' ὅτι διὰ τὸ θελῆσαι μόνον τὸν Πατέρα τοιοῦτον ὑποστῆσαι τὸν Υἱὸν ὁποῖός ἐστιν αὐτὸς, τὴν πρὸς αὐτὸν ὁμοίωσιν ἔχει. Ὥσπερ οὖν ἀμέλει καὶ οἶκος εἰς εἶδός τι καὶ σχῆμα μεταπεποιημένος ὥσπερ εἰκών ἐστι τῆς τοῦ δημιουργήσαντος ἐννοίας· διὰ μὲν τὴν ὕλην ἕτερος ὢν ὡς πρὸς αὐτὸν, διὰ δὲ τὸ οὕτω πεποιῆσθαι ὡς ἐπενόησε προσεοικὼς αὐτοῦ τῇ διανοίᾳ. Πρὸς ταῦτα λύσις. Γέλωτος ἀξία, μᾶλλον δὲ ὀδυρμῶν ἡ τοῦ λόγου κατασκευή. Τίς γὰρ τῶν εὖ φρονούντων οὐκ ἂν εἰκότως ἐπιστυγνάσαι τοῖς εἰς τοσαύτην ἐμπεπτωκόσιν ἀμαθίαν; Τίς δὲ οὐ θρηνήσαι τοὺς εἰς τοσαύτην ὀλισθήσαντας ἀβουλίαν; Εἰ γὰρ ἀνόμοιός ἐστι κατ' οὐσίαν ὁ Υἱὸς τῷ Πατρὶ, ὅμοιος δὲ κατὰ τὸ εἶδος, πρῶτον μὲν ἀνάγκη λέγειν ἐκ διαφόρων συγκεῖσθαι τὸν Υἱὸν, καὶ τοῦτο, ἀλλήλοις πολὺ μαχομένων καὶ ἐναντίως ἐχόντων, τοῦ ὁμοίου, φημὶ, καὶ τοῦ ἀνομοίου· ἅπερ ἀλλήλοις καθ' ἕν τι τὸ ὑποκείμενον ἄμικτά τέ ἐστι καὶ ἀσύμβατα. Καὶ εἰ κατά τι προσεοικὼς, οὐχ ὅλος ἐστὶ φῶς, ἀλλ' οὐδὲ ὅλος ἀλήθεια, οὐδὲ φύσει Θεός. Εἶτα πρὸς τούτῳ καὶ εἰς αὐτὸν διαβήσεται τὸν γεγεννηκότα τῆς δυσφημίας τὸ βάρος. Ἔσται γὰρ ἡμῖν σύνθετος καὶ αὐτὸς ὁ Πατὴρ ἔκ τε οὐσίας καὶ νοήματος, εἴπερ κατὰ μὲν τὸν τῆς οὐσίας λόγον ἀνόμοιός ἐστι τῷ Υἱῷ, ὅμοιος δὲ κατὰ τὴν ἔννοιαν. Πῶς οὖν ὁ Πατὴρ εὑρεθήσεται τῶν πάντων ἀρχὴ, σύνθετος ὢν καθ' ὑμᾶς καὶ οὐχ ἁπλοῦς; Καίτοι τῆς ἀρχῆς οὐδὲν προεπινοεῖσθαι δύναται. Μηδενὸς δὲ προεπινοουμένου τῆς ἀρχῆς, οὐδαμόθεν αὐτῇ τὸ σύνθετον προσγενήσεται. Ἐπείπερ τὰ σύνθετα σύνοδός τις τῶν ἁπλῶν ἐργάζεται. Πανταχόθεν τοιγαροῦν ὁρωμένης τῆς ἐν τούτοις ἀτοπίας, σαθροτάτη μὲν ἔσται τοῖς χριστομάχοις ἡ πρότασις. Ἀναιρεθείσης δὲ τῆς ἐν τούτοις δυσφημίας, ὅμοιος ἔσται κατ' οὐσίαν ὁ Υἱὸς τῷ Πατρὶ, οὐδαμόθεν τῆς πρὸς αὐτὸν φυσικῆς ὁμοιότητος ἐξωθούμενος. ΑΛΛΟ. Εἰ μὴ κατ' οὐσίαν ὅμοιός ἐστιν ὁ Υἱὸς τῷ Πατρὶ, μόνης δὲ τῆς ἐννοίας αὐτοῦ χαρακτὴρ ὥσπερ τις καὶ εἰκὼν, τελείαν ἔχειν πρὸς αὐτὸν ὁμοιότητα οὐ δύναται· ἐπειδὴ καὶ ἡμεῖς κατ' εἰκόνα γεγονότες τοῦ Δημιουργοῦ, τότε μάλιστα τοῦτο φαινόμεθα σώζοντες, ὅτε τῆς θειότητος αὐτοῦ μέτοχοι γινόμενοι διὰ τοῦ ἐνοικοῦντος ἡμῖν ἁγίου Πνεύματος, πρὸς τὴν θείαν μορφούμεθα φύσιν. Καὶ γοῦν οἱ μήπω μετασχόντες αὐτοῦ, οὔπω σύμμορφοι καθεστήκασι τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ. Εἰ τοίνυν φυσικὴ μὲν ὁμοιότης οὐδεμία τοῦ Πατρὸς ἐν Υἱῷ, μόνοι δὲ τῆς ἐννοίας οἱ χαρακτῆρες ἐμφαίνονται, οὐχ ἕξει τὸ τελείως ὅμοιον, ὅπερ ἐστὶ καὶ μόνον, ἐννοεῖν ἀπίθανον. Πῶς γάρ ἐστιν ἴσα Θεῷ; Εἰ δὲ τοῦτο ἄτοπον, κρατήσει ἄρα τὸ ἕτερον, ὅπερ ἐστὶ καὶ ἀληθέστερον· ὅτι τῆς τοῦ Πατρὸς οὐσίας αὐτὸ δὴ τὸ ἴδιον ὑπάρχων ὁ Υἱὸς, ὅμοιος ἔσται καὶ κατ' οὐσίαν αὐτῷ. Ἀπόδειξις ἀπὸ τῆς θείας Γραφῆς, ὅτιπερ ἐκ μετ οχῆς τῆς πρὸς τὸ θεῖον, κατ' εἰκόνα τὴν πρὸς αὐτὸν μορφούμεθα. Οὐ γὰρ ἐξήρκεσε τῇ αὐτοῦ ἀνθρώπου κατασκευῇ, πρὸς τὸ φαίνεσθαι καὶ γενέσθαι εἰκόνα τοῦ πεποιηκότος, τὸ ἐν μόναις ἐννοίαις, τὸν περὶ αὐτοῦ κεῖσθαι λόγον. Λέγει που Παῦλος· Εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. Ἀλλ' εἴπερ ἐξήρκει καὶ δίχα τῆς τοῦ Πνεύματος μετοχῆς κατ' εἰκόνα φαίνεσθαι Θεοῦ τὸν ἄνθρωπον, πάντες ἂν ἦμεν Χριστοῦ, καὶ Πνεύματος ὄντες ἀμέτοχοι. Φησί που πάλιν ὁ μακάριος Ἰωάννης· Ὁ τηρῶν τὰς ἐντολὰς αὐτοῦ, ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν αὐτῷ. Καὶ ἐν τούτῳ γινώσκομεν ὅτι μένει ἐν ἡμῖν ἐκ τοῦ Πνεύματος οὗ ἔδωκεν ἡμῖν. Οὐκοῦν εἰ τὸ φυλάττειν τὴν δοθεῖσαν ἐντολὴν πρόξενον ἡμῖν τῆς τοῦ Πνεύματος μετουσίας εὑρίσκεται, μέτοχοι δὲ γεγονότες τοῦ Πνεύματος, πρὸς τὴν τοῦ πεποιηκότος εἰκόνα μορφούμεθα, πρόδηλον δήπουθεν ὅτι τὴν πρὸς Θεὸν ὁμοίωσιν ἔχειν ἀδύνατον τὸν μὴ μετέχοντά πως τῆς αὐτοῦ φύσεως. Καὶ πάλιν ἀνανεῶν εἰς τὸ κατ' εἰκόνα τὸν ἄνθρωπον ὁ Σωτὴρ, ἐνεφύσησε τοῖς μαθηταῖς λέγων· Λάβετε Πνεῦμα ἅγιον. Ὅπερ οὖν ἡ ἀνακαίνησις ἔχει, τοῦτο κεκτῆσθαι πάντως καὶ τὴν ἀρχαιότητα προσήκει νοεῖν. Οὐκοῦν τελείωσιν ἐξεικονισμοῦ πρὸς τὴν θείαν οὐσίαν ἡ τοῦ Πνεύματος μετοχὴ τῷ ἀνθρώπῳ χαρίζεται, οὐχ ἁπλῶς τὸ ἐν μόναις ἐννοίαις Θεοῦ διαπλασθῆναι τοιοῦτον ὁποῖός ἐστιν αὐτός. Εἰ δὲ τὸ Πνεῦμα τοῦ Υἱοῦ λαμβάνοντες πρὸς Θεὸν μορφούμεθα, πῶς ἀνόμοιος ἔσται τῷ Πατρὶ ὁ Υἱὸς ὁ τὸ μορφοῦσθαι πρὸς ἐκεῖνον καὶ ἡμῖν δι' ἑαυτοῦ δωρούμενος; Πρότασις ὡς ἐκ τῶν δι' ἐναντίας. Ἀκοινώνητος, φασὶ, καὶ οὐ μεθεκτὸς ἡμῖν ὁ Πατὴρ δι' ἑαυτοῦ, διὰ τὴν ὑπερβολὴν καὶ τὴν ἄκραν ὥσπερ καὶ ἀχώρητον τῇ ἀνθρωπείᾳ φύσει τῆς θεότητος μετάληψιν. Χωρεῖται δὲ καὶ ἐν ἡμῖν γίνεται δι' Υἱοῦ, ὡς δι' ἐλάττονος δηλαδή. Πῶς οὖν ὅμοιος ἔσται τῷ Πατρὶ, χωρητὸς ὢν ἐν ἡμῖν τοῖς ἐκεῖνον οὐ δυναμένοις χωρεῖν; Πρὸς τοῦτο ἀνθυποφορὰ ἤτοι λύσις. Μεθύουσι πάλιν ταῖς ἀβουλίαις οἱ θεομάχοι, μὴ εἰδότες, ὡς φαίνεται, μήτε ἃ λέγουσι, μήτε περὶ τίνων διαβεβαιοῦνται. Εἰ γὰρ, καθάπερ ὑμεῖς φατε, πάντα μεγάλα καὶ ὑπερφυῆ τὰ ἐν τῷ Πατρὶ, ἀνάγκη δοῦναι τοιαύτην καὶ τὴν ἐνυπάρχουσαν αὐτῷ ἀγαθότητα. Πῶς οὖν ὁ εἰς ἄκρον ἀγαθὸς, ἀχώρητος ἔσται τοῖς ἀγαθότητος δεομένοις; Πῶς δὲ ὅλως ἀγαθὸς ὁ ταῖς ὑπὲρ τὴν κτίσιν ὑπερβολαῖς ἀποκλείων ἅπασι τὸ μετασχεῖν αὐτοῦ; Χρὴ γὰρ δήπουθεν, ὃ δὴ καὶ ἀληθὲς ὂν φαίνεται, τὸν ἅπαξ ἀγαθὸν, ἀναλογοῦσαν αὐτοῦ τοῖς πᾶσι προθεῖναι τὴν ἀγαθότητα, καὶ εἰς ἀπόλαυσιν τοῖς αὐτῆς δεομένοις ἑτοίμην ἐξαπλοῦν. Ἀλλ' ἤδη καὶ τοῦτο ποιῶν φαίνεται, δι' ὧν καὶ ἐνοικήσειν ἐν ἡμῖν ἐπαγγέλλεται καὶ ἐμπεριπατήσειν, καὶ υἱοὺς ἀποδεικνύει. Οὐκοῦν ἕωλος τοῖς ἀθέοις ἡ πρότασις. Φαίνεται γὰρ οὐ δι' ὑπερβολὴν καὶ μεγαλοφυΐαν, εἰς ἀγριότητα Θεὸς ἀποκλίνων· ἀλλὰ μᾶλλον τοσοῦτος ὑπάρχων εἰς ἡμερότητα ὅσῳ μεγάλα τὰ αὐτοῦ. Ὧν ἓν δὴ τὸ κάλλιστόν ἐστιν ἡ ἀγαθότης, φθάνουσα δι' Υἱοῦ, καθά φησιν αὐτὸς, ἐπὶ πονηρούς τε καὶ ἀγαθοὺς, καὶ μηδενὶ τὸ παράπαν ἀποκλείουσα τὸ μετασχεῖν αὐτῆς. Μετοχὴ δὲ Πατρὸς δι' Υἱοῦ ἐν Πνεύματι κυρίως τεκαὶ πρεπόντως ἂν γένοιτο. Ὥσπερ οὖν καὶ ἡλίου μετέχομεν διὰ τῆς ἐξ αὐτοῦ τικτομένης αὐγῆς, οὐ δίχα θερμότητος ἢ τῆς τοῦ Πνεύματος ἐνεργείας εἰκόνα φέρει. Ὥσπερ οὖν τῷ ἡλίῳ οὐκ ἄν τις ἀνόμοιον εἶναι λέγοι τὸ ἐξ αὐτοῦ πεμπόμενον φῶς ἤτοι τὴν θερμότητα, διὰ τὸ μετὰ τούτων εἶναι μεθεκτὸν, οὕτως οὐδὲν ἀναγκάσει τὸν Υἱὸν ἀνόμοιον εἶναι τῷ Πατρὶ τὸ δι' αὐτοῦ μετέχεσθαι τὸν Πατέρα. Μᾶλλον δὲ ὅμοιον ὄντα κατὰ πάντα δεικνύει. Ὅπου γὰρ Υἱοῦ μετέχοντες, τῆς τοῦ Πατρὸς μετουσίας οὐκ ἐστερήμεθα, πῶς οὐκ ἔσται ταυτότης οὐσίας Πατρὸς καὶ Υἱοῦ; Ὅπου δὲ οὐσίας ταυτότης, ποῖον ἕξει τόπον ἡ ἀνομοιότης; Λεγέτωσαν οἱ χριστομάχοι. Ἀντίθεσις ὡς ἐκ τῶν αἱρετικῶν. Καὶ πῶς ἂν εἴη, φασὶ, κατὰ τὸν τῆς οὐσίας λόγον ὅμοιος τῷ Πατρὶ ὁ Υἱὸς, ὅς γε τοσοῦτον ἐλάττων φαίνεται, ὡς μηδὲ ὁρᾷν αὐτόν; Καὶ τοῦτο γὰρ αὐτός που διαμαρτύρεται λέγων· Θεὸν οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς Θεὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο. Εἰ τοίνυν ἀθεώρητον τοῖς πᾶσι τὸν Πατέρα φησὶν ὁ Υἱὸς, ἐν δὲ τοῖς πᾶσι καὶ αὐτὸς, πῶς ἂν εἴη κατὰ τὴν οὐσίαν ὅμοιος ὁ τοσοῦτον ἡττώμενος; Πρὸς τοῦτο λύσις. Καὶ πῶς οὐκ ἄντικρυς αὐτῇ μαχόμενοι τῇ ἀληθείᾳ φανεῖσθε, καὶ πάσαις ὁμοῦ ταῖς θείαις Γραφαῖς ἀντιπίπτοντες, μηδὲ αὐτῷ λέγοντες ὁρᾶσθαι τῷ Υἱῷ τὸν Πατέρα, κεκρύφθαι δὲ τὴν τοῦ Μονογενοῦς αὐτοπρόσωπον θέαν; καίτοι καὶ αὐτοῦ διαῤῥήδην βοῶντος οὐχ ὅτι τὸν Πατέρα ἑώρακέ τις, εἰ μὴ ὁ ὢν παρὰ τοῦ Θεοῦ, οὗτος ἑώρακε τὸν Πατέρα. Πῶς δὲ εἰ μὴ κατάληπτός ἐστιν ὁ Πατὴρ τῷ Υἱῷ, καὶ ἡμῖν αὐτὸν ἐπιδεικνύει, λέγων· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα; Πῶς δὲ τὸ Πνεῦμα αὐτοῦ πάντα ἐπίσταται καὶ τὰ βάθη τοῦ Θεοῦ, καθάπερ καὶ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὰ ἐν αὐτῷ; Πῶς δὲ πάλιν οἱ κατ' οὐρανὸν ἄγγελοι ὡς τὸ τούτου πρόσωπον θεωροῦντες ἀνεγράφησαν, εἰ μηδὲ τῷ Υἱῷ τοῦτο ὑπάρχει, καθ' ὑμᾶς; Ἢ πῶς οὐκ ἀληθεύσει, λέγων· Καθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα; Καὶ πάλιν· Οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν, εἰ μὴ ὁ Πατὴρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι; Ὁ τοίνυν μὴ μόνον εἰδὼς, ἀλλὰ καὶ ἀποκαλύπτειν ἑτέροις τὸν Πατέρα δυνάμενος, πῶς αὐτὸν οὐχ ὁρᾷ; Πῶς δὲ οὐκ οἶδεν ὁ ἐξ ὧν ἐστιν αὐτὸς εἰδὼς τὸν Πατέρα, καὶ λέγων πρὸς αὐτόν· Τὰ ἐμὰ πάντα σά ἐστι, καὶ τὰ σὰ ἐμά; Ὥσπερ οὖν, εἴπερ ἦν ἀθεώρητος αὐτῷ, καθ' ὑμᾶς, ὁ Πατὴρ, οὐκ ἂν ἦν αὐτῷ κατ' οὐσίαν ὅμοιος, οὔτως ἐπειδήπερ ὁρᾷ καὶ γινώσκει τὸν Πατέρα, ἔσται πάντως αὐτῷ κατὰ πάντα προσεοικὼς, καὶ διαψεύσεται πάλιν τῆς παρ' ὑμῶν συκοφαντίας ὁ λόγος. Ἀνθυποφορὰ ὡς ἐκ τῶν αἱρετικῶν. Κατὰ τοῦτο, φασὶ, μόνον ὅμοιον εἶναι δώσομεν τὸνΥἱὸν τῷ Πατρὶ, καθὸ πλουσίως αὐτοῦ μετεσχηκὼς, πεποίηται τρόπον τινὰ καὶ μεμόρφωται πρὸς αὐτόν. Ὥσπερ οὖν καὶ ἡμεῖς, κατὰ τὸ ἐφικτὸν ἀνθρώποις, κοινωνοὶ τῆς θείας γενόμενοι φύσεως, καθὼς γέγραπται, τὴν εἰκόνα τοῦ ἐπουρανίου λαμβάνομεν, καὶ πρὸς τοὺς θείους ὥσπερ χαρακτῆρας μορφούμεθα. Πρὸς ταῦτα λύσις. Καὶ τίς ἂν, εἰπέ μοι, τῶν τὰς θείας ἀνεγνωκότων Γραφὰς, τῆς τοσαύτης ὑμῶν φλυαρίας ἀνάσχοιτο; Οἱ μὲν γὰρ θεῖοι κηρύττουσι λόγοι πρόσφατον οὐκ εἶναι Θεὸν ἐν ἡμῖν, ὑμεῖς δὲ τοῖς ἀπὸ τοῦ Πνεύματος λαλουμένοις ῥιψοκινδύνως ἀντιτείνοντες, πρόσφατον ἡμῖν, καὶ ἵν' οὕτως εἴπωμεν, ἀρτιγενῆ Θεὸν εἰσφέροντες τὸν Υἱὸν οὐκ αἰσχύνεσθε. Τὸ γὰρ ἐκ μετοχῆς καὶ μεταλήψεως τῆς περὶ τὸ θεῖον ὡς πρὸς αὐτὸν πεποιημένον τε καὶ μεμορφωμένον, ἐπίκτητον ἔχει καὶ προσγεγονὸς τοῦθ' ὅπερ ἂν αὐτῷ διὰ τῆς μετοχῆς ἐνυπάρξαι. Τὸ δέ τι προσειληφὸς, ἀνάγκη συνομολογεῖν, ἐκ τοῦ μὴ οὕτως ἔχοντος ἐξ ἀρχῆς, εἰς ἕτερόν τι μεταχωρεῖν. Τοῦτο δέ ἐστι συμβεβηκός. Καὶ πῶς οὐ ῥᾴδιον ἀποβαλεῖν, ὅπερ ἄν τις προσλάβοι; Τὸ γὰρ ὅλως δοτὸν, καὶ ἀφαιρετόν· καὶ τὸ ἐπίκτητον, ἔσται δηλαδὴ καὶ ἀπόβλητον. Ἢ τοίνυν λεγέτωσαν δύνασθαι μεταπίπτειν τὸν Υἱὸν ἔκ τε τοῦ εἶναι Θεὸν, καὶ Κύριον, καὶ Υἱόν· ἢ εἰ τοῦτο ἀποναρκήσουσιν εἰπεῖν, συγχωρήσουσι δὲ μᾶλλον ἐν ἀδιαπτώτῳ μακαριότητι τοῦ Υἱοῦ τὴν οὐσίαν ἑστάναι, παραιτείσθωσαν καὶ τὸ ἐκ μετοχῆς τῆς πρὸς τὸν Πατέρα μεμορφῶσθαι νομίζειν αὐτόν· φυσικὴν δὲ μᾶλλον καὶ οὐσιώδη τὴν ὁμοίωσιν ἀποσωζέτωσαν τῷ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς προελθόντι Λόγῳ. ΑΛΛΟ. Τὰ ἐκ μετοχῆς τοῦ ἁγιάζειν πεφυκότος Θεοῦ πρὸς ἁγιασμὸν κεκλημένα, σώζει μὲν διὰ νήψεως ἐν ἑαυτοῖς τὸ δοθὲν, ἕτερον δὲ μεταδοῦναι τῆς ἐντεθείσης αὐτοῖς ἁγιότητος, οὐ δύναται. Οὐδεὶς γὰρ ἀνθρώπων ἐκ μετοχῆς τὸ Πνεῦμα λαβὼν, ἑτέρῳ τοῦτο χορηγήσει πώποτε, ἐπεὶ καὶ αὐτὸς κεκόμισται παρὰ Θεοῦ· μόνῃ δὲ ἁρμόσει τῇ τῆς ἁγιότητος πηγῇ, χορηγεῖν ἐξ ἑαυτῆς οἷς ἂν βούληται τὸν ἁγιασμόν. Καὶ γοῦν οἱ κατ' οὐρανὸν ὄντες ἄγγελοι, ἅγιοι μέν εἰσιν ἐκ μετοχῆς καὶ μεταλήψεως τῆς τοῦ ἁγίου Θεοῦ· ἁγιότητα δὲ δεδωκότες ἀνθρώποις οὐ φανοῦνται πώποτε. Ὁμοίως καὶ ὁ μακάριος Μωσῆς προβληθέντων ἑβδομήκοντα πρεσβυτέρων διὰ τὰς ἀπαραιτήτους χρείας τῆς συναγωγῆς, οὐκ αὐτὸς ἐδίδου τὸ Πνεῦμα, ἀλλὰ Θεὸς ἀφῃρεῖτο, καθὰ γέγραπται, ἀπὸ τοῦ ὄντος ἐν αὐτῷ, καὶ ἐνετίθει τοῖς προκεχειρισμένοις. Οὐκοῦν τοῖς ἐκ μετοχῆς ἁγίοις, φορεῖν μὲν ἔξεστι τὴν δοθεῖσαν ἀπὸ Θεοῦ χάριν· διδόναι δὲ ἑτέροις, οὐδαμῶς. Ὁ δὲ Υἱὸς, οὐχ οὕτως· ὡς γὰρ ἁγιότητος ὑπάρχων πηγὴ τοὺς μαθητὰς ἁγιάζει, λέγων· Λάβετε Πνεῦμα ἅγιον. Τοῦτο δὲ ποιῶν καὶ ὁ Πατὴρ φαίνεται· ὁ δὲ τὴν ἴσην ἔχων τῷ Πατρὶ κατὰ τὴν τοῦ ἁγιάζεινἐξουσίαν τε καὶ δύναμιν, πῶς οὐκ ἀληθινὴν ἔχει τὴν πρὸς αὐτὸν ὁμοιότητα;

Intertext edge

Open linked passage

Note