Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Thesaurus de sancta consubstantiali trinitate
Cyril of AlexandriaTrin 14 · pg-scrape-grcMore by Cyril of Alexandria
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
14.1
Ἔτι περὶ ὁμοιότητος, προκειμένου ῥητοῦ· Ὥσπερ γὰρ ὁ Πατὴρ ζωὴν ἔχει ἐν ἑαυτῷ, οὕτω καὶ τῷ Υἱῷ δέδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ. Τὸ δὲ συναγόμενον ἐκ τῶν συλλογισμῶν, ὅτι ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, ὥσπερ καὶ ὁ Πατὴρ, καὶ διὰ τοῦτο ὅμοιος. Πρότασις ὡς ἐκ τῶν Ἀρειανῶν. Καὶ πῶς ἂν δύναιτο, φασὶ, κατ' οὐσίαν ὅμοιος εἶναι τῷ Πατρὶ ὁ Υἱός; Ἢ πῶς οὐκ ἔσται μετ' αὐτὸν ὁ ἐξ αὐτοῦ δεχόμενός τι, καθά φησιν αὐτός· Ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτω καὶ τῷ Υἱῷ δέδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ; Πρὸς τοῦτο λύσις. Οὐδὲν, ὦ βέλτιστοι, τὴν οὐσίαν ἀδικήσει τοῦ Λόγου, τὸ δέχεσθαί τι παρὰ τοῦ Πατρός. Οὐ γὰρ ἐν τῷ δέχεσθαι τὸ εἶναι ἔχει, ἀλλὰ ὢν καὶ ὑπάρχων πρότερον, δέχεταί τι. Καὶ καθὸ ἐκ Πατρὸς φυσικῶς γεγεννημένος, ἐπάγεται πάντα τὰ ἴδια τοῦ Πατρός. Ὥσπερ ἂν εἰ καὶ τὸ φῶς ἐξ ἡλίου προελθὸν, δέχεσθαί τι λέγοιτο παρ' αὐτοῦ, ἐπειδήπερ πᾶν ὅπερ ἐστὶν ἐν αὐτῷ, τοῦτο φαίνεται τοῦ τεκόντος ἡλίου, καὶ οὐ δή που τὸν ἥλιον πρὸ τοῦ ἀπαυγάσματος εἶναι καταναγκάσει, τὸ τὴν ἐξ αὐτοῦ προϊοῦσαν ἔκλαμψιν ἀμερίστως ὥσπερ ἐξ αὐτοῦ προελθοῦσαν, τὰ αὐτῷ προσόντα φορεῖν φυσικῶς. Οὐκοῦν οὐ τὸ λαβεῖν τι παρὰ τοῦ Πατρὸς ἀναγκάσει πάντως δεύτερον εἶναι τῷ χρόνῳ τὸν Υἱόν. Τῷ γὰρ ὄντι καὶ ὑφεστῶτι δώσει τι, οὐ τῷ μὴ ὄντι καὶ μή πω γενομένῳ. ΑΛΛΟ. Εἰ ἐν τῷ δέχεσθαί τι τὸ εἶναι τοῖς οὖσιν ὁριούμεθα, καὶ ἀρκεῖ τοῦτο πρὸς δήλωσιν οὐσίας κατά τινος κατηγορούμενον, τί κωλύει καὶ δυσφημοῦντας εἰπεῖν, τότε τοῦ εἶναι τὴν ἀρχὴν ἔχειν τὸν Πατέρα, ὅτε δέχεσθαί τι λέγεται παρ' ἡμῶν; Ἔξεστι γὰρ ἐπακροᾶσθαι τοῦ Ψαλμῳδοῦ λέγοντος· Δότε δόξαν τῷ Θεῷ. Εἰ τοίνυν οὐκ ἐν τῷ δέχεσθαι παρ' ἡμᾶς τὴν δόξαν ἔχει τὸ εἶναι ὁ Πατὴρ (ὢν γὰρ καὶ ὑπάρχων ὡς παρ' οἰκετῶν τὴν δοξολογίαν κομίζεται), οὐκ ἔσται τοῦτο τοῦ Υἱοῦ τὸ εἶναι, ἐν τῷ λαβεῖν τι παρὰ τοῦ Πατρός. Ὢν γὰρ καὶ ὑπάρχων ἀνάρχως καὶ ἀϊδίως ἐξ αὐτοῦ προελθὼν, λαμβάνειν λέγεται τἂ προσόντα αὐτῷ φυσικῶς· ὥσπερ ἂν εἰ καὶ ἐξ ἀνθρώπου προελθὼν υἱὸς, πάντα φαίνοιτο φορῶν τὰ τοῦ γεγεννηκότος, μετὰ πάντων τῶν αὐτοῦ, ἐξ αὐτοῦ καὶ τὸ εἶναι ἔχων. Ὑπερκείσθω δὲ πάλιν ἡ θεία καὶ ἄῤῥητος γέννησις, τὴν τοῦ παροισθέντος ἡμῖν ὑποδείγματος δύναμιν, καὶ νοείσθω τὸ πρᾶγμα θεοπρεπῶς. Ἀντίθεσις ὡς ἐκ τῶν χριστομάχων. Ὅτι μὲν, φασὶ, τοῖς οὖσιν ἤδη καὶ ὑφεστηκόσιν, οὐ τοῖς μὴ οὖσι δέχεσθαί τι πρεπωδέστερον, συνθησόμεθα καὶ αὐτοί. Ἀλλ' ἐκεῖνο νῦν ἀναγκαῖον εἰπεῖν, ὅτι τὸ δεχόμενόν τι παρά τινος, ὡς οὐκ ἔχον λαμβάνει. Εἰ τοίνυν ἔχει μὲν ὁ Πατὴρ τὸ εἶναι ζωὴ κατ' οὐσίαν, δίδωσι δὲ τοῦτο τῷ Υἱῷ ὡς οὐκ ἔχοντι δηλαδὴ, πῶς οὖν ἔσται κατ' οὐσίαν ὅμοιος αὐτῷ παρ' αὐτοῦ δεχόμενος ὅπερ αὐτὸς οὐκ ἔχει; Πρὸς τοῦτο λύσις. Ἐξεταστέον ἀκριβῶς, ὦ βέλτιστοι, τοῦ προτεθέντος ῥητοῦ τὴν διάνοιαν, καὶ τότε τοῦ λόγου τὴν δύναμιν ὀψόμεθα. Ἀντακούσεσθε γὰρ παρ' ἡμῶν, εἰ οὕτως ἔχει τὴν ζωὴν ὁ Υἱὸς ὥσπερ καὶ ὁ Πατὴρ, τουτέστιν, ἐν ἑαυτῷ, δι' οὗ τὸ οὐσιωδῶς σημαίνεται, τί κωλύσει τὰ ὁμοίως ἔχοντα, τῆς αὐτῆς εἶναι καὶ οὐσίας; Εἰ γὰρ ὁ Πατὴρ ἔχει τὴν ζωὴν ἐν ἑαυτῷ, ἔχει δὲ πάλιν αὐτὴν ὁ Υἱὸς ἐν ἑαυτῷ, οὐκ ἐν προσθήκης μέρει, καθάπερ ὑμεῖς φατε, ἔσται καὶ τῷ Πατρὶ κατ' οὐσίαν ἴσος, ὁ ὡσαύτως ἔχων τὴν ζωὴν ἐκείνῳ, καὶ οὐχ ἑτέρως. ΑΛΛΟ. Εἰ μὴ ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, πῶς ἐπαληθεύσει λέγων· Ὁ πιστεύων εἰς ἐμὲ, ἔχει ζωὴν αἰώνιον; Καὶ πάλιν· Τὰ πρόβατα τὰ ἐμὰ τῆς ἐμῆς ἀκούει φωνῆς.– Κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον. Καὶ πάλιν· Ὁ πιστεύων εἰς ἐμὲ οὐ μὴ γεύσηται θανάτου εἰς τὸν αἰῶνα. Ἔδει γὰρ λέγειν· Ὁ πιστεύων εἰς ἐμὲ λήψεται παρ' ἐμοῦ ζωὴν, ἣν δέδωκέ μοι ὁ Πατήρ. Καὶ πάλιν· Τὸν εἰς ἐμὲ πιστεύοντα οὐ συγχωρήσει ὁ Πατὴρ γεύσασθαι θανάτου. Εἰ δὲ τοῦτο μὲν εἰρηκὼς οὐ φαίνεται, ὡς δὲ φύσει προσοῦσαν ἑαυτῷ τὴν ζωὴν, καὶ ὡς οὐσιωδῶς ὑπάρχουσαν ἐν ἑαυτῷ, δώσειν τοῖς εἰς αὐτὸν πιστεύουσιν ἐπαγγέλλεται, πῶς ἐνδέχεται νοεῖν οὐκ ἔχοντα τὸν Υἱὸν εἰληφέναι ταύτην παρὰ τοῦ Πατρός; Καὶ γὰρ ἂν εἴη πάσης ἐπέκεινα δυσφημίας τοῦτό γε. Ἀλλ', ὥσπερ ἤδη προείρηται, προελθὼν ἐκ Πατρὸς, πάντα τὰ αὐτοῦ κατὰ φύσιν ἐπάγεται, καὶ ὡς εἰληφὼς, κατὰ τοῦτο νοεῖται, καὶ ἀπαύγασμα καὶ εἰκὼν ὑπάρχων αὐτοῦ. Ἓν δὲ τῶν προσόντων τῶ Πατρὶ καὶ ἡ ζωή. ΑΛΛΟ. Εἰ μὴ ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς τοῦ Θεοῦ, ἀλλὰ ζωῆς μέτοχος, καθάπερ οἱ χριστομάχοι φασὶν, ἕτερόν τί ἐστι κατ' οὐσίαν αὐτὸς παρὰ τὸ μετεχόμενον ὑπ' αὐτοῦ. Πῶς οὖν ἡμῖν αὐτὸς εἰς μέσον ἔρχεται λέγων· Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς. Ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου, ζήσεται εἰς τὸν αἰῶνα; Ἔδει γὰρ οὕτως εἰπεῖν, εἴπερ οὐκ ἦν κατὰ φύσιν αὐτὸς ἡ ζωή· Ἐν ἐμοὶ ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς. Καὶ, Ἐάν τις φάγῃ ἐκ τοῦ ἄρτου τοῦ ἐν ἐμοὶ, ζήσεται εἰς τὸν αἰῶνα. Νυνὶ δὲ λέγων τὸ, Ἐγώ εἰμι, ἑαυτὸν ὁρίζει, καὶ οὐχ ἕν τι τῶν προσγεγονότων ἤτοι προσόντων αὐτῷ Εἰ τοίνυν αὐτός ἐστιν ὁ ἄρτος ὁ τοὺς μετέχοντας ἀπαθανατίζειν δυνάμενος, οὐκ ἔξωθεν οὐδὲ ἐπίκτητον ἔχει τὸ ζωοποιεῖν, ἀλλ' ὢν κατὰ φύσιν ζωὴ, τοὺς μετέχοντας αὐτοῦ ζωοποιήσειν ἀληθῶς ἐπαγγέλλεται. ΑΛΛΟ. Εἰ μὴ κατὰ φύσιν ἔχει τὸ εἶναι ζωὴ ὁ τοῦ Θεοῦ Λόγος, ἐπείσακτον δὲ, ὡς ὑμεῖς φατε, κεκτημένος αὐτὸ, ζωοποιεῖν δύναται, τί κωλύσει λέγειν καὶ ἀγγέλους τοὺς ἀληθῶς μετόχους γεγονότας ζωῆς δύνασθαι ζωοποιεῖν; Ἀλλὰ τοῦτο μὲν οὐκ ἐνδέχεται· μόνος γὰρ ὁ Υἱὸς ζωοποιεῖν δύναται, καθάπερ καὶ ὁ Πατήρ. Οὐκοῦν οὐκ ἐπείσακτος ἐν Υἱῷ ἡ ζωοποιὸς δύναμις, ἀλλὰ κατὰ φύσιν αὐτῷ προσοῦσα καὶ οὐσιωδῶς ὥσπερ καὶ τῶ Πατρί. ΑΛΛΟ. Λέγων ὁ Υἱὸς τὸ, Ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτω καὶ τῷ Υἱῷ δέδωκεν ἔχειν ζωὴν ἐν ἑαυτῷ, τὴν ἀπαράλλακτον ὁμοιότητα δεικνύει σαφῶς, ἣν ἔχει πρὸς τὸν γεννήσαντα. Ἔχει γὰρ οὕτω τὴν ζωὴν, ὥσπερ καὶ ὁ Πατὴρ, φυσικὴν δηλονότι καὶ οὐσιώδη. Τὸ δὲ, δέδωκε, προσθεὶς, τὴν ἐξ αὐτοῦ φυσικήν τε καὶ οὐσιώδη σημαίνει πρόοδον. Οὐ γὰρ δή που δέδωκεν ὁ Πατὴρ, ὥσπερ τι τῶν αὐτῷ προσόντων ἀφελόμενος, καὶ οὐκ ἔχοντι προστεθεικὼς τῷ Υἱῷ, κατὰ σωματικὴν ἀποτομὴν ἢ διάστασιν τὴν ἔκ τινος ἑτέρου πρὸς ἕτερον, ἢ τοπικῶς ἢ διαιρετικῶς νοουμένην. Ἀλλ' ὥσπερ δίδωσι τὸ φυτὸν τῷ ἐξ αὐτοῦ προελθόντι καρπῷ τὴν αὐτῷ κατὰ φύσιν προσοῦσαν ποιότητα φορεῖν, οὕτως ὁ Υἱὸς εἰληφέναι παρὰ Πατρὸς τὰ αὐτῷ προσόντα νοεῖται, πάντα ὢν ὅσα καὶ ὁ Πατὴρ, δίχα μόνου τοῦ εἶναι Πατήρ. ΑΛΛΟ. Ἀντίθεσις ὡς ἐκ τῶν χριστομάχων. Εἰ ζωὴ, φασὶ, κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, ὡς ὑμεῖς φιλονεικότερον ἐνιστάμενοι λέγετε, πῶς ἀληθεύσει λέγων ὁ Παῦλος περὶ τοῦ Πατρός· Ὁ μόνος ἔχων ἀθανασίαν; Εἰ γὰρ ἔχει καὶ ὁ Υἱὸς, οὐ μόνος ἔχει ὁ Πατήρ· εἰ δὲ μόνος ἔχει, οὐχ ἕξει δηλαδὴ καὶ ὁ Υἱός. Πρὸς τοῦτο λύσις. Πολλὰ προσεῖναι λέγεται μόνῳ τῷ Πατρὶ, καὶ εἰ τούτων ἔσται πάντων οὐκ ἔρημος ὁ Υἱός. Ἐπειδὴ γέγραπται, Μόνος ἀληθινὸς Θεὸς ὁ Πατὴρ, ἔστω μὴ ἀληθινὸς ὁ Υἱὸς, νόθος δὲ ὥσπερ τις καὶ ψευδώνυμος ἐπίκτητον ἔχων τὸ εἶναι Θεός. Καὶ πῶς ὡς τοῦτο κατὰ φύσιν ὢν προσκυνεῖται παρά τε ἡμῶν καὶ ἀγγέλων, τοῦ θείου νόμου διαῤῥήδην λέγοντος· Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις; Πῶς δὲ φυλάξομεν τὸ, Οὐκ ἔσται ἐν σοὶ Θεὸς πρόσφατος; Εἰ γὰρ μόνος κατὰ φύσιν Θεὸς ὁ Πατὴρ, καὶ διὰ τὸ οὕτω λέγεσθαι τοῦ εἶναι φύσειΘεὸν ἐκβάλλει τὸν Υἱὸν, πρόσφατος ἄρα καὶ νέος τιςὥσπερ ἐπεισαχθήσεται παρὰ τὸν ὄντα ἐξ ἀρχῆς καὶ κατὰ φύσιν. Ἀλλὰ τοῦτο ἄτοπον. Οὐκοῦν οὐ διὰ τὸ λέγεσθαι μόνον ἀθανασίαν ἔχειν τὸν Πατέρα, τῶν ἐναντίων ἔσται δεκτικὸς ὁ Υἱὸς, ἀλλ' ὡς τρεχούσης εἰς τὸ γέννημα φυσικῶς τῆς πατρικῆς ἰδιότητος, τοῦτο καὶ αὐτὸς ὑπάρχων κατ' οὐσίαν νοηθήσεται, ὅπερ ἂν εἴη καὶ ὁ γεννήσας αὐτόν. ΑΛΛΟ. Πολλὰ προσεῖναι λέγεται τῷ Πατρὶ πλεονεκτήματα. Ἀλλ' εἰ τούτων ἔσται γυμνὸς ὁ Υἱὸς, λέγει δέ που Παῦλος, Ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ, οὔτ' ἄφθαρτος, οὔτε ἀόρατος, οὔτε σοφὸς ἔσται, καθ' ὑμᾶς. Ἀλλ' ἔχει τὴν ἀσέβειαν ἄμετρόν τινα τὸ οὕτω νοεῖν. Πῶς γὰρ ἔσται φθαρτὸς ὁ τῆς ἀφθαρσίας χορηγός; Ἢ πῶς ὁραθήσεται Θεοῦ φύσις; Ἢ πῶς ἄσοφον εἶναι νομιοῦμεν τὸν Υἱὸν, περὶ οὗ γέγραπται ὅτι δὴ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία ἐστίν; Ὥρα γὰρ λέγειν ἄσοφον εἶναι τὴν σοφίαν τοῦ Θεοῦ. Οὐκοῦν οὐκ ἀποστερήσει τὸν Υἱὸν τὸ εἶναι ταῦτα φυσικῶς, ἅπερ ἂν λέγοιτο καὶ ὁ Πατὴρ, εἰ καὶ ἐπ' αὐτοῦ μόνον τάττοιτο. Φθάσει γὰρ πάλιν ἐπὶ τὸν ἐξ αὐτοῦ προελθόντα Λόγον, πάντα τὰ αὐτῷ προσόντα φυσικῶς τε καὶ ἀναγκαίως. ΑΛΛΟ. Εἰ ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Πατὴρ, ὥσπερ οὖν καὶ ἔστιν, ἔχει πάντως τοῦτο καὶ ὁ Υἱός. Ἀληθεύει γὰρ λέγων· Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν. ΑΛΛΟ, τὸ αὐτὸ ἐκ τοῦ ἐναντίου. Εἰ ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Πατὴρ, ὁ δὲ Υἱὸς οὐχ οὕτως, πῶς ἀληθεύσει λέγων· Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν; Ἀλλ' οὐκ ἂν ψεύσαιτο ἡ ἀλήθεια, ἔσται δηλονότι ζωὴ κατὰ φύσιν ὁ Υἱὸς, ὥσπερ καὶ ὁ Πατήρ. Ἄλλως τὸ αὐτό. Εἰ ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Πατὴρ, ὁ δὲ Υἱὸς οὐχ οὕτως, ἀλλ' ἐπείσακτον ἔχει τὸ εἶναι τοῦτο, πῶς ἀληθεύσει λέγων πρὸς τὸν Πατέρα, ὅτι Πάντα τὰ ἐμὰ σά ἐστι, καὶ τὰ σὰ ἐμά; Ἢ γὰρ ἕξει κατὰ φύσιν τὸ εἶναι ζωὴ καὶ αὐτὸς, ὅπερ ἐστι τοῦ Πατρός. Ἢ εἰ μὴ τοῦτο, τοῦ δὲ Πατρός ἐστι τὰ αὐτοῦ, ἐπεὶ μὴ κατὰ φύσιν ἐστὶ ζωὴ ὁ Υἱὸς, οὐκ ἔσται τοῦτο καὶ ὁ Πατήρ. Ἀλλὰ τοῦτο ἄτοπον. Φύσει γὰρ ὁ Πατὴρ ζωὴ, ἔσται τοῦτο καὶ ὁ Υἱὸς, ἵνα μὴ ψεύδηται τὴν ὁμοίωσιν. ΑΛΛΟ. Εἰ χαρακτὴρ ἀπαράλλακτος τῆς τοῦ Πατρὸς ὑποστάσεώς ἐστιν ὁ Υἱὸς, φορέσει φυσικῶς καὶ τὸ εἶναι ζωὴ, ἵνα μὴ παραχαράττηται τοῦ Πατρὸς ὁ χαρακτήρ ΑΛΛΟ. Φησί που Χριστὸς πρὸς τοὺς ἑαυτοῦ μαθητάς· Ὁἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. Εἰ τοίνυν ὁ Πατὴρ ἐν Υἱῷ φαίνεται ζωὴ κατὰ φύσιν ὑπάρχων, ἔσται τοῦτο καὶ ὁ Υἱὸς, ἵνα μὴ ψεύδηται τὴν ὁμοίωσιν. ΑΛΛΟ, ἐκ τῶν αὐτῶν διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς. Φησί που Χριστός· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. Εἰ τοίνυν ἐπείσακτον ἤτοι κατὰ μετοχὴν, καὶ οὐκ οὐσιῶδες ἔχει τὸ εἶναι ζωὴ, ἔσται τοῦτο καὶ ὁ Πατήρ. Φυγὼν δὲ τοῦ λόγου τὴν ἀτοπίαν, ἐξ ἀνάγκης ὁμολογήσεις τὸ ἕτερον· ζωὴ γὰρ κατὰ φύσιν ὁ Υἱός. ΑΛΛΟ. Εἰ τοῦ Πατρὸς τὴν οὐσίαν ὁ Υἱὸς ἀπαραλλάκτως χαρακτηρίζειν λέγεται, ἔστι δὲ οὐ κατὰ φύσιν ζωὴ, ἀλλ' ἐν προσθήκης μέρει τοῦτο λαμβάνει, τοῦτο καὶ ὁ Πατὴρ νοηθήσεται. Τὸ δὲ ἐν τούτοις ἄτοπον, παρεισοίσει τὸ ἐναντίον, ὅπερ ἐστὶ καὶ ἀληθές. ΑΛΛΟ. Τὰ ἑτερογενῆ τε καὶ ἑτεροφυῆ τὴν αὐτὴν ἐνέργειαν ἔχειν, οὐκ ἄν τις δῴη σωφρονῶν. Οὐδὲ γὰρ ἂν ὕδατι πῦρ ἕν τι καὶ ταυτὸν ἐνεργήσειεν, ἀλλ' ὥσπερ ἀπεσχοινισμένον ἔχουσι τῆς οὐσίας ἤτοι τῆς ποιότητος τὸν λόγον, οὕτω καὶ διάφορον ἀποδώσουσι τὴν ἐνέργειαν. Εἰ τοίνυν ζωῆς ὄντος κατὰ φύσιν τοῦ Πατρὸς, οὐκ ἔστι τοῦτο κατ' οὐσίαν ὁ Υἱὸς, ὥσπερ τοῖς χριστομάχοις δοκεῖ, πῶς τὴν αὐτὴν ἐνέργειαν φορέσει τῷ Πατρί; Φησὶ γάρ που Χριστὸς, ὅτι Ὥσπερ ὁ Πατὴρ οὓς θέλει ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ. Οὐ γὰρ δή που ζωοποιεῖσθαι μὲν ἑτέρως ἐροῦσι τοὺς ὅσοι παρὰ τοῦ Πατρὸς τοῦτο λαμβάνουσι, ζωοποιεῖσθαι δὲ πάλιν καθ' ἕτερον τρόπον τοὺς παρὰ τοῦ Υἱοῦ τοῦτο δεχομένους. Οὕτω γὰρ ἔφησε ζωοποιεῖν τὸν Πατέρα, ὡς ἂν ζωοποιήσειεν ὁ Υἱὸς, πανταχοῦ τὴν αὐτὴν ἐνέργειαν ἔχοντα τῷ Πατρὶ ἑαυτὸν ὁριζόμενος. Οὐκοῦν οὐκ ἀνόμοιος ἔσται πρὸς τὸν γεγεννηκότα· ἀλλ' ὥσπερ ἐκεῖνος φύσει ζωὴ λέγεται καὶ ἔστιν, οὕτω καὶ ὁ Υἱός. ΑΛΛΟ. Εἰ τὴν ἀλήθειαν ταῖς Ἰωάννου φωναῖς ἐπιψηφιούμεθα, πάντα δώσομεν ἐργάζεσθαι δι' Υἱοῦ τὸν Πατέρα. Εἰ δὲ τοῦτο, ἓν δὲ τῶν ἔργων τοῦ Πατρὸς καὶ τὸ ζωοποιεῖν τινας, ἔσται ζωὴ κατὰ φύσιν ὁ Υἱὸς, δι' οὗ τὰ πάντα ζωοποιεῖ, ἵνα μὴ νόθος μεσίτης παρεισαγόμενος, ἀμέτοχον δείξῃ Θεοῦ τὸ τῇ πρὸς αὐτὸν σχέσει ζωοποιούμενον. ΑΛΛΟ. Εἰ μεσίτης Θεοῦ καὶ ἀνθρώπων ἐστὶν ὁ Υἱὸς, ὥσπερ εἰς ἑνότητα φυσικὴν συνάπτων τὰ ἄκρα· ἀναγκαῖον εἰπεῖν ὅτι, ὥσπερ ἀνθρώποις συνήφθη φυσικῶς ἄνθρωπος γεγονὼς, οὕτω καὶ τῆς θείας φύσεως ἤρτηται Θεὸς κατὰ φύσιν ὑπάρχων. Εἰ δὲ τοῦτο, ἐπεὶ κατ' οὐσίαν καὶ οὐκ ἔξωθεν ἔχει τὸ εἶναι ζωὴ ὁ Πατὴρ, ἔσται τοιοῦτος καὶ ὁ προσεχὴς αὐτῷ καὶ ἐξ αὐτοῦ κατὰ φύσιν Υἱός. ΑΛΛΟ. Πανταχοῦ τὸν Υἱὸν αἱ θεῖαι Γραφαὶ καλοῦσιν Ἀλήθειαν, καὶ αὐτὸς δὲ περὶ ἑαυτοῦ τοῦτό φησιν· Ἐγώ εἰμι, λέγων, ἡ ἀλήθεια. Εἰ τοίνυν διεψευσμένον ἐν αὐτῷ τὸ τῆς ζωῆς πρᾶγμα, καὶ οὐκ οὐσιῶδες, οὐδὲ ἀληθινὸν, πῶς οὐ ψεύσεται λέγων ἑαυτὸν εἶναι τὴν ἀλήθειαν; Ἀλλὰ μὴν οὐ ψεύδεται· τοῦτο γὰρ ἀσεβὲς καὶ μόνον ἐννοεῖν· ἀλήθεια δέ ἐστιν. Οὐκ ἄρα διεψευσμένον ἔχει τὸ εἶναι ζωή. ΑΛΛΟ. Εἰ ζωοποιεῖ τοῦ Πατρὸς ἡ γνῶσις τοὺς ἔχοντας αὐτὴν, ζωοποιεῖ δὲ ὁμοίως καὶ ἡ τοῦ Υἱοῦ, πῶς οὐκ ἔσται κατ' οὐσίαν ὁ αὐτὸς, ὁ ταῖς τοῦ Πατρὸς ἰδιότησιν οὕτω διαπρέπων, ὡς ἂν εἰ καὶ αὐτὸς ὁ Πατήρ; ΑΛΛΟ, διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς. Ὥσπερ ὁ Πατὴρ, φησὶν, ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτω καὶ τῷ Υἱῷ δέδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ· Ἐνταῦθα τοῖς οὐκ ἐθέλουσι νοεῖν ὀρθῶς, εἰς πολλὴν ὁ λόγος κινδυνεύσει δυσφημίαν ἐκπεσεῖν. Εἰ γὰρ ἔχειν ἐν ἑαυτῷ λέγεται ζωὴν ὁ Πατὴρ, ἕτερόν τί ἐστιν αὐτὸς παρὰ τὴν ἐν αὐτῷ ζωήν. Εἰ δὲ τοῦτο διπλόη τις ὥσπερ καὶ σύνθεσις περὶ αὐτὸν νοηθήσεται, πῶς οὖν ἁπλοῦς καὶ σύνθετος κατ' οὐσίαν ὁ Θεός; Ἀλλὰ τοῦτο ἄτοπον. Ἡ ζωὴ ἄρα ἣν ἔχει ὁ Πατὴρ ἐν ἑαυτῷ, οὐχ ἑτέρα τίς ἐστι παρὰ τὸν Υἱόν· καὶ πάλιν ἡ ἐν Υἱῷ ζωὴ, οὐχ ἑτέρα τίς ἐστι παρὰ τὸν Πατέρα, καὶ ἀληθεύει λέγων· Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί. ΑΛΛΟ. Τὰ προσόντα τῷ Θεῷ καὶ Πατρὶ φυσικά τε καὶ οὐσιώδη λέγων ἰδιώματα, φησί που Παῦλος· Ὁ μόνος ἔχων ἀθανασίαν. Εἰ τοίνυν οὐδὲν ἕτερόν τις ὁριεῖται λέγων τὴν ἀθανασίαν παρὰ τὴν ζωὴν, αὔτη δέ ἐστιν ὁ Υἱὸς ὁ λέγων· Ἐγώ εἰμι ἡ ζωὴ, ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, τὸν Υἱὸν δηλονότι, καὶ οὐχ ἕτερόν τι παρ' αὐτόν. Αὐτός τε ὁμοίως ὑπάρχων ζωὴ, δέδωκεν ἑαυτὸν τῷ Υἱῷ· οὐχ ὡς σῶμα χωρήσας ἐν σώματι, οὐδ' ὡς τῷ Υἱῷ παραχωρήσας τὴν ἰδίαν ὑπόστασιν, καὶ ἐν αὐτῷ λοιπὸν τὸ εἶναι ἔχων· ἀλλ' ὑπάρχων μὲν τοῦθ' ὅπερ ἐστὶν ἀεὶ Πατὴρ καὶ Θεός. Τῇ δὲ τῆς οὐσίας ταυτότητι καὶ τῇ τῆς φύσεως ἑνότητι πρὸς τὸν ἐξ αὐτοῦ προελθόντα Λόγον ἀποῤῥήτως συνδούμενος. ΑΛΛΟ. Ὅσα προσεῖναι λέγεται τῷ Πατρὶ φυσικῶς τε καὶ οὐσιωδῶς, ταῦτα πάντα ἐστὶν ὁ Υἱός. Μόνος ἀληθινὸς λέγεται Θεὸς ὁ Πατὴρ, ἐπειδὴ μόνος ἔχει τὸν Υἱὸν τὸν λέγοντα· Ἐγώ εἰμι ἡ ἀλήθεια. Σοφὸς καὶ δυνατὸς ὁμοίως, ἐπεὶ Χριστὸς Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία. Μόνος λέγεται φῶς οἰκεῖν ἀπρόσιτον· ἔχει γὰρ ἐν ἑαυτῷ τὸν λέγοντα· Ἐγώ εἰμι τὸ φῶς. Μόνος ἔχειν ἀθανασίαν λέγεται· ἔχει γὰρ ἐν ἑαυτῷ τὸν λέγοντα Υἱόν· Ἐγώ εἰμι ἡ ζωή. Εἰ τοίνυν σύμπαν τὸ τοῦ Πατρὸς ἴδιον, τοῦτό ἐστιν ὁ Υἱὸς, ὅταν λέγηταιζωὴν ἔχειν ὁ Πατὴρ ἐν ἑαυτῷ, τὸν Υἱὸν σημαίνει, καὶ οὐχ ἕτερόν τι παρ' αὐτόν. Ὑπάρχων δὲ καὶ αὐτὸς ἐν Υἱῷ κατὰ τὸ τῆς οὐσίας ἀπαράλλακτον, καὶ ζωὴ κατὰ φύσιν ὢν, δέδωκεν ἑαυτὸν αὐτῷ. ΑΛΛΟ. Ζωὴ κατὰ φύσιν ὑπάρχων ὁ Υἱὸς, δέχεσθαι παρὰ τοῦ Πατρὸς ταύτην φησὶν, οὐχ ᾗ Λόγος ἐστὶν ἢ ἀπαύγασμα φυσικῶς ἔχει τὰ τοῦ Πατρὸς ἴδια, ἀλλὰ καθὸ γέγονεν ἄνθρωπος, ᾧ πάντα θεόσδοτα. Καταστήσει δὲ τοῦτο σαφὲς ἐν τοῖς ἐφεξῆς, τοῦ δεδόσθαι τὴν αἰτίαν ἐξηγούμενος. Ἐξουσίαν γὰρ, φησὶν, ἔδωκεν αὐτῷ κρίσιν ποιεῖν, ὅτι Υἱὸς ἀνθρώπου ἐστίν. Εἰ δὲ ἐπειδήπερ Υἱὸς ἀνθρώπου ἐστὶ, τὴν ἐπὶ τῷ κρίνειν ἐξουσίαν εἰληφέναι λέγεται, τὸν αὐτὸν ἀνακυκλώσαντες λόγον ἐροῦμεν· Ἐπειδὴ Υἱὸς ἀνθρώπου γέγονε, τὴν ὁμοιότητα φορέσας τῶν παρὰ Θεοῦ δέχεσθαι τὰ πάντα πεφυκότων, καὶ ζωὴν εἰληφέναι λέγεται, μόνῃ καὶ γυμνῇ τῇ θείᾳ φύσει τηρῶν, καὶ τὸ μετοχῆς τινος ἀνεπίδεκτον καὶ τὸ δύνασθαι τοῖς πᾶσι τὰ πάντα χορηγεῖν ΛΟΓΟΣ ΙΕ. Εἰς τὸ ἐν ταῖς Παροιμίαις, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. Ὅτι τὸ, ἔκτισεν, οὐ κατὰ τῆς οὐσίας τοῦ Λόγου κεῖται· οὐδὲ κτίσμα ἢ ποίημα ὁ Υἱός. Οἱ τῆς Ἀρείου μανίας προστάται τὴν ἑαυτῶν ἀσέβειαν πιθανοῖς, ὡς οἴονται, καλλωπίζοντες ῥήμασι, λέγουσι· Κτίσμα ἐστὶν ὁ Υἱὸς, ἀλλ' οὐχ ὡς ἒν τῶν κτισμάτων· ποίημά ἐστιν, ἀλλ' οὐχ ὡς ἓν τῶν ποιημάτων· γέννημά ἐστιν, ἀλλ' οὐχ ὡς ἓν τῶν γεννημάτων. Πρὸς ταῦτα λύσεις ἐφεξῆς διάφοροι. Εἰ ποίημά ἐστιν ὁ Υἱὸς, πῶς οὐχ ἓν τῶν ποιημάτων· καὶ εἰ ὅλως κτίσμα, πῶς οὐχ ἓν τῶν κτισμάτων; Ἔστι γὰρ τοῦτο φρονεῖν γελοιότατον. Εἰ γὰρ ὅλως κτίσμασιν ἢ ποιήμασιν οὐκ ἔστιν ἐναρίθμιος ὁ Υἱὸς, οὔτε κτίσμα ἂν εἴη οὔτε ποίημα. Εἰ δὲ ἐκτίσθη καθ' ὑμᾶς καὶ πεποίηται, πῶς οὐκ ἀναγκαίως ὡς ἓν ἔσται τῶν γενομένων; ΑΛΛΟ. Φασὶν ὅτι ποίημά ἐστιν ὁ Υἱὸς, ἀλλ' οὐχ ὡς ἓν τῶν ποιημάτων. Καὶ νομίζουσι μὲν, ἐξαίρετόν τινα διὰ τούτου προσάγειν αὐτῷ τὴν τιμὴν, ἐπειδήπερ ποίημα μὲν εἶναι, οὐ μὴν ὡς ἕν τι τῶν ποιημάτων ὁμολογοῦσιν αὐτόν. Ἀλλ' οὐδὲν ἐν τούτῳ τὸ ἐξαίρετον· ἀλλ' ἕν τι καὶ αὐτὸς τῶν ἄλλων φανεῖται. Ἕως γὰρ ἂν ἐπ' αὐτοῦ τὸ πεποιῆσθαι κρατῇ, καὶ εἶναι κτίσμα πιστεύηται, οὐδέν τι τῶν ἄλλων κατὰ τοῦτο διοίσει, κἂν διαλλάττῃ κατὰ τὴν φύσιν, ἢ κατά τινα τρόπον ἕτερον. Οὕτω γὰρ ἄν τις ἔχοντα βλέποι τὰ πεποιημένα παρὰ Θεοῦ συγκρίνων πρὸς ἄλληλα. Εὑρήσει γὰραὐτὰ καὶ ταῖς ὑπεροχαῖς νικῶντα πολλάκις τὰ ἕτερα, καὶ ταῖς φύσεσιν ἐξηλλαγμένα, ὡς δύνασθαί τινα λέγειν ἐφ' ἑκάστου τε ἐκείνων, ποίημά ἐστιν, ἀλλ' οὐχ ὡς ἓν τῶν ποιημάτων. Ὁ ἥλιος τυχὸν ποίημα μὲν, οὐχ ὡς ἓν δὲ τῶν ποιημάτων· οὐ γὰρ ἔστιν ἕτερος ἥλιος. Ἡ σελήνη ὁμοίως, ὁ οὐρανὸς, οἱ ἀστέρες, ἡ γῆ· πάντα γὰρ ταῦτα ποιήματα, καὶ ἕκαστον αὐτῶν, οὐχ ὡς ἓν τῶν ποιημάτων. Μόνον γὰρ τὸ γενέσθαι κοινὸν ἔχει τὰ κτίσματα· τὸ δὲ σχῆμα καὶ τὴν φύσιν, ἕκαστον ἰδιάζουσαν. Οὐδὲν οὖν τὸ πλέον ἐν Υἱῷ πεποιῆσθαι λεγομένῳ, κἂν ἕτερόν τι μέγα καὶ ἐξαίρετον ὑπάρχῃ παρὰ τὰ ἄλλα ποιήματα. Τί γὰρ ὠφελήσει τὸν ἥλιον εἰς τὸ μὴ εἶναι ποίημα, τὸ πολὺ τῶν ἀστέρων ὑπερέχειν; Ὁ δὲ αὐτὸς οὗτος κρατήσει λόγος καὶ ἐπὶ τῶν ἐν οὐρανῷ λογικῶν δυνάμεων, αἷς πάλιν τὸ μὲν πεποιῆσθαι κοινόν ἐστιν. Ὁ δὲ τοῦ τί ἕκαστον εἴη λόγος, ἐξηλλαγμένος. ΑΛΛΟ. Εἰ ποίημά ἐστι, καθ' ὑμᾶς, ὁ Υἱὸς, καὶ τοῦτο ὢν ἔχει τὸ δύνασθαι κτίζειν, διὰ τὸ μὴ ὡς ἓν ὑπάρχειν τῶν ἄλλων ποιημάτων, ἔστω ποιητικὰ καὶ τὰ ἕτερα κτίσματα, διὰ τὸ ποικίλην ἐν αὐτοῖς εἶναι τὴν φύσιν· καὶ ἕκαστον αὐτῶν εἶναι ποίημα μὲν, οὐχ ὡς ἓν δὲ τῶν ἄλλων. Εἷς γὰρ ὁ οὐρανὸς, ἥλιος εἷς, μία σελήνη, φύσις ἀστέρων μία, μία τε γῆ, εἷς ἄνθρωπος ὅσον εἰς οὐσίαν· καὶ τούτων οὐδὲν ἀλλήλοις ἐπικοινωνεῖ κατὰ τὸν τῆς φύσεως λόγον, εἰ καὶ πᾶσι τὸ πεποιῆσθαι κοινόν. Ἀλλ' οὐδὲν ἐν τοῖς κτίσμασι φαίνεται δημιουργοῦ, ἀλλὰ μᾶλλον προσκυνεῖ τὸν δημιουργὸν τοῦ Θεοῦ Λόγον, καὶ τοῦ ποιητοῦ τὴν δόξαν ἀναβοᾷ· Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, καὶ ποίησιν χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. Καὶ καθάπερ ὁ Ἔσδρας φησί· Πᾶσα ἡ γῆ τὴν ἀλήθειαν καλεῖ, καὶ ὁ οὐρανὸς αὐτὴν προσκυνεῖ, καὶ πάντα τὰ ἔργα αὐτὴν σείεται καὶ τρέμει. Ὁ δὲ Υἱὸς περὶ ἑαυτοῦ φησιν· Ἐγώ εἰμι ἡ ἀλήθεια. Οὐκ ἄρα ποίημά ἐστιν, οὐδὲ κτίσμα διὰ τοῦτο κτίζειν δυνάμενος, ὅτι μὴ ὡς ἕν ἐστι τῶν ποιημάτων, ἀλλ' ὅτι τῆς τοῦ Πατρὸς οὐσίας ἴδιον ὑπάρχων γέννημα, ὅλον τε ἐν ἑαυτῷ δεικνύων αὐτὸν, ἔχει καὶ τὸ δύνασθαι κτίζειν ὡς ὁ Πατήρ. ΑΛΛΟ. Εἰ κτίσμα ἐστὶν ὁ Υἱὸς, προσκυνεῖται δὲ παρὰ τῶν ἄλλων κτισμάτων, διὰ τὸ ἕτερόν τι ὑπάρχειν παρ' αὐτὰ, καὶ εἶναι μὴ ὡς ἓν τῶν κτισμάτων, ἔδει κἀκεῖνα προσκυνεῖσθαι παρ' ἀλλήλων, διὰ τὸ ἐξηλλαγμένην ἔχειν τὴν φύσιν πρὸς ἄλληλα. Πολλὴ γὰρ ἐν τοῖς ποιήμασιν ἡ διαφορά· καὶ ἔστιν ἕκαστον ἰδεῖν ἐν ἰδιαζούσῃ φύσει ἤτοι ποιότητι, καὶ οὐχ ὅπερ ἐστὶ πάντως τὸ ἕτερον. Ἀλλ' οὐδὲν ἐν αὐτοῖς προσκυνεῖται, πάντα δὲ τὸν δημιουργὸν τοῦ Θεοῦ Λόγον προσκυνεῖ. Οὐκ ἄρα ἓν ἐξ αὐτῶν ὁ Υἱὸς, οὐδὲ κτίσμα, καθ' ὑμᾶς. Ἔσται γὰρ κατὰ τίνα τρόπον ἐν τοῖςπροσκυνοῦσιν ὁ προσκυνούμενος, ἐν τοῖς δοξολογοῦσιν ὁ δοξολογούμενος; Πολὺ γὰρ ἐν τούτῳ τὸ μεταξὺ καὶ διάφορον, καὶ τὸ ἑκάστῳ πρέπον διορίζον σαφῶς. ΑΛΛΟ. Εἰ κτίσμα ἐστὶν ὁ Υἱὸς, πάντα δὲ ὁ Πατὴρ ἐργάζεται δι' αὐτοῦ, αὐτὸς ἑαυτὸν ἄρα ποιεῖ καὶ κτίζει· ἀλλ' ἔστι τοῦτο νοεῖν τῶν ἀτοπωτάτων. Πῶς γὰρ τὸ μήπω, καθ' ὑμᾶς, ὂν, ἑαυτὸ ποιήσει; Οὐκοῦν οὐ κτίσμα ἐστὶν, οὐδὲ ποίημα, ἀλλὰ μᾶλλον τῆς τοῦ Πατρὸς οὐσίας καρπὸς, ἔχων ὡς Θεὸς τὸ δύνασθαι κτίζειν καὶ ποιεῖν. ΑΛΛΟ. Εἰ κτίσμα ἐστὶν ὁ Υἱὸς, πῶς ἐν αὐτῷ κείσεται τὸ δύνασθαι κτίζειν, καὶ εἰς τὸ εἶναι παράγειν ἐξ οὐκ ὄντων τὰ ποιήματα; Εἰ γὰρ ὅλως ἐνδέχεται φύσιν γενητὴν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγειν, ἔσται δυνάμει δημιουργὰ καὶ τὰ ἄλλα ποιήματα, καὶ εἰ μήπω τοῦτο διὰ τῆς ἐνεργείας ὁρᾶται· ὥσπερ ἀμέλει καὶ ὁ παῖς ὁ βραχεῖαν ἄγων ἔτι τὴν ἡλικίαν, δυνάμει μὲν σπερματιστὴς, καθὸ καὶ ἀνήρ ἐστιν, οὔπω δὲ τῇ ἐνεργείᾳ. Τὸ δὲ ἔχον τι πεφυκὸς, οὐκ ἂν λέγοιτο μὴ ἔχειν, εἰ καὶ μήπω τοῦτο φαίνεται κρυπτομένης ἔτι τῆς φυσικῆς ἐνεργείας, διά τινα πρόφασιν, ἢ διὰ τὸν χρόνον. Οὐκοῦν ἔσται δημιουργὰ καὶ τὰ ἄλλα ποιήματα, καὶ τὸ περιττὸν οὐδὲν ἐν Θεῷ. Ἀλλὰ τοῦτο ἄτοπον. Οὐδὲν γὰρ τῶν ποιημάτων δημιουργεῖ. Οὐκ ἄρα κτίσμα ἐστὶν ὁ Υἱὸς, δι' οὗ τὰ πάντα ἐγένετο, ἵνα μὴ τὸ αὐτὸ φαίνηται ποιοῦν καὶ ποιούμενον, κτίζον καὶ κτιζόμενον· Θεὸς δὲ μᾶλλον ὡς ἐκ Θεοῦ καὶ Πατρός. ΑΛΛΟ, μετὰ συμπλοκῆς ἑτέρου συλλογισμοῦ. Εἰ κτίσμα ἐστὶν ὁ Υἱὸς, πῶς αὐτὸς μόνος ἀποκαλύπτει τὸν Πατέρα, τῶν ἄλλων κτισμάτων οὐκ ἐχόντων τοῦτο ποιεῖν; Πῶς δὲ μόνος ὁ Υἱὸς γινώσκει τὸν Πατέρα, τῶν ἄλλων ποιημάτων οὐκ εἰδότων ὅπερ ἐστίν; Οὐδεὶς γὰρ, φησὶ, γινώσκει τίς ἐστιν ὁ Πατὴρ εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν ὁ Υἱὸς ἀποκαλύψῃ. Πῶς δὲ Θεὸν μηδενὸς ἑωρακότος πώποτε, καθά φησιν ὁ εὐαγγελιστὴς, βλέπει μόνος ὁ Υἱός; Γέγραπται γὰρ οὐχ ὅτι τὸν Πατέρα τις ἑώρακεν, εἰ μὴ ὁ ὢν παρὰ τοῦ Πατρός; Οὐκοῦν εἰ μόνος ὁ Υἱὸς ὁρᾷ καὶ γινώσκει τὸν Πατέρα, καὶ ἀποκαλύπτει αὐτὸν, οὐκ ἄρα κτίσμα ἐστὶν, ἀλλ' ἴδιος αὐτοῦ Λόγος, ὅπερ ἐστὶν αὐτὸς κατὰ φύσιν· τοῦτο ὑπάρχειν εἰδὼς καὶ τὸν ὅθεν ἐβλάστησε, Πατέρα, καὶ ἐν ἑαυτῷ δεικνύων αὐτὸν, καίτοι τῶν ἄλλων κτισμάτων οὐ δυναμένων τοῦτο ποιεῖν. Οὐ γὰρ ἐν τοῖς ποιήμασιν ἡ τοῦ ποιοῦντος ὁμοιότης σώζεται, οὐδὲ ἐν τοῖς γενητοῖς ὁ ἀγέννητος, οὐδὲ ἐν τοῖς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρηγμένοις ὁ ἀεὶ καὶ ὡσαύτως ὢν ὁραθήσεται. Φαίνεται δὲ ἐν Υἱῷ· ἔστι γὰρ εἰκὼν ἀπαράλλακτος αὐτοῦ. Ὅμοιος οὖν κατ' οὐσίαν ἐστὶ τοῦ Πατρὸς, οὐ κτίσμα καὶ ποίημα. Ἐπειδὴ τούτων οὐδέν ἐστιν ὁ Πατὴρ, πρὸς ὃν καὶ μεμόρφωται. Ἀπόδειξις ἐξ ἐπιτηρήσεων γραφικῶν, ὅτι ὡς Θεὸς οὐδὲν τῶν κτισμάτων προσκυνεῖται· οὔτε μὴν προσκυνούμενα ἀνέχεται προσκυνεῖσθαι ἢ δοξολογεῖσθαι. Ὁ μακάριος Πέτρος προσκυνοῦντα τὸν Κορνήλιον, διακωλύει λέγων· Μὴ ποίει· καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι. Ἐκώλυσεν ἄγγελος προσκυνοῦντα τὸν Ἰωάννην ἐν τῇ αὐτοῦ Ἀποκαλύψει, λέγων· Ὅρα μὴ σύνδουλός σου εἰμὶ, καὶ τῶν ἀδελφῶν σου τῶν προφητῶν, καὶ τῶν φυλασσόντων τοὺς λόγους τοῦ βιβλίου τούτου. Τὸν Μανωὲ τοῦ Σαμψὼν τὸν πατέρα θυσίαν προσάγοντα, κεκώλυκεν ὁ ἄγγελος λέγων· Καὶ ἐὰν ποιήσῃς ἔριφον, Κυρίῳ ποιήσεις αὐτόν. Περὶ δὲ τοῦ Υἱοῦ γέγραπται· Προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ. Ἐν τῷ Ἡσαΐᾳ γέγραπται πάλιν· Καὶ ἐν σοὶ προσκυνήσουσι, καὶ ἐν σοὶ προσεύξονται. Σὺ γὰρ εἶ ὁ Θεὸς, καὶ οὐκ ᾔδειμεν· ὁ Θεὸς τοῦ Ἰσραὴλ Σωτήρ. Εἴη δ' ἂν εἰκότως τῶν ἐξ ἐθνῶν κεκλημένων ἡ τοιαύτη φωνὴ λοιπὸν ἐπεγνωκότων Θεόν. Εἰ δὲ τὸν Υἱὸν ἐπιγνόντες, Θεὸν ἐπέγνωσαν, καὶ ὡς Θεῷ προσκυνοῦσιν, οὐκ ἄρα κτίσμα ἐστὶν, ἵνα μὴ πάλιν κτίσματι λατρεύῃ τὰ ἔθνη παρὰ τὸν κτίσαντα. ΑΛΛΟ. Λέγει πρὸς τοὺς ἑαυτοῦ μαθητὰς ὁ Χριστός· Ὑμεῖς καλεῖτέ με, ὁ Κύριος καὶ ὁ Διδάσκαλος, καὶ καλῶς λέγετε· εἰμὶ γάρ. Εἶτα λέγει πρὸς αὐτὸν ὁ Θωμᾶς· Ὁ Κύριός μου, καὶ ὁ Θεός μου, καὶ οὐκ ἀπεκώλυσε ταῦτα λέγοντα τὸν μαθητὴν ὡς οἱ ἄγγελοι τοὺς ἁγίους. Καὶ ὁ Ψαλμῳδός· Ὁ θρόνος σου, ὁ Θεὸς, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἀλλ' εἴπερ ἦν κτίσμα καὶ αὐτὸς, οὐκ ἂν προσεκυνήθη, οὐκ ἂν ἐκλήθη Κύριος, οὐκ ἂν ἠνέσχετο ἀκούων τινὸς λέγοντος· Σὺ εἶ ὁ Θεός μου. Ἐπειδὴ δὲ κατὰ φύσιν ταῦτά ἐστιν, ἔχων τὰ τοῦ Πατρὸς ὡς Υἱὸς καὶ γνήσιον γέννημα, καὶ ἀποδέχεται τοὺς τὰ τοιαῦτα λέγοντας, ὡς ὁμολογοῦντας τὸ ἀληθές. ΑΛΛΟ. Ἀντίθεσις ἀπὸ τῶν Ἀρείου δογμάτων, αἰτίαν ἔχουσα τοῦ πεποιῆσθαι τὸν Υἱὸν, ὡς αὐτοὶ νομίζουσιν ἀληθῆ, καὶ λύσις ἐφεξῆς μετὰ πι θανότητος συλλογισμῶν. Βουλόμενος, φασὶν, ὁ τῶν ὅλων Θεὸς τὴν τῶν γενητῶν ὑποστῆσαι φύσιν, ἐπεὶ μὴ ἠδύνατο χωρεῖν αὕτη τὴν ἄκρατον αὐτοῦ δύναμιν, κτίζει πρῶτον τὸν Υἱὸν, ὃν καὶ Λόγον ὠνόμασεν· ἵνα δι' αὐτοῦ τἄλλα γένηται μέσου γενομένου χωρεῖν ἰσχύοντα τὴν αὐτοῦ μόλις δύναμιν. Ἄλλως τε ἦν ἄτοπον τὴν ἄφατον τοῦ Θεοῦ δύναμιν μέχρι τῶν οὕτως ἐλαχίστων φθάσαι, καὶ ἀσχολεῖσθαι καὶ περὶ τὰ οὕτω μικρά. Πρὸς τοῦτο λύσις. Εἰ ἀφόρητος ἦν ἡ τοῦ Θεοῦ δύναμις τῇ τῶν γενητῶν φύσει, πῶς αὐτὴν ἤνεγκεν ὁ Υἱὸς, γενητὸς ὢν καὶ αὐτὸς καὶ ἐξ οὐκ ὄντων, καθ' ὑμᾶς; Πῶς δὲ ὑπέμεινε τὴν ἄκρατον αὐτουργίαν τοῦ Πατρὸς κτίσμα ὑπάρχων, ὥς φατε· Ἀνάγκη γὰρ ἢ τούτου δυνηθέντος, πᾶσαν δύνασθαι τὴν κτίσιν· ἢ τῆς ἄλλης ἀτονούσης κτίσεως, συνασθενεῖν καὶ αὐτὸν ὡς κτιστῆς ὄντα φύσεως. Εἰ δὲ ἐχώρησεν ὁ Υἱὸς κτίσμα, καθ' ὑμᾶς, ὑπάρχων τὴν τοῦ Πατρὸς αὐτουργίαν, χωρήσει καὶ τἄλλα κτίσματα, καὶ περιττὴ φανεῖται λοιπὸν ἡ τοῦ Υἱοῦ γένεσις ἤτοι ποίησις, ἵνα τὰ ἄλλα κτισθῇ, ἀτονήσει δὲ καὶ τὸ ὑβρίζον σόφισμα τὸ κρεῖττον ἐν ποιήμασιν ἀπονέμον τῷ Υἱῷ· καὶ δι' ὧν ὑπονοοῦσι τιμᾷν, ὑβρισταὶ μᾶλλον ἁλώσονται. Τὸ γὰρ ὅλως ἐν ποιήμασι καταριθμούμενον, γενητῆς ἂν εἴη φύσεως, κἂν ἀμέτροις ὑπεροχαῖς τῶν ἄλλων φαίνηται κρεῖττον. Εἰ δὲ ἄτοπον εἶναί φασι τὸ μέχρι τῶν ἐλαχίστων φθάσαι τὴν ἄφατον τοῦ Θεοῦ δύναμιν, δυσωπείσθωσαν ἀκούοντες λέγοντος τοῦ Χριστοῦ· Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται, καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς; Καὶ πάλιν· Ἐκβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν, οὐδὲ θερίζουσι, καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά. Καὶ πάλιν· Εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον, ὁ Θεὸς οὕτως ἀμφιέννυσι, πῶς οὐχὶ μᾶλλον ὑμᾶς; Τί δ' ἂν γένοιτο χόρτου καὶ στρουθίων εὐτελέστερον, ὧν ἐξ ἀγαθότητος ὁ Θεὸς προνοεῖ; Εἶτα πῶς τὸ εἶναι ποιητὴς οὐκ ἂν ἀξιώσειεν, ὧν οὐ παραιτεῖται τὴν πρόνοιαν; Ἀλλ' οὗτοι τύφον οὐκ εἰδότες προσάπτουσι τῷ Θεῷ, λέγοντες αὐτὸν οὐκ ἀξιοῦν τῶν ἐλαχίστων εἶναι ποιητήν. Εἰ τοίνυν πάντων ἐστὶ ποιητὴς, φθάνει δὲ καὶ μέχρι τῶν ἐλαχίστων διὰ φιλανθρωπίαν τοῖς πᾶσι χωρούμενος, περιττὴ τῶν αἱρετικῶν ἡ πρόφασις διὰ τὰ μικρὰ τῶν κτισμάτων προβεβλῆσθαι λεγόντων τὸν Υἱόν. Ἔτι εἰς τὸ Κύριος ἔκτισέ με· ὅτι οὐ κτίσμα ὁ Υἱός. Εἰ καθ' ὑμᾶς, ὦ θεομάχοι, διὰ τὸ μὴ δύνασθαι τὴν τῶν γενητῶν φύσιν χωρῆσαι τὴν ἄκρατον αὐτουργίαν τοῦ Θεοῦ καὶ Πατρὸς, μεσίτου χρεία γέγονε, καὶ οὕτως ἔκτισε τὸν Υἱὸν ὁ Πατὴρ, πῶς ὁ Υἱὸς γενητὸς ὢν, καθ' ὑμᾶς, ἐχώρησε τοῦ Πατρὸς τὴν δύναμιν; Ἀνάγκη γὰρ καὶ αὐτῷ δοῦναι τὸν μεσιτεύοντα· ἀλλὰ κἀκεῖνος, εἰ ὑπάρχοι γενητὸς, δεῖται πάλιν τοῦ μεσιτεύοντος, καὶ οὕτως εἰς ἄπειρον μεσιτῶν ὄχλον ὁ λόγος ἐκβήσεται. Εἰκαῖον οὖν ἄρα τὸ περὶ τούτου σόφισμα, πᾶσαν ὁμοῦ τὴν δημιουργίαν ἀνατρέπον. Οὐχ εὑρισκομένου γὰρ, μᾶλλον δὲ μὴ ζητουμένου μεσιτεύοντος, οὐκ ἂν ὑπέστη τὰ γενητά. ΑΛΛΟ. Τῶν ὀρθοδόξων λεγόντων· Εἰ κτίσμα ὁ Υἱὸς, πῶς ἔχει κατὰ φύσιν τὸ εἶναι δημιουργός; Οὐ γὰρ ἴδιον τῶν κτισμάτων τοῦτό γε· ἀνθυπ ήνεγκαν οἱ αἱρετικοὶ τὰ ὑποτεταγμένα, ὧν αἱ λύσεις εἰσὶν ἐφεξῆς. Ἀνθυποφορὰ ὡς ἐκ τῶν αἱρετικῶν. Κτίσμα, φασὶν, ἔστιν ὁ Υἱὸς, καὶ τῶν γενητῶν εἷς ὑπάρχει· τὸ δὲ κτίζειν ὡς παρὰ διδασκάλου μαθὼν ἢ τεχνίτου, ὑπηρέτησε πρὸς τὴν τῶν ἔργων χρείαν τῷ διδάξαντι Θεῷ. Λύσις ἐφεξῆς. Εἰ πᾶν ὅπερ ἄν τινι φαίνοιτο συμβεβηκὸς, καὶ οὐκ ἐν τῇ φύσει κείμενον, ἐπικτηθὲν δέ πως κατά τινα τρόπον, τοῦτο καὶ ἀποσυμβῆναι δύναταί ποτε, οὕτω φύσεως ἔχοντος ἀεὶ τοῦ συμβεβηκότος, ἀποσυμβήσεταί ποτε τοῦ Υἱοῦ τὸ εἶναι δημιουργόν. Καὶ ἔσται τοῦ ἀξιώματος ἔρημος, ἀποβαλὼν ὅπερ ἔμαθεν. Ὁ γὰρ ὅλως ἐκ τοῦ μὴ εἰδέναι τι πρὸς τὸ εἰδέναι κεκλημένος, δέξεταί ποτε καὶ τῆς λήθης τὸ πάθος. ΑΛΛΟ Τὸ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγειν τὰ κτίσματα, οὐ τέχνης ἔργον ἐστὶν, ἀλλὰ δυνάμεως δημιουργικῆς. Τέχνη μὲν γὰρ τὰ ὄντα πρὸς ἕτερόν τι μετασκευάζει· δημιουργικὴ δὲ δύναμις τὰ μὴ ὅντα πρὸς τὸ εἶναι καλεῖ. Εἰ τοίνυν ἀπὸ τέχνης καὶ μαθήσεως εἶναι δύναται δημιουργὸς ὁ Υἱὸς, ὁράτωσαν τί ποτε ἄρα καὶ περὶ τοῦ Πατρὸς ἐροῦσιν, εἴ τις καὶ ἐπ' αὐτοῦ ταῦτα λέγοι· Ἀλλ' ἐρεῖς, ὅτι φύσει μὲν ὁ Πατὴρ, διδακτὸς δὲ ὁ Υἱός. Ἔξεστιν οὖν διδακτῶς κτήσασθαί τινα τὴν φυσικὴν ἐνέργειαν τοῦ Θεοῦ, καὶ μαθόντα κτίζειν γενέσθαι τοῦτο ὅπερ ἐστὶ κατὰ φύσιν αὐτός. Οὐδὲν οὖν ἄρα τὸ μεταξὺ Θεοῦ καὶ κτισμάτων, εἰ μὴ γνῶσις περιττὴ, καὶ φύσει μὲν πρὸς αὐτὸν οὐ διῃρήμεθα, μόνῃ δὲ τῇ γνώσει λειπόμεθα· ἧς προστεθείσης, ἐσόμεθα πάντες κατὰ φύσιν θεοί. Πῶς οὖν εἷς Θεὸς, εἰ ἐν μόνῳ τῷ μαθεῖν κεῖται τὸ γενέσθαι θεούς; Εἰ δὲ πολλή τίς ἐστιν ἐν τούτοις ἡ τῶν λογισμῶν ἀτοπία, φυσικῶς ἄρα δημιουργὸς ὁ Υἱὸς, οὐ διδακτῶς, καθ' ὑμᾶς. ΑΛΛΟ. Ἕτερόν τί ἐστι σοφία, καὶ ἕτερον ὁ σοφός· ἡ μὲν γὰρ σοφία αὐτὸ τὸ πρᾶγμα τὸ σοφοῦν ἐστιν, ὁ δὲ σοφὸς ὁ τοῦ σοφοῦντος δεκτικός. Εἰ τοίνυν σοφίαν ἑαυτὸν εἶναί φησιν ὁ Υἱὸς, πῶς ἐσοφοῦτο; Εἰ γὰρ ὅλως ἐδεῖτο μαθήσεως, οὐκ ἦν σοφία. Καὶ εἰ συμβέβηκεν αὐτῷ τὸ σοφὸν, ἔσται ποτὲ καὶ οὐ τοιοῦτος, τοῦ συμβεβηκότος καὶ ἀποσυμβῆναι δυναμένου. Τί οὖν ἦν ἄρα πρὸ τούτου; σοφία γὰρ οὐκ ἦν, λειπόμενος φρονήσεως. Ἀλλ' ἦν ἀεὶ σοφία ὁ Υἱός. Τοῦτο γὰρ κηρύττουσιν αἱ θεῖαι Γραφαί. Διεψευσμένον ἄρα καὶ ἀμαθὲς τὸ ἐκ μαθήσεώς τι προσγεγονέναι λέγειν αὐτῷ. ΑΛΛΟ. Εἰ διδακτόν ἐστι τὸ δύνασθαι δημιουργεῖν, καὶ οὕτω γέγονε δημιουργὸς ὁ Υἱὸς, φθόνου πάθος εἰσάγουσι γεγονὸς πρὸς τὸν Πατέρα, εἴ γε πολλοὺς διδάξαι δυνάμενος, ἕνα μόνον ἐδίδαξε. Τί γὰρ ἐλύπει πολλοὺς περὶ αὐτὸν εἶναι δημιουργοὺς, ὥσπερ οὖν καὶ πολλοὺς ἀρχαγγέλους καὶ ἀγγέλους ἔχει; Νῦν δὲ μόνος ὁ Υἱὸς τὰ τοῦ Πατρὸς ἐργάζεται. Φυσικὸν οὖν ἄρα καὶ οὐ διδακτὸν ἐν αὐτῷ τὸ δημιουργεῖν, ἵνα καὶ φθόνου φαίνηται κρείττων ὁ Πατὴρ, οὐ διδάξας μᾶλλον, ἀλλὰ γεννήσας ἐξ ἑαυτοῦ τὸν ἕνα δημιουργὸν, δι' οὗ τὰ πάντα ἐργάζεται. ΑΛΛΟ, πιθανὸν ἔχον τὸ σχῆμα. Εἰ διὰ τοῦτο, καθ' ὑμᾶς, τὸν Υἱὸν ἔκτισεν ὁ Πατὴρ, ἵνα τῆς γενητῆς φύσεως εὑρεθῇ ποιητὴ, ἐχρῆν αὐτὸν ἀργῆσαι λοιπὸν ἅπαξ τοῦ Υἱοῦ γενομένου. Πῶς οὖν ἐργάζεται καὶ μετὰ τὸν Υἱόν; Αὐτὸς γάρ που τοῦτό φησιν ὁ Σωτήρ· Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. Εἰ τοίνυν ἐργάζεται καὶ μετὰ τὸν Υἱὸν, περιττὸς ἂν εἴη καθ' ὑμᾶς ὁ Υἱός. Ἀλλὰ τοῦτο ἄτοπον φρονεῖν τε καὶ λέγειν. Οὐκ ἄρα παρήχθη πρὸς τὸ εἶναι γενητὸς ὁ Υἱὸς, ἵνα τῶν ἄλλων γένηται ποιητὴς, ἀλλ' ἐκ τῆς ἀῤῥήτου τοῦ Πατρὸς οὐσίας προελθὼν, ὡς Υἱὸς, πάντα τὰ τοῦ Πατρὸς μετὰ τοῦ Πατρὸς ἐργάζεται, φυσικῶς ὑπάρχων τοῦθ' ὅπερ ἐστὶ, Θεὸς δηλονότι, καὶ διὰ τοῦτο δημιουργός. ΑΛΛΟ. Εἰ τῷ θείῳ βουλήματι, κατὰ τὴν θείαν Γραφὴν, ἀνθέστηκεν οὐδεὶς, ἀλλ' ἐξαρκεῖ τοῦτο καὶ μόνον, πρὸς τὴν τῶν ὅλων σύστασιν· ἅμα γὰρ ἠθέλησέ τι, παραχρῆμα γίνεται, κατὰ τὸν λέγοντα Ψαλμῳδόν· Πάντα ὅσα ἠθέλησεν ἐποίησε, τίς ἦν ἡ τοῦ μεσιτεύοντος χρεία; Περιττῶς ἄρα γέγονεν ὁ Υἱός. Ἀλλὰ τοῦτο λέγειν τῶν ἀτοπωτάτων. Αὐτὸς ἄρα ἐστὶν ἡ ἐνούσιος καὶ ζῶσα τοῦ Πατρὸς βούλησις, δι' ἧς τὰ πάντα πρὸς τὸ εἶναι καλεῖ. Εἶτα πῶς αὕτη πεποίηται; Πῶς δὲ ὅλως οὐκ ἦν ἐκείνων εἰπεῖν; ΑΛΛΟ, καὶ δριμύ. Εἰ διὰ τοῦτό φασιν ἐκτίσθαι τὸν Υἱὸν, ἵν' ἡμᾶς δημιουργήσῃ Θεὸς δι' αὐτοῦ, ὁράτωσαν εἰς ὅσην ἀσέβειαν αὐτοῖς ὁ λόγος ἐκβήσεται. Φαίνεται γὰρ αὐτὸς δι' ἡμᾶς γεγονὼς, καὶ οὐχ ἡμεῖς δι' αὐτόν. Καὶ ἡμεῖς μὲν ποίημα, αὐτὸς δὲ ποιήσεως ὄργανον. Οὐκοῦν ὁμολογείτω μὲν αὐτὸς καὶ χάριν ἡμῖν· ὑπέστη γὰρ δι' ἡμᾶς. Ἔσται δὲ ἡμῶν καὶ δόξα, ὥσπερ καὶ ἡ γυνὴ τοῦ ἀνδρός· Ἡ γὰρ γυνὴ, φησὶ, δόξα ἀνδρός ἐστι· καὶ γείτονα τίθησι τὴν αἰτίαν, λέγων· Οὐ γὰρ ἐκτίσθη ἀνὴρ διὰ τὴν γυναῖκα, ἀλλὰ γυνὴ διὰ τὸν ἄνδρα. Εἰ τοίνυν δι' ἡμᾶς γέγονεν ὁ Υἱὸς, καὶ οὐχ ἡμεῖς δι' αὐτὸν, ἐσόμεθα πάντως αὐτοῦ τελειότεροι, ὥσπερ οὖν καὶ Ἀδὰμ τῆς γυναικὸς τῆς δι' αὐτὸν γενομένης. Ἀλλὰ τοῦτο ἄτοπον· οὐκ ἄρα κτίσμα ἐστὶν ὁ Υἱὸς, οὐδὲ γέγονε δι' ἡμᾶς· ἀλλὰ φύσει Θεὸς ὑπάρχων, ὡς ὁ Πατὴρ, τῇ οἰκείᾳ δυνάμει καὶ ἡμᾶς εἰς τὸ εἶναι παρήγαγεν. ΑΛΛΟ, καὶ δριμύ. Εἰ γέγονεν ὁ Υἱὸς δι' ἡμᾶς, καθάπερ ἐκεῖνοί φασιν, οὐκ ἔστιν οὐδὲ πρῶτος ἡμῶν παρὰ Θεῷ· οὐ γὰρ ἐκεῖνον ἔχων εἰς νοῦν, ἡμᾶς ὕστερον ἐργάζεται δι' αὐτὸν, ἀλλὰ τὰ περὶ ἡμῶν ἐννοήσας, ἐκεῖνον ἐργάζεται δι' ἡμᾶς. ΑΛΛΟ. Εἰ δι' ἡμᾶς ἔκτισε τὸν Υἱὸν ὁ Πατὴρ, οὐ πάντως ἐκ προαιρέσεως τοῦτο ποιεῖ, ἀλλ' ὡς ἐξ ἀνάγκης δι' ἡμᾶς. Οὐκ ἂν οὖν ὅλως ὁ Υἱὸς ὑπέστη τῆς καθ' ἡμᾶς ἀπούσης αἰτίας, καὶ τάχα οὐδὲ κτίζειν ἤθελε τὸν Υἱὸν ὁ Πατὴρ, ἀλλὰ μόλις αὐτὸν εἰς τὸ ἐθελῆσαι προήγαγεν ἡ χρεία, καὶ γέγονε, κατ' ἐκείνους, καὶ ὑπὸ ἀνάγκην Θεός. Φεῦγε τοῦ λόγου τὴν ἀτοπίαν. ΑΛΛΟ. Εἰ δι' ἡμᾶς ἔκτισε τὸν Υἱὸν ὁ Πατὴρ, γέγονε δὲ καὶ πεπλήρωται τὸ ἔργον δι' ὃ καὶ ἐκτίσθη, περιττὸς λοιπὸν ὁ Υἱὸς, ὡς ὄργανον τῆς δι' ἣν προβέβληται χρείας ἀποτελεσθείσης. Ἄλλα πιθανὰ θεωρήματα. Εἰ δι' ἡμᾶς ἔκτισε τὸν Υἱὸν ὁ Πατὴρ, περὶ πρώτων ἡμῶν βεβούλευται. Εἰ δὲ περὶ πρώτων ἡμῶν ἡ σκέψις ἐγγέγονε τῷ Πατρὶ, διατί πρὸ ἡμῶν ἐκεῖνος κτίζεται ὁ ἐν βουλαῖς τελευταῖος; Διατί δὲ πρῶτον αὐτὸν κτίσας, οὐ περὶ πρώτου καὶ ἐβουλεύετο; διατί δὲ πάλιν πρώτους ἡμᾶς ἔχων ἐν σκέψει, ἐκεῖνον μὲν Υἱὸν καὶ κληρονόμον ἀποκαλεῖ, ἡμᾶς δὲ δούλους καὶ κλῆρον τοῦ δι' ἡμᾶς γενομένου; Ἔδει γὰρ ἐκ τῶν ἐναντίων, ἡμᾶς μὲν Υἱοὺς καὶ κληρονόμους ὑπάρχειν· τὸ δὲ τῆς ποιήσεως ἡμῶν ὄργανον, ὃ καὶ γέγονε δι' ἡμᾶς, δοῦλον εἶναι καὶ ὑποκείμενον. Φεῦγε τοῦ λόγου τὴν ἀτοπίαν. Ἐξήγησις λοιπὸν τῆς ὀρθῆς πίστεως. Οὐ δι' ἡμᾶς γέγονεν ὁ Υἱὸς, ἀλλ' οὐδὲ γέγονεν ὅλως. Καὶ γὰρ καὶ εἰ μὴ δόξαν ἦν τῷ Πατρὶ ποιῆσαι τὰ γενητὰ, ἦν ὁ Λόγος ἐν αὐτῷ, καὶ Θεὸς ἦν ὁ Λόγος, ὡς γέγραπται. Τὰ μέν τοι κτιζόμενα πάντως ἔδει γενέσθαι δι' αὐτοῦ. Ὅνπερ γὰρ τρόπον οὐκ ἂν ἑτέρως φωτίσαι τὸ φῶς, εἰ μὴ διὰ τοῦ ἰδίου ἀπαυγάσματος· οὕτως οὐκ ἄν τι τῶν ὄντων ἐργάσαιτο Πατὴρ, εἰ μὴ διὰ τοῦ οἰκείου Λόγου. Πάντα γὰρ, φησὶ, δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. Διὰ τοῦτο καὶ δεξιὰ καὶ βραχίων ὀνομάζεται Θεοῦ. Πάντα γὰρ δι' αὐτοῦ, ὡς διὰ χειρὸς, ἐργάζεται. Ἐπιτήρησις ἀπὸ τῆς θείας Γραφῆς, καλὴ καὶ ἐπωφελής. Εἶπε, φησὶν, ὁ Θεός· Γενηθήτω φῶς, γενηθήτω στερέωμα, γενηθήτωσαν φωστῆρες· καὶ ἐγένετο οὕτως. Εἶπε· Ποιήσωμεν ἄνθρωπον· καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον. Ἀλλ' ἐν τούτοις ἅπασιν οὐδαμοῦ φαίνεται λόγος ὡς ἐξ Υἱοῦ πρὸς τὸν Πατέρα μανθάνειν ἐθέλοντος ὁποῖά τινα χρὴ γενέσθαι τὰ κτιζόμενα· ἀλλ' ἡ φωνὴ τὸ ἔργον γίνεται. Εἰ δὲ λόγῳ τὰ ἔργα γίνεται κατὰ τὴν βουλὴν τοῦ Πατρὸς, ὁ Λόγος ἄρα ἐστὶν ἡ βουλὴ τοῦ Πατρὸς ἡ ζῶσα καὶ ἐνούσιος, αὐτή τε οὖσα ἐν Πατρὶ, καὶ ἔχουσα αὐτὸν ἐν αὐτῇ Ἐπιτήρησις ὁμοίως, ἐξ ἧς μανθάνομεν ὅτι καὶ ἀγγέλοις καὶ ἁγίοις προφήταις ἔθος ἐστὶν ἐπι ταττομένοις, παρὰ Θεοῦ, καὶ ἐρωτήσεις ἀγνοοῦ σιν ἔσθ' ὅτε τὸ ἐπιταττόμενον. Ὁ δὲ τοῦ Θεοῦ Λόγος οὐχ οὕτως ἐδείχθη ποιῶν. Τῷ Ἀβραὰμ υἱὸν ἐπηγγέλλετο ὁ Θεὸς, καὶ αὐτὸςἔφασκε· Κατὰ τί γνώσομαι τοῦτο; Ἀπεστέλλετο Μωσῆς καί φησιν· Ἐὰν ἐρωτήσωσί με, Τί ὄνομα αὐτῷ; τί ἐρῶ πρὸς αὐτούς; Καὶ ὁ ἄγγελος δὲ ὁ ἐν τῷ Ζαχαρίᾳ διηρώτα Θεὸν, λέγων· Κύριε παντοκράτωρ, ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ἱερουσαλήμ; Καὶ πάλιν ἐκδέχεται ἄχρις ἂν ἀκούσῃ λόγους καλοὺς καὶ παρακλητικούς. Καὶ ὁ Ἀββακοὺμ δέ φησιν· Ἐπὶ τῆς φυλακῆς μου στήσομαι, καὶ ἐπιβήσομαι ἐπὶ πέτραν, καὶ ἀποσκοπεύσω τοῦ ἰδεῖν τί λαλήσει ἐν ἐμοὶ ὁ Θεός. Ταῦτα γὰρ ὡς δοῦλα καὶ ποιήματα, καὶ τῆς τοῦ λόγου μεσιτείας δεόμενα, ἠξίου παρ' αὐτοῦ διδάσκεσθαι τὴν βουλὴν τοῦ Πατρός. Ὁ δὲ Υἱὸς μανθάνειν οὐκ ἐπιζητεῖ Λόγος ὢν τοῦ Πατρὸς καὶ ἐνούσιος βούλησις. Οὐκ ἄρα ἐκ μαθήσεως ἔχει τὸ εἶναι δημιουργὸς, ἀλλ' οὐσιωδῶς τε καὶ φυσικῶς. Ἔτι εἰς τὸ, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐ τοῦ. Ὅτι οὐ κτίσμα ὁ Υἱὸς, ἀλλὰ τῷ Πατρὶ συναΐδιος. Ὅπως δὲ χρὴ νοεῖν τὸ, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, ἐκ τῶν ἐφεξῆς κειμένων εἰσόμεθα. Πρῶτον μὲν ἐκεῖνο χρὴ λέγειν, ὅτι τὰ παροιμιωδῶς λεγόμενα δοκεῖ μέν τι σημαίνειν κατὰ τὸν πρόχειρον νοῦν, ἔχει δὲ οὐχ οὕτως ὡς λέγεται, ἀλλ' ἑτέραν ὠδίνει διάνοιαν. Καὶ γοῦν ἔφασκεν ὁ Σωτὴρ πρὸς τοὺς ἑαυτοῦ μαθητάς· Ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν· ἔρχεται δὲ ὥρα ὅτε οὐκέτι ἐν παροιμίαις λαλήσω ὑμῖν, ἀλλὰ παῤῥησίᾳ, ὡς τῆς παροιμίας οὐκ ἐχούσης τὴν παῤῥησίαν. Τὸ τοίνυν ἔκτισέ με, ἡ σοφία γυμνότερον λέγουσα, τίθησι πάλιν τοιαύτην τινὰ φωνήν· Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον. Εἰ τοίνυν ἡ σοφία μὲν ἔστιν ὁ τοῦ Θεοῦ Λόγος, ἑαυτῇ δὲ τὸν οἶκον οἰκοδομεῖ, ποῦ τὸ ἔκτισέ με χωρήσει, πιθανῶς ζητητέον. Ἔστι τοίνυν ὁ τοῦτο λέγων Χριστὸς, ὡς ἤδη τεχθεὶς καὶ γενόμενος ἄνθρωπος· ἐφ' οὗ τὸ, ἔκτισέ με, ἀδυσφημήτως κείσεται, καθὸ ἄνθρωπος. Γέγονε δὲ τῆς σοφίας οἶκος ὑπ' αὐτῆς κατεσκευασμένος τὸ σῶμα τοῦτο τὸ κοινὸν τὸ ἐκ τῆς ἁγίας Παρθένου τεχθὲν, ἐν ᾧ εὐδόκησε κατοικῆσαι πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, κατὰ τὴν τοῦ Παύλου φωνήν. Οὐκοῦν ἐπειδήπερ ὁ Λόγος σὰρξ ἐγένετο, τίθησι περὶ αὐτοῦ τὸ, ἔκτισέ με, ἡ θεία Γραφὴ, καθὸ γέγονε σάρξ· καὶ οὕτως νοεῖσθαι χρὴ τὸ λεγόμενον. ΑΛΛΟ, Ὅτι τὸ, ἔκτισέ με, μόνον κείμενον, οὐ πάντως τὴν αἰτίαν σημαίνει, ἀλλὰ τὴν ἀπό τινος ἤτοι κατασκευῆς ἢ πράγματος εἰς ἕτερόν τι μετάστασιν. Ἔστω δὲ, εἰ βούλει, τὸ, ἔκτι σεν, ἀδιορίστως ἐπὶ Χριστοῦ. Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ· εἴ τις ἀκριβῶς ἐθέλοι τὸ γεγραμμένον νοεῖν, εὑρήσει τὸ, ἔκτισεν, ἐνθάδε οὐ τοῦ Λόγου τὴν οὐσίαν σημαῖνον ὡς πεποιημένην, ἀλλ' ἑτέραν τινὰ διάνοιαν ὀρθήν. Λέγεται γὰρ κτίζεσθαι καὶ τὰ ὄντα τε ἤδη, καὶ τὰ μήπω γενόμενα. Τὸ δὲ ὑπάρχον ἤδη, πῶς ἂν λέγοιτο κτίζεσθαι, καὶ ἀρχὴν ἑτέραν λαμβάνειν, ἀκόλουθον ἰδεῖν. Ἐπὶ μὲν γὰρ τῶν οὔπω γεγονότων εἰ τεθείη τὸ, ἔκτισεν, εὐλόγως ἂν τὴν ἐκ τοῦμὴ ὄντος εἰς τὸ εἶναι σημαίνοι παραγωγήν· ἐπὶ δὲ τῶν ὄντων ἤδη καὶ τῶν κτίζεσθαι κατὰ τὸ εἶναι μὴ δεομένων, οὐκέτι τὴν οὐσίαν σημαίνει, ἀλλὰ τὴν ἔκ τινος ἑτέρου πρὸς ἕτερόν τι μετάστασιν. Ὡς ὅταν λέγῃ Δαβίδ· Καὶ λαὸς ὁ κτιζόμενος, αἰνέσει τὸν Κύριον. Καὶ πάλιν· Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός. Ὁ δὲ Παῦλός φησί που περὶ Χριστοῦ· Τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον. Καὶ πάλιν· Ἐνδύσασθε τὸν νέον ἄνθρωπον τὸν κατὰ Θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας. Καὶ οὐ δή που λαὸν μέν τινα κατ' οὐσίαν κτιζόμενον ἐσήμαινεν ὁ Δαβίδ· ἀλλὰ τὸν ἐκ πλάνης εἰς ἐπίγνωσιν Θεοῦ μετατιθέμενον λέγει. Ἐν ἑαυτῷ δὲ κτίζεσθαι καρδίαν οὐχ ἑτέραν παρ' ἢν εἶχεν ἠξίου, ἀλλ' εἰς καθαρότητα αὐτὴν μεταποιεῖσθαι παρεκάλει. Ὁ δέ γε σοφώτατος Παῦλος, οὐ δύο τινὰς ἀνθρώπους εἰς ἑνότητα φυσικὴν ἀνακτίζεσθαι λέγει διὰ Χριστοῦ, ὡς ἀρχὴν τοῦ εἶναι λαμβάνοντας· ἀλλὰ τούς τε ἐξ Ἰσραὴλ καὶ τοὺς ἐξ ἐθνῶν εἰς καινότητα γνώμης μεταποιηθήσεσθαι λέγει· τοὺς μὲν κατὰ νόμον λατρείας, τοὺς δὲ τῆς συντρόφου πλάνης ἐπιλαθομένους. Καὶ πάλιν ἐνδύσασθαι πᾶσιν ἡμῖν ἐπιτάττει τὸν καινὸν ἄνθρωπον τὸν κατὰ Θεὸν κτισθέντα. Καὶ δῆλόν ἐστιν ὡς οὐκ ἄνθρωπόν τινα κατ' οὐσίαν γεγονότα σημαίνει, ὃν ἐνδύσασθαι χρὴ, ἀλλὰ τὸν κατ' ἀρετὴν βίον καὶ τὸν τῆς προαιρέσεως ἀνακαινισμόν. Εἰ τοίνυν τὸ κτίζεσθαι οὐ πάντως τὴν οὐσίαν δηλοῖ, ποῖον ἂν ἔχοι λόγον, ἢ πῶς οὐκ ἀνόητον ἐπὶ μὲν τῶν ὄντως κτισμάτων ὀρθῶς τὸ γεγραμμένον ἐκδέχεσθαι, ἐπὶ δὲ τοῦ Θεοῦ Λόγου, ἐφ' ᾧ δὴ μάλιστα τοῦτο φυλάττεσθαι χρὴ, σαθρὰ νοοῦντας εὑρίσκεσθαι; Κύριος γὰρ, φησὶν, ἔκτισέ με· καὶ οὐ μέχρι τοῦ, ἔκτισέ με, τοῦ λόγου τὴν δύναμιν ἵστησιν, ἀλλὰ προστίθησιν, ὅτι ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ ἔκτισε, καὶ οὐκ εἰς τὸ εἶναι παραγαγὼν, ἀλλ' ἔκτισεν ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ· ὅπερ οὕτω νοήσεις. Ἡ κατὰ νόμον πολιτεία ἐτετίμητο μὲν παρὰ τοῖς Ἰουδαίοις, παρὰ δὲ τοῖς ἔθνεσιν οὐδ' ὅλως ὁ κατὰ δικαιοσύνην βίος ἐγινώσκετο. Γέγονε τοίνυν, ἤτοι ἐκτίσθη, σὰρξ ὁ τοῦ Θεοῦ Λόγος, τουτέστιν ἄνθρωπος, ἵνα καὶ ἀρχὴ τῶν ὁδῶν τοῦ Κυρίου καὶ τῶν ἔργων αὐτοῦ πᾶσιν εὑρεθῇ. Ἐν γὰρ πρώτῳ Χριστῷ ὁ εὐαγγελικὸς ἀνέλαμψε βίος. Ὁδοὺς δὲ καὶ ἔργα Κυρίου, τί χρὴ νοεῖν ἕτερον, ἢ πάντως τὰς ἐντολὰς αὐτοῦ; ἅσπερ ἐπιτελοῦντες καὶ ἐργαζόμενοι, ὥσπερ διὰ πολλῶν καὶ ποικίλης ὁδοῦ βαδίζομεν πρὸς αὐτόν. Ὅτι δὲ τὰ ἔργα τὸν ἐξαίρετον σημαίνει βίον, καὶ τὰ προστάγματα τοῦ Θεοῦ, ἄκουε τί φησιν ἡ θεία Γραφή· Οὐαὶ οἱ ποιοῦντες τὰ ἔργα Κυρίου ἀμελῶς. Ὁ δὲ μακάριος Δαβὶδ, ὁδοὺς εἶναι λέγων τὰς ἐντολὰς, ἀναφθέγγεται· Τὰς ὁδούς σου, Κύριε, γνώρισόν μοι, καὶ τὰς τρίβους σου δίδαξόν με. Ἄλλως τὸ αὐτό. Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. Τὸ, ἔκτισεν, οὐ κατὰ τῆς οὐσίας τοῦΛόγου θετέον· δύσφημον γὰρ ὄντως καὶ ἀσεβὲς, τὸν ἀεὶ καὶ ὡσαύτως ὄντα μετὰ Πατρὸς, νῦν ἐκτίσθαι λέγειν Νοήσεις δὲ οὕτω πιθανώτερον· Ἔκτισέ με, φησὶν, ἀρχὴν ὁδῶν αὐτοῦ. Ὁδοὺς ἐνθάδε φησὶ, τόν τε νομοθέτην Μωσέα καὶ τοὺς προφήτας, ἐφ' οὓς ἀρχή τις ὥσπερ καὶ ἐξουσία τέτακται Χριστός· μετασκευάζων εἰς τὴν τῶν εὐαγγελικῶν κηρυγμάτων καινότητα τὰ παρ' ἐκείνων εἰρημένα, καὶ τοῦτο ἐξουσιαστικῶς. Ὁ μὲν γὰρ νόμος φησίν· Οὐ πορνεύσεις, ὁ δὲ Χριστός· Ἐγὼ δὲ λέγω ὑμῖν· Οὐκ ἐπιθυμήσεις. Ὁδοὺς δὲ τοὺς ἁγίους ἐκάλεσεν ὡς δυναμένους ἀποφέρειν διὰ νουθεσίας πρὸς Θεόν. Οὕτω νοήσεις τὸ παρὰ τῷ Ἱερεμίᾳ κείμενον· Στῆτε ἐπὶ ταῖς ὁδοῖς, καὶ ἐρωτήσετε τρίβους Κυρίου αἰωνίους, καὶ μάθετε ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθὴ, καὶ βαδίζετε ἐν αὐτῇ, καὶ εὑρήσετε ἁγνισμὸν ταῖς ψυχαῖς ὑμῶν. Καὶ ἔστι δῆλον ὡς οὐ περὶ τούτων φησὶ τῶν ὁδῶν τῶν κατὰ συνήθειαν νοουμένων. Πῶς γὰρ ἄν τις αὐτὰς ἐρωτήσειε; Πῶς δὲ παρ' ἐκείνων μαθήσεται; Εἰ δέ τις ἐπὶ τοὺς ἁγίους ἀγάγοι τὸν λόγον, εὑρήσει τὸ ἐκ τοῦ νοήματος χρήσιμον. Εἰ γάρ τις ὥσπερ τισὶν ὁδείαις, τοῖς ἁγίοις προφήταις ἐπιστήσαι τὸν νοῦν, μὴ παρατρεχόντως αὐτοῖς ὁμιλῶν, ἀλλ' ἐξάγων ἀκριβῶς τῶν γεγραμμένων ἐν αὐτοῖς τὴν διάνοιαν, μαθήσεται τὴν ὁδὸν τὴν ἀγαθὴν, τουτέστι, τὸν λέγοντα Χριστόν· Ἐγώ εἰμι ἡ ὁδός. Δι' αὐτῆς ἁγνισθήσεται τῶν ἁμαρτιῶν τὴν ἄφεσιν κακιζόμενος. Ἔκτισεν οὖν με, φησὶ, τουτέστι, πεποίηκεν ἐπὶ νόμον καὶ προφήτας ἀρχὴν ἤτοι ἐξουσίαν, οὐ τὰ ἐκείνων πάντως ἱστῶντα ῥήματα τυπικὰ, ἀλλ' εἰς ἔργα αὐτοῦ νομοθετοῦντα τὰ βελτίονα. Ὅτι δὲ τὸ, ἔκτισεν, οὐ πάντως τὴν οὐσίαν δηλοῖ, ἀρκούντως ἤδη προείρηται. Ἄλλως τὸ αὐτό. Κύριος ἔκτισέ με, ὅμοιον ὥσπερ ἂν εἰ καὶ λέγοι· Ὁ Πατήρ μοι σῶμα κατηρτίσατο, καὶ οἷον ἄνθρωπόν με ἔκτισεν ὑπὲρ τῆς ἀνθρώπων σωτηρίας. Ὥσπερ γὰρ Ἰωάννου μὲν λέγοντος· Ὁ Λόγοςσὰρξ ἐγένετο, Παύλου δὲ γράφοντος περὶ Χριστοῦ· Ὅτι γέγονεν ὑπὲρ ἡμῶν κατάρα, καὶ πάλιν· Τὸν μὴ γνόντα ἁμαρτίαν, ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, οὔτε τὸν Λόγον εἰς σάρκα μεταπεποιῆσθαι πιστεύομεν, οὔτε μὴν αὐτὸ κατάραν ἢ ἁμαρτίαν ὄντως φαμὲν γενέσθαι Χριστὸν, ἀλλ', οὕτω λεγούσης τῆς θείας Γραφῆς, νοοῦμεν εὐσεβῶς· τὸν αὐτὸν δὴ τρόπον, εἰ λέγοι περὶ ἑαυτοῦ τὸ, Ἔκτισέ με, ὁ τοῦ Θεοῦ Λόγος, ἀντὶ τοῦ, Ἄνθρωπον ἐποίησε, νοητέον, καὶ μὴ κατὰ τῆς οὐσίας αὐτοῦ τὸ εἰρημένον ἐκδεχώμεθα. ΑΛΛΟ, ὅτι οὐ κτίσμα ὁ Θεὸς Λόγος. Εἰ γέννημά ἐστι τοῦ Πατρὸς ὁ τοῦ Θεοῦ Λόγος, καὶ οὕτω καλεῖται παρὰ τῇ θείᾳ Γραφῇ, πῶς ἂν εἴη καὶ κτίσμα; Ἀνάγκη γὰρ αὐτὸν δυοῖν εἶναι θάτερον· ἢ γὰρ γέννημα ὑπάρχων, τὸ εἶναι κτίσμα διαφεύξεται, ἢ ποίημα καὶ κτίσμα καθ' ὑμᾶς ὢν, οὐκ ἂν εἴη γέννημα. Οὐδεὶς γὰρ πώποτε τὸ ἑαυτοῦ ποίημα γέννημα καὶ υἱὸν ἀποκαλεῖ. Ἐπειδὴ δὲ γέννημά ἐστιν, Υἱὸς ἄρα καὶ οὐ ποίημα νοηθήσεται. ΑΛΛΟ, εἰς τὸ αὐτό. Μονογενῆ τὸν τοῦ Θεοῦ Λόγον αἱ θεῖαι καλοῦσι Γραφαί. Εἰ τοίνυν τοῦτό ἐστι, πῶς ἂν νοοῖτο κτίσεσθαι κατ' οὐσίαν εἰς ἑτέρων ἀρχὴν, ἃς ὀδοὺς ἐκάλεσεν ὁ Παροιμιαστής; Εἰ γὰρ ὅλως ἑτέροις συντέτακται καῖ τινών ἐστιν ἀρχὴ, μέρος ἂν εἴη τοῦ παντὸς σώματος, καὶ οὐκ ἔσται μονογενὴς, ὁ πολλοὺς ἔχων τοὺς ἐφεξῆς, ὧν ἑαυτὸν καὶ ἀρχὴν ἐκτίσθαι φησίν. Εἰ γὰρ καὶ πρῶτος ἐκτίσθη τῶν ἄλλων, ἀλλ' οὐκ ἔσται διὰ τοῦτο μόνος. Ἡ γάρ τινος ἀρχὴ, κἂν προτερεύῃ τῶν μεθ' ἑαυτὴν διὰ τὸν χρόνον, ἔσται πάλιν αὐτοῖς ἐναρίθμιός τε καὶ συγγενής. Γέγονε γοῦν ὁ Ῥουβὶμ ἀρχὴ τέκνων Ἰακὼβ, ἀλλ' οὐ διὰ τοῦτο μονογενὴς, οὐδὲ τῆς τῶν μεθ' ἑαυτὸν οὐσίας ἀλλότριος. Εἰ τοίνυν ἀρχή τινων ὁ Λόγος ἐκτίσθη, οὔτ' ἂν εἴη μονογενὴς, οὔτε μὴν κατὰ τὸν τῆς φύσεως λόγον ἐκείνων ἀπεξενωμένος ὧν ἐστιν ἀρχὴ, οὕτω τε τοῖς κτίσμασι συνταχθήσεται. Καὶ ψεύσεται μὲν ὁ Πατὴρ Υἱὸν αὐτὸν ἀποκαλῶν· ψεύσεται δὲ καὶ ὁ μακάριος Ἰωάννης, λέγων· Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Πῶς γὰρ ἦν, εἰ γέγονε; Πῶς δὲ Θεὸς ἦν ὁ Λόγος, εἰ κτίζεται; Πῶς δ' ἂν εἴη καὶ Κύριος ὁ μετὰ τῶν ἄλλων ὡς δοῦλος πεποιημένος, καὶ μέρος ὢν τῆς πάσης κτίσεως; Ἀλλὰ τοῦτο ἄτοπον· τὸ ἔκτισεν ἄρα κατὰ τῆς οὐσίας οὐ κείσεται ΑΛΛΟ. Εἰ κατ' οὐσίαν ἐκτίσθη, καθ' ὑμᾶς, ὁ Υἱὸς ἀρχὴ τῶν ἐφεξῆς ὑπάρχων, ὡς γέγραπται, πῶς ἔχει τὸ δύνασθαι δημιουργεῖν, πῶς δὲ τῶν ἄλλων γέγονε ποιητής; Ἀνάγκη γὰρ τήν τινος ὑπάρχουσαν ἀρχὴν τῆς αὐτῆς οὐσίας εἶναι τῷ παντὶ, οὗ καὶ ἔστιν ἀρχή. Εἰ τοίνυν κτίσμα ὢν ὁ Υἱὸς ἔχει καὶ δύναμιν δημιουργικὴν, ἕξει τοῦτο καὶ τὰ ἄλλα κτίσματα, εἰ καὶ γέγονε δι' Υἱοῦ, καὶ αὐτὰ φύσιν ἔχοντα δημιουργικήν. Οὐδὲν οὖν ἐν Θεῷ τὸ πλέον παρὰ τὰ κτίσματα. Εἰ δὲ οὐκ ἔστιν ἀρχὴ τῶν ἄλλων κτισμάτων ὡς ποίημα καὶ αὐτός· Υἱὸς ἄρα καὶ μονογενής ἐστιν. ΑΛΛΟ, τὸ αὐτὸ διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς. Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. Εἴ τις φιλονεικότερον ἐξετάζειν ἐθελήσαι τὸ εἰρημένον, κακοτρόπως ἐρεῖ· Εἰ πρῶτος ἐκτίσθη, καὶ ἀρχὴ γέγονε καθ' ὑμᾶς, πῶς εἰς τὰ ἔργα κτίζεται; Οὐ γὰρ εἴρηκεν· Ἔκτισέ με Κύριος, ἵνα ποιήσω τὰ ἔργα αὐτοῦ, ἀλλ' εἰς ἔργα αὐτοῦ. Ὡς γὰρ ἤδη συνεστώτων τῶν ἔργων, ἐκτίσθαι φησὶν εἰς αὐτά. Εἰ δὲ τοῦτο, πῶς ἔτι πρῶτός ἐστιν ὁ μετ' ἐκεῖνα δεύτερος; Πῶς δ' ἂν εἴη τῶν ἄλλων ἀρχὴ ὁ ἐπ' αὐτοῖς γεγενημένος; Πῶς δὲ πάντα δι' αὐτοῦ ἐγένετο, εἰ αὐτὸς μετ' ἐκεῖνά ἐστιν; Εἰ δὴ τοῦτο νοεῖν οὐ θέμις, τὸ ἔκτισεν οὐ κατὰ τῆς οὐσίας τοῦ Θεοῦ Λόγου τεθήσεται, ἀλλ' εὐσεβῶς νοηθήσεται παρ' ἡμῶν, εἰς τὸν περὶ τῆς ἐνανθρωπήσεως λόγον ἀνατρέχοντος τοῦ νοήματος. ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν αἱρετικῶν. Κύριον, φασὶ, τὸν Πατέρα καλεῖ· οὕτως οἶδεν ἑαυτὸν κτιστῆς ὄντα φύσεως. Πάντα γὰρ τὰ γενητὰ, δοῦλα τοῦ ποιήσαντος Θεοῦ. Πρὸς τοῦτο λύσις. Ἀλλ' ὥσπερ Κύριον, οὕτω καὶ Πατέρα καλεῖ. Καὶ εἰ δι' ἐκεῖνο δοῦλον οἶδεν ἑαυτὸν, οἶδεν ἄρα καὶ διὰ τοῦτο Υἱόν. Εἰ δὲ Υἱὸς, οὐ κτίσμα τοῦ γεννῶντος εἰκότως ἂν λέγοιτο, ἀλλ' ἐκ τῆς οὐσίας αὐτοῦ προελθὼν ὁμολογεῖται. Οὐκοῦν ἔστι μὲν Υἱὸς κατὰ φύσιν· ὅτε δὲ δι' ἡμᾶς τὴν τοῦ δούλου μορφὴν ὑποδὺς γέγονεν ἄνθρωπος, τότε καὶ Κύριον τὸν Πατέρα καλεῖ. Ὥσπερ γὰρ Υἱὸς ὢν κατὰ φύσιν ἀληθεύει Πατέρα καλῶν τὸν Θεὸν, οὕτως ὅτε τὴν τοῦ δούλου μορφὴν ἀναλαβεῖν οὐ παρῃτήσατο, πρεπόντως καὶ καλῶς ἀποκαλεῖ Κύριον τὸν Πατέρα. Καὶ ταύτην οἶδεν αὐτὸς τὴν διαφορὰν, λέγων· Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς. Ἰδοὺ Πατέρα μὲν ἑαυτοῦ φησιν εἶναι τὸν Θεὸν, Κύριον δὲ τῶν τε ἐν τοῖς οὐρανοῖς καὶ τῶν ἐπὶ τῆς γῆς. Ἀλλ' εἴπερ ἦν καὶ αὐτὸς ὥσπερ ἐκεῖνα γενητὸς, οὐκ ἂν ἑαυτῷ κλῆρον ὥσπερ ἐξαίρετον τὴν τοῦ Υἱοῦ τάξιν ἐτήρησε, πάντα τὰ ἄλλα τῷ ζυγῷ τῆς δουλείας ὑποθείς. Ἐν γὰρ τῷ λέγειν· Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, οὐδὲν ἀφῆκεν ἐλεύθερον, εἰ μὴ μόνον ἑαυτὸν ὡς Υἱὸς Πατέρα καλέσας τὸν Θεόν. ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν αὐτῶν. Κύριον, φασὶν, ἑαυτοῦ τὸν Πατέρα καλεῖ. Ἀλλ' εἴπερ ἦν Υἱὸς κατὰ φύσιν, οὐκ ἂν εἶπε Κύριον. Πρὸς τοῦτο λύσις. Πῶς οὖν ἡμεῖς δοῦλοι κατὰ φύσιν ὄντες (ἄνθρωποι γὰρ), Πατέρα καλοῦμεν τὸν Θεόν; Εἰ γὰρ διὰ τὸ εἰπεῖν αὐτὸν Κύριον, οὐκ ἔσται γέννημα, καθ' ὑμᾶς, ὁ Υἱὸς, οὐδὲ ἡμεῖς ἐσόμεθα κατὰ φύσιν ποιήματα, Πατέρα καλοῦντες τὸν ποιητήν. Εἰ δὲ ἡμᾶς οὐκ ἔξω τοῦ πεποιῆσθαι τίθησιν ἡ χάρις ἐπιτρέπουσα Πατέρα καλεῖν τὸν Δεσπότην, οὐδὲ ὁ Υἱὸς ἀποπεσεῖται τοῦ εἶναι κατὰ φύσιν Υἱὸς, διὰ τὴν χρείαν καὶ τὸ πρέπον τῇ καθ' ἡμᾶς οἰκονομίᾳ Κύριον ἀποκαλῶν τὸν γεννήσαντα. Ἐπεδήμησε γὰρ ὁ τοῦ Θεοῦ Λόγος, ἵνα εἰς ἑαυτὸν ἀναλαβὼν τὰ ἀνθρώπινα, τὰ ἑαυτοῦ τῇ φύσει χαρίσηται. Καὶ τοῦτο δεικνύει λέγων· Πορεύομαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. Δίδωσι μὲν γὰρ τῇ ἀνθρώπου φύσει τὸ ἑαυτοῦ, Πατέρα καλεῖν ἐπιτρέπων αὐτῇ τὸν Θεόν. Ἀναλαμβάνει δὲ αὐτὸς τὰ τῆς ἀνθρωπότητος ἴδια, Θεὸν ἑαυτοῦ τὸν Πατέρα καλῶν. Ἀλλ' οὔτεἡμεῖς ἀρνησόμεθα τὴν κατὰ φύσιν δουλείαν Πατέρα καλοῦντες τὸν Θεὸν, οὔτε μὴν ὁ Υἱὸς ἀπολέσει τὸ κατὰ φύσιν ἀξίωμα, ἡμῖν ἑαυτὸν διὰ τὸ χρήσιμον ἐξομοιῶν. ΑΛΛΟ. Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. Οὐ διὰ τοῦτο κτιστῆς ἔσται φύσεως ὁ Υἱὸς, οὐδὲ ποίημα κατ' οὐσίαν νοηθήσεται· οὐ γὰρ ἁπλῶς ἐκτίσθαι φησὶν, ἀλλ' εἰς ἔργα καὶ εἰς ἀρχὴν ὁδῶν αὐτοῦ. Προκειμένης δὲ τῆς αἰτίας, δι' ἣν ἐκτίσθαι φησὶ, πρόδηλον ἂν εἴη ὡς οὐ τὴν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι κίνησιν αὐτοῦ σημαίνει, ἀλλὰ τὴν ἀπό τινος εἰς ἕτερόν τι μετάστασιν. Ἦν μὲν γὰρ ἐν ἀρχῇ ὁ Λόγος, γεγονὼς δὲ σὰρξ, κατὰ τὴν Ἰωάννου φωνὴν, ἀρχὴ πάσης ὁδοῦ γέγονεν ἡμῖν ἀγαθῆς. Ὢν οὖν ὁ Λόγος ἀεὶ, καθὸ γέγονεν ἄνθρωπος, ἐκτίσθαι φησὶν ἑαυτὸν εἰς τὰ ἔργα τοῦ Πατρός. Ἐπιτηρήσεις ἀπὸ τῆς θείας Γραφῆς, ὅτι ὅτε τὴν ἐκ Πατρὸς γέννησιν ἑαυτοῦ σημαίνει ὁ Υἱὸς, ἢ ἕτερός τις τῶν ἁγίων περὶ αὐτοῦ, οὐ προστί θησιν αἰτίαν. Οὐ γὰρ διατί Θεὸς ὑπάρχει, ἢ ἐκ τοῦ Πατρὸς ἐγεννήθη. Ὅτε δὲ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν αὐτοῦ σημαίνουσιν αἱ Γραφαὶ καὶ τὴν διὰ τῆς Παρθένου γέννησιν, εὐθὺς καὶ τὴν αἰ τίαν συνάπτουσιν, ἵνα μάθωμεν ὅτιπερ ὁ ὢν ἀεὶ τοῦ Θεοῦ Λόγος, διὰ τίνα χρείαν γέγονεν ἄνθρωπος, οὐκ ἀρχὴν τοῦ εἶναι τότε λαβὼν, ἀλλ' εἰς τὴν τοῦ δούλου μορφὴν ὅσον εἰς τὸ σχῆμα μεταποιούμενος, καὶ κατὰ τοῦτο πε ποιῆσθαί τε καὶ ἐκτίσθαι νοούμενος. Ἐν ἀρχῇ ἦν ὁ Λόγος, οὐκ ἔχει τὴν αἰτίαν· καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, οὐκ ἔχει τὴν αἰτίαν· καὶ Θεὸς ἦν ὁ Λόγος, οὐκ ἔχει τὴν αἰτίαν. Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. Ἐγώ εἰμι τὸ φῶς. Ἐγώ εἰμι ἀλήθεια. Ὃς ὢνἀπαύγασμα καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ· ταῦτα πάντα τοῦ Υἱοῦ τὴν οὐσίαν σημαίνοντα, τὴν αἰτίαν οὐκ ἔχει δι' ἣν ταῦτά ἐστιν. Ἐπὶ δὲ τῆς ἐνσάρκου γενέσεως, συμπεπλεγμένας ἡ Γραφὴ τὰς αἰτίας εἰσφέρει. Λέγει γοῦν αὐτὸς ὁ Σωτήρ· Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός. Καὶ πάλιν· Ἐγὼ φῶς, εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ, ἐν τῇ σκοτίᾳ μὴ μείνῃ. Καὶ πάλιν· Ἐγὼ εἰς τοῦτο γεγένημαι, καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ. Ὁ δέ γε μακάριος Παῦλος τὴν αἰτίαν τῆς πρὸς ἡμᾶς ἀφίξεως αὐτοῦ σαφέστατα λέγων, ἐπιστέλλει· Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν. Καὶ πάλιν· Ἐπειδὴ γὰρ δι' ἀνθρώπου θάνατος, καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν. Καὶ πάλιν· Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένειδιὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν, τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα. Καὶ πάλιν· Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ' ἵνα σωθῇ ὁ κόσμος δι' αὐτοῦ. Καὶ πάλιν ὁ Σωτὴρ περὶ ἑαυτοῦ· Εἰς κρίσιν ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται. Ὅτε τοίνυν γέγονεν ἄνθρωπος ἵνα ταῦτα πληρώσῃ τὰ ἔργα, καὶ ἀρχὴ γένηται τῶν τοιούτων ὁδῶν, εἰκότως ἂν λέγοι περὶ ἑαυτοῦ· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. Οὐκ ἐκτίσθη γὰρ εἰς τὸ εἶναι παρενεχθεὶς, ἀλλ' ὢν ἀεὶ καὶ ὑπάρχων, ἐκτίσθη σὰρξ διὰ τὰς προκειμένας αἰτίας. Ἔτι εἰς τὸ, Κύριος ἔκτισέ με, ὅτι οὐ κτίσμα ὁ Υἱός. Φησί που Παῦλος περὶ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ· Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ, τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἅνθρωπον. Εἰ τοίνυν τὸ καὶ δύο κτίζει Χριστὸς ἐν ἑαυτῷ, καὶ εἰς ἕνα καινὸν ἄνθρωπον ἀναμορφοῖ, τουτέστιν, εἰς τὸν κατὰ ἀρετὴν βίον· ἡμεῖς γὰρ ἦμεν οἱ ἐν αὐτῷ κτιζόμενοι, καθὸ τῆς πρὸς ἡμᾶς ὁμοιώσεως ἐπελάβετο, καὶ ἐν αὐτῷ πρώτῳ τῆς ἀρεσκούσης Θεῷ πολιτείας ἐσχήκαμεν τὰς ἀρχὰς εἰς ἀμείνονα βίον ἀνακτιζόμενοι· εἰκότως ἂν λέγοι καὶ νῦν ὡς ὑπὲρ ἡμῶν εἰς τὸν ἕνα κτιζόμενος ἄνθρωπον· Κύριος ἔκτισέ με. ΑΛΛΟ. Γέγραπταί που περὶ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ Ὅτιπερ αὐτὸς τὰς ἀσθενείας ἡμῶν αἴρει. Καὶ πάλιν· Γέγονεν ὑπὲρ ἡμῶν κατάρα. Καὶ πάλιν· Τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν. Ὥσπερ οὖν ἠσθενηκέναι λέγεται, καίτοι μὴ ἀσθενήσας πώποτε (δύναμις γὰρ Θεοῦ ἐστιν), ὅτι τὰς ἡμῶν ἀσθενείας ἐβάστασε· γεγενῆσθαί τε αὐτὸν κατάραν ἡ θεία φησὶ Γραφὴ, οὐκ αὐτὸ δὴ τοῦτο εἰς κατάραν μεταπεποιῆσθαι σημαίνουσα, ἀλλ' ὅτι τὴν ὑπὲρ ἡμῶν κατάραν ὑπήνεγκε· καὶ πάλιν ἁμαρτία γεγενῆσθαι λέγεται, οὐ τῆς οἰκείας φύσεως ἐπιλελησμένος, οὐδὲ εἰς ἁμαρτίαν μετενεχθεὶς, ὁ ταύτην οὐκ εἰδὼς, ἀλλ' ὅτι τὰς ἁμαρτίας ἡμῶν ἀνήνεγκε, καθὰ γέγραπται, ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τοῦ ξύλου· οὕτως ὅταν ἡμεῖς ἐν αὐτῷ κτιζώμεθα εἰς ἕνα καινὸν ἄνθρωπον, ὡς καὶ αὐτὸς κτιζόμενος λέγεται. Καὶ διὰ τοῦτό φησι· Κύριος ἔκτισέ με, κτίσμα μὲν αὐτὸς οὐκ ὢν, τῆς δὲ τοῦ Πατρὸς οὐσίας ἴδιον γέννημα. ΑΛΛΟ. Εἰ, καθ' ὑμᾶς, αὐτὸς καθ' ἑαυτὸν ὁ τοῦ Θεοῦ Λόγος κτιστῆς οὐσίας ἐστὶ, καὶ περὶ ἑαυτοῦ φησι· Κύριος ἔκτισέ με οὐ γέγονεν ἄρα δι' ἡμᾶς ἄνθρωπος ὁπολὺ πρὸ ἡμῶν. Εἰ δέ τις τοῦτο δοίη κρατεῖν, οὔτε ἡμεῖς ἐκτίσθημεν ἐν αὐτῷ, οὔτε αὐτὸς εἶχεν ἡμᾶς ἐν ἑαυτῷ, πῶς οὖν εἰς ἕνα καινὸν ἄνθρωπον ἐν Χριστῷ κτιζόμεθα; Δυσωπήσει γὰρ ὑμᾶς, κἂν μὴ βούλησθε, λέγων ὁ Παῦλος· Αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ. Εἰ δὲ ἐκτίσθημεν ἐν Χριστῷ, οὐκ ἄρα κτιστῆς οὐσίας ἐστὶν ὁ τοῦ Θεοῦ Λόγος. Ἀλλ' ὅτε γέγονεν ἄνθρωπος, ἐν αὐτῷ κτιζόμεθα, καὶ αὐτός ἐστι τρόπον τινὰ δι' ἡμῶν ὁ λέγων· Κύριος ἔκτισέ με. Οὐ γὰρ ᾗ Λόγος ἐστὶν, ἁρμόσει λέγειν αὐτῷ τὴν τοιαύτην φωνὴν, ἀλλὰ διὰ τὴν ἡμετέραν σωτηρίαν, καίτοι κτίστης ὢν, γέγονεν ἐν σαρκὶ, ἵνα ἡμᾶς ἐν ἑαυτῷ κτιζομένους ἔχων εἴπῃ· Κύριος ἔκτισέ με. Καὶ ὥσπερ τὴν ἀΐδιον αὐτοῦ καὶ μετὰ Πατρὸς ἐξηγούμενος ὕπαρξιν λέγει· Ἐγὼ ἤμην ᾗ προσέχαιρε, καθ' ἡμέραν δὲ εὐφραινόμην ἐν προσώπῳ αὐτοῦ· καὶ πάλιν· Πρὸ δὲ πάντων βουνῶν γεννᾷ με· οὕτως ὅτε διὰ τὴν ἁπάντων ἡμῶν σωτηρίαν τὴν ἀνθρώπου μορφὴν ἐνεδύσατο, εἰκότως ὡς ἄνθρωπος λέγει· Κύριος ἔκτισέ με. ΑΛΛΟ. Εἰ ἄνθρωπος ὄντως γεγενῆσθαι πιστεύεται Χριστὸς, πῶς οὐκ ἀναγκαῖον τὰ ἀνθρώπῳ πρέποντα λαλεῖν; Ἔδει γὰρ εἰπεῖν· Οὐκ ἐν ἀρχῇ ἤμην ἄνθρωπος, ὃ μόνῃ πρέπει τῇ θείᾳ φύσει, ἀλλὰ τηρῆσαι τὸ ἁρμόζον τῇ τῶν γενητῶν οὐσίᾳ. Γενητὸς δὲ ὁ ἄνθρωπος· διὰ τοῦτό φησι· Κύριος ἔκτισέ με, ὅτι γέγονεν ἄνθρωπος, ἵνα τὸ ἀεὶ ἀνάρχως εἶναι μόνῳ σώζηται Θεῷ. ΑΛΛΟ. Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ. Εἰ διὰ ταύτην οἴεσθε τὴν φωνὴν, κτιστὴν εἶναι πάντως τοῦ Υἱοῦ τὴν οὐσίαν, ὅταν ἐφεξῆς φαίνηται λέγων· Πρὸ δὲ πάντων βουνῶν γεννᾷ με, διαφευγέτω τοῦ κεκτίσθαι τὸ ἔγκλημα, γεγεννῆσθαι φάσκων ἑαυτόν. Ἕτερον γάρ τί ἐστι παρὰ τὸ κτίσμα τὸ γέννημα. Τὸ μὲν γὰρ ἐκ τῆς οὐσίας τοῦ γεννῶντος πρόεισι φυσικῶς· τὸ δὲ ἔξωθέν ἐστιν, ὡς ἀλλότριον. Εἰ τοίνυν Θεὸς ὢν ὁ Λόγος γέγονεν ἄνθρωπος, λεγέτω μὲν ὡς ἄνθρωπος· Κύριος ἔκτισέ με. Τὴν δὲ προαιώνιον ὕπαρξιν αὐτοῦ σημαινέτω, βοῶν· Πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. Ἀντίθεσις ὡς ἐκ τῶν δι' ἐναντίας. Οὐ πάντως, φασὶ, τὸ ἐγέννησεν ἐκ τῆς οὐσίας τοῦ Πατρὸς ὄντα δεικνύει τὸν Υἱόν. Ἀδιαφορεῖ γὰρ περὶ τὰς λέξεις ἡ θεία Γραφή. Καὶ γὰρ καὶ ἐπὶ τῶν ὄντως κτισμάτων καὶ ἀντιλογίαν οὐκ ἐχόντων εἰς τοῦτο τίθησι τὸ, ἐγέννησεν, ὡς ὅταν λέγῃ· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα. Καὶ πάλιν· Θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες. Καὶ, Τίς ἐστιν ὁ τετοκὼς βώλους δρόσου; Οὐ γὰρ δή που καὶ δρόσου γενέσθαιπατέρα φυσικῶς ἐροῦμεν τὸν Θεὸν διὰ τοῦτο. Ἓν τοιγαροῦν ἔσται καὶ τὸ αὐτὸ τῷ ἔκτισε τὸ ἐγέννησε, καὶ ἐφ' Υἱοῦ ταττόμενον. Λύσις ἐφεξῆσ Τὴν μὲν θείαν Γραφὴν ἀδιαφοροῦσαν περὶ τὰς λέξεις πολλάκις εὑρήσομεν, οὐ μὴν ἀγνοοῦσαν τὴν ἑκάστης δύναμιν, καταχρηστικῶς δὲ ἔσθ' ὅτε δεχομένην αὐτάς. Ἐπὶ μὲν γὰρ τῶν ποιημάτων ὅτε κτιστῆς οὐσίας αὐτὰ δεικνύειν βούλεται, λέγει· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.– Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον. Οὐκ ἐγέννησεν, ἀλλ' ἐποίησε. Τὴν δὲ τοῦ οἰκείου Λόγου γέννησιν ὁ Θεὸς ἐξηγούμενος· Ἐξηρεύξατο, φησὶν, ἡ καρδία μου Λόγον ἀγαθόν. Καὶ τοῖς μὲν κτίσμασιν ὁρίζουσα τοῦ εἶναι τὴν ἀρχὴν, λέγει πάλιν ἡ θεία Γραφή· Ἐν ἀρχῇ ἐποίησεν· ἐπὶ δὲ τοῦ Θεοῦ Λόγου· Ἐν ἀρχῇ ἦν ὁ Λόγος Τοῖς μὲν οὖν κτίσμασιν ὁ χρόνος ἐστὶν ἡ ἀρχὴ, ὁ δὲ πρὸ τῶν αἰώνων ὑπάρχων τοῦ Θεοῦ Λόγος, ἀρχὴν ἔχει μόνον τὸν ἄναρχον Πατέρα, ἀϊδίως ὢν ἐν αὐτῷ. Ὥσπερ οὖν ἐπὶ τῶν ὄντως κτισμάτων ὅτε τὸ ἐγέννησε κεῖται, καταχρηστικῶς καὶ οὐ φυσικῶς νοητέον, οὕτως ὅταν ἐπὶ τοῦ ὄντως γεννήματος τὸ, ἔκτισεν, ἢ ἐποίησε φέρεται, καταχρηστικῶς νοητέον, σωζομένης αὐτῷ τῆς φυσικῶς γνησιότητος. Τοῖς μὲν γὰρ κτίσμασιν ἡ χάρις τὸ ἐγέννησε προξενεῖ· τῷ δὲ ἀγεννήτῳ καὶ ἀκτίστῳ Λόγῳ τοῦ Πατρὸς, ἡ τῆς ἀνθρωπότητος χρεία τὸ λέγειν ἑαυτὸν ἐκτίσθαι δίδωσι. Καὶ τὰ μὲν κτίσματα λόγῳ καὶ βουλήσει Θεοῦ καλεῖται πρὸς υἱοθεσίαν. Ἐγὼ γὰρ εἶπα, φησὶν, Οὐκ ἐγέννησα. Ὁ δὲ Υἱὸς τὴν ἄῤῥητον ἑαυτοῦ καὶ φυσικὴν ἐκ Πατρὸς γέννησιν καταμηνύων ἔλεγεν· Ἐγὼ ἐκ τοῦ Πατρὸς ἐξῆλθον καὶ ἥκω. Καὶ πάλιν ἕτερον ἑαυτὸν παρὰ τὴν τῶν γενητῶν φύσιν ὄντα δεικνύων, φησίν· Ὑμεῖς ἐκ τῶν κάτω ἐστὲ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί. Οὐ γὰρ δή τις ἐρεῖ σωφρονῶν τοπικοῖς καὶ διαστηματικοῖς ὑψώμασιν ἀποσεμνύνεσθαι τὸν τοῦ Θεοῦ Λόγον· ἀλλὰ τὸ μὲν ταπεινὸν τῆς κτιστῆς οὐσίας διὰ τοῦ κάτω σημαίνεται, τὸ δὲ ὕψος τῆς θείας καὶ πάντα ὑπεραιρούσης φύσεως διὰ τοῦ ἄνω νοεῖται. Τοσαύτης τοιγαροῦν μεταξὺ κειμένης διαφορᾶς κτιζομένου καὶ γεννήματος, ἀδιαφορείτωσαν αἱ λέξεις, ὅτε βλάβος οὐδὲν κατὰ τῶν σημαινομένων γίνεται. ΑΛΛΟ, διηγηματικῶς, εἰς τὸ, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, καὶ ἐφεξῆς· Πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. Εἰ πρὸ πάντων ἑαυτὸν γεγεννῆσθαί φησιν, οὐκ ἂν εἴη τῶν πάντων εἷς, ἀλλ' ἕτερος παρ' αὐτά. Τὰ μὲν γὰρ πάντα ἐν ἑαυτοῖς ἔχει καὶ τὴν οἰκείαν ἀρχήν· οὐκ ἂν γὰρ εἴη πάντα εἴ τι τῶν ἐν αὐτοῖς ἔξω μένον εὑρίσκοιτο. Εἰ οὖν πρὸ πάντων ὁ Υἱὸς ἐγεννήθη, ἐν ἰδίῳ μὲν ἀριθμῷ τὰ πάντα κείσεται· ἔξω δὲ αὐτῶν ἡ τοῦ Υἱοῦ νοηθήσεται γέννησις. Ὁ δὲ τοῖς γενητοῖς ἀσύντακτος, ἑτέρας ἂν εἴη φύσεως παρ' αὐτά. Ἐγεννήθη τοιγαροῦν, καθὸ Λόγος ἐστὶν, ἐκ Πατρός· ἐκτίσθη δὲ, καθὸ ἄνθρωπος, καὶ γέγονεν ἀρχὴ ὁδῶν. Ὥσπερ οὖν ἡμεῖς, ὅτε τὸν τοῦ Θεοῦ Λόγον ἐν ἑαυτοῖςδεχόμεθα, δι' αὐτὸν υἱοὶ καλούμεθα τοῦ Θεοῦ, κατὰ φύσιν ὄντες ποιήματα, οὕτω καὶ αὐτὸς ὅτε τὴν ἡμῶν σάρκα λαμβάνει, κτίσμα καλεῖται καὶ ποίημα, κατὰ φύσιν ὑπάρχων Υἱός. Καὶ πάλιν, ὥσπερ ἡμῶν ποιητὴς ὢν ὁ Θεὸς γίνεται καὶ Πατὴρ, οὕτω καὶ τοῦ Θεοῦ Λόγου Πατὴρ κατὰ φύσιν ὑπάρχων γίνεται καὶ κτίστης, ὅτε δι' ἡμᾶς ἐξομοιοῦται τοῖς κτίσμασιν. Εἰ μὲν οὖν ἡμεῖς κατὰ φύσιν ἐσμὲν υἱοὶ, ἔσται καὶ αὐτὸς κατὰ φύσιν κτίσμα καὶ ποίημα. Εἰ δὲ ἡμεῖς θέσει καὶ χάριτι πρὸς υἱότητα καλούμεθα, καὶ αὐτὸς θέσει κτίσμα διὰ τὴν καθ' ὑμᾶς οἰκονομίαν, τὸ ἐκ φύσεως οὐκ ἀπολλύων ἀξίωμα. ΑΛΛΟ, διδασκαλία σαφὴς, ὅπως χρὴ νοεῖν εὐσε βῶς τὸ, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐ τοῦ. Γέγονεν ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ, καὶ ὁδὸς αὐτῷ σωτηρίας δέδοται παρὰ Θεοῦ. Ταύτην ἀπώλεσε, τὴν θείαν ἐντολὴν παραβεβηκὼς, πέπτωκεν εἰς φθορὰν, ἠνέχθη πρὸς ἁμαρτίαν, καταβέβηκεν εἰς θάνατον. Ἔδει πάλιν ἡμῖν ὁδὸν ἑτέραν ἀναδειχθῆναι, δι' ἧς τὴν ἀρχαίαν κατάστασιν ἐκείνην ἀναβῆναι δυνησόμεθα. Ἐπειδὴ δὲ ἀνθρώπων οὐδεὶς ἱκανὸς ὢν εἰς τοῦτο κατεφαίνετο, ἀναγκαίως αὐτὸς ὁ φιλάνθρωπος τοῦ Θεοῦ Λόγος, ἄκτιστος ὢν τὴν φύσιν, ἄνθρωπος κτίζεται δι' ἡμᾶς, βουλήσει τοῦ Πατρὸς τὴν ἡμῶν σάρκα περιβαλόμενος· ἵνα, καθάπερ ὁ Παῦλός φησιν, ὁδὸν ἡμῖν ἐγκαινίσῃ πρόσφατον καὶ μένουσαν, καὶ πληρώσῃ τὰ ἔργα τοῦ Πατρὸς, ἀνανεῶν μὲν εἰς ἀφθαρσίαν τὸ σῶμα, τὸν δ' ἐξ ἁμαρτίας κρατήσαντα θάνατον ἀναιρῶν, καὶ αὐτὴν κατακρίνων τὴν ἁμαρτίαν, καὶ τὰ ἄλλα πάντα ποιῶν ὅσα τῇ φύσει γέγονεν ἀγαθὰ δι' αὐτοῦ. Εἰ τοίνυν γέγονεν ἄνθρωπος, ἵνα καὶ ὁδὸς ἡμῖν γένηται τῶν ἀγαθῶν, καὶ τὰ ἔργα ταῦτα πληρώσῃ, ἃ δὴ παρὰ Πατρὸς δι' αὐτοῦ γίνεται, εἰκότως ἂν λέγοι· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. Ἑξῆς δὲ πάλιν τὴν προαιώνιον ὕπαρξιν ἑαυτοῦ σημαίνων, φησί· Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με. Εἰ δὲ καὶ γεννᾶται καὶ κτίζεται, ἀμφοτέροις ἀποδώσει τὸ πρέπον. Γεννᾶται μὲν γὰρ ὡς Λόγος παρὰ Πατρὸς πρὸ τῶν αἰώνων, καθάπερ φησὶ, κτίζεται δὲ ὡς ἄνθρωπος, ὅτε δι' ἡμᾶς γέγονε σάρξ· οὕτως φησὶν ὁ εὐαγγελιστής. ΑΛΛΟ. Φησί που περὶ τοῦ Θεοῦ Λόγου Δαβίδ· Ὁ ὑπάρχων πρὸ τῶν αἰώνων. Εἰ τοίνυν ὁ μὲν Υἱὸς πρὸ τῶν αἰώνων ὑπάρχει, κτίζεσθαι δέ φησιν ἑαυτὸν εἰς τὰ ἔργα τοῦ Πατρὸς, ἀνάγκη πᾶσα συνεστώτων ἤδη τῶν ἔργων κτίζεσθαι νοεῖν αὐτόν. Μετὰ γὰρ τὴν τῶν ποιημάτων εἰς τὸ εἶναι πάροδον, ἐν τελευταίοις τοῦ αἰῶνος καιροῖς γέγονεν ἄνθρωπος, ὅτε δὴ πρεπόντως τε καὶ λίαν εὐκαίρως τὸ, ἔκτισέ με, φησί. Πῶς οὖν αὐτὸς ἂν ὑπάρχῃ τούτων ὁ ποιητὴς, εἰ μετ' ἐκεῖνα κτίζεται; Εἰ δὲ πρὸ τῶν ἔργων ἐστὶν ὁ τούτων ποιητὴς τοῦ Θεοῦ Λόγος, κτίζεται δὲ εἰς αὐτὰ, οὐ τῆς οὐσίας αὐτοῦ δηλωτικὸν ἂν εἴη τὸ ἔκτισε· σημαίνει δ' ἂν εἰκότως τὴν ἐνανθρώπησιν ὅτε πρὸς ἐπανόρθωσιν τῶν ἔργων τοῦ Πατρὸς γέγονε σάρξ. Καὶ διὰ τοῦτό φησι· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. ΑΛΛΟ, ὡς ἐν ἐπιτομῇ. Ἐκτίσθαι φησὶν ἑαυτὸν εἰς ἀρχὴν ὁδῶν. Καὶ ποίων ἆρα, μαθήσῃ διὰ τῶν ἐφεξῆς. Πρῶτον μὲν τὰς ἀρετὰς ἐξαριθμούμενος, ἃς πρῶτος ποιήσας ἐδίδαξε καὶ ἡμᾶς· Γίνεσθε γὰρ, φησὶν, οἰκτίρμονες· καὶ, Ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην. Ἀπὸ τοῦ αἴροντος τὰ σὰ, μὴ ἀπαίτει.– Ὁ νόμος φησίν· Οὐ μοιχεύσεις. Ἐγὼ δὲ λέγω ὑμῖν· Οὐκ ἐπιθυμήσεις, καὶ ὅσα πρὸς τούτοις ἐν τοῖς εὐαγγελικοῖς κεῖται κηρύγμασι. Ταῦτα γὰρ ἤρξατο μὲν ἐν πρώτῳ Χριστῷ, τρέχει δὲ ἐφεξῆς εἰς ἡμᾶς. Διὰ τοῦτό φησιν· Ἐγώ εἰμι ἡ θύρα, Ἐγώ εἰμι ἡ ὁδός. Ἀρχὴ τοιγαροῦν τῶν τοιούτων ἡμῖν ἔργων γενόμενος, ὅτε διὰ τοῦτο τὴν ἡμῶν σάρκα περιεβάλετο, καὶ γέγονεν ἄνθρωπος, εἰκότως ἂν λέγοι· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. Τὸν αὐτὸν δὲ τοῦτον ἐφαρμόσεις λόγον καὶ τῇ ἐκ νεκρῶν ἀναστάσει, καὶ τῇ εἰς ἀφθαρσίαν τῆς σαρκὸς μεταβολῇ, καὶ τῇ ἀνόδῳ τῇ εἰς οὐρανούς. Καὶ τούτων γὰρ ἡμῖν γέγονεν ἀρχὴ, καὶ διὰ ταῦτα κτίζεται. ΑΛΛΟ. Ἀπέθανε δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν ὁ Χριστός. Ὥσπερ οὖν τεθνηκότος τοῦ σώματος αὐτὸς τοῦτο λέγεται παθεῖν, καίτοι τὴν φύσιν ἀθάνατος ὢν, οὕτω κτιζομένου τοῦ σώματος, αὐτὸς ἑαυτὸν κτίζεσθαι λέγει, καίτοι τὴν οὐσίαν ἄκτιστος ὤν. Αὐτοῦ γὰρ οὔσης καὶ οὐχ ἑτέρου τινὸς τῆς σαρκὸς, ἰδιοποιεῖται τὰ εἰς αὐτὴν συμβαίνοντα. ΑΛΛΟ. Ἔργον τῶν ἐπὶ τῆς γῆς τὸ κάλλιστον ἄνθρωπος, ὃς δὴ τέλειος γεγονὼς, ἀτελὴς εὑρέθη διὰ τὴν παράβασιν, πεσὼν μὲν ἐξ ἀθανασίας εἰς θάνατον, ἐξ ἀφθαρσίας δὲ εἰς φθοράν. Ἐπεὶ τοίνυν ἕν τι τῶν ἀτοπωτάτων ἐφαίνετο, καὶ ἧν ὄντως αἰσχρὸν μέχρι παντὸς ἀτελὲς διαμεῖναι τὸ ἔργον τοῦ Θεοῦ, ἀναγκαίως ὁ τοῦ Θεοῦ Λόγος, ὁ τέλειος τὸν ἀτελῆ ἄνθρωπον περιεβάλετο· καὶ διὰ τοῦτό φησιν εἰς τὰ ἕργα κτίζεσθαι, ἵνα τελειώσῃ αὐτὰ, ἵνα πάλιν αὐτοῖς τὴν τελειότητα περιθήσῃ, τὸ λεῖπον τῷ ἀνθρώπῳ πληρώσας δι' ἑαυτοῦ. Καὶ γοῦν ἐν τοῖς Εὐαγγελίοις φησὶ πρὸς τὸν ἑαυτοῦ Πατέρα· Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς, τὸ ἔργον τελειώσας ὃ δέδωκάς μοι ἵνα ποιήσω. Καὶ πάλιν· Τὰ ἔργα ἃ δέδωκέ μοι ὁ Πατὴρ, ἵνα τελειώσω αὐτὰ, αὐτὰ τὰ ἔργα μαρτυρεῖ περὶ ἐμοῦ. Εἰ τοίνυν ὅτε γέγονεν ἄνθρωπος, τότε τὰ ἔργα τελειοῖ, καὶ εἰς αὐτὰ κτίζεται, πρόδηλον δήπουθεν ὅτιπερ οὐ τῆς οὐσίας τοῦ Λόγου σημαντικὸν ἂν εἴη τὸ, ἔκτισε· δηλοῖ δὲ μᾶλλον τὸν τῆς ἐπιδημίας καιρὸν, καθὸ σὰρξ γεγονὼς, ἐκτίσθαι λέγεται. Τότε γὰρ καὶ ὁλόκληρα ποιήσας τὰ ἔργα τοῦ Πατρὸς, καὶ ἀποκαταστήσας εἰς τὸ ἀρχαῖον τὴν ἀνθρώπου φύσιν, παρέστησεν ἑαυτῷ τὴν Ἐκκλησίαν μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων, ἀλλ' ἁγίαν καὶ ἄμωμον· καὶ γεγόναμεν ἐν αὐτῷ καινὴ κτίσις, οὐκέτι φοροῦσα τὸ ἀτελὲς διὰ τὴν παράβασιν καὶ τὴν ἐκ τῆς ἁμαρτίας νέκρωσιν, ἀλλὰ λοιπὸν ἀπολαβοῦσα τὸ τέλειον διὰ τὴν ὑπακοὴν τοῦ Χριστοῦ καὶ τὴν ἐκ νεκρῶν ἀνάστασιν. Οὐκοῦν ἄνθρωπος διὰ ταῦτα γενόμενος, εἰκότως ἂν λέγοι τὸ, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. ΑΛΛΟ, εἰς τὸ, Κύριος ἔκτισέ με, ὅτι οὐ κτί σμα, οὐδὲ ποίημα ὁ Υἱὸς τοῦ Θεοῦ. Καὶ εἰς τὸ, Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με. Εἰ κτίσμα ἐστὶ, καθ' ὑμᾶς, ὁ τοῦ Θεοῦ Λόγος, ὦ πάσης ἀσεβείας εὑρεταὶ, πῶς Θεῷ κολλώμεθα καὶ θεοποιούμεθα συναφθέντες αὐτῷ; Πῶς δὲ μεσίτης ἐστὶ Θεοῦ καὶ ἀνθρώπων ὁ Χριστός; Ἅπτεται μὲν γὰρ ἡμῶν, καθὸ γέγονεν ἄνθρωπος. Εἰ δὲ κτίσμα ἐστὶ καὶ οὐ Θεὸς, πῶς ἅψεται Θεοῦ; Ποῖος αὐτὸν ἐκείνῳ συνάψει τρόπος; Τὰ γὰρ ἀνόμοια κατὰ τὴν οὐσίαν οὐκ ἂν ἀλλήλοις φυσικῶς συναφθείη ποτέ. Πῶς δὲ, εἰ κτίσμα ἐστὶ, δι' αὐτοῦ σεσώσμεθα, τῆς θείας λεγούσης Γραφῆς· Οὐ πρέσβυς, οὐκ ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος ἔσωσεν αὐτούς; Πῶς δὲ εἰς αὐτὸν πιστεύοντες δικαιούμεθα, εἴπερ κτίσμα ἐστί; Πῶς δὲ τὸ. Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, λύεται δι' αὐτοῦ; Οὐ γὰρ ἦν ἔργον κτίσματι πρέπον, ἀνατρέπειν τὴν παρὰ Θεοῦ δοθεῖσαν ἀπόφασιν. Πῶς δὲ πάλιν, εἰ κτίσμα ἐστὶν, ἀναιρεῖ τὴν ἁμαρτίαν, λέγοντος τοῦ προφήτου περὶ αὐτοῦ· Τίς Θεὸς ὥσπερ σὺ, ἐξαίρων ἀνομίας καὶ ὑπερβαίνων ἀδικίας; Πῶς δὲ, εἰ κτίσμα ἐστὶν, ἠδύνατο λέγειν· Ἐὰν μὴ ὁ Υἱὸς ὑμᾶς ἐλευθερώσῃ; καὶ γοῦν ἠλευθέρωσεν ὡς τοῦ Πατρὸς κληρονόμος, καὶ οὐ ποίημα ὑπάρχων, κατὰ τὴν τῶν θεομάχων μανίαν. ΑΛΛΟ. Εἰ κατὰ μίμησιν τοῦ κατὰ φύσιν Υἱοῦ καὶ οἱ κατὰ θέσιν υἱοὶ καλοῦνται, ἀνάγκη πᾶσα τὸν κατὰ φύσιν ἕτερον εἶναι παρ' αὐτοὺς καὶ κατὰ τὴν οὐσίαν ἐξηλλαγμένον. Εἰ τοίνυν οἱ κατὰ θέσιν υἱοὶ κτίσματα, ὁ κατὰ φύσιν οὐκ ἔσται κτίσμα ἢ ποίημα, ἵνα μὴ ὁ αὐτὸς ὑπάρχῃ τοῖς κατὰ θέσιν. ΑΛΛΟ. Εἰ, καθ' ὑμᾶς, ὦ Ἀρειανοὶ, κτίσμα ἐστὶν ὁ Υἱὸς τοῦ Θεοῦ, ἐν ποίᾳ γέγονεν ἄρα σοφίᾳ; ποία δὲ χεὶρ ἡ καὶ αὐτὸν μετὰ τῶν ἄλλων δημιουργήσασα; Γέγραπται γὰρ, ὅτι Πάντα ἐν σοφίᾳ ἐποίησας. Καὶ αὐτὸς δέ πού φησιν ὁ Θεός· Ἡ χείρ μου ἐποίησε ταῦτα πάντα. Καὶ εἰ πάντα ἐν σοφίᾳ καὶ χειρὶ γέγονε Θεοῦ, αἱ δὲ θεῖαι. Γραφαὶ περὶ τοῦ Θεοῦ Λόγου βοῶσιν, ὅτι Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν· οὐκ ἂν εἴη τῆς τοῦ Θεοῦ σοφίας ἔργον ὁ Υἱός· ἀλλὰ μᾶλλον αὐτός ἐστιν ἡ σοφία καὶ ἡ χεὶρ, δι' ἧς τὰ πάντα Θεὸς ἐργάζεται. Οὐκοῦν οὐ κτίσμα, οὐδὲ ποίημά ἐστιν. Ἐπιτηρήσεις ἀπὸ τῆς θείας Γραφῆς, ὅτι οὐχ εἷς τῶν κτισμάτων ὁ Υἱὸς, ἀλλὰ μᾶλλον ποιητὴς αὐτῶν λέγεται καὶ ἔστιν. Οἱ ἐν Βαβυλῶνι νεανίαι πᾶσαν, ὡς ἔπος εἰπεῖν, τὴν κτίσιν ἐξαριθμούμενοι, τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς καταλέγοντες, καὶ παρὰ πάντων ὑμνεῖσθαι δεῖν φάσκοντες τὸν Θεὸν, οὐδαμοῦ τὸν Υἱὸν ἐν τοῖς εὐλογεῖν ὀφείλουσι κατατάττουσιν, οὐδὲ εἰρήκασιν· Εὐλογείτω ὁ Λόγος ἢ ἡ σοφία τοῦ Θεοῦ τὸν Κύριον. Ἀλλ' εἰδότες ὅτι μετὰ Πατρὸς τὴν προσκύνησιν ἔχει, πάντων ὁμοῦ τῶν κτισμάτων ποιησάμενοι μνήμην, σιωπῶσιν αὐτὸν ὡς Δεσπότην καὶ ὡς ὑμνούμενον. Οὐδὲν δὲ ἧττον καὶ ὁ μακάριος Ψαλμωδὸς πολλάκις ὑμνεῖσθαι κελεύων τὸν Θεὸν, καὶ πᾶσαν ὀνομάζων τὴν κτίσιν, λειτουργούς τε καὶ ἀγγέλους, καὶ δυνάμεις, καὶ οὐρανοὺς οὐρανῶν, καὶ σελήνην καὶ ἥλιον, ὡς δοῦλα τῇ τοῦ Θεοῦ προσκυνήσει χρῆναι δεῖν ὑποκεῖσθαι λέγων, οὐδαμοῦ μὲν ἐν τούτοις κατατάττει τὸν Υἱὸν, ἀλλ' ἐκ τῶν ἐναντίων καὶ προσκυνεῖσθαι κελεύει βοῶν· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ. Εἰ δὲ πᾶσα ἡ κτίσις προσκυνεῖ, προσκυνεῖται δὲ ὁ Υἱὸς, οὐκ ἄρα κτίσμα ἐστὶν, ἀλλὰ Υἱὸς ἀληθινὸς μετὰ τοῦ Πατρὸς προσκυνούμενος. ΑΛΛΟ. Ὅτι ἕτερός ἐστι παρὰ τὰ κτίσματα ὁ Υἱὸς, καὶ οὐχ εἷς τῶν πάντων. Πάντα διὰ τοῦ Θεοῦ Λόγου πεποιῆσθαι σημαίνουσα καὶ ἡ θεία Γραφὴ, οὕτω φησί· Πάντα δι' αὐτοῦ ἐγένετο. Καὶ πάλιν· Εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα. Ὁ δέ γε Παῦλος τρανότατα τῶν πάντων αὐτὸν διαστέλλων, λέγει· Ζῶν γὰρ ὁ Λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ· πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ. Εἰ τοίνυν πάντων ἐστὶ ποιητὴς, καὶ πάντα ἐνώπιον αὐτοῦ τετραχήλισται, οὐκ ἂν εἴη τῶν πάντων εἷς ὁ τούτων ποιητής. Καὶ ᾧ τὰ πάντα γυμνὰ καὶ τετραχηλισμένα ἐστὶν, οὐκ ἂν εὐλόγως ὑπάρχειν νοοῖτο τῶν τετραχηλισμένων. Ἐν τῷ γὰρ λέγειν τὰ πάντα, οὐδὲν ἀφῆκεν ἐκτός· καὶ εἰ ἐν μόνοις τοῖς κτίσμασι πληροῦται τὰ πάντα, ἕτερος ἂν εἴη παρ' αὐτὰ, ὁ μὴ ἐν αὐτοῖς ἀριθμούμενος. Οὕτω καὶ ὁ μακάριος Παῦλος τοῦ πάντα νοεῖ τὴν δύναμιν. Ἑρμηνεύων γὰρ τὸ, Πάντα ὑπέταξας ὑπὸ τοὺς πόδας αὐτοῦ, ἐπιφέρει σαφῶς· Ἐν δὲ τῷ λέγειν τὰ πάντα, οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον. Εἰ τοίνυν τὸ πάντα τῶν ὅλων ἐστὶ περιεκτικὸν, πάντα δὲ ὁ Υἱὸς ποιεῖ, καὶ τὰ πάντα αὐτῷ τετραχήλισται, οὐκ ἂν εἴη τῶν πάντων εἷς, ἀλλ' ἕτερος παρ' αὐτά. ΑΛΛΟ. Γέγραπται, ὅτι Ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψει ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων. Εἰ δὲ τῷ Υἱῷ κάμπτει πᾶν γόνυ, οὐκ ἂν εἴη τῶν καμπτόντων εἷς, ἀλλ' ἕτερος παρ' αὐτά. Καὶ πάλιν γέγραπται· Ὅτι πᾶσα ἡ κτίσις συστενάζει, καὶ συνωδίνει ἄχρι τοῦ νῦν, ἀπεκδεχομένη τὴν ἀπολύτρωσιν τῶν υἱῶν τοῦ Θεοῦ. Εἰ δὲ στενάζει μὲν ἡ κτίσις, καὶ ἀπεκδέχεται τὴν ἀπολύτρωσιν καὶ τὴν ἐλευθερίαν τῶν υἱῶν τοῦ Θεοῦ, οὔτε δὲ στενάζων ὁ Υἱὸς φαίνεται, οὔτε τὴν υἱοποιΐαν ἐκδέχεται ἢ τὴν ἐλευθερίαν, ἀλλ' αὐτός ἐστιν ὁ τὴν ἐλπίδα τῆς κτίσεως ἀποπληρῶν, καὶ εἰς υἱοθεσίαν τοὺς στενάζοντας καλῶν, καὶ ὁ τῆς ἐλευθερίας δοτήρ· οὐκ ἄρα ἐν τοῖς πᾶσίν ἐστιν, οὐδὲ ἐν τῇ κτίσει καταριθμηθήσεται· ἀλλ' ἕτερός ἐστι παρ' αὐτὴν, καθὰ μὲν ὡς κτίσματα στενάζει τοῦ βοηθοῦντος δεόμενα· ὁ δὲ, ὡς Υἱὸς, ἐλευθεροῖ πάντα τῷ τῆς δουλείας δεσμῷ συνεχόμενα. Εἰς τὸ, Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με. Γέγραπται· Ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν. Εἰ τοίνυν θεμελιοῖ μὲν ἡ σοφία τὴν γῆν, αὕτη δέ ἐστιν ἡ πάντων ἀσφάλεια (μένει γὰρ ἑδραία δι' αὐτὴν), κατὰ τίνα τρόπον ἡ θεμελιοῦσα θεμελιοῦται, παρὰ Θεοῦ, ζητητέον. Εἴρηται τοίνυν καὶ τοῦτο κατὰ τὸν ταῖς παροιμίαις πρέποντα τύπον, πλαγίως παραδηλούμενον, καὶ κεκρυμμένην ἔχον ἐν ἑαυτῷ τὴν ἀληθεστέραν διάνοιαν· τοιοῦτο γὰρ ἀεὶ τῆς παροιμίας τὸ σχῆμα. Θεμελιοῦται τοίνυν ἡ σοφία, τουτέστιν, ὁ Υἱὸς τοῦ Θεοῦ, οὐ καθὸ Λόγος ἐστὶν ἀρχὴν τοῦ εἶναι δεχόμενος, ἀλλὰ καθὸ γεγονὼς ἄνθρωπος καὶ τὴν πρὸς ἡμᾶς φορέσας ὁμοίωσιν, ἀρχὴ καὶ θεμέλιος ἡμῖν γίνεται, οἰκοδομουμένοις εἰς εὐσέβειαν διὰ τῆς εἰς αὐτὸν πίστεως, καὶ εἰς τὴν καινὴν κτίσιν ἀναμορφουμένοις, καθὼς γέγραπται. Λέγει γοῦν οὐχ ἁπλῶς, Ὁ Θεὸς Λόγον ἢ Υἱόν με πεποίηκεν, ἵνα μή τις τοῖς ἑτεροδοξοῦσιν ὑπάρχοι παρείσδυσις τοῦ καταψεύδεσθαι τῆς οὐσίας αὐτοῦ ὡς πεποιημένης, ἀλλ' ἀπολελυμένως, Ἐθεμελίωσέ με. Ὃ γὰρ ἔφασκεν ἐν τοῖς ἀνωτέρω, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, τοῦτο καὶ διὰ τοῦτο σημαίνεται. Ἐκεῖ μὲν γὰρ ἀρχὴν ὁδῶν ἑαυτὸν πεποιῆσθαί φησιν, ἐνταῦθα δὲ θεμέλιον ἐποικοδομουμένων ἐπ' αὐτῷ καταβεβλῆσθαι διϊσχυρίζεται, πολυτρόπως τὰ αὐτὰ λέγων, καὶ διὰ τῶν αὐτῶν νοημάτων ἀνακυκλώσας τὸν λόγον. Ἴσον γάρ ἐστιν εἰπεῖν ἀρχὴν καὶ θεμέλιον. Ὡς γὰρ ἐν ἐκείνοις ἀρχὴ, οὕτω καὶ ἐνταῦθα θεμέλιος τῶν ἐποικοδομουμένων ἐπ' αὑτὸν διὰ τῆς πίστεως γίνεται. ΑΛΛΟ. Λέγει που Παῦλος ἐπιστέλλων ὁ σοφώτατος· Θεμέλιον ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός. Εἰ τοίνυν κεῖται μὲν θεμέλιος ὁ Χριστὸς, δεῖ δὲ τὰ ἐποικοδομούμενα πάντως εἶναι τοιαῦτα, ὁποῖόν περ ἂν ὑπάρχοι τὸ ὑποκείμενον (οὕτω γὰρ ἂν καὶ ἡ οἰκοδομὴ συναρμολογουμένη, καθὰ γέγραπται, πληρωθήσεται εἰς ναὸνἄγιον), εὔδηλον δήπουθεν ὅτιπερ οὐ καθὸ Λόγος ἐστὶν, ἑαυτὸν τεθεμελιῶσθαί φησιν· οὐδὲν γάρ ἐστι κατὰ φύσιν τῷ Λόγῳ προσεοικὸς, οὐδ' ἂν ἁρμοσθείη τι τῶν ὄντων πρὸς ἐκεῖνον φυσικῶς· ὁ μὲν γὰρ ποιητὴς, τὰ δὲ κτίσματα· ἀλλὰ καθὸ γέγονεν ἄνθρωπος καὶ ὅμοιος ἡμῶν κατὰ πάντα, χωρὶς ἁμαρτίας, θεμέλιον ἑαυτὸν καταβεβλῆσθαί φησι τῶν ἐποικοδομουμένων ἐπ' αὐτῷ, δυναμένων αὐτῷ συναρμολογεῖσθαι. Καθὸ γὰρ καὶ αὐτὸς γέγονεν ἄνθρωπος, πολλὴν ἔχει πρὸς ἡμᾶς τὴν συγγένειαν διὰ τὴν τῆς σαρκὸς φύσιν. Οὐκοῦν ἐπὶ τὴν τοῦ Σωτῆρος ἐνανθρώπησιν καὶ τοῦτο παρενεκτέον, ἵνα τὸ δύσφημον διαφύγωμεν, γεγενῆσθαι φάσκοντες, καὶ ἀρχὴν τοῦ εἶναι λαμβάνειν τὴν σοφίαν τοῦ Θεοῦ. Ὅνπερ γὰρ τρόπον ἑτέροις ἄμπελον μὲν ἑαυτὸν εἶναί φησιν, ἡμᾶς δὲ τὰ κλήματα, οὐ ξένα δεικνύων, οὐδὲ ἑτερογενῆ τῆς ἀμπέλου τὰ κλήματα, ἀλλ' ἐξ ἐκείνης ὄντα κατὰ φύσιν, οὕτως ἐνταῦθα θεμέλιον ἡμῶν ἑαυτὸν εἶναί φησιν, ἵνα τῶν ἐποικοδομουμένων ἐπ' αὐτῷ τὴν πρὸς αὐτὸν ἐπιδείξῃ συγγένειαν φυσικὴν, ὅτε γέγονεν ἄνθρωπος. Τότε γὰρ καὶ κατὰ φύσιν αὐτῷ συναπτόμεθα, καὶ τῆς πρὸς αὐτὸν ὁμογενείας ἐξηρτημένοι ὥσπερ τῆς ἀμπέλου τὰ κλήματα, καρποφοροῦμεν τὴν εἰς Θεὸν εὐσέβειαν. Κεῖται τοιγαροῦν θεμέλιος μὲν ἐνανθρωπήσας ὁ τοῦ Θεοῦ Λόγος· ἡμεῖς δὲ ἐπ' αὐτῷ καθάπερ τινὲς ἅγιοι λίθοι ἐποικοδομούμεθα, ἵνα καὶ ναὸς τοῦ ἐνοικοῦντος ἐν ἡμῖν ἁγίου Πνεύματος χρηματίσωμεν. ΑΛΛΟ. Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με. Εὔλογον οἶμαι καὶ ἀναγκαῖον αὐτῶν φαινομένων παραδειγμάτων τὰς ἀνοήτους τῶν αἱρετικῶν ἀνακόπτειν κακοδοξίας· τάχα κἂν οὕτω δυσωπηθέντες τὴν ἀλήθειαν, πρὸς τὰς δυσφημίας ἀποναρκήσωσι. Τὸ θεμελιούμενον τοίνυν, καὶ εἰς τοιαύτην τινὰ λαμβανόμενον χρείαν, οὐ πάντως τότε τοῦ εἶναι τὴν ἀρχὴν ἔχον φαίνεται, ὅτε καὶ εἰς θεμέλιον πέμπεται. Φέρε γὰρ εἰπεῖν, ἔστω λίθος τὸ καταπεμπόμενον καὶ ἐν τῇ γῇ κρυπτόμενον· δεῖ πρῶτον αὐτὸν ἀπό τινος πέτρας ἢ ἐξ ὄρους ἀποτμηθέντα, πρὸς τὴν τοιαύτην λαμβάνεσθαι χρείαν· καὶ πρότερόν γε ἔστιν, εἶθ' οὕτω θεμέλιος γίνεται εἰς βάθος γῆς καταχωννύμενος. Ἀλλ' εἴπερ τις τῷ καταβληθέντι λίθῳ δοίη φωνὴν, καὶ τὸν ἀνθρώπῳ πρέποντα χορηγήσειε νοῦν, εἴποι ἂν τὰ καθ' ἑαυτὸν ἐξηγούμενος, ὅτι Λίθος μὲν ἤμην εἰς πέτραν κείμενος ἢ ἐν ὄρει· νυνὶ δὲ γέγονα θεμέλιος, τὴν συνέχουσάν με γῆν περιβεβλημένος. Οὕτω πως νοήσεις εὐσεβῶς καὶ ἐπὶ τῆς τοῦ Θεοῦ σοφίας, τουτέστι, τοῦ Υἱοῦ· ἦν μὲν γὰρ ἐν ἀρχῇ πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν, καθὰ γέγραπται. Ὅτε δὲ καθάπερ τις λίθος ἄνευ χειρῶν ἐξ ὄρους ἀποτμηθεὶς, τουτέστιν, ἀπὸ τῆς οὐσίας τοῦ Πατρὸς προελθὼν, καθάπερ τινὰ γῆν τὴν ἡμετέραν σάρκα περιεβάλετο, τότε καὶ τεθεμελιῶσθαί φησιν ἑαυτὸν, μονονουχὶ λέγων· Λόγον μὲ ὄντα καὶ Υἱὸν ἀληθινὸν ὁ Πατὴρ γηΐνῳ περιβέβληκε σώματι. ἵνα θεμέλιος γένωμαι καὶ ἀρχὴ τῶν ἐποικοδομουμένων εἰςἐμὲ διὰ τῆς πίστεως· καὶ σύσσωμος τούτοις ἀναδειχθεὶς, δέξωμαι συναρμολογουμένους φυσικῶς καὶ συνδεσμουμένους πρὸς ἐμὲ διὰ τὴν κατὰ σάρκα συγγένειαν. ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν αἱρετικῶν. Καὶ πῶς ἂν δύναιτο, φασὶ, τὸ ἐθεμελίωσέ με εἰς τὴν μετὰ σαρκὸς ἐκλαμβάνεσθαι τοῦ Λόγου παρουσίαν, ὅπου φησὶν αὐτὸς πρὸ τοῦ αἰῶνος ἡδρᾶσθαι, πρὸ τοῦ τὴν γῆν ποιῆσαι, πρὸ τοῦ ὄρη ἑδρασθῆναι; Εὔδηλον γὰρ ὡς πολλοῖς ὕστερον χρόνοις μετὰ τὸ γενέσθαι τόδε τὸ σύμπαν καὶ τὰ ἐν αὐτῷ, γέγονεν ἡ ἔνσαρκος οἰκονομία τοῦ Λόγου. Πρὸς τοῦτο λύσις. Πρὸς δὴ τὰ τοιαῦτα τῶν αἱρετικῶν προβλήματα, δυσχερὲς μὲν οὐδὲν ἀντιλέγειν· χρεία δὲ ὅμως τῆς τῶν ἀκροωμένων εὐλαβείας. Ὅτι μὲν γὰρ ἐπὶ τέλει τοῦ παρόντος αἰῶνος ἡ μετὰ σαρκὸς τοῦ Λόγου γέγονε παρουσία, οὐκ ἂν, οἶμαι, τὶς τῶν εὖ φρονούντων ἀρνήσαιτο. Φανερὰ γὰρ τὰ ἐν ταῖς θείαις βοώμενα Γραφαῖς. Ἀλλ' ὁ γινώσκων τὰ ἐσόμενα Θεὸς καὶ οὐχ ὅτε γίνεται τὰ πράγματα, καὶ πρὸ τῆς τοῦ κόσμου καταβολῆς ᾔδει τὰ ἐν ἐσχάτοις συμβησόμενα καιροῖς. Διὸ δὴ τὰ ἑαυτῷ πρέποντα πράττων, οὐχ ὅτε γεγόναμεν, τότε πρῶτον περὶ ἡμῶν βουλεύεται, ἀλλὰ καὶ πρὶν γενέσθαι τὴν γῆν καὶ τοὺς αἰῶνας, ἔσχεν ἐν ἑαυτῷ τῶν καθ' ἡμᾶς τὴν γνῶσιν· καὶ προεθεμελίωσε τὸν ἑαυτοῦ Υἱὸν ὅσον εἰς τὴν οἰκείαν πρόγνωσιν, ἵνα ἡμεῖς ἐποικοδομηθέντες αὐτῷ, πάλιν ἀναστῶμεν εἰς ἀφθαρσίαν οἱ πεσόντες εἰς φθορὰν διὰ τὴν παράβασιν. Ἤδει γὰρ ὅτι νεκροὶ μὲν ἐσόμεθα διὰ τὴν ἁμαρτίαν· κεισόμεθα δὲ ἐν γῆς χώματι, καθὰ γέγραπται, διὰ τὴν ἑαυτῶν ἀπείθειαν, ἀκούοντες· Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ. Ἐπειδὴ δὲ χρηστὰ περὶ ἡμῶν καὶ πάλαι προεβουλεύετο ὁ πάντων ἡμῶν ποιητής τε καὶ δημιουργὸς, προεθεώρει καὶ προώριζε τὸν δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν ἐσόμενον ἄνθρωπον, τουτέστι, τὸν ἑαυτοῦ Λόγον, ἵνα καὶ ἀρχὴ ὁδῶν καὶ θεμέλιος εὑρεθῇ, ἀνακαινιζομένης εἰς ἀφθαρσίαν τῆς ἀνθρώπου φύσεως ἐν αὐτῷ, καὶ χρηματίσῃ πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς, καὶ ἀναστῇ τῶν κεκοιμημένων ἀπαρχή. Ὅπερ γὰρ ὁ πάνσοφος Σολομῶν ἐν ταῖς Παροιμίαις φησί· Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, καὶ τὰ τούτοις ἐφεξῆς· τοῦτο καὶ ὁ Παῦλος σαφηνίζει πρὸς Τιμόθεον τὸν ἑαυτοῦ μαθητὴν ἐπιστέλλων ὧδε· Συγκακοπάθησον τῷ Εὐαγγελίῳ κατὰ δύναμιν Θεοῦ τοῦ σώσαντος ἡμᾶς, καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ κατὰ ἰδίαν πρόθεσιν καὶ χάριν τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων, φανερωθεῖσάν τε νῦν διὰ τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καταργήσαντος μὲν τὸν θάνατον, φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν. Εἰ τοίνυν καὶ πρὸ τοῦ αἰῶνος, οὔπω γεγονότες δηλαδὴ, κλήσει ἁγίᾳ κεκλήμεθα κατὰ χάριν καὶ πρόθεσιν τοῦ πάντα προειδότος Θεοῦ, κεκλήμεθα δὲ ἐν Χριστῷ Ἰησοῦ, δῆλον ἂν εἴη καὶ παντί τῳ σαφὲς, ὅτιπερ οὐχ ὅτε τεθεμελίωται, τότε καὶ ἀρχὴν τοῦ εἶναι λαμβάνει ὁ τοῦ Θεοῦ Λόγος· ἀλλὰ τὴν ἔνσαρκον ἑαυτοῦ παρουσίαν ἑρμηνεύει διὰ τούτων, καὶ πρὸ τοῦ αἰῶνος ἡδρᾶσθαί φησι καὶ πρὸ πάντων τῶν κτισμάτων, ὅσον εἰς τὴν πρόγνωσιν τοῦ Πατρός. ΑΛΛΟ. Ἔτι εἰς τὸ, Κύριος ἔκτισέ με, καὶ εἰς τὸ, Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με. Λέγει που Παῦλος Ἐφεσίοις ἐπιστέλλων· Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ· καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ ἐν ἀγάπῃ, προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ εἰς αὐτόν. Εἰ τοίνυν οὔπω γεγονότες, εἰς υἱοθεσίαν προοριζόμεθα διὰ Ἰησοῦ Χριστοῦ εἰς αὐτὸν, καὶ εὐλογίαις πνευματικαῖς εὐλογούμεθα ἐν τοῖς ἐπουρανίοις, πῶς οὐκ ἄν τις ἀκούσας λέγοντος τοῦ Υἱοῦ τοῦ Θεοῦ, Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, ὅσον εἰς τὴν πρόγνωσιν τοῦ Πατρὸς τὰ τοιαῦτα λέγειν αὐτὸν ὑπολαμβάνοι, καθ' ἣν προγνωσθέντες ἐν αὐτῇ κεκλήμεθα, καὶ πάσης εὐλογίας ἀπολαύομεν, οὔπω πρὸς ὕπαρξιν ἐνεχθέντες ὅλως, ἀλλὰ πολλοῖς ὕστερον γεγονότες καιροῖς; Αὐτὸ δὲ δὴ τοῦτο σαφέστατα διδάσκων ἡμᾶς, αὐτὸς ὁ Κύριος λέγει· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Εἰ δὲ ἡτοίμαστο καὶ ἡ βασιλεία παρὰ τοῦ Πατρὸς τοῖς οὔπω γεγονόσι, καὶ πρὸ τῆς τοῦ κόσμου καταβολῆς, ἡτοίμαστο δὲ πάντως ἐν Χριστῷ, εἰκότως ἂν λέγοι περὶ ἑαυτοῦ· Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων. Ταῦτα γὰρ πάντα τῆς κτίσεως σημαίνει τὴν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι πάροδον. ΑΛΛΟ, διηγηματικῶς, δι' οὗ τὴν αἰτίαν ὥσπερ μανθάνομεν τοῦ προωρίσθαι ἐν Χριστῷ, καὶ εἰς υἱοθεσίαν ἡμᾶς κατατετάχθαι ἐξ ἀγάπης Θεοῦ καὶ Πατρός. Τὰ συμφέροντα τῇ ἀνθρώπου φύσει προνοήσας ὁ Θεὸς καὶ Πατὴρ, καὶ γινώσκων μὲν ὅτι πεσεῖται πάντως εἰς φθορὰν, τρόπον δὲ αὐτῇ ζητήσας ἀνανεώσεως καὶ τῆς εἰς ἀφθαρσίαν ἐπανόδου, ῥίζας ὥσπερ αὐτῇ τῆς τοιαύτης ἐλπίδος ἐν τῷ ἰδίῳ κατεβάλετο γεννήματι, καὶ εἰς υἱοθεσίαν ἡμᾶς προορίζει δι' αὐτοῦ, καὶ πάσης εὐλογίας πνευματικῆς ἀξιοῖ, καίτοι οὔπω γενομένους· ἵν' ὅταν συμβῇ πεσεῖν εἰς θάνατον διὰ τὴν παράβασιν, ὥσπερ ἐξ ἀρχαίας ῥίζης πάλιν εἰς ζωὴν ἀναβλαστήσῃ, καὶ ὡς ἤδη προευλογηθεῖσα, μὴ παντελῶς ὑπὸ τὴν κατάραν γένηται, ὅταν ἀκούσῃ· Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ. Προθεμελιοῦται τοίνυν ἡμῶν ὁ Χριστὸς, καὶ ἐν αὐτῷ πάντες ἡμεῖς ἐποικοδομούμεθα, καὶ τοῦτο πρὸ καταβολῆς κόσμου κατὰ πρόγνωσιν τοῦ πάντα εἰδότος Θεοῦ· ἵνα, καθάπερ ἤδη προείπομεν, ἀρχαιοτέραν ἔχωμεν τῆς κατάρας τὴν εὐλογίαν, καὶ τῆς εἰς τὸν θάνατον καταδίκης, τὴν εἰς ζωὴν ὑπόσχεσιν, καὶ τῆς ἐκ τοῦ διαβόλου δουλείας, τῆς υἱοθεσίας τὴν ἐλευθερίαν. Ἀνατρέχει δὲ ἡ φύσις εἰς τὸ ἀρχαῖον, τὰ μεταξὺ συμβεβηκότα νικήσασα, διὰ τὴν χάριν τοῦ θεμελιώσαντος αὐτὴν ἐν ἀγαθοῖς ἐν Χριστῷ, καὶ πάλιν ἐκεῖνο γίνεται ὅπερ ἦν ἐν προγνώσει τοῦ Θεοῦ, ἐξ ἀγάπης προοριζομένη πρὸς πάντα τὰ κάλλιστα δι' Υἱοῦ. ΑΛΛΟ, ὡς ἐν ὑποδείγματι. Πῶς ἡμῖν προθεμελιοῦται ἡ τοῦ Θεοῦ σοφία πρὸ τοῦ αἰῶνος, ἀναγκαῖον ἰδεῖν. Ὥσπερ εἴ τις ἀρχιτέκτων σοφὸς οἴκου κατασκευῆς ἀρχόμενος, ἐννοήσας τε, κατὰ τὸ εἰκὸς, μή τι ἄρα καὶ πάθοι, προϊόντος τοῦ χρόνου, τῶν ὅσα πέφυκε γίνεσθαι περὶ τὰς τῶν οἰκοδομημάτων κατασκευὰς, θεμέλιον ἀῤῥαγῆ καταβάλλεται, καὶ ῥίζαν ὥσπερ ἀκλόνητον τοῖς ἔργοις ἐπινοεῖ, ἵν' εἴ τι καὶ πάθοι σωζομένην ἔχοντα τὴν ἀρχὴν, αὖθις ἐπ' αὐτῇ καὶ ἀναστῆναι δυνηθῇ· τὸν αὐτὸν δὴ τρόπον ὁ πάντων δημιουργὸς, τῆς ἡμετέρας σωτηρίας προεθεμελίωσε τὸν Χριστὸν, καὶ πρὸ τῆς τοῦ κόσμου κατασκευῆς, ἵν' ἐπειδήπερ συμβῇ πεσεῖν διὰ τὴν παράβασιν, αὖθις ἀνακτισθῶμεν ἐπ' αὐτῷ. Ὅσον μὲν οὖν εἰς βουλήν τε καὶ πρόθεσιν τοῦ Πατρὸς, καὶ πρὸ τοῦ αἰῶνος θεμελιοῦται Χριστός· τὸ δέ γε ἔργον οἰκείῳ γέγονε καιρῷ, οὕτως ἀπαιτούσης τῆς χρείας τοῦ πράγματος. Ἀνανεούμεθα γὰρ ἐν Χριστῷ κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, οἱ καὶ πάλαι τῆς σωτηρίας αὐτὸν θεμέλιον ἔχοντες.

Intertext edge

Open linked passage

Note