Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Thesaurus de sancta consubstantiali trinitate
Cyril of AlexandriaTrin 17 · pg-scrape-grcMore by Cyril of Alexandria
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
17.1
Ὅτι τῶν προσόντων τῷ Υἱῷ, οὐδὲν τῇ κτίσει πρόσεστι φυσικῶς· πάντα δὲ ἐκ μετοχῆς ἢ καθ' ὁμοίωσιν τὴν πρὸς τὸν διδόντα φορεῖ· ὁ δὲ Υἱὸς οὐχ οὕτως. Διόπερ ἕτερος παρ' αὐτήν. Εἰ δὲ τοῦτο, οὐκ ἄρα κτίσμα ἐστίν. Ἀπολογία αὐτολεξεί. Εἰ πᾶσα ἡ κτίσις ἐν ἀγνοίᾳ καθέστηκε τῇ περὶ τὸν Πατέρα, οὐδεὶς γὰρ οἶδε τίς ἐστιν ὁ Πατὴρ, οἶδε δὲ μόνος ὁ Υἱὸς, οὐκ ἄρα κτίσμα τυγχάνει. ΑΛΛΟ. Εἰ μηδὲν τῶν γεγονότων ἐστὶ φύσει Θεὸς, φύσει δὲ Θεὸς ὁ Υἱὸς, οὐκ ἄρα τῶν γεγονότων ἐστίν. Ἦνδ' ἡμῶν καταγέλαστος ὁ πρότερος βίος, ὅτι μὴ οὖσι φύσει θεοῖς ἐδουλεύσαμεν, πολλῷ μᾶλλον νῦν ἐσμεν ἀθλιώτεροι, τῷ μὴ φύσει θεῷ προσάγοντες τὴν λατρείαν· φεῦγε τὸ ἄτοπον. ΑΛΛΟ. Εἰ πᾶν τὸ γενητὸν ἕτερόν ἐστι πάντη τοῦ ἀγενήτου κατὰ τὴν φύσιν, οὐ δύναται τῆς ἐκείνου δόξης ἰσομέτρως κοινωνεῖν. Τὴν γὰρ δόξαν μου, φησὶν ὁ Θεὸς, ἑτέρῳ οὐ δώσω. Εἰ δὲ κοινωνεῖ ὁ Υἱὸς ἐρχόμενος ἐν τῇ δόξῃ τοῦ Πατρὸς, οὐκ ἄρα κτίσμα ἐστὶν ὁ τὴν τοῦ ἀκτίστου δόξαν ἠμφιεσμένος. ΑΛΛΟ. Θεὸν ἀληθινὸν ἀποκαλοῦσιν αἱ θεῖαι Γραφαὶ τὸν Υἱὸν, καὶ οὕτω πιστεύομεν. Εἰ δὲ πᾶν τὸ γενόμενον πρόσφατόν ἐστιν ὡς πρὸς τὸ ἀγένητον· οὐχ ὅσιον δὲ εἶναι Θεὸν πρόσφατον ἐν ἡμῖν, οὐκ ἔσται ἄρα Θεὸς πρόσφατος ὁ Υἱὸς, ὅπερ ἐστὶ τὸ ἀγένητον. ΑΛΛΟ. Εἰ τὸ γενητὸν καθόλου ἕτερόν ἐστι τοῦ ἀγενήτου, οὐ δεῖ αὐτῷ προσκυνεῖν. Ἀπηγόρευσε γὰρ τοῦτο τὸ θεῖον λόγιον. Εἰ δὲ τῷ Υἱῷ προστασσόμεθα προσκυνεῖν, οὐκ ἔτι δὲ καὶ ἑτέρῳ Θεῷ, ὅπερ ἐστὶ τὸ γενητόν· οὐ γενητὸς ἄρα ὁ Υἱός. ΑΛΛΟ. Εἰ πᾶν τὸ γενόμενον δοῦλόν ἐστι τοῦ πεποιηκότος, ἀδυνάτως ἄρα ἔχει ἑτέρῳ τὴν ἐλευθερίαν ὀρέγειν, ἧς αὐτὸ οὐκ ἔτυχεν. Εἰ δὲ παρέχει ὁ Υἱὸς, οὐχ ὡς δοῦλος δηλονότι, Κύριος δὲ μᾶλλον καὶ Θεός. ΑΛΛΟ. Εἰ πᾶσα ἡ κτίσις ὑπὸ φύσιν οὖσα τῇ φύσει δουλεύει ὑφ' ἣν καὶ πεποίηται, ἐλεύθερον δὲ πάντη τὸ θεῖον καὶ κρεῖττον ἀνάγκης φυσικῆς, δῆλον ὡς οὐ δεδούλωται φύσει Θεός. Ἐπεὶ δὲ Θεὸς ὁ Υἱὸς, οὐκ ἔσται ἄρα ὑπὸ φύσιν, ὅπερ τῶν γεγονότων ἐστὶν οἰκεῖον. Ὁ δὲ τῆς πρὸς τὴν κτίσιν ὁμογενείας φυσικῶς ἀπῳκισμένος, πῶς οὐκ ἂν εἴη παρ' αὐτὴν ἑτεροφυής τε καὶ ξένος; ΑΛΛΟ. Εἰ μηδὲν τῶν ἐν τῇ κτίσει φυσικῶς ἀπηκρίβωται πρὸς τὴν τοῦ Θεοῦ καὶ Πατρὸς ὁμοιότητα, ὅμοιος δὲ ὁ Υἱὸς, ὡς τὸν ὁρῶντα αὐτὸν, τὸν Πατέρα ὁρᾷν, οὐκ ἄρα κτίσμα ὁ τὴν ἐκείνου ἀπηκριβωμένως φέρων ὁμοιότητα. ΑΛΛΟ. Εἰ πάντα τὰ κτίσματα δοῦλα τοῦ Θεοῦ, ἀλλ' οὐ κύρια τῆς δόξης, οὐκέτι δὲ ὁ Υἱός· τῆς γὰρ δόξης Κύριος· οὐκ ἄρα κτίσμα τυγχάνει. ΑΛΛΟ. Εἰ πᾶν τὸ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρενεχθὲν, αὖθις ἐνδέχεται καὶ εἰς τὸ μὴ ὂν χωρῆσαι, οὐκ ἔστιδὲ τοῦτο ἐνδεχόμενον ἐπὶ τοῦ Υἱοῦ, εἴπερ ἀληθῶς ἐστι Θεὸς, οὐκ ἄρα ἐκ τοῦ μὴ ὄντος ὁ Υἱὸς, ἀλλ' ἐκ τοῦ ὄντως Πατρὸς γενητός. ΑΛΛΟ. Εἰ κτισμάτων ἴδιον τὸ δύνασθαι ἁμαρτάνειν, οὐκ ἔτι δὲ καὶ τοῦ Υἱοῦ, οὐκ ἄρα κτίσμα τυγχάνει. ΑΛΛΟ. Εἰ μηδὲν τῶν γεγονότων ἀνεδείχθη ποτὲ ἐκ μὴ ὅντων ποιοῦν οὐσίας, ποιεῖ δὲ ὁ Υἱὸς, πῶς τῶν γεγονότων ἐστίν; ΑΛΛΟ. Εἰ πᾶν τὸ γενητὸν ὅμοιον ὡς πρὸς ἑαυτὸ κατὰ τὸν τοῦ πεποιῆσθαι λόγον, καὶ οὐδὲν οὐδενὸς διαφέρει καθὸ γέγονεν ἕκαστον· ἔστι δὲ γενητὸς καὶ ὁ Υἱὸς, οὐδενὸς ἄρα ἔσται διαφέρων ᾗ καὶ αὐτὸς γέγονεν. Εἰ δὲ πάντων τῶν γενητῶν κατὰ πάντα διαφέρει, δῆλον ὅτι καὶ κατὰ τὸν τῆς γενέσεως τρόπον, ὅπερ ἐστὶ τὸ μὴ γενέσθαι. Οὕτω γὰρ διοίσει τῶν γεγονότων. Εἰ δὲ τοῦτο, πῶς οὐ Θεός; ΑΛΛΟ. Εἰ πᾶσα ἡ κτίσις ἐν διαστήματι ἤτοι χρόνῳ γέγονεν, οὐδὲν δὲ τούτων προλαμβάνει τὴν Υἱοῦ γέννησιν, οὐκ ἄρα γέγονεν αὐτός. Εἰ δὲ προλαμβάνεται διαστήματι χρονικῷ τε καὶ γενητῷ, πῶς πάντων ἐστὶ δημιουργὸς, διαστήματι προλαμβανόμενος γενητῷ; Εἰ δ' ἀγένητον εἴη τοῦτο τὸ διάστημα, συνάμιλλον εὑρήσει Θεὸς τῆς ἑαυτοῦ ἀγενησίας τὸ διάστημα. Εἰ δὲ μήτε ῥοπὴ, μήτε διάστημα, μήτε ἄλλο τί ἐστι πρὸ τοῦ Υἱοῦ, πόθεν προϋπάρχειν λέγουσι τὸν Πατέρα, τοῦτο προϋπάρχειν σημαίνοντος οὐχ εὑρισκομένου; ΑΛΛΟ. Εἰ μηδὲν τῶν γενομένων λέλεκταί τε καὶ ἔστιν ἐπὶ πάντων Θεὸς, ἔστι δὲ ἐπὶ πάντων Θεὸς ὁ Υἱὸς, οὐκ ἄρα τῶν γενομένων ἐστίν. Εἰ δὲ Θεὸς ἐπὶ πάντων ὑπάρχων ὁ Υἱὸς, καὶ γενητός ἐστιν, ἔστι δὲ ἐπὶ πάντων Θεὸς καὶ ὁ Πατὴρ, γενητὸς ἔσται κατ' αὐτοὺς, ὅπερ ἀσεβὲς ἐννοεῖν. ΑΛΛΟ. Εἰ μηδὲν τῶν γενομένων τὰ αὐτὰ δύναται ποιεῖν τῷ Θεῷ, πάντα δὲ ἃ ποιεῖ ὁ Πατὴρ, ὁμοίως καὶ ὁ Υἱὸς, οὐκ ἄρα τῶν γενομένων ἐστίν. ΑΛΛΟ. Εἰ πάντα τὰ γενητὰ ἐξ ἑτέρου τὸ εἶναι ἔχει, πολλῷ μᾶλλον τὸ λέγεσθαι αὐτοὺς θεούς. Εἰ δὲ μετοχῇ ἔχουσι τὸ εἶναι θεοὶ (οὐ φύσει δηλονότι θεοὶ τὰ γενητὰ), τοῖς δ' οὐ φύσει θεοῖς προσκυνεῖν ἀπαγορευτέον. Εἰ δὲ τούτοις μὲν ἀπαγορευτέον, οὐκέτι δὲ καὶ τῷ Υἱῷ, οὐχ ὡς μὴ φύσει ἄρα Θεῷ ὅπερ ἐστὶ τὰ γεννητά. ΑΛΛΟ. Εἰ τὸν ἐκ μὴ ὄντων ὑφιστῶντα οὐσίας ἐνεδέχετοὑφ' ἑτέρου γενέσθαι, ποιεῖ δὲ ἐκ μὴ ὄντων ὁ Πατὴρ, ἐνδέχεται ἄρα αὐτὸν, κατ' αὐτοὺς, ἐκ μὴ ὄντων γεγονέναι. Εἰ δὲ ἀπρεπὲς καὶ ἀδύνατον ἑτέρων φύσεων δημιουργὸν ἐννοεῖν ὑφ' ἑτέρας ἐκτίσθαι φύσεως, ἀτοπώτερον ἄρα, τὸν ἁπάσης φύσεως αὐτουργὸν ὑφ' ἑτέρας δημιουργεῖσθαι φύσεως ὑπολαμβάνειν. Καὶ γὰρ ἂν τὸ ποιοῦν ἐγίνετο καὶ τὸ γινόμενον ἐποίει, εἴπερ ὁ Υἱὸς γινόμενος ἐποίει, κατ' ἐκείνους, ὅπερ ἐστὶν ἀτοπώτατον· εἴ γε μόνῃ προσήκει τηρεῖσθαι τῇ θείᾳ φύσει τὰ αὐτῆς ἐξαίρετα, ὧν ἓν καὶ πρῶτον ὑπάρχει τὸ ἐκ μὴ ὄντων δύνασθαι δημιουργεῖν.

Intertext edge

Open linked passage

Note