Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Thesaurus de sancta consubstantiali trinitate
Cyril of AlexandriaTrin 20 · pg-scrape-grcMore by Cyril of Alexandria
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
20.1
Εἰς τὸ, Ὑπέμεινε σταυρὸν αἰσχύνης καταφρονήσας, διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα. Ἀντίθεσις ὡς ἐκ τῶν δι' ἐναντίας. Γέγραπται, φασίν· Ἕκαστοι τοῦτο φρονεῖτε ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ· ἕως τοῦ, Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα. Εἰ τοίνυν ὑψώθη παρὰ τοῦ Θεοῦ, καὶ ἐδοξάσθη, καὶ ὡς ἐν χαρίσματος μέρει ἔσχε τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ὅτι ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου, μισθὸν ἔχει τῆς ταπεινώσεως τὴν τιμὴν καὶ τὸ ὄνομα τὸ ὑπὲρ πάντα· οὐ φύσει Θεὸς ὢν ἢ Υἱὸς, ἀλλ' ἐκ προσθήκης ταῦτα γενόμενος. Τὸ δὲ προσθήκης δεόμενον, ἀτελὲς ἂν εἴη καὶ ἐλλιπὲς ὅσον εἰς τὴν οἰκείαν φύσιν. Καὶ τὸ ὑψούμενόν που, κάτωθεν ἀνάγκη πρὸς τοῦτο ἐπαίρεσθαι· καὶ τὸ χάριν δεχόμενον δεῖσθαι χρὴ πάντως οὗ δέχεται· καὶ τὸ τιμᾶσθαι ζητοῦν, οὐκ εἶναι τοιοῦτον ἀνάγκη λέγειν, ὅπερ δὴ καὶ γενέσθαι βούλεται. Εἰ οὖν ἐχαρίσθη αὐτῷ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, φύσει μὲν τοῦτο οὐκ ἦν, γέγονε δὲ ὕστερον κατὰ χάριν· τὸ δὲ οὕτως ἔχον, οὐκ ἂν εἴη Θεὸς, πρόσφατον γάρ. Πρὸς ταῦτα λύσις ἐφεξῆς ὡς ἐν ἐπιτομῇ. Καὶ ποία γέγονε προσθήκη τιμῆς τῷ ἐν μορφῇ μὲν ὑπάρχοντι Θεοῦ, ἐνδυσαμένῳ δὲ τὴν τοῦ δούλου μορφήν; Πῶς δὲ μᾶλλον οὐκ ἠλαττῶσθαι δόξειεν ἂν, ὁ τὸ μεῖζον ἀφεὶς καὶ τὸ ἔλαττον ἀναλαβών; Θεὸς ὑπάρχων γέγονεν ἄνθρωπος, ἵνα ποῖον εὕρῃ μισθόν; Ἢ πῶς ἐδοξάσθη ὁ ἀπὸ δόξης εἰς ἀτιμίαν καταβεβηκώς; Πῶς δὲ γέγονεν ὑψηλὸς ὁ τῆς θεότητος τὸ ἀξίωμα ὑπεριδὼν, καὶ εἰς ἀνθρωπότητα κατελθών; Πῶς ὁ κατελθὼν, γέγονεν ἄνω; Ποίαν ἔχει βελτίωσιν ὁ ἐν ἐλάττοσι γεγονὼς ἐξ ἀμεινόνων; Εἰ Θεὸς ὢν ὕψιστος καὶ ἐν ὑψηλοῖς κατοικῶν ὑψοῦσθαι λέγεται, ποῖ δὲ ἔτι μετὰ τὴν τοῦ Θεοῦ φύσιν ἀναβήσεται τὸ ὑψούμενον; Πῶς δὲ ἦν ταπεινὸς ὁ ἐν κόλποις ὢν τοῦ ὑψηλοτάτου Πατρός; Ποίας προσθήκης ἐδεῖτο Θεός; Εἰ διὰ τοῦτο καταβέβηκεν, ἵνα καὶ ὑψωθῇ, τίς ἦν ἡ χρεία τῆς καταβάσεως; Εἰ διὰ τοῦτο ἐταπείνωσεν ἑαυτὸν, ἵνα καὶ δοξασθῇ, τίς ἦν ἡ χρεία τῆς ταπεινώσεως; Πῶς δὲ οὐκ ἄσοφος ὁ μετὰ πόνου ζητῶν, ὃ καὶ δίχα πόνων ἔχειν ἐδύνατο; Πῶς ἔλαβε τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα ὁ διαπαντὸς ἐν αὐτῷ προσκυνούμενος; Ῥητὰ, ὅτι Θεὸς ὁ Υἱός. Ὁ Θεὸς ἐν τῷ ὀνόματί σου σῶσόν με· καὶ, Προσκυνησάτωσαν τῷ ὀνόματί σου, Κύριε, τῷ μεγάλῳ. Πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ. Δότε δόξαν ὀνόματι αὐτοῦ. Οὗτοι ἐν ἅρμασι καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα. Πῶς οὖν ἔλαβεν, ὅπερ ἔχων ἀεὶ φαίνεται; Λύσις ἑτέρα. Εἰ ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ Θεὸς ἦν ὁ Λόγος, καὶ ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεὸν, ὕστερον δὲ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐταπείνωσεν ἑαυτὸν, διά τε τοῦτο ὑψοῦσθαι λέγεται, πῶς οὐκ ἔσται παντί τῳ σαφὲς, ὅτιπερ οὐ περὶ τὴν τοῦ Λόγου φύσιν τοῦτο γίνεσθαι συμβαίνει, ἀλλ' εἰς τὸ τῆς ἀνθρωπότητος μυστήριον; Ὧ γὰρ ἁρμόσει τὸ ταπεινὸν, τούτῳ καὶ τὸ ὑψοῦσθαι πρέπειν ἀκολουθεῖ. Ταπεινὸν δὲ χρῆμα ἡ ἀνθρωπότης, περὶ αὐτὴν ἄρα καὶ τὸ ὑψοῦσθαι νοηθήσεται. Οὐ πρότερον δὲ περὶ τοῦ Θεοῦ Λόγου τοιοῦτόν τι λέγουσαν εὑρήσομεν τὴν Γραφὴν, εἰ μὴ, Σὰρξ γέγονε, καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Εἰ τοίνυν περὶ τὴν πρόσληψιν τῆς σαρκὸς ἡ ταπείνωσις γεγενῆσθαι λέγεται, δι' αὐτὴν ἔσται καὶ περὶ αὐτὴν ἡ ὕψωσις. ΑΛΛΟ, εἰς τὸ αὐτό. Ὁ Παῦλος ἐπιστέλλων φησὶν, ὅτι Πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς, οὐκ εἰς ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ' εἰς αὐτὸν τὸν οὐρανὸν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν. Ὥσπερ οὖν ἐν τοῖς οὐρανοῖς καὶ ἐν προσώπῳ τοῦ Πατρὸς ὑπάρχων ἀεὶ, νῦν ὑπὲρ ἡμῶν εἰσέρχεται μὲν εἰς τὸν οὐρανὸν, ἐμφανίζεται δὲ τῷ Πατρί· οὕτω πάλιν καὶ νῦν ὑπὲρ ἡμῶν ὑψοῦται καὶ δοξάζεται, καὶ λαμβάνει τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα· ἵν' ὥσπερ ἐν αὐτῷ καὶ εἰς τὸν οὐρανὸν εἰσερχόμεθα καὶ ἐμφανιζόμεθα τῷ Πατρὶ, οὕτω πάλιν ἐν αὐτῷ δοξαζόμενοι, καὶ ὑψούμενοι, καὶ υἱοὺ Θεοῦ χρηματίζωμεν. ΑΛΛΟ. Τοῦ Σωτῆρος ἡμῶν τὴν εἰς οὐρανοὺς ἀνάληψιν ὁ Ψαλμῳδὸς ἐξηγούμενος διὰ τοῦ Πνεύματος λέγει· Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δόξης. Ἐνταῦθα γὰρ ταῖς ἐν τοῖς οὐρανοῖς ἁγίαις δυνάμεσιν ἐπιτάττει τὸ Πνεῦμα τὰς πύλας ἀνοίγειν εἰσερχομένῳ Χριστῷ. Ἀλλ' ἦν καὶ πρὸ τῆς ἀναλήψεως εἴσω τε τῶν πυλῶν καὶ ἐν τοῖς οὐρανοῖς ὡς Θεός. Τί οὖν ἔδει τῶν τοιούτων τοῦ Πνεύματος προσταγμάτων; Ἢ πῶς ὁ ἔνδον ὢν εἰσέρχεσθαι λέγεται; Ὥσπερ οὖν οὐ καθὸ Θεός ἐστιν, ἀλλὰ καθὸ ἄνθρωπος, δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν τὰς τῶν οὐρανῶν εἰσέρχεται πύλας, ἡμᾶς ἐν αὐταῖς εἰσάγων δι' ἑαυτοῦ, καὶ ταύτην δι' ἡμᾶς ἐνεκαίνισε τὴν ὁδόν· οὕτω καὶ ὕψιστος τυγχάνων, ὑψοῦται δι' ἡμᾶς, ὡς ἄνθρωπος, ἵν' ἡμεῖς ὑψωθῶμεν ἐν αὐτῷ φοροῦντι τὴν πρὸς ἡμᾶς ὁμοίωσιν, καὶ οὕτως ἀναμορφώσῃ πρὸς ἑαυτὸν εἰς τὸ κατ' εἰκόνα τοῦ κτίσαντος, ἀνακαινίζων τὴν φύσιν ὥσπερ ἦν ἐξ ἀρχῆς. Σχόλια, περὶ σαρκώσεως τὸν αὐτὸν ἔχοντα νοῦν. Εἰς τὸ, Ἐχαρίσατο αὐτῷ, καὶ, Ὑπερύψωσεν αὐτόν· καὶ ὅσα τοιαῦτα λέγεται περὶ Χριστοῦ. Ὕψιστος ὁ τοῦ Θεοῦ Λόγος ἀεὶ, καθὸ Θεός· ὑψοῦται δὲ ὡς ἄνθρωπος· ἀνενδεὴς ὢν ὡς Θεὸς, λαμβάνειν ὡς ἄνθρωπος λέγεται· προσεκυνεῖτο παρὰ πάντων ὡς Θεὸς, δέχεται νῦν τὴν προσκύνησιν ὡς ἄνθρωπος. Εἰ ὡς ἄνθρωπος ἀπέθανε, καὶ ψόγον οὐδένα τῷ Θεῷ Λόγῳ τοῦτο προστρίβεται, οὐδὲν ἀδικήσει καὶ τὸ λέγεσθαι λαβεῖν· ὥσπερ γὰρ ἐκεῖνο περὶ τὴν ἀνθρωπότητα γέγονεν, οὕτω καὶ ταῦτα ὁμοίως. Εἰ ἀθάνατος ὢν Θεὸς, λέγεται τεθνάναι ὡς ἄνθρωπος, Ὕψιστος ὢν ὡς Θεὸς, ὑψοῦσθαι λέγεται, ὡς ἄνθρωπος. Πῶς Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. Ὅτι διὰ τῆς ἐνανθρωπήσεως τὸ ἀπολωλὸς ἀνεσώθη· τὸ συντετριμμένον κατεδεσμεύθη, τὸ πλανώμενον ἐπεστράφη· συντείνει δὲ ταῦτα εἰς δόξαν τοῦ Θεοῦ καὶ Πατρός. ΑΛΛΟ. Εἰ Θεὸς ὢν γέγονεν ἄνθρωπος, καὶ ἔργῳ τοῦτο παθεῖν ὑπέμεινε, σκανδαλιζέσθω μηδεὶς, εἰ τὰ τῇ ἀνθρωπότητι πρέποντα καὶ τῷ σχήματι τῷ οἰκετικῷ φέρεται καὶ ἐπ' αὐτοῦ· ὡς γὰρ ἄνθρωπος καὶ λαμβάνειν καὶ ὑψοῦσθαι λέγεται. Ὁ δὲ τὴν ἀνθρωπότητα αὐτὴν ὑπομείνας, οὐκ ἂν εὐλόγως ψέγοιτο, καὶ τὰ τῆς ἀνθρωπότητος ἴδια φορέσαι μὴ παραιτούμενος. Ἴδιον δὲ ἀνθρώπου φύσεως τὸ λαμβάνειν παρὰ Θεοῦ, κατὰ τὸ ῥητὸν τὸ λέγον· Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες; Εἴληφεν ἄρα ὡς ἄνθρωπος κατὰ χάριν, ἅπερ εἶχεν ὡς Θεὸς φυσικῶς. ΑΛΛΟ. Εἰ πάντα δι' Υἱοῦ ὁ Πατὴρ ἐργάζεται, χωρίς τε αὐτοῦ γέγονεν οὐδὲν, ἀναγκαῖον εἰπεῖν, ὅτιπερ αὐτὸς ἦν ἑαυτῷ καὶ τὸ ὑψοῦσθαι διδοὺς, καὶ τὴν παρὰΠατρὸς χάριν διακονούμενος. Ἐδέχετο μὲν γὰρ θεοποιουμένου τοῦ ἀναληφθέντος ναοῦ, καὶ ἦν φύσει Θεὸς Λόγος ὢν τοῦ Πατρός· ὑψοῦτο δὲ πάλιν καθὸ καὶ ἄνθρωπος γεγονὼς, καὶ ἐν τῇ τοῦ δούλου μορφῇ φαινόμενος προσεκυνεῖτο, καὶ πάλαι τοῦτο ἔχων μετὰ Πατρός. Ἔσται τοίνυν περὶ τὴν ἀνθρωπότητα ἡ χάρις καὶ ἡ ὕψωσις, εἰς ἑαυτὸν οἰκειουμένου τοῦ Θεοῦ Λόγου τὰ περὶ τὸν ἴδιον αὐτοῦ ναὸν συμβαίνοντα. Οὐ γὰρ ἑτέρου τινὸς, ἀλλ' αὐτοῦ τὸ σῶμα, διὸ καὶ ὡς αὐτὸς λελόγισται. Εἷς γὰρ ὁ Χριστὸς ἔκ τε ἀνθρωπότητος καὶ Θεοῦ Λόγου κεκερασμένος, οὐκ ἐκ τοῦ τετράφθαι πρὸς ὅπερ οὐκ ἦν, ἀλλ' ἐκ τοῦ προσλαβεῖν τὸν ἐκ Παρθένου ναόν. ΑΛΛΟ. Ψάλλει που Δαβίδ· Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Εἶτά φησι· Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως. Καὶ ἧν ὁ Λόγος καὶ πρὸ τῆς χρίσεως βασιλεύων μετὰ Πατρός. Πῶς οὗν εἰς βασιλέα χρίεται καὶ ἁγιάζεται ὁ ἀεὶ βασιλεύων καὶ ἅγιος ὤν; Ὥσπερ τοίνυν ἀεὶ τοῦτο ὢν, ἐν ἐσχάτοις καιροῖς βεβασιλευκέναι λέγεται· οὕτω καὶ ὕψιστος ὢν, ὑψοῦσθαι λέγεται διὰ τὴν ἔνσαρκον οἰκονομίαν. Ὑψοῦται δὲ, καὶ χρίεται καὶ ἁγιάζεται δι' ἡμᾶς, ἵνα δι' αὐτοῦ τρέχῃ λοιπὸν εἰς πάντας ἡ χάρις, ὡς ἤδη δοθεῖσα τῇ φύσει, καὶ λοιπὸν ὅλῳ σωζομένη τῷ γένει. Οὕτω καὶ ὁ Σωτὴρ ἔλεγεν ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ· Ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτὸν, ἵνα ὦσι καὶ αὐτοὶ ἡγιασμένοι. Ὅσα γὰρ ἐν Χριστῷ, ταῦτα καὶ εἰς ἡμᾶς. Οὐχ ἑαυτῷ δεχομένου τὸν ἁγιασμὸν (αὐτὸς γὰρ ἦν ὁ ἁγιάζων), ἀλλ' ἵνα τοῦτον τῇ φύσει δι' ἑαυτοῦ προξενίσῃ, ὁδὸς ὥσπερ καὶ ἀρχὴ τῶν εἰς ἡμᾶς ἀγαθῶν γινόμενος. Διὸ δὴ καί φησιν· Ἐγώ εἰμι ἡ ὁδός· δι' ἧς ὥσπερ πρὸς ἡμᾶς ἡ θεία καταβέβηκε χάρις, ὑψοῦσα καὶ ἁγιάζουσα καὶ δοξάζουσα, καὶ θεοποιοῦσα τὴν φύσιν ἐν πρώτῳ Χριστῷ. ΑΛΛΟ. Εἰ Θεὸς ὢν ἄνθρωπος γέγονε, καὶ οὐκ ἄνθρωπος ὢν γέγονε Θεὸς, χρίεται δὲ ὡς ἄνθρωπος, ἵνα δοξασθῇ, δῆλον ὅτι περὶ τὴν ἀνθρωπότητα ἡ χάρις. ΑΛΛΟ. Εἰ αὐτὸς ὢν τοῦ Πνεύματος χορηγὸς, κατὰ τὸ περὶ αὐτοῦ λεγόμενον· Λάβετε Πνεῦμα ἅγιον· τὸ Πνεῦμα λαμβάνειν λέγεται περὶ τὴν ἀνθρωπότητα, καὶ ἡ δόσις καὶ τὸ λαμβάνειν ὁμοίως. ΑΛΛΟ. Φησί που Χριστὸς ὡς πρὸς τὸν Πατέρα διαλεγόμενος· Ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτόν. Ὁ δὲ ἑαυτὸν ἁγιάσαι δυνάμενος, καὶ μὴ παρ' ἑτέρου τοῦτο ζητῶν, κύριος τοῦ ἁγιάζειν ἐστίν. Εἰ δὲ οὐκ ἔστιν ἐν χρείᾳ, περὶ τὸ χρῇζον ὁ ἁγιασμὸς ἀποτελεῖται. Ἁγιάζεται δὲ ἡ ἀνθρώπου φύσις. Καὶ τοῦτο ἦν ἄραδι' ἡμᾶς ἐν Χριστῷ πληρούμενον, ἵνα ἡμεῖς ἁγιασθῶμεν ἐν αὑτῷ. ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως αἱρετικῶν. Γέγραπται, φασίν· Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν, διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου. Οὐκ ἂν οὖν ὅλως κεχρίσθαι τὸν Κύριον δώσομεν, εἰ μὴ δικαιοσύνην ἠγάπησε, καὶ ἐμίσησεν ἀδικίαν. Ὁ γὰρ σύνδεσμος ὁ αἰτιολογικὸς, τουτέστι, διὰ τοῦτο, μεταξὺ κείμενος, μισθὸν ὥσπερ ἀρετῆς τὸ χρίσμα δεικνύει. Εἰ δὲ διὰ τοῦτο χρίεται, ὅτι δικαιοσύνην ἀγαπᾷ, καὶ ἀδικίαν μισεῖ, δῶρον ἔχει τὸν ἁγιασμόν. Ὁ δὲ προσθήκης τινὸς δεηθεὶς, ἀτελὴς ἂν εἴη, καὶ οὐχ ὅμοιος τῷ τελείῳ Πατρί. Πρὸς τοῦτο λύσις. Ἔγειραι ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἀκούσῃ πάλιν, αἱρετικέ. Ἐπειδὴ, φησὶν, ἐμίσησας ἀδικίαν, καὶ ἠγάπησας δικαιοσύνην, διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, οὐχ ἵνα μισθὸν ἀρετῆς τὸ χρίσμα δεδόσθαι τις ὑπολάβῃ, ἀλλ' ἵνα τοιῶσδε νοήσωμεν τὸ λεγόμενον. Τρεπτῆς ὑπάρχων φύσεως ὁ προπάτωρ Ἀδὰμ, καὶ πεφυκὼς ἔσθ' ὅτε ποτὲ μὲν τὴν δικαιοσύνην ἀγαπᾷν καὶ μισεῖν τὴν ἀδικίαν, ποτὲ δὲ πάλιν εἰς τὴν ἐναντίαν ἕξιν μεταπηδᾷν, καὶ ἀγαπᾷν μὲν τὴν ἀδικίαν, μισεῖν δὲ τὴν δικαιοσύνην (τοῦτο γὰρ τῶν τρεπομένην ἐχόντων τὴν φύσιν ἴδιον), παρηνέχθη παρὰ τοῦ διαβόλου. Ἐπειδὴ δὲ πρὸς τὴν τοῦ τοιούτου νοσήματος λύσιν ἔδει τὸν ἄτρεπτον τοῦ Θεοῦ Λόγον ἑαυτὸν ὑπὲρ ἡμῶν ἀντιθεῖναι τῷ πονηρῷ, ἵν' ὥσπερ διὰ τῆς ἐκείνου τροπῆς ἐνικήθημεν, οὕτω διὰ τῆς ἀτρεψίας τοῦ Λόγου κρατήσωμεν· διὰ τοῦτο χρίεται ὡς ἀεὶ καὶ [ἀ] παραλλάκτως δικαιοσύνην ἀγαπῶν, καὶ μισῶν ἀδικίαν, καὶ τραπῆναι μὴ δυνάμενος. Ὅταν οὖν λέγῃ, Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀδικίαν, διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, τοιαύτην τινὰ δέχου διάνοιαν· Ἐπειδὴ πάντων τῶν γενητῶν τρεπομένην ἐχόντων τὴν φύσιν οὐδὲν ἠδύνατο μάχεσθαι τῷ διαβόλῳ, σὺ δὲ ἐξ ἀτρέπτου Πατρὸς ἄτρεπτος ὢν, Θεὸς Λόγος, ἀεὶ δικαιοσύνην ἀγαπᾷς, τήν τε ἀδικίαν μισεῖς, ἔχρισέ σε ὁ Θεὸς, ἵνα ἐν σοὶ καὶ πρώτῳ τὴν ἀνθρώπου φύσιν παρ' αὐτὰ νικῶσαν θεάσηται. ΑΛΛΟ, ἐκ τοῦ αὐτοῦ συναχθὲν συλλογισμοῦ. Εὑρίσκεται παρὰ τῇ θείᾳ Γραφῇ περὶ τοῦ Θεοῦ καὶ Πατρὸς κείμενα τοιαῦτα πολλὰ, ὅτι Δίκαιος Κύριος καὶ δικαιοσύνας ἠγάπησε. Καὶ πάλιν· Ἐμίσησας πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν. Καὶ πάλιν· Ἐγώ εἰμι Κύριος ὁ ἀγαπῶν δικαιοσύνην, καὶ μισῶν ἁρπάγματα ἐξ ἀδικίας. Ἆρ οὖν εἴ τις καὶ διὰ ταῦτα λέγοι· Μέγας ὁ Κύριος ἡμῶν, ὅτι τὴν δικαιοσύνην ἀγαπᾷ, μισεῖ δὲ τὴν ἀδικίαν, μισθὸς ἔσται τῷ Θεῷ καὶ Πατρὶ τὸ μέγας καὶ ἀρετῆς ἀνταπόδοσις, ὅτι τάδε μὲν ἀγαπᾷ, μισεῖ δὲ ἐκεῖνα; Ἀλλ' οὐκ ἄν τις οὕτω μανείη ποτέ. Ὥσπερ οὖν ἑπὶτοῦ Πατρὸς εὐσεβῶς νοεῖται τὰ τοιῶσδε λεγόμενα, οὕτως ἂν εὐλόγως ἐκληφθείη καὶ ἐφ' Υἱοῦ. Πρὸς γὰρ τὸ ἀρχέτυπον ἡ εἰκὼν, καὶ πρὸς τὴν εἰκόνα τὸ ἀρχέτυπον. Εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου τὸ λέγον· Ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων. Οἱ τῆς οὐσίας τοῦ Θεοῦ Λόγου τολμῶντες κατηγορεῖν, καὶ τὸν Υἱὸν τοῖς γενητοῖς συντάττειν σπουδάζοντές φασι, σοφιζόμενοι τὴν ἀλήθειαν· Εἰ κρείττων γέγονε τῶν ἀγγέλων ὁ Υἱὸς, ἀπὸ τροπῆς ἄρα ἔχει τοῦτο τῆς ἐπὶ τὸ ἄμεινον· ὃ γὰρ οὐκ ἦν ἐγένετο. Τὸ ὅλως μεταποιεῖσθαι δυνάμενον, καὶ ἀπό τινος εἰς ἕτερόν τι παραφέρεσθαι, τρεπτῆς ἂν εἴη φύσεως. Εἰ δὲ τρεπτῆς, δῆλον ὅτι καὶ γενητῆς, ἧς ἴδιον ἡ τροπή. Πρὸς τοῦτο λύσις. Πρῶτον μὲν οὖν προσήκει τὸν εἰς ἔρευναν τῶν θείων εἰσβαίνοντα Γραφῶν, τὸν καιρὸν ἐπιτηρεῖν καθ' ὃν λέγεται τὸ δηλούμενον, καὶ πρόσωπον παρ' οὗ, ἢ δι' οὗ, ἢ περὶ οὗ λέγεται· οὕτω γὰρ ἂν ἀπλανὴς ἡ διάνοια φυλαχθείη τοῖς ὀρθῶς ἐθέλουσι νοεῖν. Γνωσόμεθα μὲν οὖν τὸ ἀπὸ τοῦ καιροῦ χρήσιμον, τῶν ἁγίων ἀποστόλων ἀκούοντες λεγόντων Χριστῷ· Πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας; Ἐκ δὲ τοῦ μὴ εἰδέναι καιρὸν, ἐζημιώθησαν οἱ περὶ Ὑμέναιον καὶ Ἀλέξανδρον, νομίσαντες ἀνάστασιν ἤδη γεγονέναι, καὶ τοῦτο λέγοντες Ὅτι δὲ τῶν προσώπων ἀναγκαία καὶ ἐπωφελὴς ἡ γνῶσις, εἰσόμεθα πάλιν, ὅταν ὁ Εὐνοῦχος λέγῃ πρὸς Φίλιππον· Δέομαί σου, περὶ τίνος ὁ προφήτης λέγει, περὶ ἑαυτοῦ ἢ περὶ ἑτέρου τινός; ἢ ὡς ὅταν ὁ μακάριος Παῦλος, τοῦ Σωτῆρος τὸ πρόσωπον εἰσφέρεσθαι βουλόμενος, λέγῃ· Ἐφ' ὃν γὰρ λέγεται ταῦτα, φυλῆς ἑτέρας μετέσχηκε. Πρόδηλον γὰρ, ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος. Ὅτι δὲ καὶ τὸ πρᾶγμα μὴ ἀγνοεῖν ἀναγκαῖον, ἐντεῦθεν ἔσται καταφανές. Ὅταν γὰρ οἱ προφῆται τὰ περὶ τοῦ Σωτῆρος προκηρύττωσι, καὶ ὁ μὲν λέγῃ· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει· ἑτέρωθι δὲ πάλιν, Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη· καὶ μὴ κυρίως τὰ τοιαῦτα νοῆται περὶ Χριστοῦ, μακράν που τῆς ἀληθείας ὁ νοῦς οἰχήσεται, καὶ τῶν εὐσεβῶν ἐκπετασθήσεται νοημάτων. Ἀναγκαία τοίνυν τῶν εἰρημένων ἡ ἐπιτήρησις. Ἐπιτηρηθέντων τοίνυν ἀκριβῶς καιροῦ, καὶ προσώπου, καὶ πράγματος, εὑρεθήσεται ταῦτα λέγων ὁ Παῦλος, ὅτι δι' ἡμᾶς ἐνηνθρώπησεν ὁ τοῦ Θεοῦ Λόγος, ὅτε τῶν ἁμαρτιῶν ἡμῶν καθαρισμὸν ποιησάμενος ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, τότε κρείττων γέγονε τῶν ἀγγέλων· οὐ τὴν φύσιν εἰς ἕτερόν τι μεταβαλὼν, ἢ ὅπερ οὐκ ὢν φαίνεται πρότερον, ὕστερον γεγονώς· οὐ γὰρ περὶ τῆς φύσεως τοῦ Υἱοῦ νῦν ὁ λόγος ἐστὶ τῷ Παύλῳ, ἀλλὰ περὶ πράγματος γενομένου ἐν καιρῷ τῆς ἐνανθρωπήσεως. Οὐκοῦν οὐ τῇ φύσει τῶν ἀγγέλων τὴν τοῦ Υἱοῦ φύσιν συγκρίνεσθαι θέλων, κρείττονα τῶν ἀγγέλων αὐτὸν γεγενῆσθαί φησιν, ἀλλὰπραγμάτων ποιεῖται σύγκρισιν· καὶ κατὰ τοῦτο κρείττονα τὸν Υἱὸν γενέσθαι φησίν. Ἔσται δὲ τοῦ λεγομένου τοιοῦτος ὁ νοῦς· Ὁ Παῦλος Ἑβραίοις διαλεγόμενος καὶ μετὰ πολλῆς παῤῥησίας ἀποδεῖξαι βουληθεὶς, ὅτι κρείττων ἐστὶν ἡ Χριστοῦ διακονία καὶ τῆς τῶν προφητῶν ἀποστολῆς καὶ τοῦ διακονηθέντος δι' ἀγγέλων νόμου, ἀπὸ τῆς τῶν προσώπων ἀξίας ποιεῖται τὴν σύγκρισιν, καί φησι· Πάλαι λαλήσας ὁ Θεὸς τοῖς πατράσιν ἡμῶν ἐν τοῖς προφήταις, ἐπ' ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, ὃν ἔθηκε κληρονόμον πάντων, δι' οὗ καὶ ἐποίησε τοὺς αἰῶνας. Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος, ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς. Τοσαύτην τοίνυν περιθεὶς τῷ Υἱῷ τὴν δόξαν, καὶ τὰ τῆς φύσεως τοῦ Πατρὸς ἴδια προσάψας αὐτῷ, τότε φησὶ κρείττονα γενέσθαι τῶν ἀγγέλων, ὅσῳ καὶ μεῖζον ἔχει παρ' ἐκείνους τὸ ὄνομα, ὡς Υἱὸς καὶ κληρονόμος, καὶ ἀπαύγασμα, καὶ χαρακτὴρ, καὶ εἰκὼν, καὶ ὁμόθρονος, καὶ ποιητής. Εἰ δὲ πολὺ κρείττων καὶ διαφορώτερος τῶν ἀγγέλων διὰ ταῦτα νοεῖται, κρείττων ἄρα καὶ ἡ αὐτοῦ τῆς ἐκείνων διακονίας. Σημαίνοι δ' ἂν εἰκότως ἐνθάδε τὸ γέγονεν, οὐ τὴν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγὴν (ἦν γὰρ ὁ Λόγος ἐν ἀρχῇ), οὐδὲ τὴν ἐξ ἐλάττονος εἴς τι μεῖζον μεταβολὴν (τέλειος γὰρ ἐκ τελείου Πατρὸς ὑπῆρχεν ὁ Υἱὸς), ἀλλ' ὥσπερ ἐν συγκρίσει δόξης καὶ ἀξιώματος τὸ μεῖζον καὶ κρεῖττον ὀφθέν. Ὥσπερ ἂν εἴ τις ἄνθρωπος ἵππῳ συγκρίνοιτο, καὶ λέγοιτο κρείττων αὐτοῦ γεγενῆσθαι παρὰ τοῖς δοκιμάζουσι διὰ τὸ εἶναι λογικόν. Ὅτι γὰρ τὸ γενέσθαι οὐ πάντως φύσεως σημαίνει μεταβολὴν, πρόδηλον ἔσται διὰ τοῦ λέγοντος πρὸς Θεόν, Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστήν· καὶ πάλιν· Ἐγένετό μοι Κύριος εἰς καταφυγήν· καὶ, Ἐγένετό μοι Κύριος εἰς σωτηρίαν. Διακονίας ἄρα καὶ δόξης, καὶ οὐ φύσεως, τῷ Υἱῷ πρὸς ἀγγέλους ἡ σύγκρισις. Παράθεσις ῥητῶν σημαίνουσα ὅτι τὸ, κρείττων, ἡ θεία Γραφὴ καὶ ἐπὶ τῶν πολὺ διεστηκότων, ἢ κατὰ τὸν τῆς φύσεως λόγον, ἢ κατὰ τὴν ἀξίαν τίθησιν, ἢ κατὰ τὸ μέτρον τῆς χάριτος. Ὅσον εἰς τὴν χάριν· Κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας· τί γὰρ ἴσον ἔσται τῶν αὐλῶν τῶν οὐσῶν ἐν τοῖς οὐρανοῖς; Εἰς ἀνομοιότητα φύσεως· Λάβετε παιδίαν, καὶ μὴ ἀργύριον· κρείσσων γὰρ σοφία λίθων ἐκλεκτῶν. Ἡσαΐας περὶ τῶν εὐνούχων εἰσφέρει λέγοντα Θεόν· Κρεῖσσον υἱῶν καὶ θυγατέρων ὄνομα αἰώνιον δώσω αὐτοῖς. Οὐκοῦν τὸ κρεῖσσον, οὐκ ἐπὶ τῆς τυχούσης διαφορᾶς, ἀλλὰ καὶ ἐπὶ μεγάλης καὶ ἀσυγκρίτου πολλάκις ὑπεροχῆς τάττεται. ΑΛΛΟ, εἰς τὸ αὐτό. Ἐπεξηγούμενος τὴν οἰκείαν φωνὴν ὁ μακάριος Παῦλος, καὶ σαφέστατα δεικνύων, τί ἐστι τὸ, Κρείττων γενόμενος τῶν ἀγγέλων, ἐπιφέρει τοῖς εἰρημένοις· Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων· Κάθου ἐκ δεξιῶν μου; καὶ ὅτι περὶ τοῦ Υἱοῦ γέγραπται· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ. Εἰ δὲ ὁ τῆς συγκρίσεως λόγος, τὸ μὲν ὡς συγκαθεζόμενον τῷ Πατρὶ καὶ προσκυνούμενον εἰσφέρει, τοὺς δὲ ὡς παρεστηκότας τε καὶ προσκυνεῖν ἐπιτεταγμένους, οὐκ ἐπὶ τῆς οὐσίας ἔσται πάντως τὸ, κρείττων· ἀλλ' ἐν τοῖς περὶ τὴν οὐσίαν ἀξιώμασι καὶ ταῖς ἔξωθεν τῆς φύσεως τιμαῖς. Οὐκοῦν οὐχ ἕν τι τῶν γενητῶν ὁ Υἱὸς, ἀλλ' ἕτερόν τι παρὰ ταῦτα, τουτέστι, Λόγος ἴδιος τοῦ Πατρός. ΑΛΛΟ, εἰς τὸ αὐτό. Τὸ γέγονεν, ὅτε μόνον καὶ καθ' ἑαυτὸ λέγεται, σημαίνει πολλά· καὶ οὐ πάντως ὑποστάσεώς ἐστι δηλωτικὸν, ἀλλ' ὅταν αὐτῷ τι συνάπτηται, τότε γνωριεῖ τὴν καθ' οὗ κατηγορεῖται δύναμιν· οἷον, φέρε εἰπεῖν, γέγονέ τις τέκτων ἢ λιθοξόος, οὐ πάντως ἄνθρωπος ἵνα καὶ τέκτων· ἀλλ' ἐπειδήπερ ἄνθρωπος, γέγονε τέκτων, τῆς τέχνης ὢν δεκτικὸς, καὶ κατὰ μόνης ἐνθάδε τῆς ἐπιστήμης χωρήσει τὸ γέγονεν, οὐ πάντως κατὰ τῆς ὑποστάσεως ἢ τῆς εἰς τὸ εἶναι παραγωγῆς. Οὐκοῦν εἰ λέγοιτο Χριστὸς κρείττων γεγενῆσθαι τῶν ἀγγέλων, οὐ περὶ τὸν τῆς φύσεως λόγον ἔχει τὴν σύγκρισιν, ἀλλὰ περὶ τιμὴν καὶ ἀξίωμα. ΑΛΛΟ, εἰς τὸ αὐτό. Τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων. Τὸ γέγονεν εἰ καὶ κατὰ τῆς οὐσίας τάττοιτο τοῦ Υἱοῦ, οὐδὲν αὐτὴν ἀδικήσει τῆς λέξεως ἡ δύναμις, ἀδιαφόρως κειμένης πολλάκις κατὰ τῶν γεννωμένων. Ἐπὶ μὲν οὖν τῶν ὄντως γινομένων καὶ ποιουμένων, οὐκ ἄν τις ἐπιδείξαι τὸ γεννᾶσθαι κείμενον κυρίως καὶ κατὰ φύσιν· ὅτι κἂν γεννώμενον φαίνηται, ἔχει πρὸ ἑαυτοῦ τὸ πεποιῆσθαι παρὰ τοῦ κτίσαντος. Οἷον ἄνθρωπος γεννᾶται μὲν, πεποίηται δὲ, καὶ κύριον αὐτοῦ τοῦτο μᾶλλον ἢ τὸ δεύτερον. Εἰ δὲ καὶ λέγοιντό τινες διὰ τοῦ Πνεύματος γεγεννῆσθαι, ἀλλὰ καὶ οὗτοι πρὸς μίμησιν τοῦ ἀληθῶς γεννηθέντος ἐκ Πατρὸς Θεοῦ Λόγου, καὶ οὐκ ἔξω τοῦ πεποιῆσθαι τυγχάνουσιν· ὥστε τὸ τῆς γεννήσεως ὄνομα καταχρηστικῶς ἂν εἴη μᾶλλον ἢ φυσικῶς ἐν τοῖς γενητοῖς. Τὸ δὲ γεννηθὲν, κἂν γενέσθαι λέγηται, οὐδὲν ὑπομένει τὸ βλάβος, ἀδιαφορούσης περὶ τοῦτο τῆς θείας Γραφῆς. Λέγει γὰρ ὅτι ἐγένοντο τῷ Ἰὼβ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς. Καὶ πάλιν· Ἦν Ἀβραὰμ ἑκατὸν ἐτῶν ὅτε ἐγένετο αὐτῷ Ἰσαὰκ ὁ υἱὸς αὐτοῦ. Εἰ δὲ τὸ γεννώμενον γενέσθαι λέγεται καὶ ἐπ' ἀνθρώπων, ἀδιαφορείτω τις τοῦτο ἀκούων καὶ περὶ τοῦ Υἱοῦ. Ἐπὶ δὲ τῶν γενητῶν οὐκ ἀδιαφορήσει διὰ τὸν προαποδεδομένον λόγον. ΑΛΛΟ. Εἰς τὸ αὐτὸ, ὡς ἐκ τῶν δι' ἐναντίας. Γέγραπται, φησὶ, περὶ Υἱοῦ, ὅτι Τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων. Ἐπειδὴ δὲ φιλοῦσιν αἱ συγκρίσεις ἀεὶ γίνεσθαι περὶ τὰ ὁμοειδῆ (οὐδὲ γὰρἄν τις εὐλόγως ἵππῳ συγκρίναι τὸν ἄνθρωπον ἢ κυνὶ τὸ πρόβατον, ἀλλ' ἄνθρωπον μὲν ἀνθρώποις, τὸ δὲ πρόβατον τῷ προβάτῳ), ἀνάγκη πᾶσα γενητὸν εἶναι συνομολογεῖν τὸν Υἱὸν, ὃς ἀγγέλοις συγκρίνεται τοῖς γενητὴν ἔχουσι τὴν φύσιν. Πρὸς τοῦτο λύσις. Φιλοῦσι μὲν ὁμολογουμένως ἐν τοῖς ὁμοειδέσιν αἱ συγκρίσεις γίνεσθαι. Ἀλλ' ὅταν τὰ τοιαῦτα πρὸς ἄλληλα κρίνηται, τὸ κρείττων λέγεσθαι μισεῖ, καὶ οὐκ οἰκείως ἐπιδέξεται τὴν φωνήν· ἁρμόσει δὲ ἐπ' αὐτῶν τὸ μᾶλλον καὶ τὸ ἧττον, καὶ τὸ διαφερόντως λέγεσθαι, καὶ τὸ πλέον ἔσθ' ὅτε· ἃ δὴ καὶ κυριωτέραν δεικνύει τὴν σύγκρισιν· οὕτως Ἰωσὴφ ὡραῖος παρὰ τοὺς ἀδελφούς. Ἀστὴρ δὲ πάλιν ἀστέρος οὐ κρείττων, ἀλλὰ διαφέρει ἐν δόξῃ· οὕτως ὁ Σωτὴρ, ὅτε τοῖς ἀνθρώποις ὡς ἄνθρωπος συγκρίνεται, οὐ κρείττων κάλλει λέγεται, ἀλλ' ὡραῖος παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ὅτε δὲ τὰ ἑτεροειδῆ πρὸς ἄλληλα τὴν σύγκρισιν ἔχει, τότε λέγεται τὸ κρεῖττον οἰκειότερον. Οὕτω καὶ γέγραπται· Κρείσσων γὰρ σοφία λίθων πολυτελῶν. Ποία δὲ κοινωνία φύσεως σοφίᾳ καὶ λίθοις; Εἰ τοίνυν ἕτερον μὲν ἔχει τύπον ἐν τοῖς ὁμοειδέσιν ἡ σύγκρισις, ἐπὶ δὲ τῶν ἀνομοίων κατὰ τὴν φύσιν τὸ κρεῖττον τάττεται, οὐκ ἔσται τοῖς ἀγγέλοις ὅμοιος ὁ Υἱὸς, οὐδὲ γενητὸς ὥσπερ ἐκεῖνοι, ἀλλ' ὑπερβολικὴν ἔχει τὴν σύγκρισιν. Καὶ διὰ τοῦ λέγεσθαι κρείττων, ἑτεροειδὴς ἔσται μᾶλλον ἢ ὁμοειδής. ΑΛΛΟ, εἰς τὸ αὐτό. Εἰ διὰ τὸ λέγειν τὴν Γραφὴν, Τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὁμοειδὴς ἔσται τοῖς ἀγγέλοις ὁ Υἱὸς ὡς πρὸς αὐτοὺς ἔχων τὴν σύγκρισιν, ὁράτωσαν ποῖ ποτε ὁ λόγος αὐτοῖς κινδυνεύσει. Ὥρα γὰρ ὁμολογεῖν καὶ συγκαθεσθῆναι δύνασθαι τῷ Θεῷ τοὺς ἀγγέλους καὶ συμβασιλεύειν αὐτῷ· καὶ τὸ περιττὸν οὐδὲν ἐν Υἱῷ παρ' ἐκείνους. Τὰ γὰρ ἀλλήλοις ὁμοειδῆ, κἂν ἔχῃ τινὰ πρὸς ἄλληλα τὴν διαφορὰν, ἀλλὰ τῆς αὐτῆς ἔχεται φύσεως. Οὕτω γὰρ ἂν εἴη καὶ ὁμοειδῆ. Οὐκοῦν ἐπειδήπερ περὶ μὲν ἀγγέλων λέγεται· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, περὶ δὲ τοῦ Υἱοῦ· Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ὁμοειδεῖς δὲ ἄγγελοι καὶ ὁ Υἱὸς κατ' ἐκείνους, διὰ τὸ πρὸς αὐτοὺς ἐν τῷ λέγεσθαι κρείττων ἔχειν τὴν σύγκρισιν· οὐδὲν ἄρα κωλύσει καὶ ἀγγέλους δύνασθαι συγκαθεσθῆναι τῷ Θεῷ, εἰ καὶ μή τις αὐτῶν ἠξιώθη τοῦ πράγματος. Καὶ μάτην, ὡς εἰκὸς, ὁ Παῦλος λέγει· Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων· Κάθου ἐκ δεξιῶν μου; Ἢ πῶς τοῦτο δίδωσιν ὡς ἐξαίρετον τῷ Υἱῷ, ἑλκούσης αὐτὸ πρὸς ἑαυτὴν καὶ τῆς τῶν ἀγγέλων φύσεως, εἴπερ εἰσὶν ὁμοειδεῖς πρὸς αὐτόν; Κοινὰ γὰρ ἅπασι τοῖς ὁμοειδέσι τὰ ἐν τῇ αὐτῇ φύσει κείμενα. Τὰ δὲ ἐκ προσθήκης ἐπισυμβαίνοντά τισι πλεονεκτήματα, τῆς οὐσίας οὐχ ἅπτεται. Οἷον μία μὲν ἀνθρώποις ἡ φύσις, πλουτοῦσι δὲ οὐ πάντες, οὔτε μὴν βασιλεύουσι· δεκτικοὶ δὲ ὅμωςκαὶ τούτων εἰσίν. Ἀλλ' οὐδεὶς ἐπιτρέπει τοῖς ἀγγέλοις τὴν Υἱοῦ δόξαν φορεῖν· ὁ μὲν γὰρ Δεσπότης, τὰ δὲ δοῦλα τυγχάνει. Οὐχ ὁμογενὴς ἄρα τοῖς ἀγγέλοις ἐστὶν, ὁ τῷ Πατρὶ συμβασιλεύων καὶ συγκαθήμενος. ΑΛΛΟ. Ὅτι οὐχ ὁμοφυὴς τοῖς ἀγγέλοις ὁ Υἱός. Ποίημα καὶ ποιητὴς οὐκ ἄν ποτε τῆς αὐτῆς εἶεν φύσεως. Ἕτερον γάρ τι τὸ ποιοῦν, καὶ ἕτερον τὸ ποιούμενόν ἐστιν. Εἰ γὰρ μὴ οὕτως ἔχει, τί τὸ διαιροῦν κατὰ φύσιν τῶν γενητῶν τὸν Θεόν; Ὅτε τοίνυν πάντα δι' Υἱοῦ ὁ Θεὸς καὶ Πατὴρ ἐργάζεται, ἓν δέ τι τῶν πάντων ἐστὶ καὶ ἡ τῶν ἀγγέλων φύσις, γέγονεν ἄρα δι' Υἱοῦ καὶ πεποίηται. Οὐχ ὁμογενὴς οὖν τοῖς δι' αὐτοῦ γενομένοις καὶ διὰ τούτου φανεῖται· ἀλλ' ὁ μὲν φορέσει τοῦ Δημιουργοῦ τὴν ἀξίαν, τὰ δὲ τὴν κατὰ τὸ πεποιῆσθαι δουλείαν. Τὰ γὰρ σύμπαντα, φησὶ, δοῦλά σου, ἡ θεία Γραφή. ΑΛΛΟ. Ὅτι οὐχ ὁμογενὴς τοῖς ἀγγέλοις ὁ Υἱὸς διὰ τὸ λέγεσθαι κρείττων αὐτῶν γεγενῆσθαι. Πᾶν ὅπερ ἂν φαίνηται γεγονὸς κατ' οὐσίαν, καὶ εἰς τὸ μὴ εἶναι καταλήξει ποτὲ θελήσαντος τοῦ Δημιουργοῦ· καὶ ὅπερ ἂν ἔχοι φύσιν τοῦ παθεῖν δεκτικὴν, πάθοι, ἂν εἰ καὶ μή πω πέπονθε. Τὸ δὲ πάσχειν οὐ πεφυκὸς, οὐκ ἄν τι πάθοι ποτὲ, καὶ ἕτερόν τι παρ' ἐκεῖνό ἐστι· καὶ τὸ ἀεὶ ὡσαύτως ὂν, οὔτε τοῦ εἶναι ἤρξατο, οὔτε μὴν οἶδε τὸν ἐπὶ τέλει δρόμον, ὥσπερ τὰ τοῦ εἶναι ἀρξάμενα. Ἀλλ' οὐκ ἄν τις εἴποι νοῦν ἔχων, τὰ τοσαύτην ἔχοντα πρὸς ἄλληλα τὴν ἐναντιότητα, καὶ οὕτω κατὰ φύσιν διεστηκότα, ὁμοφυῆ τε εἶναι καὶ τῆς αὐτῆς ὑπάρχειν οὐσίας. Εἰ τοίνυν ἐπὶ μὲν τῶν ποιημάτων ὡς ὑποκειμένων καὶ φθορᾷ λέγεται. Αὐτοὶ ἀπολοῦνται· ἐπὶ δὲ τοῦ Υἱοῦ, Σὺ δὲ διαμένεις· κἀκεῖνα μὲν παλαιωθήσεται, ὡς γενητὴν ἔχοντα τὴν φύσιν· τοῦ δὲ Υἱοῦ τὰ ἔτη οὐκ ἐκλείψουσι· πῶς ὁμοφυὴς ἔσται τοῖς ἀγγέλοις ὁ Υἱὸς, τοῖς πεποιημένοις ὁ ποιητὴς, τοῖς γεγενημένοις ὁ ἀγένητος, τοῖς παρελθεῖν δυναμένοις ὁ αἰώνιος; Εἰ γὰρ καὶ ἀθάνατόν τι χρῆμα ὁ ἄγγελός ἐστι διὰ τὴν οὔτω κειμένην ἐπ' αὐτῷ τοῦ ποιήσαντος βούλησίν τε καὶ χάριν, ἀλλ' ἐπείπερ ἀρχὴν τοῦ εἶναι ἔχει, δύναιτ' ἂν καὶ εἰς τέλος ἐλθεῖν. Φύσεως δὲ πλεονεκτήματα τοῖς ἔχουσίν ἐστιν ἰσχυρὰ, καὶ οὐχὶ τῷ πεποιηκότι Θεῷ. Ὥσπερ οὖν καὶ τὸ πῦρ καυστικὸν μέν ἐστιν, ἀλλ' οὐ τῷ Θεῷ· οὕτω καὶ ἄγγελος ἀθάνατος μὲν, ἀλλ' οὐ τῷ Θεῷ. Μόνος γὰρ αὐτὸς κυρίως ἀθάνατος, φυσικῶς ἔχων, οὐκ ἀπὸ χάριτος, τὴν ἀσφάλειαν, ὥσπερ τὰ γενητά. ΑΛΛΟ, μετὰ ἀποδείξεως, ὅτι ἄγγελοι μὲν δοῦλοι, Δεσπότης δὲ ὁ Υἱός. Εἰ οὐδεὶς δύναται ἀφεῖναι ἁμαρτίας, εἰ μὴ μόνος ὁ Θεὸς, ἀφίησι δὲ ὁ Υἱὸς, Θεὸς ἄρα, καὶ οὐ τοῖς ποιήμασιν ἐναρίθμιος. Ἄγγελοι μὲν γὰρ προσεύχονταιλέγοντες· Κύριε παντοκράτωρ, ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ἱερουσαλὴμ καὶ τὰς πόλεις Ἰούδα; Ὁ δὲ Υἱὸς ἐξουσιαστικῶς· Ἄνθρωπε, ἀφέωνταί σοι αἱ ἁμαρτίαι. Οὐχ ὁμογενὲς οὖν ἄρα τῷ δεσπότῃ τὸ δοῦλον, οὔτε τῷ χαριζομένῳ τὸ αἰτοῦν ἵνα λάβῃ. ΑΛΛΟ τούτῳ ὅμοιον, ὅτι οὐκ ἐν τοῖς δούλοις ὁ Υἱός. Ἀποστέλλει τοὺς προφήτας ὁ Θεὸς ἀπαιτῆσαι τοῦ ἀμπελῶνος τοὺς καρποὺς, οἳ πρὸς τῷ μηδὲ δύνασθαι λαβεῖν, καὶ ἀπέθανον. Ὁ Σωτὴρ ὡς Δεσπότης καὶ τὰς ὀφειλὰς ἀφίησι, καὶ εἰς ἑτέρους γεωργοὺς μετατίθησι τὸν ἀμπελῶνα ὡς δεσπότης καὶ Κύριος· φαίνονται δὲ καὶ τῇ τοῦ νόμου διακονίᾳ ὑπηρετήσαντες ἄγγελοι, καὶ ποιήσαντες οὐδὲν ὧν ἐποίησεν ὁ Υἱός. Οὐκοῦν οὐχ ὁμογενὴς ἀγγέλοις ἐστὶν, ἀλλὰ Δεσπότης καὶ Κύριος. ΑΛΛΟ, διηγηματικῶς ὅτι τὸ Κρείττων γενόμε νος τῶν ἀγγέλων, οὐκ οὐσιῶν εἰσφέρει σύγ κρισιν, ἀλλὰ μᾶλλον διακονιῶν. Τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ἐπὶ τοῦ Υἱοῦ φησιν ὁ Παῦλος, οὐ τῇ φύσει τῶν ἀγγέλων τὴν τοῦ Θεοῦ Λόγου συγκρίνεσθαι θέλων, οὐδὲ τῶν ἀνομοίων οὐσιῶν ἐξίσου ποιούμενος τὴν ἐξέτασιν (ἀσύγκριτον γὰρ πρᾶγμα θεότητος καὶ ἀπαράβλητον), ἀλλὰ τὴν ἐπὶ ταῖς διακονίαις εἰσφέρων διαφορὰν, ἵν' ἀφ' ὧν ἕκαστος ἐπιστεύθη καὶ ᾠκονόμησεν, ἐκ τούτων ὅστις εἴη γινώσκηται. Ὅτι δὲ τὸ κρείττων ὡς πρὸς τὴν τῶν ἀγγέλων διακονίαν ἔχει τὴν σύγκρισιν, γένοιτ' ἂν ἐνθένδε καταφανές· Σκοπὸς ἦν τῷ Παύλῳ κρείττονα τῶν νομικῶν ἐνταλμάτων ἐπιδεῖξαι τὰ διὰ Χριστοῦ κηρυττόμενα. Πόθεν οὖν ποιεῖται τὰς ἀποδείξεις; Ἐπὶ τοὺς διακονοῦντας χωρεῖ, καὶ ταῖς τούτων διαφοραῖς ἀναλόγως ὁρίζει τὰ ὑπ' αὐτῶν διακονούμενα. Ἄγγελοι μὲν οὖν διακονοῦσι τὸν νόμον, καὶ λαλεῖται δι' αὐτῶν· ὁ δὲ Υἱὸς, τὴν διὰ τῶν Εὐαγγελίων κηρύττει γνῶσιν. Ἀλλὰ κρείττων, φησὶν, ὁ Υἱὸς τῶν ἀγγέλων· καθὸ τῶν ἀμεινόνων κατέστη διάκονος, κατὰ τοῦτο κρείττων. Διακονεῖται δὲ τὰ μεγάλα διὰ μεγάλων, καὶ τὰ μικρὰ διὰ τῶν μικρῶν. Μέγας δὲ ὁ Υἱὸς, καθὸ ἀπαύγασμα καὶ χαρακτὴρ, καθὸ ἀκούει· Κάθου ἐκ δεξιῶν μου· καθὸ πρωτότοκος καὶ ὑπ' αὐτῶν ἀγγέλων προσκυνούμενος. Οἱ δὲ ἄγγελοι, τούτων οὐδὲν, ἀλλ' οἱ μὲν ὡς λειτουργοὶ παρεστήκασιν, ὡς δοῦλοι προσκυνοῦσιν, ὡς ὑπηρέται τρέχουσι διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν. Κρείττων ἄρα τοῦ Σωτῆρος ἡ διακονία τῆς δι' ἀγγέλων, ὅσῳπερ ὁ μὲν ἐν τούτοις, οἱ δὲ ἐν ἐκείνοις. Διὰ ταύτην τοιγαροῦν τὴν αἰτίαν ὁ Παῦλος τὰς διακονίας συγκρῖναι θελήσας, λέγει· Κρείττων γενόμενος τῶν ἀγγέλων. Ὅτε δὲ ἐπὶ τὴν τῶν οὐσιῶν ἔρχεται σύγκρισιν, λέγει· Ὅσῳ διαφορώτερον παρ' αὐτοὺς κεκληρονόμηκεν ὄνομα. Οὐκέτι, κρεῖττον, ἀλλὰ, διαφορώτερον, ὃ δὴ καὶ πολλὴν εἰσφέρει τὴν ἐξαλλαγήν. Παράθεσις ῥητῶν, περὶ ἀνθρωπότητος Χριστοῦ, καὶ λύσις ἐφεξῆς εἰς τὸ, Τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων. Ὅτι τὸ κρείττων ἐνθάδε τιθέμενον, τῶν διακονικῶν εἰσφέρει τὴν σύγκρισιν, γνωσόμεθα, Παύλου λέγοντος· Εἰ γὰρ ὁ δι' ἀγγέλων λαληθεὶς λόγος, ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, πῶς ἡμεῖς ἐκφευξόμεθα τοιαύτης ἀμελήσαντες σωτηρίας, ἥτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη; Καὶ πάλιν· Ἀθετήσας τις νόμον Μωσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει. Πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας; Καίτοι εἰ διὰ τὸ κρείττονα λέγεσθαι τῶν ἀγγέλων αὐτὸν, εἶναι δεῖ πάντως αὐτοῖς καὶ ὁμοφυῆ (αἱ γὰρ συγκρίσεις ἐπὶ τῶν ἀλλήλοις προσεοικότων φιλοῦσι γίνεσθαι), τί μᾶλλον ἔδει χείρονος ἀξιοῦσθαι τιμωρίας τὸν καταπατοῦντα τὸν Υἱὸν, οὐ τοιαύτης μετέχοντος τοῦ καταπατοῦντος τοὺς ἀγγέλους διὰ τῆς παραβάσεως τοῦ λαληθέντος νόμου δι' αὐτῶν; Ὁ γὰρ εἰς τοὺς ἴσους καὶ ὁμοειδεῖς ἐξυβρίζων, τῆς αὐτῆς ἂν εἰκότως μετέχοι τιμωρίας, καὶ οὗ τῶν ἀδικουμένων οὐκ ἔστι διαφορὰ, καὶ τῶν κολάσεων ὁμοιότης εὐλόγως ἂν γένοιτο. Νυνὶ δὲ ὁ μὲν εἰς τὸν Υἱὸν ἐξαμαρτάνων, χείρονος ἀξιωθήσεται τιμωρίας· ὁ δὲ εἰς τὸν ὑπ' ἀγγέλων λαληθέντα νόμον, ἐλάττονος. Οὐχ ὁμογενὴς ἄρα τοῖς ἀγγέλοις ἐκεῖνος, εἰς ὃν καὶ μεῖζόν ἐστι τὸ ἁμαρτάνειν· καὶ τὸ τιμωρίας μέτρον, ἀναλόγως τῇ ὑπεροχῇ τοῦ πατηθέντος ἐκτίνεται. ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως εἰς τὸ αὐτό. Χείρονος, φασὶν, ἀξιοῦται τιμωρίας ὁ ἐξαμαρτάνων εἰς τὸν Υἱὸν, ὡς εἰς μείζονα τῶν ἀγγέλων. Τοῦτο δὲ αὐτὸν οὐ πάντως ἔξω τῆς πρὸς ἀγγέλους ὁμογενείας γενέσθαι ποιεῖ. Ἀναλόγως γὰρ τῇ ἑκάστῳ χρεωστουμένῃ τιμῇ καὶ ἡ εἰς αὐτὸν ὕβρις ἐκμετρεῖται. Ἐπειδὴ τοίνυν κρείττων γέγονε τῶν ἀγγέλων ὁ Υἱὸς, ἔχει βαρυτέρως τὴν τιμωρίαν ὁ εἰς αὐτὸν ἐξαμαρτάνων. Πρὸς ταῦτα λύσις ἐκ τοῦ αὐτοῦ. Ἐχρῆν οὖν ἐπὶ τῇ παραβάσει τῶν νομικῶν ἐντολῶν, μὴ ἀναλόγως τοῖς πλημμελήμασι τὰς τιμωρίας ὁρίζεσθαι, μηδὲ πάντως τῷ μεγέθει τῆς ἁμαρτίας συμμετρεῖσθαι τὴν κόλασιν, ἀλλὰ μᾶλλον ὁρίζεσθαι πρὸς τὴν ἀξίαν τοῦ διακονήσαντος αὐτὴν ἀγγέλου. Εἰ δὲ τοῦτο μὲν οὐχ ὁρῶμεν γενόμενον, εἷς δὲ ὁ νόμος, πολλῶν ὄντων ἀγγέλων, καὶ διὰ τῶν αὐτῶν τιμωριῶν τρέχει τὰ ἁμαρτήματα· οὐκ ἄρα ἀληθὲς τὸ λεγόμενον, ὅτι χείρονος ἀξιωθήσεται τιμωρίας ὁ εἰς τὸν Υἱὸν ἐξαμαρτάνων, ὡς εἰς κρείττονα τῶν ἀγγέλων, ἀλλ' ὡς εἰς ἑτεροφυᾶ καὶ πολὺ παρηλλαγμένον. Οἱ μὲν γὰρ γενητοὶ, ὁ δὲ Θεὸς ἀληθινὸς, οὐ τῶν γενητῶν εἷς, οὐδὲ πρὸς αὐτὰ τὴν σύγκρισιν ἔχων· ἀλλ' ὅσῳπερ ἂν αὐτὸς ἀξιολογώτερος φαίνεται, τοσούτῳ μείζονι καὶχαλεπωτέρᾳ τιμωρίᾳ ὑπεύθυνον ὄντα δεικνύων τὸν τὰ αὐτοῦ παραβαίνοντα. ΑΛΛΟ, ἐκ τῶν αὐτῶν, ὅτι καλὴ καὶ χρησιμωτάτη τῶν διακονιῶν ἡ σύγκρισις, τῆς τε τῶν ἀγγέ λων καὶ τοῦ Υἱοῦ, τοῦ κρείττων τὴν δύνα μιν ἑρμηνεύουσα. Πῶς γὰρ κρείττων τῶν ἀγγέ λων ἐστὶ καὶ πόσον, ἐξ αὐτῶν γνωσόμεθα. Ἅγγελοι τὸν νόμον ἐλάλησαν, ἀλλ' οὐδὲν ἐτελείωσεν ὁ νόμος. Ὁ δὲ Υἱὸς ἐτελείωσε τὸ ἔργον τοῦ Πατρός. Τέλειος γὰρ εἰς εὐσέβειαν ὁ τοῖς αὐτοῦ νόμοις παιδαγωγούμενος. Ἐβασίλευσεν ὁ θάνατος καὶ κατὰ τὸν τοῦ νόμου καιρόν· Ἀπὸ γὰρ Ἀδὰμ, φησὶ, καὶ μέχρι Μωσέως. Λέλυται δὲ θάνατος διὰ Χριστοῦ· οὐκέτι γὰρ ἐν Ἀδὰμ ἀποθνήσκομεν, ἀλλ' ἐν Χριστῷ ζωοποιούμεθα. Ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεὲ τὰ νομικὰ προστάγματα διηγγέλλετο, καὶ ἦν ἐν μόνῃ τῇ Ἰουδαίᾳ γνωστὸς ὁ Θεός· νυνὶ δὲ εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ γεγόνασι πάντες διδακτοὶ Θεοῦ, οὐκ ἀγγέλων, ἀλλὰ Θεοῦ. Θεοῦ μὲν γὰρ καὶ ὁ νόμος, ἀλλὰ δι' ἀγγέλων· ὁ δὲ Υἱός φησιν· Αὐτὸς ὁ λαλῶν πάρειμι. Οὐκοῦν κατὰ τὴν τοῦ Παύλου φωνὴν, ὅσῳ διαφορωτέρας τετύχηκε λειτουργίας, καὶ ὅσῳ κρείττονος διαθήκης γέγονεν ἔγγυος, τοσοῦτον ὑπερέξει τοὺς ἀγγέλους, οὐχ ὡς πρὸς αὐτοὺς συγκρινόμενος κατὰ τὴν φύσιν, ἀλλὰ τοσοῦτον ὑπεραιρόμενος, ὅσον ἀπῴκισται τῶν γενητῶν ὁ Θεὸς κατὰ τὸν τῆς οὐσίας λόγον. Τὸ ἄρα κρείττων ἐπὶ τῆς διακονίας φερόμενον, ὅσον αὐτὴν τῆς ἐκείνων δεικνύει μείζονα καὶ ὑψηλοτέραν, τοσοῦτον ἐξαίρει τῆς τῶν γενητῶν φύσεως τὸν Υἱόν. Καὶ τοῖς μὲν ἀγγέλοις ὡς δούλοις ἀπονέμει διακονίαν τὴν ἐλάττονα· τῷ δὲ Υἱῷ, τὴν Υἱῷ πρέπουσαν καὶ Δεσπότῃ. Ἐπὶ γὰρ κρείττοσι, φησὶν, ἐπαγγελίαις νενομοθέτηται. ΑΛΛΟ, ὅτι κρείττων ἡ τοῦ Θεοῦ Λόγου διακονία τῆς τῶν ἀγγέλων, καὶ καθ' ἑτέρους τρόπους· ὅσῳ δὲ κρείττων αὕτη, τοσούτῳ καὶ ὁ διακο νήσας αὐτόν. Ὁ Παῦλός φησιν· Ὅτι τὸ ἀδύνατον τοῦ νόμου ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί. Εἰ δὲ ἠσθένησεν ὁ νόμος κατακρῖναι τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, κατέκρινε δὲ ὁ Χριστὸς, δεκτικὴν αὐτὴν ἀποδείξας τοῦ ἁγίου Πνεύματος, ὡς δύνασθαι λέγειν ἡμᾶς· Οὐκ ἐσμὲν ἐν σαρκὶ, ἀλλ' ἐν Πνεύματι· γέγονεν ἄρα καὶ κατὰ τοῦτο κρείττων ἀγγέλων, δι' ὧν ὁ νόμος λελάληται· καὶ πάλιν ὁ κόσμος ὑπὸ μὲν τοῦ νόμου κατεκρίνετο διὰ τὴν ἁμαρτίαν. Ἐπεδήμησε δὲ ὁ Υἱὸς, οὐχ ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ' ἵνα σώσῃ τὸν κόσμον, οὐδὲ ἀπαιτήσων τινὰ τιμωρίαν, ἀλλ' ἵνα πᾶσι χαρίσηται. Κρείττων οὖν ὁ δικαιῶν τοῦ κατακρίνοντος, κρείττων τοῦ ἀπαιτοῦντος ὁ χαριζόμενος, κρείττων τοῦ μὴ ἰσχύσαντος κατακρῖναι τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, ὁ καὶ τοῦτο πληρώσας Υἱός. Κρείττων ἄρακατὰ τοῦτο τῶν ἀγγέλων τῶν τὸν ἀσθενῆ καὶ κατακρίνοντα λαλησάντων νόμον. ΑΛΛΟ, ὅτι τοῖς ποιήμασιν ἢ τοῖς ἀγγέλοις οὐχ ὁμοφυὴς ὁ Υἱός. Εἰ ποίημά ἐστιν ὁ Υἱὸς, καὶ ὁμοφυὴς τοῖς ἀγγέλοις, καλείσθωσαν καὶ αὐτοὶ παρὰ τοῦ Πατρὸς ὥσπερ ἐκεῖνος υἱοὶ, ἢ αὐτὸς ὥσπερ ἐκεῖνοι ἄγγελος. Ἀλλ' οὐδενὶ τῶν ἀγγέλων εἶπέ ποτε· Υἱός μου εἶ σὺ, κατὰ τὴν τοῦ Παύλου φωνήν· οὔτε μὴν αὐτὸς ἄγγελος κεκλημένος φαίνεται κατὰ ἀλήθειαν. Καθεζέσθωσαν ἐν δεξιᾷ τοῦ Πατρὸς ὥσπερ Υἱός· ἀλλ' οὐδεὶς τῶν ἀγγέλων συγκάθηται τῷ Πατρὶ, ἀλλὰ μᾶλλον παρεστήκασι λειτουργοῦντες αὐτῷ. Λεγέτωσαν ἄγγελοι διατάττοντες ὥσπερ ὁ Υἱός· Ἐγὼ δὲ λέγω ὑμῖν· ἀλλ' οὐ τοῦτό φασιν, ἀλλὰ μᾶλλον· Ἀπεστάλην λαλῆσαι πρὸς σέ. Καὶ οἱ μὲν διακονοῦσιν, ὁ δὲ διακονεῖται· Ἰδοὺ γὰρ, φησὶν, ἄγγελοι προσελθόντες διηκόνουν αὐτῷ. Καὶ ὁ μὲν ἔστι δημιουργὸς, οἱ δὲ γεγόνασι δι' αὐτοῦ· καὶ οἱ μὲν προσκυνοῦσιν, ὁ δὲ προσκυνεῖται· καὶ οἱ μὲν ἄγγελοι τὰς τῶν οὐρανῶν πύλας αἴρειν προστάττονται· ὁ δὲ εἰσέρχεται ὡς Κύριος τῶν δυνάμεων, ὡς βασιλεὺς τῆς δόξης· καὶ οἱ μὲν ζωῆς μετέχουσι τῆς παρὰ Θεοῦ· ὁ δὲ τῆς ζωῆς ἐστι χορηγὸς, αὐτὸς ζωὴ τοῖς πᾶσιν ὑπάρχων. Καὶ ὁ μέν φησιν· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, καὶ Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα, καὶ, Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι, καὶ Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου, καὶ Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή· ἄγγελοι δὲ τὰς τοιαύτας οὐ τολμῶσι φθέγγεσθαι φωνάς. Κἂν ἐν τῷ ὀνόματι τοῦ Υἱοῦ προσευξώμεθα, ὅσαπερ ἂν αἰτήσωμεν, ληψόμεθα· ἐν ὀνόματι δὲ τῶν ἀγγέλων οὐκ ἄν τις προσεύξαιτο. Καὶ τῷ μὲν Υἱῷ σὺν τῷ Πατρὶ καὶ μετὰ Πατρὸς ἡ δόξα· ἄγγελοι δὲ οὐ δοξάζονται, ἀλλὰ μᾶλλον δοξάζουσι μετὰ τοῦ Πατρὸς τὸν Υἱόν. Πῶς οὖν τοσαύτης κειμένης διαφορᾶς μεταξὺ τῶν ἀγγέλων καὶ τοῦ Υἱοῦ, τῆς αὐτῆς οὐσίας εἶναι νομισθήσονται, οὐδενὸς συγχωροῦντος λόγου; Ἀναλόγως γὰρ τῇ τῶν προσώπων ἀξίᾳ τὸ τῆς φύσεως διάφορον ὁρισθήσεται. ΑΛΛΟ, ὅτι καὶ ἐπὶ τοῦ Πατρὸς εὑρίσκεται τὸ, ἐγένετο. Ὁ Ψαλμῳδὸς λέγει· Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστήν· καὶ πάλιν, Ἐγένετό μοι εἰς σωτηρίαν. Εἰ δὲ ἐπὶ τοῦ Υἱοῦ καὶ ταῦτα φήσουσιν εἰρῆσθαι, καὶ ἄκοντες αὐτῷ μαρτυρήσουσιν ὅτι τοῖς κτίσμασιν οὐκ ἔστιν ὁμοφυὴς, ὁ τοὺς ἁγίους διασώζων, καταφυγή τε αὐτοῖς καὶ σκέπη φαινόμενος. Καὶ τοῦτο γὰρ ἔσται μόνῳ πρέπον Θεῷ. ΑΛΛΟ, εἰς τὸ, Τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅτι τὸ γενόμενος, οὐ κατὰ τῆς οὐσίας νοητέον. Εἰ τὸ γενόμενος πάντως σημαίνει τινὸς τὴν ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι πάροδον, καὶ ἀεὶ κατὰτῆς οὐσίας ἡ λέξις τάττεται, τίσιν ἔλεγεν ὁ Σωτήρ· Γίνεσθε οἰκτίρμονες. καθὼς καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστίν; Εἰ μὲν οὖν ὑπῆρχον ἤδη πρὸς οὓς ἦν ὁ λόγος, πῶς ἂν σημαίνοι πάντως τὸ γίνεσθαι τὴν εἰς τὸ εἶναι πάροδον; Οὐ γὰρ ἂν δήπου τὸ ἤδη ὂν εἰς τὸ εἶναι φέροιτο, ἀλλὰ τὸ μὴ ὄν. Εἰ δὲ κατὰ τῶν ὄντων τὸ γίνεσθαι κείμενον, οὐκ ἀρχήν τινα σημαίνει τῆς ὑπάρξεως τούτων, ἀλλὰ τὴν ἀπό τινος εἴς τι μεταβολὴν, οὐδεὶς ἀναγκάσει λόγος ἐπὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ, τὸ γενόμενος τῆς ὑπάρξεως εἶναι σημαντικόν. ΛΟΓΟΣ ΚΑ. Εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου· Κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐ τόν· τὸ δὲ συναγόμενον, ὅτι οὐ ποίημα οὐδὲ κτίσμα ὁ Υἱός. Εἰ ποίημά ἐστιν ὁ Υἱὸς, ἕν τι καὶ αὐτὸν εἶναι τῶν πάντων ἀνάγκη προσομολογεῖν, οὐκ ἔχοντα τῆς θεότητος τὸ ἐξαίρετον, τὸ ἀεὶ εἶναι, φημί. Εἰ δὲ τοῦτο ἀληθὲς, πάντα δὲ γέγονε δι' Υἱοῦ, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν, ἑαυτὸν ὁ Λόγος δημιουργεῖ. Καὶ πῶς ἂν ἐνδέχοιτο μήπω ὂν, ἑαυτὸ παράγειν εἰς τὸ εἶναι; Εἰ δὲ τοῦτο ἀδύνατον, οὐκ ἄρα ἓν τῶν πάντων ἐστὶν ὁ Υἱὸς, ἵνα μὴ τοῖς πᾶσι συναριθμούμενος, ἑαυτοῦ φαίνηται ποίημα. ΑΛΛΟ. Εἰ ποίημά ἐστιν ὁ Υἱὸς, καλεῖται δὲ καὶ ἔστι σοφία τοῦ Πατρὸς, ὃς πάντα ἐν σοφίᾳ ἐποίησεν, ἑαυτὴν ἡ σοφία ποιεῖ. Εἰ δὲ τοῦτο ἄτοπον, οὐκ ἔστι ποίημα ὁ Υἱὸς, τουτέστιν, ἡ σοφία τοῦ Πατρὸς, ἵνα μὴ ἑαυτὴν ἐργάζηται. ΑΛΛΟ. Εἰ γέγονεν ὁ Υἱὸς, καλεῖται δὲ καὶ ἔστι Θεοῦ δύναμις καὶ Θεοῦ σοφία, ἦν ἄρα χρόνος, ἐν ᾧπερ ἦν ἄσοφός τε καὶ ἀδύνατος ὁ Θεὸς, οὐκ ὄντος Υἱοῦ. Τὸ γὰρ ποίημα πάντως ἐκ τοῦ μὴ ὄντος γίνεται. Σοφὸς δὲ ἦν ἀεὶ καὶ δυνατὸς ὁ Πατήρ. Ἦν ἄρα καὶ Υἱὸς ὃς ταῦτά ἐστιν αὐτῷ. ΑΛΛΟ. Εἰ ποίημά ἐστιν ὁ Υἱὸς, λέγει δὲ ἀληθεύων· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα· ἐν τῇ κτίσει φαίνεται τοῦ Πατρὸς ἡ εἰκὼν, ἔχουσα τὴν ὁμοίωσιν πρὸς τὸ ἀρχέτυπον. Εἰ δὲ τοῦτο, οὐδὲν ἐν τῇ κτίσει καὶ τῷ Θεῷ τὸ διάφορον· ἔσται δὲ ποίημα καὶ αὐτός. Εἰ δὲ οὐκ ἔστι ποίημα, φαίνεται δὲ ὅλος ἐν Υἱῷ, οὐκ ἄρα ποίημά ἐστιν ὁ Υἱὸς ἡ εἰκὼν τοῦ Πατρός. ΑΛΛΟ. Εἰ ποίημά ἐστιν ὁ Υἱὸς, τοῦ Πατρὸς οὐ ποιηθέντος, λέγει δὲ περὶ ἑαυτοῦ· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα· πῶς ἐν τῷ πεποιημένῳ τὸ μὴ ποιηθὲν ἀπαραλλάκτως φανεῖται; Καὶ εἰ ποίημα ὢν, λέγει· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα, τί κωλύσει καὶ ἡμᾶς τῇ αὐτῇ κεχρῆσθαι φωνῇ, εἰ μηδὲν ἕτερον παρ' ἡμᾶς ὁ Υἱὸς, καθὸ ποίημα καὶ αὐτὸς ὥσπερ ἡμεῖς; Ἀλλὰ τοῦτο ἄτοπον· οὐ γὰρ ἐν ποιήματι τοῦ μὴ ποιηθέντος ἡ ὁμοιότης. Οὐκ ἄρα ποίημα ὁ Υἱὸς ἡ τοῦ Πατρὸς ἀπαράλλακτος εἰκών. ΑΛΛΟ. Εἰ ποίημά ἐστιν ὁ Υἱὸς, λέγει δὲ ἀληθεύων, ὅτι Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν· οὐδὲν ἄρα περιττὸν ἐν Θεῷ καὶ κτίσμασιν, εἰ πάντα πρόσεστιν αὐτοῖς ὅσα καὶ τῷ Πατρί. Εἰ δὲ τοῦτο ἄτοπον (πολὺ γὰρ τὸ Θεῖον τῶν ποιημάτων ἀπῴκισται), οὐκ ἄρα ποίημά ἐστιν ὁ Υἱὸς, ᾧ πάντα πρόσεστι φυσικῶς τὰ τοῦ Πατρὸς ἴδια καὶ ἐξαίρετα. ΑΛΛΟ. Εἰ ποίημά ἐστιν ὁ Υἱὸς, μὴ καλείσθω Πατὴρ αὐτοῦ ὁ Θεὸς, ἀλλὰ μᾶλλον ποιητὴς ἢ δημιουργός. Υἱὸς γὰρ δεικνύει πατέρα, καὶ ποίημα τὸν δημιουργόν. Εἰ δὲ Πατὴρ καλεῖται καὶ ἔστι Θεὸς, οὐκ ἄρα ποίημα ὁ Υἱὸς, ἀλλὰ γέννημα, οὐχ ὡς ποιητὴν τὸν Θεὸν, ἀλλ' ὡς Πατέρα δηλοῦν. ΑΛΛΟ. Εἰ ποίημά ἐστιν ὁ Υἱὸς, μὴ καλείσθω Λόγος, μὴ σοφία, μὴ δύναμις, μὴ ἀπαύγασμα, ἢ ταῦτα κοινὰ καὶ τοῖς ἄλλοις ἔσται ποιήμασιν, εἴπερ ὅλως κεχώρηκεν αὐτὰ φορεῖν ποίημα ὢν καθ' ὑμᾶς ὁ Υἱός. Κἂν γάρ τι πλέον τῶν ἄλλων αὐτὸν ἔχειν λέγητε ποιημάτων, ἀλλ' ἔσται πάλιν οὐδὲν ἧττον ποίημα. Εἰ δὲ ἐπὶ μὲν τῶν ἄλλων οὐδενὸς τὰ τοιαῦτα λέγεται, μόνῳ δὲ πρέπειν τῷ Υἱῷ ἐπαληθεύεται, οὐκ ἄρα ἓν τῶν ποιημάτων ἐστὶν, ἀλλὰ καρπὸς τῆς οὐσίας τοῦ Πατρός. ΑΛΛΟ. Εἰ πάντα δι' Υἱοῦ γεγενῆσθαί φησιν ἡ θεία Γραφὴ, ποίημα δέ τις καὶ οὐχ Υἱὸν ὁμολογεῖ τὸν Λόγον, Υἱὸν οὐκ ἔχει Θεός. Εἰ δὲ τοῦτο ἀληθὲς, πῶς ἔσται ποιητὴς, οὐκ ἔχων δι' οὗ τὰ πάντα ἐργάζεται; Ἀλλ' ἐργάζεται καὶ δημιουργεῖ τὰ πάντα Θεός· ἔστιν ἄρα καὶ ὁ Υἱὸς δι' οὗ τὰ πάντα, τὸ εἶναι ποίημα διαφεύγων ὡς Θεός. ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν δι' ἐναντίας. Βουλήσει, φασὶν, ὁ Πατὴρ τὸν Υἱὸν ὑποστήσας, οὕτως αὐτὸν ἐποίησε καὶ δημιουργόν. Ἀπὸ δὲ τῆς οὐσίας τοῦ Πατρὸς οὔ φαμεν ὑπάρχειν αὐτὸν, ἵνα μὴ τομή τις καὶ ἀπόῤῥοια νοῆται περὶ τὴν ἄφραστον ἐκείνην οὐσίαν. Πρὸς τοῦτο λύσις. Ἀλλ' ἔστι ταῦτα λῆρος καὶ φλυαρία πολλή. Ἀπόῤῥοια μὲν γὰρ καὶ τομὴ, καὶ ὅσα τοιαῦτα πάθη, νοείσθωπερὶ τὰ σώματα, οἷς καὶ τὸ πάσχειν οἰκεῖον· ὁ δὲ τὸ εἶναι σῶμα διαφυγὼν, καὶ τὰ σωμάτων διαφεύξεται πάθη. Τίκτει τοιγαροῦν ἀμερίστως καὶ ἀπαθῶς ὁ ἀσώματος. Ποῖον γὰρ πάθος περὶ τὸν ἥλιον ὁρᾶται γινόμενον, ὅτε τίκτει τὸ φῶς; Ποῖος συμβαίνει περὶ τὸ πῦρ μερισμὸς, ὅταν ἐκπέμπῃ τὸν ἐξ ἑαυτοῦ φωτισμόν; Εἰ δὲ ταῦτα γεννᾷ μὲν ἀμερίστως, ἐκπέμπει δὲ τὰ ἐξ ἑαυτῶν ἀπαθῶς, πῶς οὐ πολλῷ μᾶλλον ὁ τούτων ποιητὴς τῆς ἑαυτοῦ φύσεως ἐκπέμψει τὸ ἀπαύγασμα; Πότε χαρακτὴρ εἰκόνος χωρίζεται; Ἀεὶ γὰρ αὐτῇ συμπέφυκέ τε καὶ ἐνυπάρχει. Εἰ δὲ κατ' ἐκείνους ξηρὰ καὶ ἄκαρπός ἐστιν ἡ τοῦ Θεοῦ φύσις, τίς ἡ ἐξ αὐτοῦ προελθοῦσα βούλησις ἐνεργὴς, ἣ καὶ τὸν Υἱὸν κατ' ἐκείνους ὑπέστησε, δημιουργική τις οὖσα καὶ τῶν οὐκ ὄντων ποιητική; Φεύγοντες γὰρ τὸ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς γεγεννῆσθαι λέγειν τὸν δημιουργὸν αὐτοῦ Λόγον, ἐκ τῆς ἀληθείας εἰς αὐτὸ συνελαύνονται. Ἔστι γὰρ Υἱὸς ἡ ζῶσα καὶ ἐνούσιος τοῦ Πατρὸς βούλησις, καὶ ὁ Λόγος αὐτοῦ, δι' οὖ τὰ πάντα ἐργάζεται. Ἐπιτήρησις ἀπὸ τῆς θείας Γραφῆς, ὅτι καὶ ἐπὶ τῶν φύσει υἱῶν, τὸ ἐγένοντο ἢ καὶ ἐποιή θησαν κεῖται ἀδιαφόρως. Οὐδὲν αἱ λέξεις ἀδικοῦσιν, ὅταν ἑτέρως ἔχῃ τὰ πράγματα. Ἐπὶ γὰρ τῶν φύσει υἱῶν, κἂν τὸ τῆς δουλείας ὄνομα τάττηται, οὐ παραιτεῖται τῆς φυσικῆς εὐγενείας τὸ ἀξίωμα. Κἂν ὁ γεννηθεὶς πεποιῆσθαι λέγηται, ἕως ἂν αὐτῷ περισώζηται τὸ ἀληθέστερον, οὐδὲν ἀπὸ τῆς λέξεως ὑπομένει τὸ ἀδίκημα. Ἡ γὰρ φύσις, οὐ πάντως ἡ λέξις ἐξετάζεται. Ὅταν τοίνυν ἐπὶ τοῦ γεννηθέντος Θεοῦ Λόγου φέρηται τὸ, Πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸ, μὴ συκοφαντείσθω τὸ γνήσιον τῆς ὑπάρξεως αὐτοῦ, ἀλλ' ἢ νοείσθω περὶ τὸν τῆς ἐνανθρωπήσεως λόγον, ἢ μηδὲν ἀδικείτω τὴν ἀλήθειαν τὸ τῆς λέξεως ἀδιάφορον. Βηρσαβεὲ τὸν Σολομῶνα δοῦλον ἐκάλει τοῦ Δαβὶδ, λέγουσα· Τὸν δοῦλόν σου Σολομῶνα. Καὶ πατέρες πολλάκις τοὺς ἐξ ἑαυτῶν γεννηθέντας δούλους ἀποκαλοῦσι, καὶ τοὺς οἰκέτας υἱούς. Ἀλλ' οὐχ αἱ λέξεις τὴν φύσιν ἀλλάττουσι, μᾶλλον δὲ τὴν ἐξουσίαν τῶν οὕτω βουλομένων ἀποκαλεῖν ἐπιδεικνύουσιν. Ὅτι δὲ καὶ ἐπὶ τῶν γεννωμένων εὑρίσκεται τὸ ἐποίησε, δῆλον ἐντεῦθεν. Ὁ μὲν γὰρ Ἐζεχίας φησίν· Ἀπὸ γὰρ τῆς σήμερον παιδία ποιήσω. Περὶ δὲ τοῦ Ἰὼβ γέγραπται, ὅτι Ἐγένοντο αὐτῷ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς. Εἰ τοίνυν ἐπ' ἀνθρώπων οὐ ταῖς ἀκριβείαις τῶν λέξεων, ἀλλὰ τῇ φύσει τῶν πραγμάτων ἐνορῶντες ἐκδεχόμεθα τὸ λαλούμενον· πῶς οὐκ ἀναγκαίως τὸν αὐτὸν διακεισόμεθα τρόπον ἐπὶ τοῦ θείου γεννήματος; ΑΛΛΟ. Τὸ υἱὸς ὄνομα τὴν ἐκ πατρὸς σημαίνει γέννησιν· τὸ δὲ ποίημα, τὸ ἔξωθεν συνιστάμενον. Εἰ τοίνυν Υἱός ἐστι, μὴ καλείσθω ποίημα· εἰ ποίημά ἐστι, μὴκαλείσθω ψευδώνυμος Υἱός. Ἀλλ' Υἱὸς καλεῖται καὶ ἔστιν· οὐκοῦν οὐ ποίημα. ΑΛΛΟ, λόγος πιθανὸς δεικνύων, ὅτι οὐ ποίημά ἐστιν ὁ Υἱός. Εἴρηκέ που Σολομῶν ὁ σοφώτατος, ὅτι Σύμπαν τὸ ποίημα ἄξει ὁ Θεὸς εἰς κρίσιν. Εἰ τοίνυν ἓν τῶν ποιημάτων ἐστὶν ὁ Υἱὸς, ἀχθήσεται καὶ αὐτὸς εἰς κρίσιν. Καὶ πῶς ἀληθεύσει λέγων περὶ ἑαυτοῦ, ὅτι Ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκε τῷ Υἱῷ; Ἢ πῶς ὁ Δανιὴλ οὐ ψεύσεται λέγων ὅτι αὐτῷ ἐδόθη ἡ κρίσις; Ἀληθεύει δέ· αὐτὸς γάρ ἐστιν ὁ ἐρχόμενος κρῖναι ζῶντας καὶ νεκρούς. Οὐκοῦν οὐ ποίημα, οὐδὲ τῶν πάντων ἓν, ἵνα μὴ ἄγηται καὶ αὐτὸς εἰς κρίσιν. ΑΛΛΟ, διηγηματικῶς εἰς τὸ, Κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν· καὶ ἐξῆς ἡ διάνοια τοῦ ῥητοῦ. Οὐ τὴν τοῦ Λόγου φύσιν ἐξηγούμενος ὁ Ἀπόστολος, τοιαῦτά φησιν, ἀλλὰ τὴν μετὰ σαρκὸς οἰκονομίαν. Πότε γὰρ γέγονεν ἀρχιερεὺς τῆς ὁμολογίας ἡμῶν; Πότε δὲ ἀπόστολος; Πότε δὲ πιστὸς τῷ ποιήσαντι αὐτόν; Ἦ ὅτε δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν γέγονεν ἄνθρωπος, καὶ κατὰ τὴν Ἰωάννου φωνὴν, Ὁ Λόγος σὰρξ ἐγένετο. Τότε τῷ ποιήσαντι αὐτὸν, ὡς ἄνθρωπος, καὶ πιστὸς ἐγένετο πληρῶν αὐτοῦ τὸ ἔργον, καθάπερ αὐτὸς ἔλεγε· τότε γέγονεν ἀπόστολος ὑπὲρ ἡμῶν καὶ δι' ἡμᾶς ἀποσταλείς· τότε γέγονε τῆς ὁμολογίας ἡμῶν ἀρχιερεὺς, προσφέρων τῆς πίστεως ἡμῶν τὴν ὁμολογίαν τῷ Πατρὶ, καὶ τὸ ἴδιον σῶμα, καθάπερ τι θῦμα προσάγων ἄμωμον, ἵνα πάντας ἡμᾶς δι' αὐτοῦ καθαρίσῃ. Ἂν τοίνυν λέγηται περὶ Υἱοῦ ὅτι γέγονε πιστὸς, ὅτι γέγονεν ἀπόστολος, γέγονεν ἀρχιερεὺς, μὴ κατὰ τῆς οὐσίας αὐτοῦ φερέσθω τὸ ῥῆμα, ἀλλὰ κατὰ τῆς τῶν πραγμάτων ποιότητος. Ἐπειδὴ καὶ Παῦλος, ἄνθρωπος ὢν καὶ ὑπάρχων ἤδη, γέγονεν ἀπόστολος, καὶ Μωσῆς ὡσαύτως γέγονε πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, καὶ Ἀαρὼν ὡσαύτως γέγονεν ἀρχιερεὺς ἐν ἑαυτῷ καὶ πάλαι τὸν Σωτῆρα μορφῶν. Ὅνπερ γὰρ τρόπον ὁ Ἀαρὼν οὐκ ἐγεννήθη μὲν ἀρχιερεὺς, πολλοῖς δὲ ὕστερον χρόνοις τοῦτο γέγονε, τὸν ποδήρη περιβαλόμενος, καὶ τὴν ἐπωμίδα, καὶ τὰ ἄλλα τῆς ἱερατικῆς ἐσθῆτος σχήματα, ἅπερ ἦν ἔργα γυναικῶν· τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ Χριστοῦ. Ἦν μὲν γὰρ ὁ Λόγος ἐν ἀρχῇ, πολλῷ δὲ ὕστερον χρόνῳ γέγονεν ὑπὲρ ἡμῶν ἀρχιερεὺς, ὥσπερ τινὰ ποδήρη τὸν ἐκ γυναικὸς ἄνθρωπον ἤτοι ναὸν ἀναλαβών· ἵνα τῷ ἰδίῳ αἵματι καθαρίσῃ τὸν λαὸν, ἑαυτὸν προσενεγκὼν ὡς ἀμνὸν ἄμωμον τῷ Θεῷ· Οὐ γὰρ ἐποίησεν ἁμαρτίαν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Ὅτι οὐδὲν ἕτερον σημαίνειν βούλεται τὸ πιστὸς, ἢ ὅτι ἀληθινὸς καὶ ἀναλλοίωτος. Πιστὸς ὁ Σωτὴρ καλεῖται δικαίως, μίαν ὑπὲρ πάντων θυσίαν προσενεγκὼν, τὴν αὐτὴν ἀεὶ καὶ οὐκἀλλαττομένην. Ἅπαξ γὰρ ἀποθανὼν ὑπὲρ ἡμῶν· οὐκ ὄψεται θάνατον ἐκ δευτέρου. Καὶ πάλιν ὁ Ἀπόστολος ἐπιστέλλων τισὶ λέγει· Πιστὸς ὁ Θεὸς, δι' οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ. Πέτρος ὁμοίως· Ὥστε καὶ οἱ πάσχοντες πιστῷ κτίστῃ παρατιθέσθωσαν τὰς ψυχὰς αὐτῶν. Ὁ Ἀπόστολος Θεσσαλονικεῦσι· Πιστὸς ὁ καλῶν ἡμᾶς, ὃς καὶ ποιήσει. Καὶ ὁμοίως πρὸς ἑτέρους· Εἰ ἀπιστήσομεν, ἐκεῖνος πιστὸς μένει. Ἀρνήσασθαι γὰρ ἑαυτὸν οὐ δύναται. Πιστὸς οὖν ὁ Χριστὸς, ὅτι καὶ ἄνθρωπος γεγονὼς, ἔμεινεν ὁ αὐτὸς, χθὲς, καὶ σήμερον, καὶ εἰς τοὺς αἰῶνας· καὶ πιστὸς οὕτως, ὡς καὶ ὁ Πατὴρ εἶναι λέγεται πιστὸς παρὰ ταῖς θείαις Γραφαῖς. Εἰς τὸ, Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ, ὅτι καὶ Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ Θεὸς τοῦτον Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε. Χρὴ πάλιν ἐνθάδε τὸ, ἐποίησε, μὴ εἰς τὴν οὐσίαν ἀναφέρειν τοῦ Λόγου, μηδὲ τῆς ὑπάρξεως τοῦ Υἱοῦ διὰ τὴν λέξιν καταθρασύνεσθαι. Ἀλλὰ τὸ, ἐποίησεν, εἰ μὲν φυσικῶς ἐθέλοις, ἐκλήψῃ καλῶς ἐπὶ τοῦ ἐκ Μαρίας ποιηθέντος ναοῦ· εἰ δὲ πραγματικῶς πάλιν, οὐδὲν πρὸς τὸν Λόγον, οἷον φέρε εἰπεῖν· Πένης τις πάλαι τυγχάνων, χρημάτων γέγονε κύριος· ἢ προφήτης οὐκ ὢν ἐξ ἀρχῆς, εἰς προφήτην προεχειρίσθη παρὰ Θεοῦ. Ἀλλ' ἐν τοῖς τοιούτοις τὸ ἐγένετο, οὐ τὴν ἀρχὴν τοῦ εἶναι σημαίνει, ἀλλ' εἰς ποῖόν τι πρᾶγμα καὶ ἀπὸ τίνος ἑτέρου μετέστη τὸ σημαινόμενον. Πῶς οὖν Κύριον ἐποίησε τὸν Ἰησοῦν ὁ Θεὸς, πῶς δὲ Χριστὸν, ἀναγκαῖον ζητεῖν εὐσεβῶς. Ἐπειδὴ γὰρ Θεὸς Λόγος ὢν καὶ πάντων ὑπάρχων Δεσπότης, ἐνανθρωπήσας γέγονεν ἐν τῇ τοῦ δούλου μορφῇ, χρίεται μὲν, ἢ κεχρίσθαι λέγεται διὰ τὸ ἀνθρώπῳ πρέπον. Ἀναβαίνει δὲ εἰς τὴν τῆς κυριότητος ἐξουσίαν πάλιν ὡς ἄνθρωπος, καίτοι Κύριος ὢν ὡς Θεός. Ἐπεδήμησε γὰρ ὁ τοῦ Θεοῦ Λόγος, οὐχ ἵνα τὴν ἐλευθέραν τοῦ Θεοῦ φύσιν τῇ τοῦ δούλου καταχώσῃ μορφῇ, οὐδὲ ἵνα τὸ οἰκεῖον ἀφεὶς, τοῖς τῆς ἀνθρωπότητος ἰδιώμασι κρατηθῇ· ἀλλ' ἵνα τὸ δοῦλον εἰς τὴν τῆς κυριότητος ἀναρπάσῃ τιμὴν, καὶ εἰς τὴν οἰκείαν εὐγένειαν μετασκευάσῃ τὸ ἠτιμωμένον. Ἐπεὶ πῶς ἀδελφοὶ καλούμεθα Χριστοῦ, πῶς δὲ υἱοὶ χρηματίζομεν, εἰ μηδὲν ἡμᾶς ὠφέλησεν ἄνθρωπος γεγονὼς ὁ τοῦ Θεοῦ Λόγος; Ἐὰν δὲ λεγούσης ἀκούσῃς τῆς θείας Γραφῆς ὅτι καὶ Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ Θεὸς, καὶ τὴν τοῦ Θεοῦ προσηγορίαν εἰς τὸ τοῦ Πατρὸς πρόσωπον ἀναφέρῃς, συνομολογεῖς μὲν καὶ οὕτως ὅτι τοῖς θελήμασι τοῦ Υἱοῦ συνευδοκεῖ καὶ ὁ Πατήρ. Καὶ Κύριον οἶδεν αὐτὸν καὶ ὅτε γέγονεν ἐν τῇ τοῦ δούλου μορφῇ· οὐκ ἔξω δὲ ὅμως οὐδὲ τοῦ ταῦτα ποιεῖν ὁ Υἱὸς εὑρεθήσεται. Ἃ γὰρ ἂν ἐργάζηται ὁ Πατὴρ, ταῦτα πάντως ἐστὶν ἔργα τοῦ Υἱοῦ, καὶ ἅπερ ἂν ὁ Υἱὸς ἐπιτελῇ, ταῦτα πάντως ὁ Πατὴρ ἐργάζεται. Διὰ τοῦτό φησιν ὁ Σωτήρ· Ἀπ' ἐμαυτοῦ ποιῶ οὐδέν· ὁ δὲ Πατὴρ ἐν ἐμοὶμένων, ποιεῖ τὰ ἔργα αὐτός. Γίνεται τοίνυν Κύριος καὶ Χριστὸς, ὅτε καὶ ἄνθρωπος γεγονὼς, καὶ διὰ τοῦτο χρηματίσας δοῦλος, ἐκλήθη καὶ Ἰησοῦς. Οὐ γὰρ ἀπαρατηρήτως ὁ ἅγιος ἔφη μαθητής· Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ Θεός· ἀλλὰ προσέθηκεν, ὅτι Τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε. Χρὴ δὲ πάλιν εἰς τὴν τῶν γεγραμμένων ἀκρίβειαν ἐφορᾷν. Οὐ γὰρ εἶπεν ὅτι πεποίηκεν ἑαυτῷ Λόγον ἢ Υἱὸν, ἀλλὰ Κύριον καὶ Χριστὸν, ὅπερ οὐκ ἀρχὴν σημαίνει τοῦ εἶναι, ἀλλὰ τὴν ἀπό τινος εἰς ἕτερόν τι μετάστασιν. Ὅπως δὲ γέγονε Κύριος ἢ Χριστὸς, ἐν τοῖς ἀνωτέρω προείρηται. Ἄλλως τὸ αὐτό. Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ Θεὸς, οὐκ ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγων· ἦν γὰρ ἀεὶ καὶ πρὸ τῆς σαρκώσεως ὁ τοῦ Θεοῦ Λόγος, καὶ οὐκ ἄν τις εὖ φρονῶν τὸ ἐποίησεν ἐνθάδε κατὰ τῆς οὐσίας ἐκλάβοι, ἵνα μὴ ἀσεβεῖν ἀναγκάζηται· τότε πρῶτον διδοὺς ὑπάρξαι τὸν τοῦ Θεοῦ Λόγον, ὅτε γέγονεν ἄνθρωπος· ἀλλὰ τὸ ἐποίησεν, ἀντὶ τοῦ, ἀπέδειξε, νοητέον. Οὕτω καὶ αὐτὸς ὁ Πέτρος τοῖς Ἰουδαίοις προσδιαλεγόμενος ἔφασκεν· Ἰησοῦν τὸν Ναζωραῖον ἄνδρα ἀποδεδειγμένον ἀπὸ τοῦ Θεοῦ εἰς ὑμᾶς δυνάμεσι καὶ τέρασι καὶ σημείοις, καθὼς αὐτοὶ οἴδατε. Οὐκοῦν διὰ τῶν ἔργων δεικνύων ἐνυπάρχον αὐτῷ τοῦ Πατρὸς τὸ ἀξίωμα, Κύριος γίνεται τῶν πιστευσάντων εἰς αὐτόν· ἀναδείκνυται δὲ ὅτι καὶ αὐτός ἐστιν ὁ Χριστός. Διὰ γὰρ τοῦτο τοῖς Ἰουδαίοις ἀπειθοῦσιν ἔλεγε· Κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύσατε, ἵνα γνῶτε ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· καὶ πάλιν· Εἰ οὐ ποιῶ τὰ ἕργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι. Εἰ δὲ διὰ τοῦ δύνασθαι ποιεῖν τὰ ἔργα τοῦ Πατρὸς καὶ ἔχειν ἐν ἑαυτῷ τὸν Πατέρα, εἶναί τε ὁμοίως ἐν Πατρὶ, Θεὸς ὣν ἀληθινὸς ἀναδείκνυται, κατὰ τοῦτο γέγονε τῶν εἰς αὐτὸν πιστευσάντων Κύριος, ἐφάνη δὲ καὶ αὐτὸς ὢν ὁ Χριστός· εἰ δὲ παρὰ Θεοῦ πεποιῆσθαι Κύριος λέγεται, καὶ τοῦτο ἔχει καλῶς. Ἐπιγινωσκόμενος γὰρ διὰ τῶν ἔργων γνήσιόν τε καὶ ἀληθινὸν τοῦ Θεοῦ γέννημα, κυριεύει τῶν ἀπειθούντων πάλαι, τῷ τε οἰκείῳ ἀξιώματι καὶ τῇ ἐκ Πατρὸς εὐγενείᾳ μαρτυρούμενος ὡς Θεός. Ἐπειδὴ γὰρ ὅλως ἐγνώσθη Θεοῦ ὑπάρχων Υἱὸς, γέγονε καὶ Κύριος, οὐ τότε πρῶτον τοῦ εἶναι Κύριος ἀρξάμενος (ἦν γὰρ ἀεὶ καὶ Θεὸς καὶ Κύριος), ἀλλ' ὅτε παρὰ τοῖς πεπιστευκόσιν ἐγνώσθη, τότε γεγονὼς καὶ ἐπ' αὐτοὺς Κύριος. Ἀπόδειξις ἀπὸ τῆς θείας Γραφῆς, ὅτι ὁ Λόγος ἦν ἀεὶ Κύριος καὶ βασιλεύς. Ὁ Ἀβραὰμ αὐτὸν προσεκύνει, Κύριον ἀποκαλῶν. Ὁ Μωσῆς ὁμοίως φησί· Καὶ Κύριος ἔβρεξε παρὰ Κυρίου πῦρ καὶ θεῖον ἐπὶ Σόδομα καὶ Γόμοῤῥα. Ὁ Ψαλμῳδὸς πάλιν· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου. Καὶ πάλιν· Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Διὰ τοῦτο ἔχρισέ σε· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆςβασιλείας σου. Καὶ πάλιν· Ἡ βασιλεία σου, βασιλεία πάντων τῶν αἰώνων. Εἰ τοίνυν καὶ πρὸ τῆς σαρκώσεως βασιλεύς τε καὶ Κύριος ἦν ὁ τοῦ Θεοῦ Λόγος, πῶς οὐκ ἄν τις ἔνοχος εἴη τοῖς τῆς δυσφημίας ἐγκλήμασι, κατὰ τῆς οὐσίας αὐτοῦ φέρων τὸ πεποιῆσθαι; Γέγονε γὰρ ἡμῶν Κύριος τῶν ἐπεγνωκότων τὸν ἑαυτῶν Δεσπότην, ὅτε τῷ οἰκείῳ αἵματι πάντας ἀγοράσας, ἀνεδείχθη Χριστὸς καὶ Κύριος. Ἄλλως τὸ αὐτὸ, ἐκ τῶν καθ' ἡμᾶς ἔχον τὸ ὑπόδειγμα. Εἰ ἐπ' ἀνθρώπου λέγοιτο τυχόν· Γέγονεν ὅδε τοῦδε τοῦ κτήματος κύριος, τίς οὕτως ἂν εἴη ληρῶν, ὡς τότε τὴν οὐσίαν αὐτοῦ πεποιῆσθαι νομίζειν, ὅτε καὶ κύριος ἐδείχθη τινός; Γέγονε γὰρ οὐκ αὐτὸς εἰς σύστασιν τοῦ εἶναι τότε προελθὼν, ἀλλ' ὑφ' ἑαυτῷ τι ποιησάμενος. Οὕτω μοι νόει καὶ ἐπὶ Χριστοῦ. Ἐδουλεύομεν πάλαι τοῖς μὴ οὖσι θεοῖς· ὑπεκείμεθα τῇ φθορᾷ· ἀλλὰ γέγονεν ἄνθρωπος ὁ τοῦ Θεοῦ Λόγος εὐδοκήσαντος τοῦ Πατρὸς, ἵνα τῆς πλάνης ἡμᾶς ἀπαλλάξας γένηται πάντων Κύριος. Ἔχρισε δὲ αὐτὸν ὁ Πατὴρ, ἵνα δι' αὐτοῦ φθάσῃ καὶ εἰς ἡμᾶς ἡ τοῦ χρίσαντος δύναμις. Γέγονε γὰρ ἐν πρώτῳ Χριστῷ τὰ τῆς φύσεως ἡμῶν ἀγαθὰ, καὶ ἀπαρχὴ τῶν θείων ἡμῖν χαρισμάτων ἐν αὐτῷ καὶ δι' αὐτοῦ ὡς ἀνθρώπῳ καὶ παρὰ Θεοῦ· Θεὸς γὰρ ἦν ἐν σαρκί. Ἄλλως τὸ αὐτό. Ψάλλει που καί φησιν ὁ μακάριος Δαβίδ· Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστήν· καὶ πάλιν· Καὶ ἐγένετο Κύριος καταφυγὴ τῷ πένητι. Ἀλλ' ἐν τούτοις, οὐκ ἄν τις εἴποι τότε πρὸς οὐσίαν κεκλῆσθαι τὸν Θεὸν, ὅτε τῷ πένητι γέγονε καταφυγή. Ἀεὶ γὰρ ὢν τοῦτο καὶ σώζων τοὺς ἀδικουμένους, γέγονε τῷ μὲν Δαβὶδ εἰς Θεὸν ὑπερασπιστὴν, τῷ δὲ πένητι καταφυγή. Ὥσπερ οὖν ὅπερ ἦν ἀεὶ, τοῦτο γίνεται πάλιν τῷ αἰτοῦντι καὶ προσευχομένῳ· οὕτω καὶ ὁ Χριστὸς, Κύριος ὢν ἀεὶ καὶ βασιλεὺς ὡς Θεὸς, γέγονε καὶ ἐν ἡμῖν Κύριος, ὅτε τοῦ συνέχοντος ἡμᾶς διαβόλου τὴν τυραννίδα μισήσαντες, ἐβοήσαμεν πρὸς τὸν Πατέρα· Ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου. Θεῷ δὲ τὸ ἔργον ἀνατίθησιν ἡ θεία Γραφή. Πάντα γὰρ ὅσα τὴν ἀνθρώπου φύσιν ἐξάλλεται, ταῦτα δικαίως ἔργα καλεῖται Θεοῦ.

Intertext edge

Open linked passage

Note