Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Thesaurus de sancta consubstantiali trinitate
Cyril of AlexandriaTrin 22 · pg-scrape-grcMore by Cyril of Alexandria
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
22.1
Εἰς τὸ, Περὶ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας, οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν, οὐδὲ ὁ Υἱὸς, εἰ μὴ ὁ Πατὴρ μόνος. Ἀντίθεσις ἐκ τῶν Χριστομάχων. Καὶ πῶς, φασὶν, ἔσται κατ' οὐσίαν ὅμοιος ὁ Υἱὸς τῷ Πατρὶ, λέγων μὴ εἰδέναι τὴν ἡμέραν τῆς συντελείας τοῦ αἰῶνος· καίτοι τοῦ Πατρὸς εἰδότος, ὥς φησιν αὐτός; Πολὺ γὰρ ἐν τούτῳ τὸ ἀνόμοιον φαίνεται, καὶ φυσική τις διάστασις. Πρὸς τοῦτο λύσις. Εἰ αὐτός ἐστι ποιητὴς αἰώνων, καὶ χρόνων, καὶ καιρῶν, ἔστι δὲ οὕτως, πῶς ὡς μίαν ἡμέραν καὶ ὥραν ἀγνοήσας παρ' ὑμῖν κρίνεται; Πῶς δὲ ἅπερ αὐτὸς ἐποίησε, μὴ εἰδέναι δύναται; Ἔστι τοίνυν ἐξετάσαι τὰ εἰρημένα παρ' αὐτοῦ πρὸς τοὺς μαθητάς. Καὶ σαφῶς ἔστιν ἐντεῦθεν ἰδεῖν, ὅτιπερ οἶδεν καὶ τὴν ἡμέραν καὶ τὴν ὥραν ὡς Θεὸς, κἂν ἀποδεικνύων ἐν ἑαυτῷ τὸ ἀνθρώπινον, μὴ εἰδέναι λέγῃ. Εἰ γὰρ τὰ ἐσόμενα πάντα πρὸ τῆς ἡμέρας καὶ τῆς ὥρας ἐκείνης διηγεῖται σαφῶς, καί φησιν· Ἔσται μὲν τόδε, συμβήσεται δὲ ἐκεῖνο, εἶτα τὸ τέλος· δῆλον ὅτι τὰ πρὸ αὐτῆς εἰδὼς, καὶ αὐτὴν ἐπίσταται. Μετὰ γὰρ τὰ εἰρημένα παρ' αὐτοῦ, τίθησιν, ὅτι Τὸ τέλος ἐστί. Τέλος δὲ τί ἂν ἕτερον εἴη ἢ πάντως ἡ ἐσχάτη ἡμέρα, ἣν ἀγνοεῖν ἔφησεν οἰκονομικῶς, ἀποσώζων πάλιν τῇ ἀνθρωπότητι τὴν αὐτῇ πρέπουσαν τάξιν; Ἀνθρωπότητος γὰρ ἴδιον τὸ μὴ εἰδέναι τὰ μέλλοντα. ΑΛΛΟ, διηγηματικῶς. Ἐν ταῖς τοῦ Σωτῆρος φωναῖς ἀνάγκη τὸν χρόνον ἐξετάζεσθαι, καθ' ὃν εἴρηται παρ' αὐτοῦ· οὕτω γὰρ τὸ πλανᾶσθαι διαφευξόμεθα. Εἰ μὲν οὖν πρὸ τῆς ἐνανθρωπήσεως ὁ τοῦ Θεοῦ Λόγος εὑρίσκεταί που ταπεινόν τι περὶ ἑαυτοῦ λαλήσας, ἀπτέσθω τῆς θεότητος αὐτοῦ, καὶ φερέσθω κατ' ἐκείνης τὰ ῥήματα. Εἰ δὲ ὅτε γέγονε σὰρξ, ἀνθρωπίναις ἐχρήσατο φωναῖς, ἵν' ὄντως ἑαυτὸν καὶ ἄνθρωπον ὄντα δείξῃ, πῶς οὐκ ἀκόλουθον εἰς τὴν ἀνθρωπότητα φέρειν τὰ ἀνθρωπίνως εἰρημένα; Τοῦτο γάρ ἐστιν ἀποδέχεσθαι τῆς οἰκονομίας τὸν τρόπον. Εἰ μὲν γὰρ οὐ γέγονεν ἄνθρωπος, λαλείτω πάντα ὡς Θεός· εἰ δὲ γέγονεν ἄνθρωπος, συγχωρείσθω λαλεῖν καθὼς ἄνθρωπος, οὐδὲν αὐτὸν ἀδικούσης εἰς τὸν τῆς θεότητος λόγον τῆς καθ' ἡμᾶς οἰκονομίας. Τοῦτο γὰρ ἔσται τὸ παρὰ τοῦ Παύλου εἰρημένον· Αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ. Ἴδιον μὲν οὖν τοῦ Λόγου, καθὸ Λόγος ἐστὶ, τὸ εἰδέναι τῶν παρ' αὐτοῦ πεποιημένων τὴν ἀρχὴν καὶ τὰ τέλη· ἓν δὲ τῶν ποιημάτων ὁ χρόνος, καὶ ὁ ποιήσας αὐτὸν οἶδέ που πάντως καὶ μέχρι τίνος αὐτῷ τὸ συνεστάναι δεδώρηται. ΑΛΛΟ. Λέγει που πρὸς τὸν ἑαυτοῦ Πατέρα διαλεγόμενος Πάτερ, ἐλήλυθεν ἡ ὥρα, δόξασόν σου τὸν Υἱόν. Εἰ τοίνυν οἶδεν ἀκριβῶς τὴν ὥραν, ἣν ἐληλυθέναι λέγει, τί τὸ κωλύον εἰδέναι κἀκείνην, ἣν ὡς ἄνθρωπος ἀγνοεῖν μέν φησι διὰ τὸ τῇ ἀνθρωπότητι πρέπον, οἶδε δὲ πάντως ὡς Θεός; Χρὴ δὲ οὐ διὰ τὴν τοιαύτην φωνὴν κατηγορεῖν τοῦ Θεοῦ Λόγου, καὶ ῥιψοκινδύνως ἄγνοιαν αὐτῷ προσάπτειν τινά· ἀλλὰ μᾶλλον θαυμάζειν αὐτοῦ τὴν φιλανθρωπίαν, οὐ παραιτησαμένου διὰ τὴν εἰς ἡμᾶς ἀγάπησιν εἰς τοσαύτην ἑαυτὸν ταπείνωσιν καταγαγεῖν, ὡς πάντα φορέσαι τὰ ἡμῶν, ὧν ἓν ὑπάρχει καὶ ἡ ἄγνοια. ΑΛΛΟ. Ἐρωτητέον τοὺς χριστομάχους, ὅτου δὴ χάριν ὁ Σωτὴρ ἀγγέλους καὶ Υἱὸν ὀνομάσας, οὐδαμοῦ τοῦΠνεύματος ἐποιήσατο μνήμην; Οὐ γὰρ εἴρηκεν· Οὐκ οἶδε τὸ Πνεῦμα, ἀλλ' Οὐκ ἴσασιν οἱ ἄγγελοι, οὐδ' οἶδεν ὁ Υἱός· καὶ τοῦτο ἀπολελυμένως· οὐ γὰρ προστέθεικε, τοῦ Θεοῦ. Δῆλον οὖν ὅτι ἀγγέλους μὲν ἔφησεν ἀγνοεῖν ὡς κτίσματα. Εἰπεῖν δὲ τοῖς μαθηταῖς οὐ θελήσας, διά τινα λόγον οἰκονομίας ἀπόῤῥητον· Τίς γὰρ ἔγνω νοῦν Κυρίου, ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο; ἵνα μὴ φαίνηται κρύπτων αὐτοὺς, καὶ διὰ τοῦτο λυπήσῃ, καὶ τὸν Υἱὸν ἔφησε μὴ εἰδέναι, ἀνθρωπινώτερον μὲν περὶ ἑαυτοῦ λέγων, ὥσπερ περὶ ἀνθρώπου· φυλάττων δὲ ἑαυτῷ τὸ εἰδέναι πάλιν πάντα ὡς Θεός. Διὰ γὰρ τοῦτο οὐδὲ τὸ Πνεῦμα ἔφησεν ἀγνοεῖν. Εἰ γὰρ τὸ Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ, καθὰ γέγραπται, οἶδε δηλονότι πάντα τὰ ἐν αὐτῷ. Καὶ εἰ τὸ Πνεῦμα τὸ πάντα εἰδὸς, καὶ τὰ πάντα περιεργάζεσθαι δυνάμενον, παρὰ τοῦ Υἱοῦ λαμβάνει· Ἐκεῖνο γὰρ, φησὶν, ἐξ ἐμοῦ λήψεται· πῶς ὁ Λόγος ἀγνοεῖ, ὁ τοῦ πάντα εἰδότος Πνεύματος χορηγός; ΑΛΛΟ. Εἰ πάντα δι' Υἱοῦ ὁ Πατὴρ ἐργάζεται, καθά φησιν ἡ Γραφή· χωρὶς γὰρ αὐτοῦ ἐγένετο οὐδὲ ἕν· ἓν δὲ τῶν πάντων ἐστὶ καὶ τὸ ὁρισθῆναι τὴν ἡμέραν καὶ τὴν ὥραν καθ' ἣν ὁ κόσμος ἕξει τὸ τέλος· ὥρισται δηλονότι καὶ τετύπωται καὶ τοῦτο δι' Υἱοῦ. Τὸ δὲ ὁρισθὲν δι' αὐτοῦ, πῶς ἀγνοεῖν δύναται; Οὐκοῦν οἶδεν ὡς Θεὸς, κἂν ἀγνοεῖν λέγῃ, καθὸ γέγονε σὰρξ, καὶ τὰ ἀνθρώπῳ πρέποντα φρονῇ. ΑΛΛΟ. Εἰ πάντα ὅσα ἔχει ὁ Πατὴρ τοῦ Υἱοῦ ἐστι, καθά φησιν αὐτὸς, ἔχει δὲ ὁ Πατὴρ τὴν γνῶσιν τῆς ἡμέρας καὶ τῆς ὥρας ἐκείνης, ἔχει δηλονότι ταύτην καὶ ὁ Υἱός. Οὕτω γὰρ ἀληθεύσει λέγων· Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν. ΑΛΛΟ. Εἰ ἀληθεύει λέγων· Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ, οἶδε δὲ τὴν ἡμέραν ἐκείνην καὶ τὴν ὥραν ὁ Πατὴρ, οἶδε δηλονότι καὶ ὁ Υἱὸς, ἐν Πατρί τε ὢν καὶ πάντα γινώσκων τὰ ἐν αὐτῷ, καὶ ἔχων ἐν ἑαυτῷ τὸν εἰδότα Πατέρα. ΑΛΛΟ. Εἰκὼν ἀπαράλλακτος τοῦ Πατρὸς ὁ Υἱὸς λέγεται καὶ ἔστιν. Εἰ δὲ οἶδεν ὁ Πατὴρ τὴν ἡμέραν καὶ τὴν ὥραν, ἀγνοεῖ δὲ ὁ Υἱὸς, πῶς τὸ ἀγνοοῦν εἰδότος φορέσει τὸν χαρακτῆρα; Ἀλλ' ἔστιν εἰκὼν τοῦ Πατρὸς, κἂν οἱ χριστομάχοι μὴ βούλωνται. Ἔοικεν ἄρα καὶ κατὰ τοῦτο τῷ Πατρὶ, καὶ ὥσπερ οἶδεν ἐκεῖνος, οὕτω καὶ αὐτός. ΑΛΛΟ. Ὁ μὴ εἰδέναι λέγων τὸν Υἱὸν, καθὸ Λόγος ἐστὶ, τὴν ἡμέραν καὶ τὴν ὥραν ἐκείνην, οὐκ ἔξω τῶν ἀπὸ τῆς βλασφημίας ἐγκλημάτων εὑρεθήσεται. Εἰ γὰρ οἶδε τὸν Πατέρα, καθά φησιν αὐτὸς, τί κωλύει καὶ τὸ τέλος εἰδέναι τῆς κτίσεως; Εἰ μὲν οὖν μεῖζονἐροῦσι του γινώσκειν τὸν Πατέρα τὸ εἰδέναι τὸ τῆς κτίσεως τέλος, ἀποίσονται τῆς βλασφημίας τὴν κόλασιν. Εἰ δὲ πάσης γνώσεως ὑπεραναβέβηκε τὸ γινώσκειν τὸν Πατέρα, πῶς ὁ τὸ μεῖζον εἰδὼς ἀγνοήσει τὸ ἔλαττον; ΑΛΛΟ, διηγηματικῶς. Οὐκ ἀγνοῶν ὁ Λόγος, ᾗ Λόγος ἐστὶ καὶ σοφία τοῦ Πατρὸς, τὸ, Οὐκ οἶδα, φησὶν, ἀλλὰ δεικνύων ἐν ἑαυτῷ καὶ τὸ ἀνθρώπινον, ᾧ μάλιστα πρέπει τὸ ἀγνοεῖν· ἴδιον γὰρ ἀνθρωπότητος τοῦτό γε. Ἐπειδὴ γὰρ τὴν ἡμῶν περιεβάλετο σάρκα, διὰ τοῦτο καὶ τὴν ἡμῶν ἄγνοιαν ἔχειν ἐσχηματίζετο. Ὅτι γὰρ τῇ ἀνθρωπότητι καὶ οὐ τῇ οἰκείᾳ φύσει τὸ ἀγνοεῖν περιτίθησιν, ἐντεῦθεν ἔξεστι μαθεῖν. Παραγαγὼν γὰρ εἰς μέσον τὴν ἱστορίαν τῶν κατὰ τοὺς χρόνους τοῦ Νῶε γεγονότων ἀνθρώπων, καὶ εἰρηκώς· Ἤσθιον, ἔπινον, ἐγάμουν, ἐγαμίζοντο, ἕως ἦλθεν ὁ κατακλυσμὸς, καὶ ἦρεν ἅπαντας, ἐπήγαγεν εὐθύς· Γρηγορεῖτε οὖν καὶ ὑμεῖς, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται· καὶ πάλιν· Ἧ οὐ δοκεῖτε ὥρᾳ, ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται. Ἐχρῆν, δὲ εἴπερ αὐτὸς ἦν ὁ ἀγνοῶν, καθὸ Λόγος ἐστὶν, ἐκεῖνο μᾶλλον εἰπεῖν· Οὐκ οἶδα ποίᾳ ἡμέρᾳ ἔρχομαι, καὶ ᾗ οὐ δοκῶ ὥρᾳ πεμφθήσομαι. Ἐπειδὴ δὲ τοῖς ἀκροωμένοις, τὸ μὴ εἰδέναι τὸν καιρὸν ἢ τὴν ἡμέραν τῆς παρουσίας αὐτοῦ περιτέθεικε, δῆλός ἐστιν αὐτὸς μὲν εἰδὼς ὡς Λόγος. Ἀγνοεῖν δὲ λέγων, καθὸ τῶν ἀγνοεῖν πεφυκότων, δηλονότι ἀνθρώπων, τὴν ὁμοίωσιν ἐνεδύσατο. ΑΛΛΟ. Εἰ ἐκ τῆς εἰκόνος τῆς κατὰ τὸν Νῶε σημαίνειν βούλεται τῆς δευτέρας αὐτοῦ παρουσίας τὸν καιρὸν, ὅτε κρίνων ἐλεύσεται τὴν οἰκουμένην, φαίνεται δὲ τοῦ κατακλυσμοῦ τὴν ἡμέραν οὐκ ἀγνοήσας (οὕτω γὰρ ἔφησε τῷ Νῶε· Εἴσελθε, σὺ καὶ οἱ υἱοί σου, εἰς τὴν κιβωτόν· ἔτι γὰρ ἡμερῶν ἑπτὰ, ἐγὼ ἐπάγω ὑετὸν ἐπὶ τὴν γῆν)· οἶδεν ἄρα τῆς ἑαυτοῦ παρουσίας τήν τε ὥραν καὶ τὴν ἡμέραν, ἵνα σώζηται τῶν πραγμάτων ἡ ὁμοιότης, καὶ ἡ ἐν ἐκείνοις εἰκὼν, ταύτην σημαίνῃ. ΑΛΛΟ, ἕτι εἰς τὸ αὐτό· Περὶ δὲ τῆς ἡμέρας καὶ ὥρας ἐκείνης, οὐδεὶς οἶδεν, οὔτε οἱ ἄγγελοι τῶν οὐρανῶν, οὐδὲ ὁ Υἱὸς, εἰ μὴ μόνος ὁ Πατήρ. Ὅταν ἡ θεία λέγῃ Γραφὴ περὶ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, ὅτι καὶ ἐπείνησε, καὶ ἐδίψησε, καὶ ἐκοπίασεν ἐκ τῆς ὁδοιπορίας, καὶ ἐκάθευδεν εἰσελθὼν εἰς τὸ σκάφος, τί ἄρα ποιήσουσιν οἱ χριστομάχοι; Τολμήσουσιν ἄρα λέγειν καὶ ταῦτα ὑπομεῖναι τὸν τοῦ Θεοῦ Λόγον, ἢ ταῦτα μὲν ὡς τῆς ἀνθρωπότητος ἴδια προσάψουσι τῇ σαρκὶ, ἔξω δὲ αὐτῶν ὁμολογήσουσιν εἶναι τὸν τοῦ Θεοῦ Λόγον, ᾗ Λόγος ἐστίν· Ὥσπερ οὖν συγκεχώρηκεν ἑαυτὸν ὡς ἄνθρωπον γενόμενον μετὰ ἀνθρώπων καὶ πεινῇν καὶ διψῇν, καὶ τὰ ἄλλα πάσχειν, ἅπερ εἴρηται περὶ αὐτοῦ, τὸν αὐτὸν δὴ τρόπον ἀκόλουθον μὴ σκανδαλίζεσθαι, κἂν ὡς ἄνθρωπος λέγῃμετ' ἀνθρώπων ἀγνοεῖν, ὅτι τὴν αὐτὴν ἡμῖν ἐφόρεσε σάρκα. Οἶδε μὲν γὰρ ὡς σοφία καὶ Λόγος ὢν ἐν Πατρί· μὴ εἰδέναι δέ φησι δι' ἡμᾶς καὶ μεθ' ἡμῶν ὡς ἄνθρωπος. ΑΛΛΟ, δι' οὗ δείκνυται σαφῶς ὁ Σωτὴρ εἰδὼς μέν τινα, οἰκονομίας δὲ χάριν ἀγνοεῖν αὐτὰ σχηματιζόμενος. Λέγει που πρὸς τοὺς ἑαυτοῦ μαθητὰς ὁ Σωτήρ· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται, καίτοι μηδενὸς ἀπαγγείλαντος αὐτῷ περὶ τούτου, ἀλλ' ὡς Θεὸς τὰ πάντα γινώσκων. Εἶτα μακρὰν ἐλάσας ὁδὸν ἅμα τοῖς μαθηταῖς, ἔρχεται πρὸς τὰς τοῦ μνημονευθέντος ἀδελφὰς, καὶ ἠρώτα· Ποῦ τεθείκατε αὐτόν; Ὁ εἰδὼς ὅτι κεκοίμηται, πῶς οὐκ οἶδε τὸν τόπον ὅπου ἔκειτο τὸ σῶμα; ἀλλ' οἶδεν. Ἀπίθανον γὰρ τὸ ἐκεῖνο μὲν εἰδέναι, τοῦτο δὲ ἀγνοεῖν. Ὥσπερ οὖν οἰκονομίας τινὸς ἕνεκεν τὸ μὴ εἰδέναι ποῦ κεῖται Λάζαρος ἔφασκεν, οὕτω καὶ περὶ τῆς ἡμέρας καὶ τῆς ὥρας, κἂν λέγῃ μὴ εἰδέναι, χρήσιμόν τι καὶ ἀγαθὸν οἰκονομῶν, τοῦτο ποιεῖ· οἶδε γὰρ ὡς Θεός. ΑΛΛΟ, τὴν αὐτὴν ἔχον διάνοιαν. Περὶ τὰ μέρη Καισαρείας τῆς Φιλίππου γεγονὼς ὁ Σωτὴρ, ἠρώτα τοὺς ἑαυτοῦ μαθητάς· Τίνα με λέγουσιν οἱ ἄνθρωποι τὸν Υἱὸν τοῦ ἀνθρώπου· Ἀποκριναμένου δὲ Πέτρου καὶ εἰρηκότος, Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ἐπήγαγεν εὐθὺς, ὅτι Μακάριος εἶ, Σίμων Βὰρ Ἰωνᾶ, ὅτι ὁ Πατὴρ ἀπεκάλυψέ σοι ὁ ἐν τοῖς οὐρανοῖς. Οὐδεὶς γὰρ οἶδε τὸν Υἱὸν εἰ μὴ ὁ Πατὴρ, κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος φωνήν. Εἰ δὲ δι' Υἱοῦ πάντα Πατὴρ ἐργάζεται, ἓν δὲ τῶν ἔργων καὶ ἡ ἀποκάλυψις, αὐτὸς ὁ Λόγος ἀποκαλύψας τῷ Πέτρῳ φαίνεται τὰ παρὰ τοῦ Πατρός· πῶς οὖν ὁ ἀποκαλύψας ὡς ἀγνοῶν ἐρωτᾷ, τίνα λέγουσιν οἱ ἄνθρωποι; Οὐκοῦν οἰκονομεῖ τι πολλάκις τῆς ἀγνοίας τὸ σχῆμα. Εἰδὼς γὰρ ὅπερ ἔμελλον ἐρεῖν οἱ μαθηταὶ, προσάγει τὴν πεῦσιν, ἵν' ἀποδεξάμενος αὐτῶν τὴν ἀπόκρισιν, βεβαιώσῃ τὴν πίστιν. ΑΛΛΟ, διηγηματικῶς. Οὐκ ἀγνοεῖ τὴν ἡμέραν καὶ τὴν ὥραν τῆς ἑαυτοῦ παρουσίας ὁ Υἱὸς, ᾗ Λόγος ἐστὶ καὶ σοφία, ἀλλ' ἵνα μὴ λύπην ἐντέκῃ τοῖς μαθηταῖς, ὡς οὐ θελήσας ἀποκρίνεσθαι τῇ παρ' αὐτῶν προσενεχθείσῃ πεύσει, τὸ, Οὐκ οἶδα, φησὶν ὡς ἄνθρωπος, ἐξουσίαν ἔχων καὶ τοῦ, εἰπεῖν διὰ, τὸ γενέσθαι σὰρξ, καθὸ γέγραπται, καὶ τὰς τῆς σαρκὸς ἀσθενείας ἰδιοποιήσασθαι. Ὅτι γὰρ ταύτης ἕνεκα τῆς αἰτίας τὸ μὴ εἰδέναι φησὶν, ἐντεῦθεν εἰσόμεθα. Μετὰ γὰρ τὸ ἐκ νεκρῶν ἀναστῆναι, μέλλων τε ἤδη λοιπὸν ἀναβαίνειν εἰς οὐρανοὺς, ἐρωτησάντων αὐτὸν τῶν μαθητῶν, πότε τὸ τέλος ἔσται, καὶ πότε πάλιν παραγενήσεται, δριμύτερον ἀπεκρίνατο λέγων· Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς, οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ. Ἀλλ' εἴπερ ἠγνόει, σαφῶς αὐτὸν ἐχρῆν λέγειν· Εἶπον ὑμῖν, οὐκ οἶδα. Νυνὶ δὲ ὡς οὐκ εὐλόγως ἐρωτῶντας ἐλέγχει, καὶ ὡς μείζονα ἢ καθ' ἑαυτοὺς ἐξετάζονταςἀποτρέπει. Δῆλον οὖν ἐστιν ὅτι καὶ τότε, καίτοι πάντα εἰδὼς ὡς Θεὸς, διὰ τὸ εἶναι τὴν γνῶσιν ὑπὲρ τοὺς μαθητὰς, ἀνθρωπίνως ἔφασκε μὴ εἰδέναι τὴν ἡμέραν μηδὲ τὴν ὥραν ἐκείνην. ΑΛΛΟ. Ὅταν εὑρίσκηται ὁ Θεὸς ἐν μὲν τῷ παραδείσῳ λέγων πρὸς τὸν Ἀδάμ· Ποῦ εἶ; πρὸς δὲ τὸν Κάϊν· Ποῦ Ἄβελ ὁ ἀδελφός σου; τί ἄρα καὶ περὶ τούτου φατέ; Ἂν μὲν γὰρ ἀγνοοῦντα ποιεῖσθαι τὴν ἐρώτησιν λέγητε, φανερῶς δυσφημοῦντες εὑρίσκεσθε. Εἰ δὲ τρόπον οἰκονομίας εἰσάγεσθαί τινα διὰ τοῦτο δώσετε, μὴ ξενίζεσθε, κἂν ὁ τοῦ Θεοῦ Λόγος, δι' οὗ καὶ τότε τὴν ἐρώτησιν πρός τε Ἀδὰμ καὶ τὸν Κάϊν ἐποιεῖτο Θεὸς, οἰκονομῶν τι χρήσιμον μὴ εἰδέναι λέγῃ τὴν ἡμέραν ὡς ἄνθρωπος, καίτοι πάντα εἰδὼς ὡς σοφία τοῦ Πατρός. ΑΛΛΟ, δι' οὗ δείκνυται σαφῶς οἰκονομικῶς ἔσθ' ὅτε τὴν ἄγνοιαν σχηματιζόμενος ὁ Σωτήρ. Ὅτε κατὰ τὴν ἕρημον ὁ Σωτὴρ ἀποτρέφειν ἐβούλετο τοὺς ἀκολουθήσαντας αὐτῷ, λέγει πρὸς Φίλιππον· Πόσους ἄρτους ἔχετε; καὶ ἔστι μὲν ὡς ἀγνοοῦντος ἡ ἐρώτησις. Διαμαρτύρεται δὲ παραχρῆμα λέγων ὁ εὐαγγελιστής· Τοῦτο δὲ ἔλεγε πειράζων τὸν Φίλιππον· αὐτὸς γὰρ ᾔδει τι ἔμελλε ποιεῖν. Εἰ τοίνυν ὅπερ ἔμελλε ποιεῖν ἐπιστάμενος, ὡς ἀγνοῶν ἐρωτᾷ, τί κωλύει καὶ νῦν χρησίμου τινὸς ἕνεκα συγχωρεῖν αὐτῷ, μὴ εἰδέναι λέγειν τὴν ἡμέραν καὶ τὴν ὥραν; Καὶ οὐ ψευδόμενος τοῦτό φησιν· εἰδὼς γὰρ ὡς Θεὸς Λόγος, δύναται ὡς ἄνθρωπος ἀγνοεῖν, ἵνα κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῇ, κατὰ τὴν τοῦ Παύλου φωνήν. Ἔτι εἰς τὸ, Περὶ δὲ τῆς ἡμέρας καὶ τῆς ὥρας ἐκείνης οὐδεὶς οἶδεν, οὔτε οἱ ἄγγελοι τῶν οὐ ρανῶν, οὔτε ὁ Υἱὸς, εἰ μὴ ὁ Πατὴρ μόνος. Πρότασις ὡς ἐκ τῶν αἱρετικῶν. Πάντα, φασὶν, οἶδεν ὁ Πατὴρ, οὐ πάντα δὲ ὁ Υἱὸς, κατὰ τὴν αὐτοῦ φωνήν· ταύτῃ γὰρ μάλιστα πρὸς ἀπόδειξιν χρῆσθαι καλόν. Εἰ τοίνυν οἶδε μὲν ὁ Πατὴρ τὴν ὥραν ἐκείνην, ἀγνοεῖ δὲ ὁ Υἱὸς, πῶς τῆς αὐτῆς ἔσται φύσεως τῷ πάντα εἰδότι ὁ μὴ τοιοῦτος; Πρὸς τοῦτο λύσις. Εἰ μὴ πάντα οἶδεν ὁ Υἱὸς, καθ' ὑμᾶς, ὦ χριστομάχοι, ψεύδεσθαι λέγειν ἀνάγκη τὰς θείας Γραφὰς, καὶ τῶν ἁγίων καταθρασύνεσθαι λεγόντων περὶ αὐτοῦ· Ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν. Καὶ γὰρ ἐν τοῖς πᾶσιν ἐστὶ καὶ ἡ τῆς συντελείας ἡμέρα· οὐδὲν γὰρ ἔξω κεῖσθαι τὸ πάντα συγχωρεῖ. Εἰ δὲ ταύτην ἀγνοεῖ ὁ Υἱὸς, πῶς οἶδε τὰ πάντα; Ἀλλὰ δεῖ πάντως τὰς τῶν ἁγίων ἀληθεῖς εἶναι φωνάς. Καὶ οἶδε τὰ πάντα ὁ Υἱός. Εἰ δ' ἐν τοῖς πᾶσιν ἀνάγκη καὶ τὸ τέλος νοεῖν, μάταιον ἡμῶν ἀναπέφανται τὸ σόφισμα. Οἰκονομεῖ γάρ τοι Χριστὸς, μὴ εἰδέναι λέγων τὴν ὥραν ἐκείνην, καὶ οὐκ ἀληθῶς ἀγνοεῖ. ΑΛΛΟ. Εἰ ἀληθεύει λέγων ὁ Παῦλος, ὅτι πάντα γυμνὰ καὶ τετραχηλισμένα ἐνώπιον αὐτοῦ ἐστι, περὶ δὲ τοῦ Υἱοῦ δηλονότι φησὶν, ἓν δὲ τῶν πάντων καὶ ἡ ὥρα ἐκείνη, πῶς ἀγνοεῖ ταύτην ὁ ἐν ὀφθαλμοῖς ἔχων τὰ πάντα τετραχηλισμένα; ΑΛΛΟ. Εἰ μὴ δύσφημον εἶναι πιστεύετε τὸ λέγειν ἠγνοηκέναι τι τῶν ὄντων τὸν Υἱὸν, ἐχέτω, καθ' ὑμᾶς, καὶ οὕτως. Ἀλλ' εἰδῶμεν εἰ μὴ σφάλλεσθε τὰ τοιαῦτα φρονοῦντες περὶ αὐτοῦ· ἐξ αὐτοῦ θεωρήσομεν τοῦ πράγματος, εἰ μὴ σαθροτάταις ἐννοίαις ἐπερείδεσθε, καλαμίνην ὥσπερ ἑαυτοῖς ὑποθέντες τὴν βακτηρίαν. Μόνην ἔφησε τὴν ἡμέραν ἐκείνην ἀγνοεῖν ὁ Υἱός· οὐκοῦν εἰ μόνην ἐκείνην ἀγνοεῖ, οἶδε τὰς ἄλλας· ἐν δὲ ταύταις καὶ ἡ πρὸ αὐτῆς κείσεται. Καὶ πῶς ὁ εἰδὼς τὴν πρὸ αὐτῆς, οὐκ οἶδεν ὅτι μεθ' ἣν οἶδεν εὐθὺς ἡ ἀγνοουμένη καθ' ὑμᾶς εἰσβαίνει; Ὅμοιον γὰρ ὥσπερ εἴ τις λέγοι μὴ εἰδέναι τὸν δέκα ἀριθμὸν, ποίαν ἔχει τὴν θέσιν, τοὺς εἰδότας τὸν ἐννέα. Πρόδηλον γὰρ ὅτι μετὰ τὸν ἐννέα ὁ δέκα κείσεται πάντως. Εἰ τοίνυν οἶδε τὴν πρὸ αὐτῆς, πῶς οὐκ εἴσεται καὶ αὐτήν; Πῶς ὁ τοσαῦτα σημεῖα πρὸ τοῦ τέλους ἔσεσθαι λέγων, οὐκ οἶδεν ὅτι μετὰ τὰ σημεῖα τὸ τέλος; Πανταχόθεν τοιγαροῦν ἀνόητοι δειχθήσεσθε, τῆς ἀληθείας τολμῶντες καταψεύδεσθαι. Οἶδε γὰρ τὰ πάντα ὁ Υἱὸς, κἂν οἰκονομικῶς ἀγνοεῖν τι λέγῃ.

Intertext edge

Open linked passage

Note