Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Thesaurus de sancta consubstantiali trinitate
Cyril of AlexandriaTrin 23 · pg-scrape-grcMore by Cyril of Alexandria
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
23.1
Εἰς τὸ, Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ. Καὶ εἰς τὸ, Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου. Καὶ εἰς τὸ, Οὐ δύναμαι ἐγὼ ἀπ' ἐμαυτοῦ ποιεῖν οὐδέν· ἀλλὰ καθὼς ἀκούω, κρίνω· καὶ ὅσα τούτοις ὅμοιά ἐστι ῥητά. Ἀντίθεσις ἐκ τῶν αἱρετικῶν. Καὶ πῶς ἂν δύναιτο, φασὶ, κατ' οὐσίαν ὅμοιος εἶναι τῷ Πατρὶ ὁ Υἱὸς, ὁ λέγων εἰληφέναι πάντα παρὰ τοῦ Πατρός, Ἔχων γὰρ, οὐκ ἂν ἐδέξατο. Ἐπειδὴ δὲ φαίνεται λαβὼν, ὡς αὐτός φησι, δῆλός ἐστιν οὐδὲν ἔχων ἐξ ἑαυτοῦ. Πρὸς τοῦτο λύσις. Ὅταν οὖν ἀκούσῃς λέγοντος τοῦ Υἱοῦ, Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι, καὶ τὰ ἐμὰ πάντα τοῦ Πατρός ἐστι, τί ἄρα ποιήσεις, αἱρετικέ; Εἰ γὰρ οὐδὲν ἔχει, καθ' ὑμᾶς, ὁ Υἱὸς ἐξ ἑαυτοῦ, ἔχει τοῦτο καὶ ὁ Πατήρ· καὶ εἰ πάντα ἔχει φυσικῶς ὁ Πατὴρ, ἔχει τοῦτο καὶ ὁ Υἱός. Ἀνάγκη τοίνυν, ἢ τὸ μηδὲν ἔχειν δύνασθαι λέγοντας τὸν Υἱὸν, περιθεῖναι τοῦτο καὶ τῷ Πατρὶ, ἵν' ἔχων φαίνηται τὰ τοῦ Υἱοῦ· ἢ εἰ τοῦτο φευκτέον, ἀνάγκη συνομολογεῖν κεκτῆσθαι τὸν Υἱὸν ὅσα καὶ ὁ Πατήρ. Τοῦ Πατρὸς γὰρ ἔφησεν εἶναι πάντα τὰ ἑαυτοῦ, καὶ αὐτὸς ἔχειν πάντα τοῦ Πατρός. ΑΛΛΟ, διηγηματικῶς. Οὐ διὰ τὸ μὴ ἔχειν ὁ Υἱὸς, εἰληφέναι λέγεται παρὰ τοῦ Πατρός. Ἔχει γὰρ φυσικῶς, ἴδιος ὢν αὐτοῦ Λόγος καὶ ἀπαύγασμα, πάντα τὰ αὐτοῦ, δίχα μόνου τοῦ εἶναι καὶ λέγεσθαι Πατήρ. Λέγει δὲ εἰληφέναι παρὰ τοῦ Πατρὸς, προαναιρῶν ὡς Θεὸς τὰς τῶν αἱρετικῶν ὑπονοίας. Ἵνα γὰρ μή τις τὸν Υἱὸν θεωρῶν πάντα τὰ τοῦ Πατρὸς ἔχοντα ἐκ τῆς πολλῆς λίαν ὁμοιότητος καὶ ἀπαραλλάκτου ταυτότητος νομίσῃ τὸν αὐτὸν εἶναι Πατέρα καὶ Υἱὸν, καὶ εἰς τὴν Σαβελλίου πλάνην ἐκπέσῃ, ἀναγκαίως εἰληφέναι φησὶ παρὰ Πατρὸς, φυσικῶς τοῦτο ἔχων· ἵν' ὁ λόγος εἰσφέρων ἕνα μὲν τὸν διδόντα, δεύτερον δὲ τὸν δεχόμενον, ἐν ἰδιαζούσαις ὑποστάσεσι δυάδα δεικνύῃ οὐ μόνοις ὀνόμασι διαστελλομένην. Ἴδιος δὲ ὢν τοῦ Πατρὸς ὁ Λόγος, καὶ ἐκ τῆς οὐσίας αὐτοῦ προελθὼν, πάντα μὲν τὰ τοῦ Πατρὸς ἀϊδίως ἔχει. Παρ' αὐτοῦ δέ φησιν εἰληφέναι διὰ τὸ ἐξ αὐτοῦ προελθεῖν, φυσικῶς ἔχων τὰ πάντα προσόντα αὐτῷ. ΑΛΛΟ. Οὐδὲν εἰς τὸν θεότητος λόγον τὸν Υἱὸν ἀδικήσει τὸ λέγειν· Πάντα μοι παρεδόθη παρὰ τοῦ Πατρός μου· ἀλλὰ μᾶλλον ἀποδεικνύει σαφῶς κατὰ φύσιν ὄντα Υἱόν. Εἰ γὰρ πάντα αὐτῷ παρεδόθη, ἐν δὲ τῷ πάντα εἰπεῖν οὐδὲν ἀφῆκεν ἐκτός· οὐκ ἄρα εἷς ἐστι τῶν πάντων, ἅπερ καὶ εἰληφέναι φησὶν, ἀλλ' ἰδιάζουσαν ἐκ Πατρὸς τὴν γέννησιν ἔχει. Υἱὸς δὲ ὢν κατὰ φύσιν, ἔχει πάντως τὰ τοῦ γεννήσαντος ἴδια. Ἴδιον δὲ τοῦ γεννήσαντος τὸ πάντα ἔχειν· οὐκ ἄρα ἐνδεής τινος ὁ Υἱός. ΑΛΛΟ. Εἰ πάντα αὐτῷ παρεδόθη, καθά φησιν αὐτὸς, καὶ δέδοται ἐν τῇ χειρὶ αὐτοῦ, οὔτε τῶν πάντων εἷς ἔσται, ἀλλὰ καὶ μόνος φανεῖται κληρονόμος, ὡς Υἱός. Εἰ γὰρ εἷς ὢν καὶ αὐτὸς τῶν πάντων ἐτύγχανε, κατηριθμεῖτο ἂν ἐν τοῖς πᾶσι, καὶ οὐκ ἂν ἦν κληρονόμος. Ἐπειδὴ δὲ φαίνεται πάντα λαβὼν φυσικῶς τε καὶ οὐσιωδῶς, δηλονότι διατρεχούσης εἰς αὐτὸν τῆς τοῦ γεννήσαντος ἀρχῆς τε καὶ κυριότητος, ἄλλος ἐστὶ τῶν πάντων ἐξ ἀνάγκης, καὶ μόνος ἴδιος τοῦ Πατρὸς Υἱός. ΑΛΛΟ, διηγηματικῶς. Εὑρίσκεταί που λέγων ὁ Σωτήρ· Ὥσπερ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτω καὶ τῷ Υἱῷ δέδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ· ὅπερ ἀκόλουθον οὕτω νοεῖν. Διὰ μὲν γὰρ τοῦ λέγειν, Δέδωκε, τὸ ἐκ Πατρὸς ἔχειν φυσικῶς σημαίνει, καὶ καθ' ὑπόστασιν ἕτερον ἑαυτὸν πρὸς τὸν δεδωκότα δεικνύει· ἕτερον δὲ λέγω μόνον τῷ ἀριθμῷ. Διὰ δὲ τοῦ λέγειν, Ὥσπερ ἔχει ὁ Πατὴρ, οὕτως ἔχει καὶ ὁ Υἱὸς, δῆλός ἐστιν ἐκεῖνο διδάσκων, ὅτι ὥσπερ ἀϊδίως ἔχει ὁ Πατὴρ ἐν ἑαυτῷ τὴν ζωὴν, οὕτω καὶ ὁ Υἱὸς ἀϊδίως ἔχει ζωὴν ἐν ἑαυτῷ. Εἰ μὲν οὖν τολμᾷ τις λέγειν εἶναι χρόνον ὅτε ζωὴν οὐκ εἶχεν ὁ Πατὴρ ἐν ἑαυτῷ, κρατεῖν ἀνάγκητοῦτο καὶ ἐφ' Υἱοῦ. Εἰ δὲ τοῦτο ἀσεβὲς, ἔχειν δὲ δώσομεν ἀεὶ τὸν Πατέρα ζωὴν ἐν ἑαυτῷ, ἔσται τοῦτο καὶ ἐφ' Υἱοῦ· τοῦτο γάρ ἐστι τὸ οὕτως ἔχειν αὐτὸν, ὥσπερ καὶ ὁ Πατήρ. Εἰ δὲ ἀεὶ ἔχων, εἰληφέναι λέγει, οἰκονομεῖ τι σοφὸν ἡ φωνὴ, καὶ οὐδὲν εἰς τὸν τῆς φύσεως λόγον ἀδικήσει τὸν Υἱόν. ΑΛΛΟ. Εἴ τις τῷ ἐκ τοῦ φωτὸς ἀπαυγάσματι περιθείη φωνὴν, εἶτα τοῦτο λέγοι· Πάντα μοι δέδωκε τὸ φῶς τὰ ἑαυτοῦ, φωτίζω γὰρ ὥσπερ ἐκεῖνο· ἆρ' εὐλόγως ἂν εἴποι μὴ ἐσχηκέναι ποτὲ τὸ ἀπαύγασμα τοῦ φωτίζειν τὴν δύναμιν; καὶ πῶς ἀπαύγασμα ἦν; Εἰ δὲ καὶ φωτίζειν δυνάμενον διὰ τὸ πάντα τὰ τοῦ φωτὸς ἔχειν, καὶ γεννᾶσθαι πάλιν ἐξ ἑαυτοῦ, εἰληφέναι λέγει παρ' αὐτοῦ, πῶς οὐκ ἄτοπον μὴ καὶ πλέον τι τοῦ παραδείγματος νοεῖν ἐπὶ τοῦ Θεοῦ Λόγου; Πάντα γὰρ ἔχων φυσικῶς ἐκ Πατρὸς, εἰληφέναι φησὶν ἐξ αὐτοῦ διὰ τὸ ἐξ αὐτοῦ γεγεννῆσθαι, μετὰ πάντων ὧν ἔχει. ΑΛΛΟ, εἰς τὸ, Ἐδόθη μοι πᾶσα ἐξουσία· καὶ, Δόξασόν σου τὸν Υἱὸν, ἢ καὶ καθολικώτε ρον, περὶ τοῦ δοξάζεσθαι ἢ δέχεσθαί τι τὸν Υἱόν. Οὐκ ἐν χρείᾳ δόξης ἢ ἑτέρου τινὸς καθεστηκὼς ὁ Υἱὸς, ᾗ Λόγος ἐστὶν, αἰτεῖ παρὰ τοῦ Πατρὸς, ἢ καὶ λαμβάνειν λέγεται, οἰκονομικῶς δὲ τοῦτο ποιεῖ. Δέχεται μὲν γὰρ ἀνθρωπίνως διὰ τὸ σχῆμα τῆς πρὸς ἡμᾶς ὁμοιώσεως. Ἔστι δὲ πλήρης ὡς Θεός. Ἐπειδὴ γὰρ μόνος καὶ καθ' ἑαυτὸν ὁ ἄνθρωπος, κἄν τι τῶν ἀγαθῶν παρὰ Θεοῦ λάβῃ, τοῦτο ῥᾳδίως ἀπολλύει (ὃ δὴ καὶ πέπονθεν Ἀδὰμ), καὶ γυμνὸς ἐκ παρακοῆς ἐδείχθη τῆς προτεθείσης αὐτῷ χάριτος, ἀναγκαῖον ἦν, ἵνα μὴ πάλιν τοῖς αὐτοῖς περιπέσωμεν, τὸν ἄτρεπτον τοῦ Θεοῦ Λόγον γενόμενον ἄνθρωπον, αἰτῆσαι παρὰ τοῦ Πατρὸς τὰ ἐξ αὐτοῦ χαρίσματα· ἵνα δι' αὐτοῦ βέβαια τῇ ἡμετέρᾳ φύσει φυλάττηται, ἀτρέπτου καὶ ἀναλλοιώτου τυγχάνοντος. Ἀρχὴν γὰρ ἡ χάρις λαβοῦσα, μένει μὲν ἀσφαλῶς ἐν Χριστῷ, παραπέμπει δὲ αὐτὸς καὶ εἰς ἡμᾶς τὴν ὁμοίωσιν· ὅτι πάντες ἐσμὲν ἐν αὐτῷ, καθὸ ἄνθρωπος γέγονε, καὶ τὴν αὐτὴν ἡμῖν ἐφόρεσε σάρκα. Οὕτω γὰρ καὶ ἀδελφοὶ καὶ ἓν ὡς πρὸς Θεὸν γεγεννῆσθαι λεγόμεθα. Αἰτεῖ τοίνυν καὶ δέχεται παρὰ τοῦ Πατρὸς δι' ἡμᾶς, ἅπερ ἔχει μὲν φυσικῶς, ὡς Θεός· ἐπειδὴ δὲ σάρκα τοῦ δοξάζεσθαι χρῄζουσαν ἔλαβε, καὶ οὐχ ἑτέρου τινὸς, ἀλλ' αὐτοῦ γέγονεν αὕτη, εἰκότως ἰδιοποιεῖται τὰ εἰς αὐτὴν ἢ περὶ αὐτὴν γινόμενα, καὶ ὡς ἄνθρωπος μὴ ἔχων, δέχεται παρὰ τοῦ Πατρὸς ἅπερ ἔχει φυσικῶς, ὡς Υἱὸς καὶ Θεός. ΑΛΛΟ. Εἰ γέγονεν ἄνθρωπος ὁ τοῦ Θεοῦ Λόγος, γέγονε δὲ, καὶ ἀντερεῖν οἶμαι μηδένα, τί τὸ ἀναπεῖθόν τινας, μὴ ἐπιτρέπειν αὐτῷ ταῖς ἀνθρώπου κεχρῆσθαι φωναῖς; Ὁ γὰρ αὐτὸ τὸ πρᾶγμα μὴ φυγὼν, ἀλλ' εἰς τοσαύτην ἑαυτὸν ταπείνωσιν καταγαγὼν, οὐκ ἂν ἔφυγε τὸ ἐν λόγοις ἑαυτοῦ φαίνεσθαι μετριώτερος. Εἰ μὲν οὖν οὐ γέγονεν ἄνθρωπος, περιαπτέτωσάν τινες τῷ Λόγῳ τὰ ταπεινὰ ῥήματα, καὶ λεγέτωσαν αὐτὸν καὶ ἀγνοεῖν καὶ δόξης χρῄζειν, καὶ δέχεσθαί τι παρὰ τοῦ Πατρός. Εἰ δὲ γέγονεν ἄνθρωπος, ἔστωσαν τῆς ἀνθρωπότητος αἱ φωναὶ, καὶ μηδεὶς συκοφαντείτω τὸν τοῦ Θεοῦ Λόγον, ὡς οὐκ ἔχοντα τὸ τέλειον, ὥσπερ ὁ Πατήρ· μηδὲ ὑβριζέτω τὸ τοῦ Θεοῦ γνήσιον γέννημα. ΑΛΛΟ. Οὐχ ὁ τοῦ Θεοῦ Λόγος, ᾗ Λόγος ἐστὶ, δοξάζεται καὶ δέχεταί τι παρὰ τοῦ Πατρὸς, ἢ καὶ ἁγιάζεται, ἀλλ' ἡμεῖς ἐν αὐτῷ· καὶ δι' ἡμᾶς ταῖς τοιαύταις αὐτός τε ἐχρήσατο φωναῖς, καὶ ἡ θεία Γραφὴ τοιαῦτά τινα λέγει περὶ αὐτοῦ. Εἰ γὰρ, καθὼς οἴονταί τινες, εἰς τὸν τοῦ Θεοῦ Λόγον ἀναφέρειν χρὴ τὰ τοιαῦτα, ὁράτωσαν μὴ καὶ τὸν τῆς ἐπιδημίας τρόπον ποιοῦσιν ἀργὸν, καὶ τῆς παρὰ Θεοῦ χάριτος ἔρημον ἡμῶν τὴν φύσιν ἀποδεικνύουσιν. Εἰ γὰρ ὁ Λόγος ἐστὶν ὁ δοξασθεὶς καὶ ἁγιασθεὶς κατὰ τὴν θεότητα, ποία γέγονε τοῖς ἀνθρώποις ἡ ὄνησις, ἐκ τοῦ γενέσθαι αὐτὸν ἄνθρωπον; Φαίνεται γὰρ αὐτὸς ἀναστὰς ἐκ νεκρῶν, οὐχ ἡμεῖς. Τί δὲ αὐτὸν ἔπεισε γενέσθαι καὶ σάρκα; Εἰ μὲν γὰρ, ἵνα τὴν ἀνθρώπου φύσιν ὠφελήσῃ, ἀργὸν κατ' ἐκείνους τὸ ἐπιχείρημα· οὐδὲν γὰρ ἡ σὰρξ ὠφεληθεῖσα φαίνεται, ἀλλὰ μᾶλλον αὐτός. Καὶ εἰ ὅτε γέγονεν ἄνθρωπος, τότε φαίνεται καὶ δόξαν λαβὼν, καὶ ἁγιασμὸν, καὶ ἐξουσίαν, καὶ ὅσα τοιαῦτα φέρεται περὶ αὐτοῦ, πρόδηλόν ἐστιν ὅτι πρὸ τῆς ἐπιδημίας τούτων ἔρημος ὢν, κατ' ἐκείνους, λαμβάνει ταῦτα κατὰ τὸν τῆς ἐπιδημίας καιρόν. Χάριν οὖν ὁμολογείτω τῇ σαρκὶ, βελτίων ἀναδειχθεὶς, ὅτε πεφόρεκεν αὐτὴν, οὐ βελτιώσας αὐτήν. Ἀλλ' ἔστι τοῦτο καὶ φρονεῖν καὶ λέγειν δυσσεβέστατον. Ἐπεδήμησε γὰρ ἵνα δοξάσῃ τὸν ἄνθρωπον καὶ ἁγιάσῃ. Οὐχ ὁ Λόγος ἄρα ἐστὶν ὁ δεχόμενός τι· τέλειος γὰρ, ὥσπερ καὶ ὁ γεννήσας αὐτόν. Ἀλλ' ἡμεῖς ἐν αὐτῷ λαμβάνομεν, ὅτε τὴν ἡμετέραν ἐφόρεσε σάρκα· ὡς γὰρ ἀναστάντος αὐτοῦ, ἡμεῖς ἀνέστημεν, καὶ ἀναβεβηκότος αὐτοῦ πάλιν, εἰς οὐρανοὺς ἡμῖν ἡ ἄνοδος ἀνεκαινίσθη· οὕτως καὶ δοξάζεσθαι καὶ ἁγιάζεσθαι λεγομένου, ἡμεῖς ἐσμεν οἱ τούτων ἀπολαύοντες. ΑΛΛΟ, δι' οὗ δείκνυται σαφῶς, ἅπερ εἶχεν ὡς Θεὸς, δι' ἡμᾶς αἰτῶν ὡς ἄνθρωπος. Λέγει που Χριστός· Πάτερ, δόξασόν σου τὸν Υἱόν. Καὶ πάλιν· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός. Καὶ μετὰ τὴν ἀνάστασιν· Ἐδόθη μοι, φησὶ, πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. Ἀλλὰ δείκνυται καὶ πρὶν αὐτῷ παραδοθῆναι τὰ πάντα, πάντων ὢν Κύριος. Γέγονε γὰρ τὰ πάντα δι' αὐτοῦ, καὶ ὁ Ψαλμῳδὸς δὲ δοῦλα τοῦ πεποιηκότος εἰδὼς αὐτὰ λέγει, ὅτι Τὰ σύμπαντα δοῦλα σά. Αἰτῶν δὲ δόξαν φαίνεται, καίτοι τῆς δόξης ὢν Κύριος. Οὕτω γὰρ ὁ Παῦλος ἔλεγε περί τινων, ὅτιπερ Εἰ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν. Ὅτι δὲ καὶ πρὶν αἰτῆσαι παρὰ Πατρὸς τὴν δόξαν εἶχεν ὡς Υἱὸς, αὐτὸς διδάσκει σαφῶς λέγων· Πάτερ, δόξασόν σου τὸν Υἱὸν τῇ δόξῃ ᾗ εἶχον, πρὸ τοῦ τὸν κόσμον εἶναι, παρὰ σοί. Εἰ δὲ ὁμολογεῖ μὲν ἔχειν καὶ πρὸ τοῦ κόσμου τὴν δόξαν, αἰτεῖ δὲ νῦν αὐτὴν ὡς οὐκ ἔχων, δι' ἡμᾶς ἄρα τοῦτο ποιεῖ· καὶ ἡμῶν ἐν αὐτῷ γέγονεν ἡ αἴτησις, καλοῦσα τὴν δόξαν εἰς τὴν ἀνθρώπου φύσιν. Λέγων δὲ μετὰ τὴν ἀνάστασιν, Ἐδόθη μοι πᾶσα ἐξουσία, καὶ πρὸ τῆς ἀναστάσεως ταύτην ἔχων φαίνεται. Εἰ γὰρ μὴ εἶχε, πῶς ἐπετίμα τῷ διαβόλῳ λέγων· Ὕπαγε ὀπίσω μου, Σατανᾶ; πῶς δὲ τοῖς μαθηταῖς κατὰ δαιμόνων ἐχαρίζετο τὴν ἐξουσίαν; πῶς δὲ τὴν Ἀβραὰμ θυγατέρα, καθὰ γέγραπται, δεδεμένην ὑπὸ τοῦ διαβόλου ὡς ἐξουσίαν ἔχων ἔλυσεν αὐτός; ἢ πῶς παραλυτικῷ τὴν ὑγίειαν ἐχαρίσατο; πῶς τῇ γυναικὶ τῇ ἁμαρτωλῷ τὰς ἁμαρτίας ἠφίει; νεκροὺς δὲ πῶς ἤγειρε; τυφλῶν δὲ πῶς ἀνέῳξεν ὀφθαλμούς; Δῆλον οὖν ἐντεῦθέν ἐστιν, ὅτι τὰς ἀνθρώπῳ πρεπούσας λέγει φωνὰς, οὐχ ὅτε Λόγος ἦν πρὸ τῆς ἐπιδημίας ἔξω σαρκός· ἀλλ' ὅτε γέγονεν ἄνθρωπος, εἰς ἡμᾶς καλῶν τὰς παρὰ τοῦ Πατρὸς δωρεάς. Οὕτω γὰρ λεγόμεθα καὶ θείας φύσεως γενέσθαι κοινωνοὶ, τοῦ Λόγου φορέσαντος τὴν ἡμῶν ταπείνωσιν, ἵν' ἡμᾶς ἀναγάγῃ πρὸς τὸ ὕψος τὸ ἑαυτοῦ, οὐχ ἵνα μείνῃ κάτω καθάπερ ἡμεῖς. Διὰ γὰρ τοῦτο καὶ ἄνθρωποι τὴν φύσιν ὄντες, θεοὶ χρηματίζομεν, ὡς ὄντες καὶ τοῦτο ἐν Χριστῷ· Θεὸς γὰρ ὁ Χριστός. ΑΛΛΟ. Εἰ τὰ τῆς σαρκὸς ταπεινὰ ῥήματα τῇ θεότητι τοῦ Λόγου προσάπτειν ἐπιχειροῦσί τινες, ὅταν ἴδωσι θαυματουργοῦντα Χριστὸν διὰ τῆς σαρκὸς, τί ἐροῦσιν ἄρα; Πτύσας μὲν γὰρ καὶ ποιήσας πηλὸν, ἐθεράπευσε τὸν τυφλόν· ἐκτείνας δὲ τὴν χεῖρα καὶ ἁψάμενος τῆς σοροῦ, τὸν μονογενῆ τῆς χήρας ἀνέστησεν υἱόν· φωνὴν δὲ ἀφεὶς διὰ τοῦ σώματος, ἔξω τοῦ μνήματος ἐκάλεσε τὸν Λάζαρον. Ταῦτα μὲν γὰρ ἐτελεῖτο διὰ τῆς σαρκὸς, ἀλλ' οὐκ ἦν ἔργα σαρκός. Ὥσπερ οὖν εἰς τὴν φύσιν τοῦ πράγματος βλέποντες, τῇ δυνάμει τῆς θεότητος τὴν τῶν ἀποτελεσμάτων ἔκβασιν λογιζόμεθα, εἰ καὶ διὰ τῆς σαρκὸς ἐγένετο· οὕτως ὅταν διὰ τὴν σάρκα λέγῃ τι καὶ ἀνθρώπινον, μὴ τῷ Θεῷ Λόγῳ τοῦτο προσάπτωμεν, ἀλλὰ τῆς θεότητος ἀλλότριον ὁρῶντες αὐτὸ, φέρωμεν ἐπὶ τὴν σάρκα. Οὕτω γὰρ ἕκαστον τῶν γινομένων ἤτοι λεγομένων παρ' αὐτοῦ, ὥσπερ ἐν τῷ ἰδίῳ τόπῳ τιθέντες, ἀπλανῆ τὴν περὶ τοῦ Σωτῆρος ἡμῶν γνῶσιν ἔχοντες εὑρισκόμεθα. ΑΛΛΟ, διηγηματικῶς. Ἕνα Χριστὸν κηρύττουσιν αἱ θεῖαι Γραφαί· Εἷς γὰρ Θεὸς ὁ Πατὴρ, καὶ εἷς Κύριος Ἰησοῦς Χριστός. Ἀπὸ μὲν γὰρ τῶν ἔργων τῶν, ὅσα πρέπει μόνῳ τῷ Θεῷ, γνωρίζεται Θεός. Ἐπειδὴ δὲ σάρκα γεγονότα τὸν Λόγον, καθὰ γέγραπται, δεῖ καὶ ἄνθρωπον φαίνεσθαι, οὐκ ἧν δὲ ἀλλαχόθεν ὁρᾶσθαι τοιοῦτον, εἰ μὴ ἐκ τῶν τῆς σαρκὸς ἀλοιδορήτων παθῶν τε καὶ λόγων, ἀναγκαίως καὶ τὰ ἀνθρώποις πρέποντα ποιεῖ τε καὶ λαλεῖ, ἵν' οὕτως δεικνύηται καὶ ἄνθρωπος γεγονώς. Ἔστι γοῦν ἰδεῖν κατὰ ταυτὸν ἀμφότερα ἐν αὐτῷ. Ἐπυνθάνετο μὲν γὰρ ποῦ κεῖται Λάζαρος ἀνθρωποπρεπῶς· ἤγειρε δὲ αὐτὸν, ὡς Θεός. Καὶ τῇ μὲν μητρὶ λεγούσῃ, Οἶνον οὐκ ἔχουσιν, ἐπέπληττεν ὡς ἄνθρωπος· τὸ δὲ ὕδωρ εὐθὺς εἰς οἶνον μετεποίει. Θεὸς γὰρ ἦν ἀληθινὸς ἐν σαρκὶ, καὶ σὰρξ ἀληθῶς ἐν Θεῷ. Δι' ὧν οὖν ἔδει γνωρίζεσθαι Θεὸν, ταῦτα θεϊκῶς ἐνεργεῖ· καὶ ἀφ' ὧν ἦν ἀναγκαίως ἄνθρωπον ὄντως ὁρᾶσθαι, ταῦτα ποιεῖ καὶ λέγει, οἰκονομῶν τῷ μυστηρίῳ τὴν ἀλήθειαν. Ἀποδιδόσθω τοίνυν Θεῷ τὰ Θεῷ χρεωστούμενα, καὶ τῇ ἀνθρωπότητι τὰ αὐτῇ πρέποντα καὶ ὀφειλόμενα, καὶ οὕτως ἔξω παντὸς σκανδάλου καὶ πλάνης ὁ εἰς αὐτὸν πιστεύων γενήσεται. ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως. Πάντα μοι, φασὶ, παρεδόθη ὑπὸ τοῦ Πατρός μου. Ὁ δὲ πάντα παρ' ἑτέρου λαβὼν, δῆλός ἐστιν οὐδὲν ἔχων ἐξ ἑαυτοῦ· ὁ δὲ τοιοῦτος, πῶς ἔσται κατ' οὐσίαν ὅμοιος τῷ πάντα ἔχοντι Θεῷ καὶ Πατρί; Πρὸς τοῦτο λύσις, ὡς διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς. Εἰ πάντα λαβὼν ὁ Υἱὸς, οὐδὲν ἔχων ἐξ ἑαυτοῦ φαίνεται, πάντα δοὺς ὁ Πατὴρ, οὐδὲν ἔχει νῦν ἐν ἑαυτῷ. Ἀλλὰ τοῦτο ἄτοπον· πῶς γὰρ ἔρημος ἔσται τῶν προσόντων αὐτῷ φυσικῶς ὁ Πατήρ; Ἔχει δὲ πάντα, καὶ δοὺς αὐτὰ τῷ Υἱῷ δηλονότι· κἂν ὁ Υἱὸς εἰληφέναι λέγῃ, χρόνος ἦν οὐδεὶς ὅτε τούτων ἔρημος ἦν. Λαμβάνει μὲν γὰρ κατὰ τὸ σχῆμα τὸ ἀνθρώπινον· ἔχει δὲ αὐτὰ φυσικῶς, ὥσπερ καὶ ὁ Πατήρ. ΑΛΛΟ. Λέγει που Χριστός· Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ ἐξουσίαν ἔδωκεν αὐτῷ κρίσιν ποιεῖν, ὅτι Υἱὸς ἀνθρώπου ἐστίν. Εἰ τοίνυν ἐξουσίαν τοῦ κρίνειν λαμβάνει, οὐ διά τινα πρόφασιν ἑτέραν, ἀλλ' ὅτι μόνον Υἱὸς ἀνθρώπου ἐστὶν, οὐχ ᾗ Λόγος ἐστὶ καὶ Θεὸς ὁ Υἱὸς λαμβάνει, ἀλλὰ καθὸ γέγονεν ἄνθρωπος. Λογιστέον οὖν τῇ μὲν ἀνθρωπότητι τὸ λαβεῖν, τῇ δὲ θεότητι τοῦ Υἱοῦ, τὸ πάντα κεκτῆσθαι φυσικῶς τὰ τοῦ γεννήσαντος αὐτόν. Οὕτω γὰρ ἂν εἴη καὶ εἰκὼν ἀπαράλλακτος τοῦ Πατρός.

Intertext edge

Open linked passage

Note