Thesaurus de sancta consubstantiali trinitate
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
24.1
Εἰς τὰ λεγόμενα περὶ τοῦ Σωτῆρος ἀνθρωπίνως παρὰ τοῖς εὐαγγελισταῖς, εἰς τὸ, Ἔκλαυσε· καὶ εἰς τὸ, Νῦν ἡ ψυχή μου τετάρακται· καὶ εἰς τὸ, Εἰ δυνατὸν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο· καὶ εἰς τὸ, Περίλυπός ἐστιν ἡ ψυχή μου· καὶ ὅσα τούτοις ὅμοια ῥητὰ, παραθέσεις ἀποδεικτικαὶ καὶ ἀπὸ τῆς θείας Γραφῆς, τῶν χριστομάχων ἀνατρέπου σαι τὴν κακόνοιαν. Εἰ παρά τινος τῶν τυχόντων ἣ καὶ ἀνθρώπου ψιλοῦ τὰς τοιαύτας εἰρῆσθαι πιστεύομεν φωνὰς, κλαιέτω μὲν ὡς ἄνθρωπος, καὶ φοβείσθω πάλιν καὶ δειλιάτω τὸν θάνατον, καὶ γινέσθω περίλυπος, καὶ ταραττέσθω, καὶ ὅσα πέφυκεν ἡ ἀνθρώπου φύσις ὑπομένειν, ταῦτα καὶ αὐτός. Εἰ δὲ Θεὸς ἦν ἐν σαρκὶ, ἦν δὲ τοῦτο, καὶ οὐχ ἑτέρως, τίνα φοβεῖται Θεός; Εἰ ἀληθὴς ἦν λέγων, Ἐγώ εἰμι ἡ ζωὴ, κατὰ τίνα τρόπον φοβεῖται τὸν θάνατον ἡ ζωή; Εἰ ἄλλους ἐκ θανάτου διέσωσε, πῶς δὲ αὐτὸς ἐφοβεῖτο τὸν θάνατον, ὁ τοὺς μαθητὰς ἐπαλείφων εἰς φρόνημα νεανικὸν, καὶ λέγων· Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι; Πῶς ἂν αὐτὸς ἐφοβεῖτο τοῦτο παθεῖν, εἰ τὸν Ἀβραὰμ παραθαρσύνει, λέγων· Μὴ φοβοῦ, ὅτι μετὰ σοῦ εἰμι; Εἰ Μωσέα γοργότερον ἐποίει κατὰ τοῦ Φαραὼ, καὶ πρὸς Ἰησοῦν τὸν τοῦ Ναυῆ λέγει· Ἴσχυε καὶ ἀνδρίζου, πῶς αὐτὸς δειλίας ἔσται δεκτικὸς, ἢ πῶς ἀνθρώπους ἐφοβήθη, ὁ ἄλλοις συμβουλεύων εἰς τὸ μὴ φοβεῖσθαι, καὶ πείθων βοᾷν· Κύριος ἐμοὶ βοηθὸς, οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος; Πῶς δὲ ὁ εἰς τοῦτο παρελθὼν, ἵνα τὸν θάνατον ἀποκτείνῃ, αὐτὸς ἐφοβεῖτο τὸν καθ' οὗ παραγέγονεν; Ἢ πῶς οὐ πάσης ἐπέκεινα δυσσεβείας ἐστὶ τὸ λέγειν φοβεῖσθαι τὸν ᾅδην, ὃν οἱ τούτου πυλωροὶ καὶ μόνον ἰδόντες κατέπτηξαν, καὶ τὰς ἀφύκτους πετάσαντες πύλας, ἀφῆκαν τὰ ἐναποκλεισθέντα πνεύματα, ὡς ἀναστῆναι τῶν ἁγίων πολλοὺς, καὶ εἰσελθεῖν εἰς τὴν πόλιν, καθὰ γέγραπται, καὶ ὀφθῆναί τισι; Πῶς ἐφοβεῖτο τὸν θάνατον ὁ ἐν τῷ ζητεῖσθαι λέγων πρὸς τοὺς παραγεγονότας αὐτὸν συλλαβέσθαι· Ἐγώ εἰμι; Πῶς ἐφοβεῖτο τὸν θάνατον ὁ λέγων· Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου καὶ πάλιν ἐξουσίαν ἔχω λαβεῖν αὐτήν· καὶ· Οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμοῦ, ἀλλ' ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ; Οὐκ ἦν οὖν ἄρα καθ' ἑαυτὸν ὁ τοῦ Θεοῦ Λόγος ὁ τὸν θάνατον ὑποπτήξας· ἀλλ' ἦν ἐν αὐτῷ τὸ ἀνθρώπινον πεφυκὸς τοῦτο πάσχειν ἀεί. ΑΛΛΟ, διηγηματικῶς. Ἀνάγκη πᾶσα τοὺς ὀρθῶς ἐθέλοντας νοεῖν τὰ παρὰ ταῖς θείαις εἰρημένα Γραφαῖς περὶ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, τὸν καιρὸν ἐξετάζειν καὶ τοὺς χρόνους καθ' οὓς ἢ αὐτὸς εἰρηκώς τι περὶ ἑαυτοῦ φαίνεται, ἢ αἱ θεῖαι Γραφαὶ περὶ αὐτοῦ. Εἰ μὲν οὖν πρὶν γένηται σὰρξ ὁ τοῦ Θεοῦ Λόγος, ἢ κλαύσας ὁρᾶται πώποτε, ἢ θάνατον φοβηθεὶς, ἢ ἕτερόν τι τῶν ἀνθρωπίνων ὑπομείνας, κρατείτω καὶ νῦν τὰ εἰρημένα περὶ αὐτοῦ. Εἰ δὲ ὅτε γέγονεν ἄνθρωπος, τότε καὶ τὰς τοιαύτας φωνὰς περὶ αὐτοῦ εἰρήκασιν αἱ θεῖαι Γραφαὶ, τί μὴ μᾶλλον ἀνθρωπίνως εἰρῆσθαι τὰ τοιαῦτα φήσομεν, ἵνα τὸ ἐκ τῆς βλασφημίας διαφύγωμεν κακόν; ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν χριστομάχων. Ὁ κλαύσας, φασὶ, καὶ φοβηθεὶς, καὶ περίλυπος γεγονὼς, πῶς ἔσται φύσει Θεός; Ἀνθρώπων γὰρ ἴδια τὰ τοιαῦτα. Πρὸς τοῦτο λύσις. Ὁ τὸν Λάζαρον ἀναστήσας ἐκ νεκρῶν, καὶ τὸ ὕδωρ εἰς οἶνον μεταποιήσας, καὶ τὸ βλέπειν χαρισάμενος τῷ ἐκ γενετῆς τυφλῷ, εἰρηκώς τε ὅτι Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, πῶς οὐκ ἔσται φύσει Θεός; Θεότητος γὰρ ἔργα φαίνεται τὰ γενόμενα. Εἰ δὲ ἐκ τῶν ἀνθρωπίνως εἰρημένων ἢ καὶ γενομένων σκανδαλίζεσθε, διὰ ποίαν αἰτίαν οὐκ ὠφελεῖσθε δι' ἐκείνων, ὅσα καὶ ποιήσας καὶ λαλήσας θεοπρεπῶς εὑρίσκεται; Καὶ πάλιν, εἰ δι' ἐκείνων εἰς τὸ νοεῖν τι ταπεινὸν περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ καταβαίνετε, τί μὴ διὰ τούτων εἰς τὸ μεγάλα καὶ ὑψηλὰ νοεῖν ἀναβαίνετε; Ὁ γὰρ ἐκεῖνα ταπεινῶς εἰρηκώς τε καὶ παθὼν, καὶ ταῦτα ὑψηλῶς, ὡς Θεὸς, εἶπέ τε καὶ πέπραχεν. Οὐκοῦν ἡ τῆς ἐνανθρωπήσεως αἰτία, καὶ ἡ τῆς ἐνσάρκου παρουσίας οἰκονομία, πρόφασις ἦν ἀναγκαία τοῦ γενέσθαι τινὰ καὶ ἀνθρώπινα. ΑΛΛΟ. Ἐξεταζέσθω τῆς ἐνσάρκου παρουσίας ἡ οἰκονομία, καὶ τῆς ἐνανθρωπήσεως ὁ τρόπος, καὶ πόῤῥω παντὸς κείσονται σκανδάλου τινὲς τῶν ἀκροωμένων, ὅσα περὶ τοῦ Σωτῆρος ἀνθρωπινώτερον λέγουσιν αἱ θεῖαι Γραφαί. Σκοπὸς τοίνυν τῷ ἐνανθρωπήσαντι Λόγῳ δεῖξαι σαφῶς, ὅτιπερ ὄντως σάρκα περιεβάλλετο, καὶ γέγονεν ἄνθρωπος, οὐκ ἀποβαλὼν τὸ εἶναι Θεὸς Λόγος (οὐ γὰρ ἦν ἑτέρως διασωθῆναι τὸ ἀνθρώπινον γένος)· ἀλλ' ἵνα μή τις ἀκούων ὅτι γέγονε σὰρξ, μεταπεποιῆσθαι τὸν ἄτρεπτον τοῦ Θεοῦ Λόγον ὑπολάβῃ, καὶ ἕτερόν τι γενέσθαι παρ' ὅπερ ἦν ἐξ ἀρχῆς, ἀναγκαίως ποτὲ μὲν τὰς ἀνθρώπῳ πρεπούσας ἀφίησι φωνάς· ποτὲ δὲ δεικνύει πράγματα θεότητι μόνῃ χρεωστούμενα, ἵνα νοῆται τὸ συναμφότερον. Ὅθεν οὖν ἔδει φαίνεσθαι σαφῶς, ὅτιπερ ὄντως ἄνθρωπος εἴη, καὶ οὐ φάντασμα, ἐκεῖθεν αὐτὸ δεικνύειν ἐπείγεται. Ἁμαρτία μὲν γὰρ, ὡς ἀναμάρτητος, καὶ οὐκ εἰδὼς τοῦτο παθεῖν, παραιτεῖται δικαίως· ἐπιτρέπει δὲ τῷ σώματι καὶ τῇ ἀνθρωπότητι τὰ τῇ φύσει αὐτῇ προσόντα παθεῖν, εἰς ἀπόδειξιν τοῦ ὄντως καὶ κατὰ ἀλήθειαν φορέσαι σάρκα, καὶ ἄνθρωπον γενέσθαι, κατὰ τὰς Γραφάς. Ἐπειδὴ δὲ, καθάπερ ἤδη προειρήκαμεν, ἐχρῆν αὐτὸν καὶ ἐν σαρκὶ γεγονότα φαίνεσθαι Θεὸν, ἐργάζεται μὲν ἔσθ' ὅτε τὰ πρέποντα Θεῷ, λέγει δὲ πρὸς τοὺς ὁρῶντας αὐτόν· Εἰ ἐμοὶ οὐ πιστεύετε, διὰ τὸ ἄνθρωπον βλέπειν δηλονότι, ἀλλὰ τοῖς ἔργοις μου πιστεύετε· ἵνα γνῶτε ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. Οὐκοῦν τὰ θεοπρεπῶς εἰρημένα τε καὶ πεπραγμένα δεικνύει τὸν Σωτῆρα Θεόν. Καὶ πάλιν τὰ ἀνθρωπίνως εἰρημένα τε καὶ γεγονότα δεικνύει κατὰ ἀλήθειαν ἄνθρωπον. Αὕτη γάρ ἐστιν ἡ τοῦ μυστηρίου δύναμις. ΑΛΛΟ. Πανταχόθεν ἀναισχυντοῦντες οἱ χριστομάχοι φανοῦνται, καὶ σκοπὸν ἔχοντες ἕνα τὸ μάτην διαλοιδορεῖσθαι τῷ Υἱῷ τοῦ Θεοῦ. Ἀκούοντες μὲν γὰρ λέγοντος αὐτοῦ· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, ἀπειθοῦσιν ἀβούλως, καὶ πειρῶνται τὸ εἰρημένον εἰς ἐτέρας περιέλκειν ἐννοίας, οὐκ ἀποδιδόντες τῷ Υἱῷ τὸ ἓν εἶναι Πατρὸς (πρὸς) τὸν Πατέρα, ἀλλὰ τὸ καλῶς τε καὶ ὀρθῶς εἰρημένον ἐπιχειροῦντες παραλύειν. Εὑρίσκοντες δὲ πάλιν ἐν τοῖς Εὐαγγελίοις τὰ ὅσαπερ ὡς ἄνθρωπος ἢ πέπονθεν ἢ καὶ εἰρηκὼς φαίνεται, οἷον τὸ ἔκλαυσεν ἢ καὶ ἐλυπήθη, καὶ τὰ τούτοις ὅμοια, οὐ φέρουσιν ἐπὶ τὴν ἀνθρωπότητα, ἀλλ' εὐθὺς τῷ Λόγῳ ταῦτα προσάπτοντες, ἀπόδειξιν ποιοῦνται τοῦ μὴ εἶναι Θεὸν τὸν ταῦτα πεπονθότα· ὥστε καὶ αὐτὸν συναριθμεῖσθαι τῇ κτίσει, τὸν ταύτης ὄντα ποιητήν. Ἢ τοίνυν ἀπόδος τῷ Υἱῷ τὸ ἓν εἶναι πρὸς τὸν Πατέρα, καὶ οὐχ εὑρήσεις τὸν ἐν ἰσότητι τοῦ Πατρὸς ὄντα Λόγον καθ' ἑαυτὸν, ᾗ Λόγος ἐστὶ, κλαίοντα ἢ λυπούμενον, ἢ φόβῳ βαλλόμενον· ἢ εἰ μὴ πιστεύεις λέγοντι αὐτῷ, ὅτιπερ ἕν ἐστι πρὸς τὸν ἑαυτοῦ Πατέρα, μηδὲ ὅτι λελύπηται λέγοντι πιστεύσῃς· καὶ οὕτως ἔσῃ μετὰ τῶν ἀπίστων Ἰουδαίων, οὐδὲν ὅλως τῶν παρὰ τοῦ Σωτῆρος εἰρημένων δεχόμενος. ΑΛΛΟ. Λέγει που Παῦλος περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ· Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβὼν, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος. Γέγονεν οὖν ἄνθρωπος ὁ τοῦ Θεοῦ Λόγος· οὐκ εἰς ἄνθρωπον ἦλθεν, ὥσπερ ἐν τοῖς προφήταις· ἀλλ' ὄντως τοῦτο γέγονεν ὅπερ καὶ ἡμεῖς, δίχα μόνης ἁμαρτίας. Ἔστιν οὖν Θεὸς μὲν, ᾗ Λόγος ἐστὶ τοῦ Πατρὸς, καὶ τῆς οὐσίας αὐτοῦ τὸ ἴδιον· ἄνθρωπος δὲ, καθὸ γέγονε σὰρξ, ὡς γέγραπται, καὶ τὴν ἡμῶν περιεβάλετο σάρκα. Ὅρον οὖν ἐχούσης τοῦτον τῆς πίστεως τῆς περὶ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, διακρινέσθωσαν αἱ περὶ αὐτοῦ φωναὶ κατὰ τὸν λόγον τὸν πρέποντα. Κἂν ἀκούσῃς· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, μίαν ὅρα τὴν θεότητα τοῦ Υἱοῦ καὶ τοῦ Πατρὸς, καὶ Θεὸν ἐννόει τὸν Υἱὸν ἐκ τῆς οὐσίας ὄντα τοῦ Πατρός. Ἐὰν δὲ πάλιν ἀκούσῃς περὶ αὐτοῦ, ὅτι ἔκλαυσε καὶ ἐλυπήθη, καὶ ἐπτοήθη, καὶ ἀδημονεῖν ἤρξατο, ἐννόει πάλιν ἄνθρωπον ὅντα μετὰ τὸ εἶναι Θεὸν, καὶ ἀνατίθει τῇ ἀνθρωπότητι τὰ αὐτῇ χρεωστούμενα. Ἐπειδὴ γὰρ θνητὸν καὶ φθαρτὸν ἀπέλαβε σῶμα, καὶ τοῖς τοιούτοις πάθεσιν ὑποκείμενον, ἀναγκαίως μετὰ τῆς σαρκὸς καὶ τὰ αὐτῆς ἰδιοποιεῖται πάθη καὶ αὐτῆς ὑπομενούσης αὐτὰ, ὡς αὐτὸς ὑπομένων λέγεται. Οὕτως γάρ φαμεν ὅτι καὶ ἐσταυρώθη καὶ ἀπέθανε, τοῦτο παθούσης τῆς σαρκὸς, οὐκ ἰδίᾳ καὶ καθ' ἑαυτὸν τοῦ Λόγου· ἀπαθὴς γάρ ἐστι καὶ ἀθάνατος. Οὐκοῦν ὀρθοδόξως ἐκληψόμεθα τὰ εἰρημένα, τῇ μὲν θεότητι νέμοντες τὰ θεοπρεπῆ, ἀνατιθέντες δὲ τῇ σαρκὶ τὰ δι' αὐτὴν καὶ ὡς ἐξ αὐτῆς εἰρημένα διὰ τῶν ἐν ἡμῖν φυσικῶν κινημάτων· ὧν ὁ νοῦς ἔχων τὴν αἴσθησιν, ἀναβλύζει διὰ γλώττης τὰ ἐν βάθει κατὰ τὸ ἀφανὲς ἀφώνως ψιθυριζόμενα. ΑΛΛΟ, διηγηματικῶς. Γέγονεν ἄνθρωπος ὁ τοῦ Θεοῦ Λόγος οὐ διά τινα πρόφασιν ἑτέραν, ἀλλ' ἵνα πάντα τὰ ἑαυτοῦ ταῖς ἡμῶνἀσθενείαις ἀναμίξας τρόπον τινὰ καὶ συγκεράσας, νευρώσῃ τὴν ἀνθρώπου φύσιν, καὶ πρὸς τὴν ἑαυτοῦ μεταποιήσῃ στεῤῥότητα. Ὅταν οὖν φαίνηται δειλιῶν τὸν θάνατον καὶ λέγων· Εἰ δυνατὸν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο, ἐννόει πάλιν ὅτι δειλιῶσα τὸν θάνατον ἡ σὰρξ, ἐδιδάσκετο φορουμένη παρὰ τοῦ Λόγου μηκέτι τοῦτο πάσχειν. Ἔλεγε γὰρ πρὸς τὸν Πατέρα· Οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ. Οὐκ ἐφοβεῖτο μὲν γὰρ, καθὸ Λόγος ἐστὶ καὶ Θεὸς, τὸν θάνατον αὐτὸς, ἀλλ' εἰς τέλος διεξάγειν τὴν οἰκονομίαν ἠπείγετο. Τοῦτο γὰρ ἦν τὸ θέλημα τοῦ Πατρός. Ἔχει δὲ καὶ τὸ μὴ θέλειν ἀποθανεῖν, διὰ τὸ παραιτεῖσθαι τῆς σαρκὸς τὸν θάνατον φυσικῶς. Διδάσκων τοίνυν τὴν ἀνθρωπότητα μηκέτι τὰ αὐτῇ προσόντα φρονεῖν, ἀλλὰ τὸ τοῦ Θεοῦ θέλημα ζητεῖν ὡς ἄνθρωπος λέγει· Οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ. Διὰ τοῦτο γὰρ φαίνεται καὶ προσθείς· Τὸ πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. ΑΛΛΟ. Εἰ θανάτου καταφρονοῦντας οὕτως εὑρίσκομεν τοὺς ἁγίους, ὡς οἴεσθαι μᾶλλον εἰς ζωὴν μεταβαίνειν, εἵ τις αὐτοὺς πρὸς τὸ τοῦ παθεῖν καλοίη καιρὸς, ἀνδρεῖοί τε ὄντως εἰσὶ, διὰ τὸ ἔχειν ἐν ἑαυτοῖς, εἰς τὸν ἔσω ἄνθρωπον, καθὰ γέγραπται, κατοικοῦντα τὸν Χριστὸν, πῶς δειλιᾷ τὸν θάνατον ὁ τοὺς ἄλλους διδάσκων θανάτου καταφρονεῖν; Πῶς δὲ οὐκ ἄτοπον θαυμάζειν μὲν τὴν ἀνδρίαν τῶν ἐχόντων ἐν ἑαυτοῖς τὸν Λόγον, αὐτὸν δὲ οἴεσθαι τὸν Λόγον ἀσθενῆ καὶ ἄνανδρον ὑπάρχειν οὕτως, ὡς καὶ φόβῳ κρατεῖσθαι καὶ τῷ τῆς δειλίας νοσήματι; ΑΛΛΟ. Τῷ οἰκείῳ θανάτῳ τὸν θάνατον κατήργησεν ὁ Σωτήρ. Ὥσπερ οὖν οὐκ ἂν ὁ θάνατος κατηργήθη μὴ ἀποθανόντος αὐτοῦ, οὕτως ἐφ' ἑκάστου τῶν τῆς σαρκὸς παθῶν. Εἰ μὴ γὰρ ἐδειλίασεν, οὐκ ἂν ἐλευθέρα τοῦ δειλιᾷν ἡ φύσις ἐγένετο, εἰ μὴ ἐλυπήθη, οὐκ ἂν ἀπηλλάχθη τοῦ λυπεῖσθαί ποτε, εἰ μὴ ἐταράχθη, οὐκ ἂν ἔξω ποτὲ τούτων ἐγένετο. Καὶ ἐφ' ἑκάστῳ τῶν ἀνθρωπίνως γεγονότων τὸν αὐτὸν ἐφαρμόζων λόγον, εὑρήσεις ἐν Χριστῷ τὰ τῆς σαρκὸς πάθη κεκινημένα, οὐχ ἵνα κρατήσῃ ὥσπερ καὶ ἐν ἡμῖν, ἀλλ' ἵνα κινηθέντα καταργηθῇ τῇ δυνάμει τοῦ ἐνοικήσαντος τῇ σαρκὶ Λόγου, πρὸς τὸ ἄμεινον μεταποιουμένης τῆς φύσεως. ΑΛΛΟ, εἰς τὸ, Θεέ μου, Θεέ μου. Ἐπὶ τῷ σταυρῷ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ καυχώμεθα, καὶ πιστεύομεν διὰ τοῦτο σεσῶσθαι, ὅτιπερ ὁ τοῦ Θεοῦ Λόγος ἄνθρωπος γεγονὼς δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν ἐσταυρώθη, ἵνα τὸν ἐν ἡμῖν καταργήσῃ θάνατον, καὶ πάλιν ἡμᾶς ἑαυτῷ συναναστήσῃ, ἀπὸ τῆς φθορᾶς εἰς ἀφθαρσίαν μεταβαλών. Ἔδει τοίνυν καὶ παρ' αὐτὸν τὸν τοῦ πάθους καιρὸν ἄνθρωπον ὄντως γεγονότα φαίνεσθαι, καὶ οὐ κατά τινα φαντασίαν ὑπονοεῖσθαι ὡς ἄνθρωπον. Καὶ διὰ ταύτην τὴν αἰτίαν ἐλάλει μὲν τὰ ἀνθρώπῳ πρέποντα· Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες; καὶ, Παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον. Ἐδείκνυ δὲ διὰ τῶν ἔργων ὅτι Θεός ἐστιν, ὁ δι' ἡμᾶς ἐνανθρωπήσας, καὶ ταῦτα ὑπομένων ἐν τῷ σταυρῷ, διὰ τὴν ἁπάντων ἡμῶν σωτηρίαν· συνέστελλε μὲν γὰρ τὴν ἡλιακὴν ἀκτῖνα, καὶ σκότῳ περιέβαλλε τὸν οὐρανὸν, ἔσχιζε δὲ τὰς πέτρας, καὶ τὴν γῆν καὶ τὸ καταπέτασμα τοῦ ναοῦ· ἕτερά τε πρὸς τούτοις ἐποίει μεγάλα, ἵνα Θεὸς ἐνανθρωπήσας φαίνηται. Καὶ γοῦν οἱ σταυρώσαντες καὶ πάλαι γελῶντες αὐτὸν, τὰ γενόμενα θεϊκῶς ὁρῶντες ἔλεγον· Ἀληθῶς Θεοῦ Υἱὸς ἦν οὗτος. ΑΛΛΟ. Ἄνθρωπος γέγονεν ὁ τοῦ Θεοῦ Λόγος, οὐχ ἵνα πάλιν ὡς Θεὸς πρὸ τῆς ἐνανθρωπήσεως πάντα πράττῃ καὶ λαλῇ, ἀλλ' ἵνα πολλάκις καὶ διὰ τὴν χρείαν τῆς μετὰ σαρκὸς οἰκονομίας καὶ ὡς ἄνθρωπος λέγῃ τινά. Ταύτην ἔχοντος τοῦ μυστηρίου τὴν δύναμιν, πῶς οὐκ ἄτοπον σκανδαλίζεσθαι τοὺς ἀκροωμένους ἀνθρωπινώτερον ἔσθ' ὅτε λαλοῦντος αὐτοῦ; Λαλεῖ γὰρ ὡς ἄνθρωπος, λαλεῖ δὲ καὶ ὡς Θεὸς, ἔχων ἐν ἀμφοτέροις τὴν ἐξουσίαν. Ἀνθρωπίνως μὲν γὰρ ἔλεγε· Νῦν ἡ ψυχή μου τετάρακται, θεϊκῶς δὲ πάλιν· Ἐξουσίαν ἔχω θεῖναι αὐτὴν, καὶ πάλιν ἐξουσίαν ἔχω λαβεῖν αὐτήν. Τὸ μὲν οὖν ταράττεσθαι, τῆς σαρκὸς ἴδιον πάθος· τὸ δὲ ἐξουσίαν ἔχειν θεῖναί τε καὶ πάλιν λαβεῖν, τῆς τοῦ Λόγου δυνάμεως ἔργον ἐστίν. Ὥσπερ οὖν ὅταν λέγῃ τι θεϊκῶς, καίτοι φαινόμενος ἄνθρωπος, οὐ σκανδαλιζόμεθα, ἀλλ' ἐννοοῦμεν τὸν ἐνοικοῦντα τῇ σαρκὶ Λόγον· οὕτως ὅταν τι λαλῇ καὶ ὡς ἄνθρωπος, μὴ σκανδαλιζώμεθα, ἐννοοῦντες ὅτι δι' ἡμᾶς γέγονεν ἄνθρωπος, καὶ τὰ τῇ ἀνθρωπότητι πρέποντα λαλεῖ. ΑΛΛΟ. Διὰ πολλὴν καὶ ἄμετρον φιλανθρωπίαν ἑαυτὸν ἡμῖν ἐκέρασεν ὁ τοῦ Θεοῦ Λόγος· οὐχ ἵνα μεταποιηθῇ πρὸς τὸ ἡμέτερον αὐτὸς, ἄτρεπτος γάρ ἐστι καὶ ἀλλοίωσιν οὐκ εἰδὼς, ἀλλ' ἵν' ἡμᾶς ἀναμίξας ἑαυτῷ, μεταβάλῃ πρὸς τὸ οἰκεῖον. Ὥσπερ γὰρ ἡμεῖς αὐτὸν δεξάμενοι διὰ τὸ ἐνοικῆσαι σαρκὶ, πάντα λοιπὸν ἔχομεν τὰ αὐτοῦ· καὶ γὰρ καὶ υἱοὶ κεκλήμεθα καὶ θεοὶ, εἰ καὶ μὴ φυσικῶς ὥσπερ αὐτὸς, ἀλλά γε κατὰ χάριν· οὕτω καὶ αὐτὸς, ὅτε πρὸς ἡμᾶς ἀνεμίχθη γενόμενος ἄνθρωπος, ἐφόρεσε τὰς ἀσθενείας ἡμῶν· καὶ ὡς αὐτὸς πεπονθὼς νενόμισται ἰδιοποιούμενος μετὰ τοῦ ἀναληφθέντος ναοῦ καὶ τὰ ἐν αὐτῷ, ἵνα καὶ ἐν ἡμῖν νεκρωθῇ τὰ τῆς σαρκὸς πάθη, τρεχόντων εἰς ὁμοιότητα τοῦ τὰ ἡμῶν δι' ἡμᾶς εἰς ἑαυτὸν ἀναλαβόντος Χριστοῦ. ΑΛΛΟ. Φησί που Θεὸς διὰ τῶν ἁγίων προφητῶν, ἐπί τισιν ἁμαρτίαις τοὺς ἐξ Ἰσραὴλ καταιτιώμενος, ὅτι Τὰ τέκνα αὐτῶν διῆγον διὰ πυρὸς, ὃ οὐκ ἐνετειλάμην αὐτοῖς, καὶ οὐ διενοήθην ἐν τῇ καρδίᾳ μου. Καὶ πάλιν ὡς πρὸς τὴν Ἱερουσαλήμ· Καὶ ἐλύπεις με ἐν πᾶσι τούτοις. Καὶ πάλιν ἐφ' ἑτέροις κακοῖς· Μὴἐπὶ τούτοις οὐκ ὀργισθήσομαι, λέγει Κύριος, ἢ ἐν λαῷ τοιούτῳ οὐκ ἐκδικήσει ἡ ψυχή μου; Δήλου τοιγαροῦν ὑπάρχοντος ἅπασιν ὡς ὁ τοῦ Θεοῦ Λόγος ἦν ὁ ἐν τοῖς προφήταις τὰ τοιαῦτα λαλῶν, τί ποιήσουσιν οἱ χριστομάχοι; Ψυχὴν ἆρα καὶ καρδίαν περιθήσουσιν αὐτῷ, ἐροῦσι δὲ τῷ τῆς λύπης κρατεῖσθαι πάθει καὶ τῷ τῆς ὀργῆς, ἵνα μὴ πλέον τι ἔχων ἀνθρώπου φαίνηται, ὁ ὑπὲρ πᾶσαν γενητὴν φύσιν ὑπάρχων τοῦ Θεοῦ Λόγος, καὶ τοσοῦτος ὅσος καὶ ὁ Πατήρ; Ἀλλ' ἴσως τοῦτο μὲν παραιτήσονται· ἐροῦσι δὲ εἰρῆσθαι τὰ τοιαῦτα παρὰ τοῦ Λόγου τροπικῶς τε καὶ συγκαταβατικῶς. Εἰ τοίνυν πρὸ τῆς ἐπιδημίας τὰ τοιαῦτα λέγοντι τῷ Υἱῷ τοῦ Θεοῦ, τὸ αὐτῷ πρέπον ἀξίωμα σώζομεν, ἄνω καὶ λύπης καὶ ὀργῆς καὶ παντὸς πάθους ὑπάρχειν αὐτὸν διαβεβαιούμενοι, κἂν διὰ τὸ χρήσιμον ὑπομένειν αὐτὰ προσποιῆται, πῶς οὐκ ἄτοπον, ὅτε γέγονεν ἄνθρωπος καὶ ἐν τῇ ταῦτα πασχούσῃ σαρκὶ καταβέβηκε, μὴ συγχωρεῖν αὐτῷ τὰ τοιαῦτα λέγοντι μένειν ἐν ἀπαθείᾳ, ἐχούσης αὐτὰ φυσικῶς τῆς σαρκὸς, ἣν δι' ἡμᾶς ἀνέλαβε μετὰ πάντων τῶν αὐτῇ προσόντων φυσικῶς; Ἀνθρωπότητος δὲ ἴδιον, τὸ κλαίειν, καὶ ταράττεσθαι, καὶ ἀδημονεῖν, καὶ παραιτεῖσθαι τὸν θάνατον, καὶ τὰ τούτοις ὅμοια πάσχειν.