Thesaurus de sancta consubstantiali trinitate
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
27.1
Εἰς τὸ, Ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. Ἀντίθεσις ὡς ἐκ τῶν αἱρετικῶν. Ἰδοὺ, φασὶν, αὐτὸς ὁ Υἱὸς μόνον εἶναι Θεὸν ἀληθινὸν ὁμολογεῖ τὸν Πατέρα, καὶ αὐτὸς δὲ ὁ Πατὴρ εὑρίσκεται λέγων· Ἐγὼ Θεὸς πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα· καὶ οὐκ ἔστι Θεὸς πλὴν ἐμοῦ. Πῶς οὖν ὑμεῖς συνεισάγετε πρώτῳ καὶ μόνῳ καὶ κατ' ἀλήθειαν ὄντι Θεῷ καὶ Πατρὶ τὸν Υἱὸν, ὡς ὄντα καὶ αὐτὸν κατὰ φύσιν Θεόν; Πρὸς τοῦτο λύσις. Εἰδέναι χρὴ πρῶτον ὡς οὐκ εἰς ἀναίρεσιν τοῦ Υἱοῦ τὰ τοιαῦτά φησιν ὁ Πατήρ. Τί γὰρ ἦν τὸ εἰς ταῦτα παρελθεῖν παροτρύναν αὐτόν; Εἰ μὲν γὰρ ὡς ἄνθρωπος τῷ ἐξ αὐτοῦ γεννηθέντι φιλονεικεῖ· ὥσπερ ὁ Δαβὶδ πολεμούμενος ὑπὸ τῶν ἑαυτοῦ παίδων· ἔχει τινὰ λόγον ἴσως ὁ τοιοῦτος μῦθος. Εἰ δὲ στασιάζειν καθ' ἑαυτῆς ἡ θεία φύσις οὐκ οἶδε, φαίνεται δὲ μᾶλλον ὁ Υἱὸς ἀεὶ τῷ Πατρὶ τὴν δόξαν ἀποδιδοὺς, ποῖον ἔχει λόγον τὸ εἰς ἀναίρεσιν αὐτοῦ τοιαῦτα φάναι τὸν Πατέρα; Οὐκοῦν πρὸς ἀνατροπὴν μᾶλλον τῶν ψευδωνύμων θεῶν εἰρῆσθαι τὰ τοιαῦτα δώσομεν. Εἶτα πρὸς τούτοις ὁ Σωτὴρ λέγων, Ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, ἑαυτὸν εὐθὺς συνάπτει, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστὸν, ὡς τῆς τοῦ Πατρὸς οὐσίας ἀδιαίρετος ὢν ὅσον ἧκεν εἰς θεότητος λόγον, καὶ πάντως μετὰ Πατρὸς νοούμενος. ΑΛΛΟ. Εἰ Λόγος ἐστὶ τοῦ Πατρὸς ὁ Υἱὸς, ὥσπερ οὖν καὶ ἔστι, καὶ τοῦτο ὢν ὁμολογεῖται, τίς οὕτως φρενῶν ἐκβέβηκεν, ὡς νομίσαι πρὸς ἀναίρεσιν τοῦ οἰκείου Λόγου, δι' οὗ τὰ πάντα ἐργάζεται, μόνον ἑαυτὸν Θεὸν ἀληθινὸν εἰπεῖν τὸν Πατέρα; Ἐπειδὴ δὲ τοῦτο ἄτοπον, ἔρχεται μᾶλλον ἡ τοῦ ῥήματος δύναμις κατὰ τῶν ψευδωνύμων θεῶν, κἂν οἱ χριστομάχοι μὴ βούλωνται. ΑΛΛΟ, ἐξ ὑποθέσεως. Ὑποκείσθω νῦν ἡμῖν ὅτι πλανώμενοί τινες τῶν ὅσοι τῆς ἀληθινῆς ἀμοιροῦσι σοφίας, εἰκόνα στήσαντες, καί τινα τυχὸν μορφὴν ἀνθρώπου ἢ ἑτέρου ζώου καταγράψαντες ἐν αὐτῇ, τοῦτο κεκλήκασι φῶς, ἐκεῖθεν ὄντως οἰόμενοι γεννᾶσθαι τοῦτο αὐτοῖς· φωνὴν δὲ εἴ τις ἡλίῳ περιθείη, εἶτα λέγοι πρὸς αὐτούς· Ἄνθρωποι, πλανᾶσθε, ἐγὼ μόνος εἰμὶ τὸ φῶς, οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ, ἆρ' ἐκβάλλει τοῦ εἶναι φῶς τὸ ἴδιον ἀπαύγασμα, πρὸς ἀναίρεσιν τοῦ ψευδωνύμου φωτὸς ἐκεῖνο βοῶν; Ἀλλ' οὐκ ἔχει λόγον τὸ οὕτω νοεῖν. Οὐκοῦν ὅτε φησὶ καὶ ὁ Πατήρ· Ἐγώ εἰμι Θεὸς μόνος, καὶ πλὴν ἐμοῦ οὐκ ἔστιν, οὐκ ἐκβάλλει τῆς θεότητος τὸ ἴδιον τῆς ἑαυτοῦ οὐσίας, τουτέστι, τὸν ἐξ αὐτοῦ προελθόντα Λόγον, ἀλλ' ἐν τῇ ταυτότητι τῆς φύσεως ἔχει παρ' ἑαυτῷ σωζόμενον καὶ ἐν τῇ μιᾷ θεότητι συνομολογούμενόν τε καὶ συνδοξαζόμενον. ΑΛΛΟ. δεικνύον ὅτι κἂν μόνος Θεὸς λέγηται ὁ Πατὴρ, συνεισάγεται πάντως ὁ Υἱός. Λέγει που πρὸς Θεὸν εἷς τῶν προφητῶν· Ὁ τανύσας τὸν οὐρανὸν μόνος· φέρεται δὲ καὶ Θεοῦ φωνή· Ἐγὼ μόνος ἐξέτεινα τὸν οὐρανόν. Καὶ πάλιν ἑτέρα σαφῶς περὶ τοῦ Υἱοῦ, ὅτι Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν. Εἰ τοίνυν τοῦ Θεοῦ καὶ Πατρὸς λέγοντος τὸν οὐρανὸν εἰργάσθαι μόνου, ὁ Υἱὸς εὑρίσκεται τοῦτον πεποιηκὼς, παντί που δῆλον ὅτιπερ κἂν ὡς μόνος ὀνομάζηται ὁ Πατὴρ Θεὸς ὢν ἀληθινὸς, συμπαραλαμβάνεται πάντως καὶ ὁ Υἱὸς, δι' οὗ τὰ πάντα ἐργάζεται καὶ λαλεῖ· καὶ ἔστιν ὄντως ἐν τῷ ἑνὶ καὶ μόνῳ καὶ πρώτῳ καὶ ἀληθινῷ φυσικῶς, ὥσπερ ἐν τῷ φωτὶ τὸ ἀπαύγασμα αὐτοῦ.