Thesaurus de sancta consubstantiali trinitate
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
29.1
Εἰς τὸ, Ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα. Ἀντίθεσις ὡς ἐκ τῶν αἱρετικῶν. Καὶ πῶς ἴσος ἔσται, φασὶ, κατὰ φύσιν τῷ Πατρὶ ὁ Υἱὸς, εἴ γε ἀληθεύειν λέγει ὁ Παῦλος, ὅτι καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ Πατρί; Ἀνάγκη γὰρ πᾶσα συνομολογεῖν ὅτι τὸ ὑποτασσόμενον τοῦ ὑποτάσσοντος ἔλαττον· ὥσπερ οὖν ἀμέλει καὶ τοῦ νικῶντος τὸ νικώμενον. Πρὸς τοῦτο λύσις. Οὐ νοοῦσιν οἱ χριστομάχοι καὶ ταῖς ἑαυτῶν ἀσεβείαις διὰ τούτων μαχόμενοι. Εἰ γὰρ δίδως εἶναι τὸν Υἱὸν ἐλάττονα τοῦ Πατρὸς, καὶ τοῦτο κρατύνειν ἐπείγῃ, διατί μὴ νῦν ὑποτέτακται; Λέγων γὰρ ὁ Παῦλος ὅτι Τότε ὑποταγήσεται, τόνδε τὸν τοῦ πράγματος καιρὸν ὡς ἐσόμενον ὁρίζων, οὔπω δείκνυσιν ὑποτεταγμένον αὐτόν. Εἶτα πῶς οὐ πάσης ἐπέκεινα δυσφημίας ἐστὶ τὸ λέγειν οὐχ ὑποτετάχθαι νῦν τῷ Πατρὶ τὸν Υἱὸν, μάχεσθαι δὲ ὥσπερ καὶ στασιάζειν πρὸς τὸν γεννήσαντα; Τὸ γὰρ ἀνυπότακτον ὡς ἐν λογικοῖς, ἐν ἰδίοις ἐστὶ θελήμασι. Τί οὖν ἐροῦμεν, ὅταν λέγῃ Χριστός· Οὐκ ἦλθον ἵνα ποιήσω τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με; Λεγέτωσαν ἡμῖν οἱ δεινοὶ περὶ τὸ δύνασθαι νοεῖν τὰς θείας Γραφὰς, εἰ μὴ ὑποταγῆς ἔχει δύναμιν τὸ ἐξανύειν τὸ θέλημα τοῦ Πατρός; Πῶς οὖν ὁ νῦν ὑποτασσόμενος ὡς τότε ὑποταχθησόμενος λέγεται; Οὐκοῦν ἀκουέτωσαν εὐλόγως· Πλανᾶσθε μὴ εἰδότες τὰς Γραφάς. ΑΛΛΟ. Εἰ ποίημα καὶ κτίσμα δίδως εἶναι τὸν Υἱὸν, καὶ τοῖς γεγονόσιν αὐτὸν εἰ καταριθμεῖς, πῶς, εἰπέ μοι, κατὰ τὴν σὴν, ὦ οὗτος, ἀβουλίαν δουλικῆς ὑπάρχων οὐσίας, οὐχ ὑποτάσσεται νῦν τῷ πάντων Πατρὶ, τοῦ Ψαλμῳδοῦ περὶ τῶν πεποιημένων λέγοντος ὅτι Τὰ σύμπαντα δοῦλα σά; Ἢ γὰρ ἀνάγκη μὴ δύνασθαι λέγειν τὸν Πατέρα καὶ ἄκοντα τὸν Υἱὸν ὑποθεῖναι, καὶ γέγονε κρείττων ὁ καθ' ὑμᾶς ἐλάττων, ἢ εἴπερ ἐστὶ τὸ ὑποτάσσεσθαι καλὸν, οὐχ ὑποτάσσεται δὲ νῦν ὁ Υἱὸς, ὡς γὰρ εἰς ὕστερον ὑποταχθησόμενος λέγεται, ἁμαρτίαν αὐτοῦ καταψηφιεῖσθε. Καὶ ποῦ σωθήσεται τὸ Πατρὶ αὐτοῦ λεγόμενον, Ὃς ἁμαρτίαν οὐκ ἐποίησεν; Φεῦγε τὴν ἀτοπίαν τοῦ λόγου. ΑΛΛΟ. Ἀντίθεσις ὡς ἐκ τῶν αὐτῶν· Καὶ πῶς οὐ πᾶσιν εὐσύνοπτον ἔσται, φασὶν, ὅτι τοῦ Πατρὸς ἐλάττων ἐστὶν ὁ Υἱὸς, ὑποταττόμενος αὐτῷ; Πρὸς ταῦτα λύσις. Καὶ πῶς οὐ πᾶσιν εὐσύνοπτόν ἐστι (κεχρῆσθαι γὰρ ἀκόλουθον ταῖς ὑμῶν ἤδη φωναῖς), ὅτι τὸ ἴσον ἴσῳ πολλάκις οἰκονομικῶς ὑποτάσσεται; Ἦ γὰρ οὐχ ἓν καὶ τὸ αὐτὸ δώσομεν ἐν τοῖς προφήταις εἶναι τὸ Πνεῦμα; Καὶ πῶς ὁ Παῦλός φησιν, ὅτι καὶ Πνεύματα προφητῶν προφήταις ὑποτάσσεται; Πῶς δὲ τῆς ὑποταγῆς ὄνομα τῆς πρὸς τὸν Πατέρα ἰσότητος ἐκβάλλει τὸν Υἱόν; Ἦ γὰρ οὐχὶ καὶ ἐν ἡμῖν εἴκουσι μὲν πατράσιν οἱ υἱοὶ καὶ ὑποτάττονται, μίαν ἔχοντες ὡς πρὸς αὐτοὺς τὴν οὐσίαν, καὶ τῆς αὐτῆς ὄντες φύσεως μέτοχοι; Οὔτε γὰρ ἐν τοῖς ὑποτεταγμένοις ἐλάττων ὁ τῆς φύσεως λόγος, οὔτε ἐν τοῖς ὑποτάττουσι μείζων ἢ ὑπερβεβηκὼς εὑρίσκεται. Ἑνὸς γὰρ ὄντος καὶ τοῦ αὐτοῦ κατὰ πάντων ἀνθρώπων τοῦ λόγου τῆς οὐσίας, μυρία διὰ τῆς τινων ὑποταγῆς οἰκονομεῖται τὰ χρήσιμα. Εἰ δὲ καλὸν τοῦτο τέτακται καὶ ἐφ' ἡμῶν, καὶ κατ' οὐδένα τρόπον τοῦ κοινοῦ τῆς φύσεως ἐξίστησιν ὅρου, τί μὴ τὸ ἴσον φυλάττοντες ἐπὶ τοῦ Θεοῦ Λόγου, τὴν ἄτοπον ταύτην παραιτεῖσθε δυσφημίαν; ΑΛΛΟ. Πόθεν ὑμῖν, ὦ οὗτοι, παρέστη λέγειν ἐλάττονα τοῦ Πατρὸς εἶναι τὸν Υἱὸν διὰ τὴν καλουμένην ὑποταγήν; Οὐ γὰρ ἐν τῷ ὑποτάσσεσθαι τῆς οὐσίας αὐτοῦ τὸν λόγον ὁριζόμεθα· οὔτε μὴν ἐν τῇ ὑποταγῇ ἐστι τὸ εἶναι τοῦ Υἱοῦ· ἀλλ' ὢν καὶ ὑπάρχων ἰδιαζόντως, ὑποτάσσεσθαι λέγεται. Οὐκοῦν εἰ τῆς οὐσίας αὐτοῦ τὸν ὅρον οὐκ ἔχει τὸ τῆς ὑποταγῆς ὄνομα, οὐ δι' αὐτὴν ἐλάττων ἔσται τοῦ Πατρός. Εἰ δὲ οἴεσθε τὴν ὑποταγὴν ὅρον εἶναι τῆς οὐσίας τοῦ Υἱοῦ, σκοπεῖτε λοιπὸν εἰς ὅσον ἀσεβείας καταφέρεσθε βόθρον. Ἀνάγκη γὰρ εἰπεῖν τότε εἰς ὕπαρξιν καλεῖσθαι τὸν Υἱὸν, ὅταν καὶ ὁ τῆς ὑποταγῆς γένηται καιρός. Ὡς γὰρ ὑποταχθήσεσθαι μέλλοντα, καὶ οὔπω ὑποτεταγμένον ὁ Παῦλος εἰσφέρει. ΑΛΛΟ, ἐξήγησιν ἔχον πιθανὴν τοῦ ῥητοῦ. Πάντα ὁ Πατὴρ ἐργάζεται δι' Υἱοῦ, καὶ τοῦτό ἐστι τὸ τῆς ὑποταγῆς σχῆμα, τὸ δοκεῖν ὥσπερ τοῖς τοῦ Πατρὸς ὑποκεῖσθαι θελήμασιν. Ὥσπερ ἀμέλει καὶ τοῦ Πατρὸς λέγοντος· Ποιήσωμεν ἄνθρωπον, χοῦν ἀπὸ τῆς γῆς ὁ Λόγος λαμβάνει θεοπρεπῶς, καὶ τὸ δόξαν ἐργάζεται. Πάντα γὰρ δι' αὐτοῦ ἐγένετο. Διδάσκων τοιγαροῦν ὁ Παῦλος, ὅτι καὶ κατὰ τὸν αἰῶνα τὸν μέλλοντα τὰ πάντα ὁ Πατὴρ ἐν ἡμῖν γενήσεται πάλιν δι' Υἱοῦ, σοφῶς δὴ λίαν φησίν· Ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ὁ Θεὸς ᾖ τὰ πάντα ἐν πᾶσιν. Ὅμοιον γὰρ ὡς εἰ ἔλεγεν· Μηδεὶς οἰέσθω κατὰ τὸν αἰῶνα τὸν μέλλοντα, ἑτέρως ἡμᾶς μετόχους ἔσεσθαι τοῦ Πατρὸς, εἰ μὴ πάλιν δι' Υἱοῦ. Τὸ δὲ, δι' Υἱοῦ, τὴν ὑποταγὴν σημαίνει, οὐδὲν μὲν εἰς τὸν τῆς οὐσίας λόγον ἀδικοῦσαν τὸν Υἱὸν, τὴν δὲ τῆς ἁγίας Τριάδος ἑνότητα καὶ συνήθη στάσιν ἀπαράλλακτον εἰσφέρουσαν. Οὐ γὰρ στασιάσει τότε πρὸς ἑαυτὴν, οὐδὲ ἀτάκτοις μεταβολαῖς θορυβηθήσεται τὸ ἀεὶ ὡσαύτως ἔχον, ἀλλ' ἔσται πάλιν καὶ κατ' ἐκεῖνο καιροῦ Πατὴρ δι' Υἱοῦ τὰ πάντα ἐν πᾶσι, καὶ ζωὴ, καὶ ἀφθαρσία, καὶ χαρὰ, καὶ ἁγιότης, καὶ δύναμις, καὶ ὅπερ ἂν ὑπάρχοι τοῖς ἁγίοις ἐν ὑποσχέσει κείμενον. Ὅρα γὰρ ὅσην οἰκονομίαν ὁ Λόγος φέρει. Ἐπειδὴ γὰρ ἔφησεν ὑποταχθήσεσθαι τῷ Υἱῷ διὰ τοῦ Πατρὸς τὰ πάντα, ἵνα μὴ τῆς ἁπάντων, κυριότητος ἔξω γεγονὼς ὁ Πατὴρ ὑποπτεύηται ὡς κρατήσαντος αὐτῶν τοῦ Υἱοῦ, ἀναγκαίως τὸν πάντων κρατήσαντα, οὐκ ἀνυπότακτον εἰσφέρει πρὸς τὸν Πατέρα, ἵνα τῆς πάντων κυριότητος τὸ πᾶν ἔχοι κράτος ὁ Πατὴρ, συμμετέχοντος αὐτῷ φυσικῶς τοῦ Υἱοῦ, καθὸ μία θεότης ἡ βασιλεύουσα, Πατὴρ δι' Υἱοῦ σὺν ἁγίῳ Πνεύματι. ΑΛΛΟ. Εἰ τὸ τῆς ὑποταγῆς ὄνομα τῆς πρὸς τὸν Πατέραἰσότητος ἐκβάλλει τὸν Υἱὸν, ὥρα λέγειν ὑμᾶς, οἷς οὐδὲν ἀτόλμητον εἰπεῖν, ὅτιπερ ἐλάττων ἐστὶ κατὰ τὸν παρόντα καιρὸν ὁ Πατὴρ τοῦ Υἱοῦ τῷ τῆς ὑποταγῆς διακονούμενος τρόπῳ, καὶ λέγων πρὸς αὐτόν· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Εἰ δὲ τῇ πρὸς τὸν Υἱὸν τῶν πάντων ὑποταγῇ διακονούμενος ὁ Πατὴρ, οὐ διὰ τοῦτο ἐλάττων ἐστὶν, οὐδὲ ὁ Υἱὸς ἐλάττων ἔσται τοῦ Πατρὸς, διὰ τὴν ὑποταγήν. Ὅπερ γὰρ ἤδη φθάσας πεποίηκεν ὁ Πατὴρ, τοῦτο παρὰ τοῦ Υἱοῦ τρόπον τινὰ καὶ αὐτὸς ἀντικομίζεται. ΑΛΛΟ. Ὁ καὶ νῦν ὑποτεταγμένος τῷ Πατρὶ, πῶς ἐν ὑστέροις καιροῖς, μᾶλλον δὲ κατὰ τὸν αἰῶνα τὸν μέλλοντα ὑποταχθήσεσθαι λέγεται; Ἢ γὰρ οὐχ ὑποτέτακται καὶ νῦν τοῦ Πατρὸς ἐξανύων τὸ θέλημα καὶ ταπεινώσας ἑαυτὸν, καθὰ γέγραπται, δουλικὸν δὲ σχῆμα καὶ μορφὴν ἀναλαβὼν, ἵνα πληρώσῃ τὸ ἔργον αὐτοῦ, καθά φησιν αὐτός; Ἀλλ' οἶμαι τοῦτο πᾶσιν ὑπάρχειν καταφανὲς, ἀληθές τε ὂν διὰ τῆς τῶν πραγμάτων ἐρεύνης εὑρίσκεται. Πῶς οὖν τὸν ὑποτεταγμένον ἤδη ὡς ἐς ὕστερον ὑποταχθησόμενον ὁ θεσπέσιος ἡμῖν εἰσφέρει Παῦλος; Οὐκοῦν ἐξεταζέτωσαν τὸ ῥητὸν ἀκριβῶς. Ὅταν, φησὶν, ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν τοῖς πᾶσι. Τί οὖν ἐστιν ὃ βούλεται λέγειν; ὑποτέτακται καὶ νῦν ὁ Χριστὸς τῷ Πατρὶ, οὐχ ὑπὲρ πάντων, ἀλλ' ὑπὲρ μόνων τῶν πεπιστευκότων εἰς αὐτόν· καὶ ὑπὲρ αὐτῶν ὡς ἀμνὸν ἄμωμον ἑαυτὸν προσήνεγκε τῷ Πατρὶ, σταυροῦ καὶ αἰσχύνης καταφρονήσας, ἵνα πάσης ἁμαρτίας ἐλευθερώσας, καθαροὺς καὶ ἀσπίλους προσαγάγῃ τῷ πεποιηκότι. Ὅταν οὖν πάσης ἐκποδὼν γενομένης πλάνης οἱ κατὰ πᾶσαν τὴν ὑφ' ἡλίῳ τὸν ἀληθινὸν ἐπιγνοῖεν Θεὸν, καὶ βασιλέα καὶ Κύριον ὁμολογήσωσι τὸν Χριστὸν τοῖς σωτηρίοις αὐτοῦ ἐπιτάγμασιν ὑποτασσόμενοι, τότε δὴ, τότε ὡς πάντων ὑποτεταγμένων, ὑπὲρ πάντων ὑποταχθήσεται, Θεὸς καὶ Κύριος καὶ ἀρχιερεὺς πάντων εὑρισκόμενος, καὶ δι' ἑαυτοῦ τοῖς πᾶσι διδοὺς τὸ μετέχειν δύνασθαι τοῦ ἐν αὐτῷ Πατρός. Οὕτω γὰρ ἐν πᾶσιν ἔσται τὰ πάντα Θεὸς, δι' Υἱοῦ μεσίτου τοῖς πᾶσιν ἐνοικιζόμενος, καὶ χωρῶν εἰς ἕκαστον τῶν κεκλημένων εἰς σωτηρίαν. ΑΛΛΟ. Σκοπείτω πᾶς εὐσεβὴς τῶν εἰρημένων τὴν δύναμιν, καὶ περιεργαζέσθω σαφῶς τὴν ἀκριβεστάτην του ῥητοῦ διάνοιαν· τρόπον γάρ τινα τὸ ἐξ ἀμαθίας διαβήσεται κακόν. Φησὶ τοιγαροῦν ὁ Παῦλος ὅτι, Ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσι. Πρῶτον μὲν ἄξιον ἐπιτηρεῖν εἰς ποίαν κατέληξε διάνοιαν ἡ τοῦ Παύλου φωνή. Οὐ γὰρ εἶπεν ὑποταγήσεσθαι τῷ Πατρὶ τὸν Υἱὸν, ἵνα ἐλάττων αὐτοῦ κατ' οὐσίαν γένηται, ἀλλ' ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν. Ὁρᾷς ὅτι τὴν μεσιτείαν εἰσφέρει τοῦ Λόγου τὴν πρὸς ἡμᾶς ὡς πρὸς τὸν Πατέρα; Συνέσται γὰρ πάλιν τοῖς ἁγίοις, ἀναλόγως τῇ ἑκάστου χάριτι χορηγῶν ἑαυτὸν, ἵνα δι' αὐτοῦ μέτοχοι γένοιντο τοῦ Πατρός. Καὶ οὗτός ἐστι τῆς ὑποταγῆς ὁ τρόπος· διακονεῖ γὰρ ὥσπερ τὴν παρὰ Πατρὸς εὐλογίαν, φυσικῶς δι' ἑαυτοῦ μεταδιδοὺς τοῖς εἰς αἰώνιον κεκλημένοις ζωήν. Οὐκ ἀναγκάσει δὲ τοῦτο τῆς φυσικῆς ἀξίας ἔξω γενέσθαι τὸν Υἱόν· ἀλλ' ὢν καὶ ὑπάρχων ὅπερ ἐστὶν, τῇ πρὸς ἡμᾶς συγκαταβάσει, διακονήσει καὶ τότε τῷ Πατρὶ, χορηγῶν ἡμῖν τὴν περὶ θεότητος γνῶσιν ὡς μανθάνειν δυνάμεθα. Εἶτα κἀκεῖνο πρὸς τούτοις ἀκόλουθον νοεῖν, ὥσπερ ἡμᾶς ὑποτάττων ὁ Πατὴρ τῷ Υἱῷ, οὐκ ἄλλο τι κατὰ τὴν οὐσίαν ἐργάζεται, οὐδὲ ἕτεροί τινες κατὰ τὴν φύσιν διὰ τὴν ὑποταγὴν εὑρισκόμεθα, παρ' ὅπερ γεγόναμεν ἐξ ἀρχῆς, γνώμης δὲ μεταβολῇ καὶ τρόπου καὶ γνώσεως τὴν ὑποταγὴν ἐργάζεται, οὕτω καὶ ὁ Υἱὸς, οὐ τῆς οἰκείας φύσεως τοὺς ὅρους ἐκβαίνων (οὐ γὰρ οἶδε μεταποιεῖσθαι Θεὸς), ὑποτάσσεται τῷ Πατρὶ, ἀλλά τις ἔσται τρόπος πράγματος καὶ κατ' ἐκεῖνο καιροῦ ὑποταττόμενον αὐτὸν δεικνύων, καὶ ἐν θελήματι μόνῳ, οὐ πάντως ἐν οὐσίας μεταβολῇ τὸ τῆς ὑποταγῆς εὑρεθήσεται πρᾶγμα. ΑΛΛΟ. Εἰ ἐλάττων ἔσται τοῦ Πατρὸς καὶ κατὰ φύσιν ἕτερος ὁ Υἱὸς ὑποταττόμενος αὐτῷ κατὰ τὸν ὁρισθέντα καιρὸν διὰ τῆς τοῦ Παύλου φωνῆς, οὔπω δὲ ὑποτέτακται, ἔχει νῦν ἄρα πρὸς αὐτὸν τὴν ἰσότητα. Καὶ πῶς τὸ νῦν κατὰ φύσιν ἴσον τῷ γεγεννηκότι, ἕλαττόν ἐστι κατ' ἐκεῖνο καιροῦ; Ἢ γὰρ φθορά τις ἔσται περὶ αὐτὸν καὶ ἐλάττωσις, καὶ λοιπὸν τοιούτοις ὑποπεσεῖται τὸ Θεῖον, ἢ ἐπείπερ τοῦτο ἀσεβὲς καὶ ἀλόγιστον εἰπεῖν, αὐτοὶ τῆς ἐλαττώσεως εἰσηγείσθωσαν τὸν τρόπον. Οὐδὲν γὰρ εἰς οὐσίαν ἀδικουμένου τοῦ Υἱοῦ, οὐδὲν ἀδικήσει τῆς ὑποταγῆς ὁ τρόπος. ΛΟΓΟΣ Λ. Εἰς τὸ, Πάτερ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. Ἀντίθεσις ὡς ἐκ τῶν χριστομάχων. Καὶ πῶς, φασὶν, οὐκ ἄτοπον ὅμοιον εἶναι λέγειν κατ' οὐσίαν τὸν Υἱὸν τῷ Πατρὶ, ὅς γε δόξαν αἰτῶν εὑρίσκεται παρ' αὐτοῦ; Λέγει γάρ· Πάτερ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. Εἰ μὲν γὰρ ἔχων αἰτεῖ, περιττῶς τοῦτο φανεῖται ποιῶν· εἰ δὲ μὴ ἔχων, δῆλος ἐντεῦθέν ἐστιν, οὐκ ὢν τοσοῦτος ὅσος ὁ χορηγὸς ὢν ἐξῄτει λαβεῖν. Πρὸς τοῦτο λύσις. Καὶ πῶς ἂν δέοιτο δόξης ὁ τῆς δόξης Κύριος; τί δὲ ἐλλεῖπον, εἰπέ μοι, τῷ τελείῳ φανεῖται; Οὐ γὰρ ἀνέξεταί τις λεγόντων ὑμῶν ἀτελῆ κατά τι γοῦν ὑπάρχειν τὸν Υἱὸν τοῦ Θεοῦ. Ἄλλως τε κἀκεῖνο λίαν ἀτοπώτατον ἐννοεῖν, ὅτι καθάπερ τις ἄνθρωπος ἐπὶ δόξαις ἡδόμενος καὶ ἐκ πάθους τοῦτο ποιῶν, οὕτως ἐστὶ καὶ ὁΥἱὸς δόξαν αἰτῶν παρὰ τοῦ Πατρός. Ἀλλ' ἔστι τις ἐν τούτῳ βαθὺς οἰκονομίας λογισμὸς καὶ τρόπος. ΑΛΛΟ. Συνθησόμεθα καὶ αὐτοὶ τῷ παροισθέντι ῥητῷ παρ' ὑμῶν, ὦ χριστομάχοι. Ἔφησε μὲν γὰρ ὁ Σωτὴρ ὁμολογουμένως· Πάτερ, δόξασόν σου τὸν Υἱόν. Ἀλλὰ πρὸς ταύτην αὐτοῦ τὴν φωνὴν ἀπεκρίνατο καὶ ὁ Πατὴρ, λέγων· Καὶ ἐδόξασα, καὶ πάλιν δοξάσω. Εἰ τοίνυν δόξαν ὡς οἴεσθε τοιαύτην ὡς δόξης λειπόμενος ᾔτησεν ὁ Υἱὸς, ὑπέσχετο δὲ δοξάσειν αὐτὸν ὁ Πατὴρ, ὅτου δὴ χάριν ὕβρεις ἀκολουθοῦσι μετὰ τὴν αἴτησιν, καὶ τὰ παρὰ τῶν Ἰουδαίων ῥαπίσματα, καὶ στέφανος ἐξ ἀκανθῶν, καὶ ἐμπτύσματα; Ἐνταῦθα γὰρ οὐ δοξάσας αὐτὸν ὁ Πατὴρ φαίνεται, ἀλλὰ πᾶν τοὐναντίον ἐκβεβηκὼς οἷς ἤθελε καὶ ἐβούλετο λαβεῖν, κατὰ τὸν ὑμέτερον λόγον. Οὐκοῦν οὐχ ἑαυτῷ δόξαν ᾔτει παρὰ τοῦ Πατρὸς ὁ Υἱὸς (ἀνενδεὴς γὰρ δόξης, καθὰ φύσει Θεὸς), ἀλλ' ἕλκει δι' ἑαυτοῦ τὴν παρὰ Πατρὸς δόξαν εἰς τὸ γένος τὸ ἀνθρώπινον. Πάντα γὰρ ἐν αὐτῷ καὶ δι' αὐτοῦ πεπλουτήκαμεν τὰ ἀγαθά. ΑΛΛΟ, ἑρμηνείαν ἔχον τοῦ ῥητοῦ. Οἱ τῶν ὀνομάτων ἀκριβεῖς ἐξετασταὶ, καὶ τὸ ἐξ ἑκάστου σημαινόμενον σαφῶς δοκιμάζοντες, τὸ τῆς δόξης ὄνομα νοοῦσι διχῶς. Πῆ μὲν γὰρ ἐπὶ τιμῆς αὐτὸ λαμβάνειν ὑπειλήφασι δεῖν, πῆ δὲ πάλιν ἐπὶ τῆς γνώσεως τάττουσιν· ὥσπερ ἂν εἴ τις λέγοι, τί ἄν τις δοξάσαι περὶ τοῦ ἡλίου τυχὸν, ἢ περί τινος ἑτέρου στοιχείου, πότερον γενητὰ ταῦτα ἢ ἀγένητα; ἐρεῖ γοῦν πάντως ὁ δοξάζων ὀρθῶς, ὡς εἴη γενητά. Οὐκοῦν καὶ ἡ περί τι τῶν ὄντων γνῶσις, δόξα καλεῖται παρὰ τοῖς ταῦτα σοφοῖς. Ὅταν οὖν εὑρίσκηται λέγων ὁ Υἱός· Πάτερ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοὶ, νοεῖν ἀκόλουθον τοιῶσδε τὸ λεγόμενον· ἐπειδήπερ, φησὶν, ὦ Πάτερ, ἄνθρωπος δι' οἰκονομίαν γεγονὼς, αὐτὸ δὴ τοῦτο νομίζομαι μόνον ὅπερ ὁρῶμαι, καὶ οὐ πολλοῖς προαιώνιος ὢν Υἱὸς γινώσκομαι, δόξασόν με, ἀντὶ τοῦ, Φανέρωσόν με, τοιαύτην ἐνθεὶς περὶ ἐμοῦ γνῶσιν τοῖς ἀνθρώποις, ὁποίαν ἂν δέχοιντο περὶ ἐμοῦ, καὶ πρὶν γενέσθαι τὸν κόσμον ὑπάρχειν ἀκούοντες, Θεὸν δηλαδὴ κατὰ φύσιν, φῶς ἐκ φωτὸς, ἀλήθειαν ἐξ ἀληθινοῦ προελθόντα Πατρός. Γνωσόμεθα δὲ τοῦτο μάλιστα διὰ τῆς ἐπαγωγῆς. Δόξασόν με γὰρ, φησὶν, ἀντὶ τοῦ, Φανερόν με κατάστησον, ἐπειδή σου κἀγὼ τὸ ὄνομα πεφανέρωκα τοῖς ἀνθρώποις. Εἰ τοίνυν ὅπερ πεποίηκε γενέσθαι βούλεται, ἐδόξασε δὲ τὸν Πατέρα φανερώσας αὐτὸν τοῖς ἀνθρώποις, δοξάζεσθαι βούλεται καὶ αὐτὸς, φανερὸς ὑπὸ τοῦ Πατρὸς τοῖς ἀνθρώποις γινόμενος. Καὶ περιττὸς τῶν χριστομάχων ὁ λόγος, τιμῆς ἤτοι δόξης ἐνδεᾶ τὸν Υἱὸν εἰσφέρων. ΑΛΛΟ. Εἰ δόξης εἶναι καὶ τιμῆς ἐνδεᾶ φατε τὸν Υἱὸν, διά τε τοῦτο παρὰ τοῦ Πατρὸς δοξάζεσθαι ζητεῖν, καὶ ἐντεῦθεν ὑμῖν τὸ τῆς ἀνομοιότητος ἔγκλημα πλέκεται, λέγετε δὴ πάλιν, πῶς ὁ Πατὴρ ἐν Υἱῷ θεωρεῖται; Εἰ γὰρ χρῄζει δόξης ὁ Υἱὸς, οὐκ ὄντος τοῦ Πατρὸς, πῶς τὸ δόξης μὴ δεόμενον, ἐν δεομένῳ καθ' ὑμᾶς ὀφθήσεται· ΑΛΛΟ. Εἰ ἀληθεύει λέγων ὁ Σωτήρ· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα, τελείαν ἔχει τὴν δόξαν, ὥσπερ καὶ ὁ Πατὴρ, ἵνα φαίνηται καὶ ἐν αὐτῷ. Οὐ γὰρ ἂν ἀπαραλλάκτως ἐν ἑαυτῷ δείξειε τὸν Πατέρα, μὴ τοῦτο ὢν καὶ κατὰ τὴν δόξαν, ὅπερ ἐκεῖνός ἐστιν. ΑΛΛΟ. Εἰ δόξης ἐστὶν ἐνδεὴς ὁ Υἱὸς, ἕτερόν τι παρὰ τὸν Πατέρα φανεῖται. Οὐ γὰρ ἂν εἴη τὸ ἐνδεές τινος τῷ παντελείῳ ταυτόν. Εἰ δὲ ἀληθεύει λέγων ὁ Σωτήρ· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, ἔσται τέλειος ὥσπερ καὶ ὁ Πατὴρ, πρὸς ὅν ἐστιν ἕν. Εἰ δὲ τοῦτο, τελείαν ἔχει τὴν δόξαν, ὥσπερ καὶ ὁ γεννήσας αὐτόν. ΛΟΓΟΣ ΛΑʹ. Πρὸς τοὺς λέγοντας, ὅτι ὁ Θεὸς περὶ τῆς ἑαυτοῦ οὐσίας οὐδὲν πλέον ἡμῶν ἐπίσταται· ἀλλ' ὅπερ ἂν αὐτὸς εἰδείη περὶ ἑαυτοῦ, τοῦτο καὶ ἡμεῖς ἀπαραλλάκτως. Ἀντίθεσις ὡς ἐκ τῶν δι' ἐναντίας. Ἀγένητός ἐστιν, φασὶν, ἡ τοῦ Θεοῦ σοφία, καὶ τοῦτό ἐστι τὸ εἶναι αὐτῇ. Οὐκοῦν ὁ γινώσκων ὅτιπερ τοῦτο εἴη Θεὸς, εἴσεται πάντως αὐτόν. Οἶδε δὲ καὶ αὐτὸς ἑαυτὸν ἀγένητον. Οὐδὲν οὖν τὸ παραλλάττον, αὐτοῦ μὲν περὶ ἑαυτοῦ τοῦτο δοξάζοντος, ἡμῶν δὲ αὖ πάλιν οὕτως ἔχειν αὐτὸν πιστευόντων. Πρὸς τοῦτο λύσις. Γέλως μὲν ὄντως τὰ τοιαῦτα καὶ μωρία πολλὴ, μᾶλλον δὲ μανίας ἁπάσης ἐπέκεινα χωρεῖ τοῖς οὕτω διακειμένοις ὁ νοῦς. Ἄνθρωποι γὰρ ὄντες, καὶ τοσοῦτον καταβεβηκότες τὴν θείαν οὐσίαν, ὅσον αὐτῶν ὑπερέχει, τὸν αὐτὸν ἔχειν ἐκείνῃ φαντάζονται νοῦν, εἴ γε δεῖ καὶ τοῦτο λέγειν ἐπὶ Θεοῦ· οὐ γὰρ ἤκουσαν, ὡς εἰκὸς, Ἡσαΐου λέγοντος· Τίς ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν σπιθαμῇ; Τίς ἔγνω νοῦν Κυρίου; Λεγόντων τοιγαροῦν ἡμῖν οἱ τὴν ἀμέτρητον καὶ ἀκατάληπτον τοῦ Θεοῦ φύσιν ἀνθρωπίνοις μετρεῖν ἐπιχειροῦντες λογισμοῖς, ὥσπερ οἱ τὸν οὐρανὸν σπιθαμῇ· τί ποτε ἄρα φήσουσιν ἀντερωτώμενοι παρ' ἡμῶν, πότερόν ποτε κατὰ τὴν ἑαυτῶν ἐπιχείρησιν, ἐν τῷ ἀγενήτῳ εἶναι τὸν Θεόν· καὶ αὐτὸ δὴ τοῦτο τὴν ἄῤῥητον οὐσίαν δηλοῦν, ἢ οὐχί; Εἰ μὲν γὰρ ἀρνήσονται, οἴχεται σύμπαν αὐτοῖς τὸ κατασκεύασμα, καὶ ἡ σοφὴ πρότασις ὡς ἕωλος εὑρεθήσεται, αὐτῶν ὅπερ ἔθεντο παραιτουμένων εἰπεῖν. Εἰ δὲ κρατύνειν οἴονται δεῖν τὸ κατασκεύασμα, καὶ οὕτω ληροῦντες ἐλεγχθήσονται. Οὐ γὰρ ἐπειδήπερ ἀγενήτως εἶναι δεῖ τὸν Θεὸν, διὰ τοῦτο πάντως καὶ ἐν τῷ ἀγενήτῳ τὸ εἶναι ἔχει. Ὅμοιον γὰρ, ὡς εἴ τις λέγοι· Ἐπειδὴ πᾶςἀριθμὸς ἢ ἄρτιός ἐστιν ἢ περιττὸς, ἐν τούτοις τὸ εἶναι ἔχει. Καὶ πάλιν· Ἐπειδὴ πᾶς ἀριθμὸς ἀναγκαίως ἐκ μονάδος σύγκειται, ἐν τῇ μονάδι τὸ εἶναι ἔχει. Καὶ πάλιν· Ἐπειδὴ πᾶς ἄνθρωπος ἐν τῷ εἶναι ζῶον λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικὸν, οὐκ αὐτὸς ὑπάρξει καθ' ἑαυτὸν ὁ ἄνθρωπος, ἀλλ' ἐν τούτοις τὸ εἶναι ἕξει. Καὶ πάλιν· Ἐπειδήπερ πᾶς ἄνθρωπος ἄπτερός ἐστιν, ἐν τῷ ἄπτερος εἶναι τὸ εἶναι ἔχει. Ἀλλ' ἔστι γελοῖον τὰ τοιαῦτα καὶ μόνον ἐννοεῖν. Ἐπειδὴ γὰρ ἄνθρωπος, διὰ τοῦτο καὶ ζῶον λογικὸν, θνητόν· καὶ ἐπειδὴ ἄνθρωπος, διὰ τοῦτο ἄπτερος· καὶ ἐπειδήπερ ἀριθμὸς, διὰ τοῦτο ἐν τῷ περιττῷ καὶ ἀρτίῳ γίνεται. Οὐκοῦν ὑποκειμένης τῆς οὐσίας, πάντα λέγεται τὰ ἐπ' αὐτῇ κατηγορούμενα, οὐκ ἀναιρεθείσης τῆς οὐσίας, ὡς ὅροι τὰ ἐπισυμβεβηκότα αὐταῖς λαμβάνονται. Εἰ τοίνυν καὶ ἡ ἀγένητος φωνὴ κατηγορεῖται τῆς τοῦ Θεοῦ οὐσίας, ὡς ἕν τι τῶν περὶ αὐτὸν, οὐκ αὐτὴ τυγχάνον τὸ γὰρ μὴ γενέσθαι δηλοῖ, οὐ μὲν τῷ ἀγενήτῳ τὸ ὑπάρχειν ἕξει Θεός· ἀλλ' ὢν καὶ ὑπάρχων, ἀγένητός ἐστιν. ΑΛΛΟ. Εἰ ὅπερ ἂν ὑπάρχοι μόνῳ τῷ Θεῷ, τοῦτο πάντως καὶ οὐσία ἔσται αὐτοῦ, ἐκ πολλῶν ἡμῖν οὐσιῶν συγκείσεται. Πολλὰ γάρ ἐστιν, ἃ μόνῳ μὲν αὐτῷ κατὰ φύσιν ὑπάρχει. Ἑτέρῳ δὲ τῶν ὄντων οὐδενὶ, καὶ βασιλεὺς, καὶ κύριος, καὶ ἄφθαρτος, καὶ ἀόρατος, καὶ πρὸς τούτοις ἕτερα μυρία περὶ αὐτοῦ λέγουσιν αἱ θεῖαι Γραφαί. Εἰ τοίνυν ἕκαστον τῶν αὐτῷ προσόντων, ἐν οὐσίας τάξει κείσεται, πῶς οὐκ ἔσται σύνθετος ὁ ἁπλοῦς; Ὅπερ ἐστὶν ἐννοεῖν ἀτοπώτατον. Οὐκοῦν ἡ ἀγένητος φωνὴ, ἕν τι τῶν αὐτῷ προσόντων γνωρίζουσα, οὐκ ἔσται οὐσία, καὶ περιττὸν τὸ λέγειν ἐν τῷ ἀγενήτῳ τὸ εἶναι ἔχειν τὸν Θεόν. ΑΛΛΟ. Εἰ πᾶσα οὐσία τὸ τί ἐστι σημαίνει τὸ ὁριζόμενον οὐχὶ τί οὐκ ἔστιν (οὐ γὰρ ἄν τις εὐφρονῶν τὴν ἀνθρώπου φύσιν ὁριζόμενος λέγοι, ἄπτερος, οὐχὶ τετράπους, ἀλλὰ μᾶλλον ἐξ ὧν σημαίνεται κυριώτερον, καὶ ἐξ ὧν ἐστι, τουτέστι, ζῶον λογικὸν θνητὸν), ἡ δὲ ἀγένητος φωνὴ, οὐ τί ἐστι κατὰ φύσιν Θεὸς, ἀλλὰ τί οὐκ ἔστι δηλοῖ (ὅτι γὰρ μὴ γενητός ἐστι, σημαίνει), οὐκ ἃν εἴη οὐσία, οὐδὲ ἐν αὐτῷ τὸ εἶναι ἕξει Θεός. ΑΛΛΟ. Πᾶν ὅπερ ἂν κατηγοροῖτο κατά τινος, ὡς τὸ τί ἐστιν εὖ μάλα σημαῖνον· ἢ ὡς γένος, ἢ ὡς εἶδος, ἢ ὡς διαφορὰ, ἢ ὡς ὅρος ἔσται. Δεῖ γὰρ πάντως ἓν εἶναι τῶν εἰρημένων. Ἡ τοίνυν ἀγένητος φωνὴ πῶς ἡμῖν τὴν θείαν οὐσίαν σημανεῖ; Λεγέτωσαν οἱ τὰς ἀμαθεῖς προτάσεις εἰσφέροντες· γένος μὲν γὰρ ἢ εἶδος οὐκ ἂν εἴη, κατὰ τὴν Ἀριστοτέλους τέχνην. Κατὰ πλειόνων γὰρ κατηγορεῖται τὰ γένη καὶ τὰ εἴδη· διαφερόντων δὲ, ἢ τῷ εἴδει ἢ τῷ ἀριθμῷ. Τὸ δὲ ἀγένητος ὄνομα, οὐκ ἂν φέροιτο κατά τινος ἑτέρου, μόνῳ δὲ ὑπάρχει Θεῷ· διὸ δὴ κατ' αὐτοῦ κατηγορεῖται μόνον. Οὐκοῦν οὐκ ἂν εἴη γένος τὸ εἰς εἴδη, καὶ διαφορὰς, καὶ ἀριθμὸν τέμνεσθαι μὴ δυνάμενον. Ἀλλ' ἐρεῖ τις τυχὸν, ὅρον εἶναι τὸ ἀγένητον· ἐντεῦθεν ἡμῖν καὶ τοῦτο ψεῦδος ὂν ἐλεγχθήσεται. Πᾶς μὲν γὰρ ὅρος λόγος ἐστὶ, τὸ τί ἐστι κατ' οὐσίαν τὸ σημαινόμενον ἀποδιδούς· τὸ δὲ ἀγένητος, οὐ λόγος ὂν, ἀλλ' ὄνομα φαίνεται. Διαφορὰ τοιγαροῦν ἔσται τὸ ἀγένητον, καὶ διαφορὰ οὐσιώδης· τοῦτο γὰρ τὸ λειπόμενον. Ἀλλ' ἴδωμεν εἴ τις ἡμῖν ἐπιτρέπει λόγος, οὕτω νοοῦντας μὴ σφάλλεσθαι. Ὁρῶμεν τοίνυν ὅτι πᾶν ὅπερ ἂν δέχοιτο τὴν διαφορὰν, σύνθετον ἔσται, καὶ οὐχ ἁπλοῦν. Ἐπειδὴ δὲ ἁπλοῦς τε ὢν καὶ ἀσύνθετος παρὰ παντὸς ἂν δήπουθεν ἀνθρώπου Θεὸς ὁμολογηθήσεται, οὐκ ἂν εἴη διαφορὰ τὸ ἀγένητον. Εἰ δὲ τῶν εἰρημένων οὐδέν ἐστιν, οὐκ ἐν τῷ ἀγενήτῳ τὸ εἶναί ἐστι τοῦ Θεοῦ. Οὐ γὰρ οὐσίαν σημαίνει τοῦτο, ἀλλὰ τοῦ εἶναι τοιῶσδε αὐτὴν παραστατικὸν φαίνεται. ΑΛΛΟ. Εἰ τὸ ἀγένητος ὄνομα, τὸ μὴ γεγενῆσθαι σημαῖνον, τῆς οὐσίας ἐστὶ δηλωτικὸν τῆς τοῦ Θεοῦ, τί κωλύσει καὶ τὸ γελαστικὸν τῇ τοῦ ἀνθρώπου φύσει προσὸν, οὐσίαν αὐτοῦ εἶναι· καὶ πάνθ' ὅσαπερ ἂν τοῖς οὖσιν ἰδίως προσῇ, ταῦτα λέγειν αὐτοῖς εἶναι οὐσίας; Εἰ δὲ τὸ ἑκάστου ἴδιον, οὐκ αὐτό ἐστιν οὐσία, ἀλλὰ τῇ οὐσίᾳ προσὸν, οἷον ἀνθρώπῳ τὸ γελαστικὸν, καὶ ἵππῳ τὸ χρεμετιστικὸν, οὐκ ἂν εἴη τὸ ἀγένητον οὐσία, οὐ τί ἐστι σημαῖνον κατὰ φύσιν Θεὸς, ἀλλ' ὅτι τοιῶσδέ ἐστι, καὶ ὥσπερ ἐπὶ τῶν ἄλλων ἴδιον αὐτοῦ τυγχάνει. ΑΛΛΟ. Τῆς οὐσίας τοῦ Θεοῦ τὸ ἀγένητον ὡς ἀχώριστον κατηγορηθήσεται, ὥσπερ ἂν εἰ καὶ κατὰ παντὸς σώματος χρῶμα. Ἀλλ' οὐκ ἐκ τῶν ἀχωρίστως προσόντων αἱ οὐσίαι νοηθήσονται, ἀλλ' ἐξ ὧν εἰσιν αὗται. Ὥσπερ οὐκ ἄν τις εἰδείη τὸν κύκνον, ἤτοι τὴν χιόνα τί κατὰ φύσιν εἰσὶν, εἰ μάθοι μόνον ὅτι λευκὰ ταῦτά ἐστιν. Οὐ γὰρ ἡ λευκότης εἰς οὐσίαν νοηθήσεται, ἀλλά τι τῶν τῇ οὐσίᾳ προσόντων. Ἡ τοίνυν ἀγένητος φωνὴ, ἕν τι τῶν προσόντων ἀχωρίστως τῇ οὐσίᾳ τοῦ Θεοῦ σημαίνουσα, οὐκ ἂν εἴη καθ' ὑμᾶς οὐσία. Εἰ δὲ τοῦτο, ὁ εἰδὼς ὅτιπερ ἀγένητός ἐστιν ὁ Θεὸς, οὔπω τί ἐστὶ κατὰ φύσιν ἐπίσταται, ἀλλ' ὅτι τὸ μὴ γενέσθαι πρόσεστι τῇ οὐσίᾳ αὐτού. Ἀντίθεσις ἐκ τῶν λεγόντων εἰδέναι τὸν Θεὸν, ὡς αὐτὸς ἑαυτόν. Τὸ ἀγένητος ὄνομα, φασὶν, ἤ τι παραστατικὸν τῆς οὐσίας τοῦ Θεοῦ νοηθήσεται, ἢ σημαίνει τι τῶν συμβεβηκότων αὐτῇ. Ἀλλὰ μὴν οὐδὲν τῇ θείᾳ συμβέβηκεν οὐσίᾳ· τελεία γὰρ ἐξ ἑαυτῆς. Τὸ ἀγένητον ἄρα τῆς οὐσίας ἔσται δηλωτικόν. Εἰ δὲ τοῦτο, οἶδε Θεὸς ἑαυτὸν ἀγένητον. Καὶ εἴ τις ἕτερος τοῦτο εἰδείη, εἴσεται πάντως Θεὸν, ὡς αὐτὸς ἑαυτόν. Πρὸς τοῦτο λύσις. Σοφὸν μὲν τὸ λέγειν μηδὲν ἐπισυμβαίνειν τῇ οὐσίᾳ τοῦ Θεοῦ. διὰ τὸ ἔχειν αὐτὴν ἐξ ἑαυτῆς τὸ εἶναι τελείαν. Ὁρῶμεν δὲ ὅτι πολὺς ἡμᾶς ἀναγκάζει λόγος, ὡς συμβεβηκότα τὰ τοιαῦτα νοεῖν ἐπὶ Θεοῦ, καὶ εἰ μὴ πάντως συνέβη. Τί γὰρ ἐροῦμεν ἐννοοῦντες ὅτι πρὸ μὲν τῆς διακοσμήσεως τοῦδε τοῦ παντὸς, ἦν μὲν κατ' οὐσίαν δημιουργὸς, οὔπω δὲ τοῦτο τῇ ἐνεργείᾳ, διὰ τὸ μήπω τῶν ὄντων τι παρῆχθαι πρὸς γένεσιν; Ἐπειδὴ δὲ ἐποίησε τὸ πᾶν, γέγονεν ὥσπερ καὶ δημιουργὸς, καὶ τρόπον τινὰ συμβέβηκε τοῦτο αὐτῷ, διὰ τοῦ καὶ ἐξ ἐνεργείας ὀφθῆναι τοιοῦτον. Εἰ τοίνυν νοεῖταί τινα τῶν πραγμάτων ὡς ἐπισυμβεβηκότα Θεῷ, τί μάτην περὶ τοῦ μὴ δεῖν ἐπισυμβεβηκέναι λέγειν τῷ Θεῷ τὸ ἀγένητον διατείνεσθε, ἐν τῷ τοιῷδε σχήματι φαινομένων τινῶν τῶν ὅσαπέρ ἐστι κατ' οὐσίαν αὐτῷ; ΑΛΛΟ. Ἀποκρινάσθωσαν ἡμῖν οἱ σπιθαμῇ μετρεῖν ἐπιχειροῦντες τὸν οὐρανὸν, καὶ τὴν θείαν οὐσίαν ὅπως ἔχει φύσεως νοεῖν ὑπισχνούμενοι, τί ποτε ἄρα ἐροῦσι τὸ πατὴρ ὄνομα ταττόμενον ἐπὶ Θεοῦ; Τῆς οὐσίας αὐτοῦ παραστατικὸν ἢ συμβεβηκότος αὐτῇ τινος; Ἀλλ' οὐδὲν ἐπισυμβαίνειν τῇ οὐσίᾳ τοῦ Θεοῦ φάσκοντες, οὐκ εἶναι δώσουσι συμβεβηκός. Λείπεται τοίνυν εἰπεῖν ὅτι τῆς οὐσίας δηλωτικόν ἐστι. Ταυτὸν οὖν τὸ πατὴρ τῷ ἀγενήτῳ, ἵνα μὴ σύνθετος καὶ ἐκ δύο συγκείμενος οὐσιῶν νοῆται Θεός. Εἰ δὲ τοῦτο, ἐπειδὴ ταυτὸν ἀγένητος καὶ πατὴρ καθ' ὑμᾶς, ὥσπερ τοῦ εἶναι οὐκ ἤρξατο, οὕτως οὐδὲ τοῦ εἶναι πατήρ· ἀλλ' ἦν ἀεὶ τοῦτο, συνεισφερομένου δηλαδὴ καὶ τοῦ γεννήματος· οὕτω γὰρ ἂν εἴη Πατήρ. Ἔτι τε πρὸς τούτῳ, εἰ τὸ ἀγένητον καὶ πατὴρ ἐπὶ Θεοῦ τὴν οὐσίαν σημαίνει, τί κωλύσει λέγειν ὅτι πάντως ἀντιστρέψει πρὸς ἑαυτὰ τὰ ὀνόματα, ὡς εἴ τίς ἐστι πατὴρ, τοῦτ' εἶναι καὶ ἀγένητον· καὶ εἴ τι ἀγένητον, τοῦτο καὶ πατήρ; Οἰχήσεται δὴ οὖν καὶ χωρήσει λοιπὸν ἐπὶ πάντας τὸ μόνῳ προσὸν τῷ Θεῷ ὡς ἴδιον αὐτοῦ καὶ ἐξαίρετον τὸ ἀγένητον εἶναί φημι. Ὁρᾶτε τοίνυν εἰς ὅσην ἀτοπίαν ὑμῖν καταστρέφουσιν οἱ λόγοι. ΑΛΛΟ. Μηδὲν κατ' ἐπίνοιαν συμβεβηκὸς νοοῦντες ἐπὶ Θεοῦ, μήτε μὴν οὕτω τισὶν νοεῖν ἐπιτρέποντες, πολλῇ δυσχερείᾳ περιπεσεῖσθε πάντως, καὶ μυρίος ἡμᾶς νοημάτων ἀθέσμων περιεστήξει θόρυβος. Ἆρα γὰρ εἴ τις ὑμᾶς ἐρωτῴη, τὸ πατὴρ καὶ τὸ ἀγένητος, ἄφθαρτός τε καὶ ἀθάνατος, καὶ ἀόρατος, καὶ ὅσα ἕτερά ἐστι τοιαῦτα, κατὰ φύσιν ἐνυπάρχοντα τῷ Θεῷ, καὶ κατὰ μόνης τῆς οὐσίας αὐτοῦ κατηγορούμενα, πότερον οὐσίας εἶναι δώσετε, μᾶλλον δὲ ἕκαστον αὐτῶν οὐσίαν σημαίνει, ἢ οὐχί; Ποῖον ἀποδώσετε λόγον; Εἰ μὲν οὖν ἕκαστον οὐσίαν σημαίνει, ἐκ τοσούτων ὑμῖν οὐσιῶν, ὁ ἁπλοῦς συγκείσεται Θεὸς, ὅσαπερ ἂν αὐτῷ φυσικῶς προσόντα φαίνηται. Πρὸς δέ γε τούτῳ κἀκεῖνο πάντως ἀναγκαῖον ὑπάρχειν ἀληθὲς, ὅτι καὶ τὰ ἀντικείμενα τοῖς εἰρημένοις τὸ γενητὸν δηλαδὴ, τὸ φθαρτὸν, τὸ ὁρατὸν ἔσται πάντα τῆς αὐτῆς οὐσίας· μᾶλλον δὲ μίαν οὐσίαν σημαίνει. Εἰ δὲ τοῦτο, οὐδὲν κωλύσει λέγειν ταυτὸν εἶναι ξύλον καὶ υἱὸν, λίθον καὶ γέννημα. Γενητὰ γὰρ καὶ φθαρτὰ καὶ ὁρατὰ ταῦτά ἐστι καὶ συγκέχυται λοιπὸν τῶν πραγμάτων ἡ τάξις. Εἰ τοίνυν οὐχ ὅσα προσεῖναι λέγεται κατὰ φύσιν τῷ Θεῷ, ταῦτα πάντως ἔσται αὐτοῦ καὶ οὐσία, λείπεται λέγειν αὐτὰ τῇ οὐσίᾳ συμβεβηκότα, μέχρι μόνης φωνῆς οὕτω νοούμενα. Οὐκ ἔχει γὰρ ἡ ἀνθρώπου φύσις μεῖζόν τι τῶν καθ' ἑαυτὴν λέγειν ἐπὶ Θεοῦ. Διὸ δὴ τοῖς ἰδίοις ἔθεσιν ἐπ' αὐτοῦ κεχρήμεθα, τὰ καθ' ἑαυτοὺς μειζόνων ὑπόδειγμα ποιούμενοι, ὥσπερ οἱ ἐν μικρῷ πίνακι τὸν οὐράνιον καταγράφοντες κύκλον. Ἀντίθεσις ἐκ τῶν αὐτῶν διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς. Ὁ Θεὸς, φασὶ, τὴν ἑαυτοῦ φύσιν οἶδεν ἀκριβῶς καὶ ἀληθῶς, καὶ ὅπερ ἐστὶ κατ' οὐσίαν ἐπίσταται σαφῶς. Εἰ δὲ οὐκ ἴσμεν ἡμεῖς οὕτως ὡς αὐτὸς οἶδεν, ἐσφαλμένως ἄρα καὶ διεστραμμένως τὰ περὶ αὐτὸν δοξάζοντες ἁλισκόμεθα. Ὁ γὰρ μὴ ὁμοίως τῷ ἀληθῶς εἰδότι γινώσκων, οὐκ ἀληθῶς εἴσεται, πλανᾶται δὲ πάντως ὁ τοιοῦτος. Πρὸς τοῦτο λύσις. Οὐχ ὁρῶσι πάλιν οἱ δεινοὶ πρὸς τόλμας, εἰς ὅσον ἀσεβείας καταφέρονται βάραθρον. Δεδοίκασι γὰρ, ὡς εἰκὸς, ἐλάττους φαίνεσθαι κατὰ τὸ νοεῖν τοῦ Θεοῦ· φρίττουσι δὲ ὡς εὐτελὲς τὸ μὴ οὕτως εἶναι νομίζεσθαι λεπτοὺς εἰς γνῶσιν, ὡς ἂν εἶναί τις δῴη καὶ τὴν θείαν οὐσίαν, οὐκ εἰδότες ὅτι τοσοῦτον ὑπερέξει καὶ κατὰ τοῦτο τῶν γενητῶν, ὅσον αὐτῶν καὶ κατὰ φύσιν διέστηκεν. Εἶτα πρὸς τούτῳ πῶς οὐ λίαν ἐστὶν ἀτοπώτατον, οὐκ ἀληθῶς εἰδέναι λέγειν τὸν μὴ παραπλησίως εἰδότα τι τῷ τελείαν ἔχοντι τὴν γνῶσιν πράγματός τινος τυχὸν, ἐφ' οὗπερ ἂν τυχὸν καὶ οἱ λόγοι γίνονται; Ἔστι μὲν γὰρ ἧττον εἰδέναι καὶ κατὰ τοῦτο τοῦ τελείως εἰδότος ἀπολιμπάνεσθαι, οὐ μὴν παντελῶς καὶ διεστραμμένως. Οἷον φέρε εἰπεῖν, ἐπίσταταί τις ὅτι περὶ τὴν σελήνην ἔκλειψις γίνεσθαι συμβαίνει, ἀγνοεῖ δὲ ὅπως καὶ τίνα τρόπον· ἀλλ' ἔστω τις ἕτερος τυχὸν ὁ καὶ τοῦτο εἰδώς. Ἆρ' οὖν ἐπειδήπερ ὁ μέν τις σοφώτερος ὢν οἶδε τὸ συναμφότερον, ὁ δὲ κατὰ τὸ δύνασθαι νοεῖν ἐλάττων ἐκείνου τυγχάνων, οἶδε τὸ ἕτερον, ψευδῶς δοξάσει περὶ τὴν σελήνην τὰς ἐκλείψεις γίνεσθαι λέγων; Ἀλλ' οὐκ ἔστι τοῦτο. Εἰ τοίνυν ἐνδέχεται περὶ ἑνὸς καὶ τοῦ αὐτοῦ πράγματος, μείζονα μὲν ἔν τισι κεῖσθαι τὴν γνῶσιν, ἐλάττοντα δὲ ἐν ἑτέροις, καὶ ἀληθεῖς εἶναι τὰς δόξας ἐν ἀμφοτέροις, τί κωλύσει καὶ ἡμᾶς ἀνθρώπους ὄντας, ἔλαττον μὲν εἰδέναι Θεοῦ, ἢ ὡς αὐτὸς ἑαυτὸν οἶδε, τί ποτέ ἐστι κατ' οὐσίαν, μὴ μὴν ψευδῶς τε καὶ διεστραμμένως; ΑΛΛΟ. Ἐπὶ τὴν τῶν ὄντων σημασίαν ἤτοι κατάληψιν, πολλαῖς καὶ διαφόροις ἐννοίαις ἐρχόμεθα. Καὶ οὐ πάντως ψευδῶς τε καὶ διεστραμμένως δοξάσει τις πρὸς ἕτερον, ὅτι μὴ ταῖς αὐταῖς ἐννοίαις, ἀλλ' ἑτέραις τισὶν ἐπί τι τῶν ζητουμένων βαδίζει. Οἷον φέρε εἰπεῖν, ἔστωσαν δύο τινὲς ἐρωτώμενοι, εἰ ταυτόν ἐστι τῷ ἀνθρώπῳ ὁ ἵππος, καὶ ὁ μὲν ἀποκρινέσθω μὴ εἶναι ταυτὸν, ἐπεὶ πᾶς ἄνθρωπος γελαστικὸν, ὁ δὲ ἵππος οὐ τοῦτο· ὁ δὲ ἕτερος λεγέτω, Οὐ ταυτὸν ἵππῳ ὁ ἄνθρωπος, ἐπειδήπερ τὸ χρεμετιστικὸν τῆς οὐσίας αὐτοῦ οὐ κατηγορεῖται. Ἆρ' οὖν οὐκ ἀληθεύσουσινἀμφότεροι, καὶ λόγον ἀποδώσουσιν ὀρθὸν, εἰ καὶ μὴ ταῖς αὐταῖς ἐννοίαις ἐχρήσαντο; Δυνατοῦ τοιγαροῦν ὄντος διαφόρως μὲν δοξάζειν περί τι τῶν ὄντων, μὴ ψευδῶς δὲ μηδὲ διεστραμμένως, τί κωλύσει Θεὸν μὲν ἑαυτὸν εἰδέναι τελείως ὅπερ ἐστὶν κατ' οὐσίαν· ἡμᾶς δὲ ἀνθρώπους ὄντας ἔλαττόν τε νοοῦντας αὐτοῦ, μὴ πάντως καὶ διεψευσμένας ἔχειν τὰς δόξας; ΑΛΛΟ. Εἰ παντὶ λογικῷ τὴν ἐνυπάρχουσαν αὐτῷ γνῶσιν ὁρῶμεν τῇ τοῦ γένους διαφορᾷ συμμεμετρημένην, ὡς ἑτέραν μὲν εἶναι πιστεύειν ἐν ἀγγέλοις, μείζονα δὲ ἐν ἀρχαγγέλοις, καὶ ἔτι ταύτης ὑπερέχουσαν ἐν ταῖς ἀνωτέρω δυνάμεσι· συμμεμέτρηται τοίνυν καὶ ἀνθρώπου γνῶσις ἐλάττων οὖσα τῆς τῶν εἰρημένων. Πῶς οὖν ὁμοίως δοξάσει Θεῷ ὁ μὴ τοσοῦτος εἰς νοῦν, ὅσον ἂν εἶναί τις δοίη τὸν ἄγγελον, ὁμολογουμένου δήπουθεν ὅτιπερ ἡ Θεοῦ γνῶσις ὑπερέχει πάντα νοῦν, καὶ πᾶσαν κατάληψιν ἀναβήσεται; ΑΛΛΟ Πολλὰ τῶν ὀνομάτων ὁρῶμεν ἐπὶ Θεοῦ ταττόμενα, ἀλλ' ἕκαστον αὐτῶν οὐ τί κατ' οὐσίαν ἐστὶν ὁ Θεὸς, σημαῖνον φαίνεται, ἀλλ' ἢ τί οὐκ ἔστι δηλοῖ, ἢ σχέσιν τινὰ σημαίνει πρός τι τῶν διαστελλομένων. Οἷον φέρε εἰπεῖν, τὸ ἄφθαρτον καὶ τὸ ἀθάνατον τί οὐκ ἔστι δηλοῖ· τὸ δὲ πατὴρ ἢ ἀγένητος, ὅτι γεννήτωρ ἐστὶ πρὸς υἱὸν ἀντιδιαστελλόμενον, καὶ ὅτι οὐ γέγονεν· ἀλλὰ τούτων ἕκαστον οὐ τῆς οὐσίας ἐστὶ σημαντικὸν, καθάπερ ἤδη προείπομεν, ἀλλά τι τῶν περὶ τὴν οὐσίαν σημαίνει. Εἰ τοίνυν ἐκ τῶν τοιούτων ὀνομάτων ἤτοι σημασιῶν ἡμεῖς ἐπὶ τὴν τοῦ Θεοῦ γνῶσιν χειραγωγούμεθα, πῶς εἰσόμεθα τὴν οὐσίαν αὐτοῦ μόνα τὰ περὶ αὐτὴν μανθάνοντες, οὐ τί ἔστι κατὰ φύσιν παιδευόμενοι; Ὅμοιον γὰρ ὡς εἴ τις λέγοι τὴν ἀνθρώπου ψυχὴν τί κατ' οὐσίαν ἐστὶν ἐπίστασθαι σαφῶς, εἴπερ εἰδείη ὅτιπερ ἄποιος, ἄποσός τέ ἐστι καὶ ἀσχημάτιστος· ἢ εἴπερ λέγοι τὸ σῶμα τυχὸν τὸ ἀνθρώπινον τί κατὰ φύσιν ἐστὶν εἰδέναι, ἢ λευκὸν ἢ μέλαν εἶναι λέγοι. Οὐκοῦν οὐκ ἐκ τῶν περὶ τὰς οὐσίας αἱ οὐσίαι γνωσθήσονται, ἀλλ' ἐξ ὧν εἰσιν αὐταὶ καθ' ἑαυτάς. ΑΛΛΟ. Ἁπλοῦς καὶ ἀσύνθετος ὢν ὁ Θεὸς πρὸς ἁπάντων ὁμολογηθήσεται. Οὐκοῦν ἄτοπον τὸ λέγειν τοιαύτην ἔχειν αὐτὸν περὶ ἑαυτοῦ τὴν γνῶσιν, ὁποίαν ἂν καὶ ἡμεῖς. Εἰ γὰρ αὐτὸς ἕτερόν τί ἐστιν, ἑτέρα δέ τις παρ' αὐτὸν ἡ ἐν αὐτῷ γνῶσις, σύνθετος ἔσται, καὶ οὐχ ἁπλοῦς. Ἐπειδὴ δὲ ἁπλοῦς ὁμολογουμένως, οὐχ ἕτερόν τι παρ' αὐτὸν ἡ ἐν αὐτῷ γνῶσις· ἡμεῖς δὲ οὐχ οὕτως. Ἐσμὲν γὰρ κατ' οὐσίαν ἰδίως· ἐν δὲ τῇ οὐσίᾳ κειμένην ἔχομεν τὴν γνῶσιν, ὥσπερ χρῶμα ἐν σώματι. Οὐκ ἄρα παραπλήσιον εἰσόμεθά τι τῷ Θεῷ οἱ μὴ οὕτως ὄντες ὡς αὐτός. Ἀλλ' αὐτὸς μὲν ὡς αὐτὸ δὴ τοῦτο νοῦς ὁ πάντων ἀνωτάτω, θεωρήσει θεοπρεπῶς τά τε ὄντα καὶ ἑαυτόν. Ἡμεῖς δὲ τὸ δοθὲν ἡμῖν μέτρον ὑπερβαίνειν οὐ δυνάμενοι ὡς ἐνἐσόπτρῳ καὶ αἰνίγματι τὸν ἀκατάληπτον ὁρῶμεν Θεόν.