Thesaurus de sancta consubstantiali trinitate
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
33.1
Ὅτι Θεὸς κατὰ φύσιν τὸ Πνεῦμα, καὶ ἐκ τῆς οὐσίας τοῦ Πατρός· δι' Υἱοῦ δὲ τῇ κτίσει χο ρηγούμενον. Πρότασις ὡς ἐκ τῶν δι' ἐναντίας. Εἰ διὰ τὸ λέγεσθαι, φασὶ, παρὰ ταῖς θείαις Γραφαῖς ἐκ Θεοῦ τὸ Πνεῦμα, τῆς οὐσίας αὐτὸ δώσομεν τοῦ Πατρὸς, καὶ ὁμοούσιον ὁμολογήσομεν τῇ τὰ πάντα ὑπερκειμένῃ φύσει, ἔστω καὶ πάντα τὰ ἄλλα κατὰ τόνδε τὸν τρόπον· ἐπειδήπερ τὰ πάντα ἐκ Θεοῦ τῆς ἀληθείας ὁ κήρυξ ὁμολογεῖ. Τί δὴ λοιπὸν τὸ ἐντεῦθεν; Πλῆθος ἄπειρον ἡμῖν εἰσῆκται θεῶν, εἴπερ τὸ ἐξ οὗ τοῖς πᾶσι προσκείμενον, πάντα δείκνυσιν ὁμοούσια τῷ Πατρί. Πρὸς τοῦτο λύσις. Τοῖς μὲν συνιέναι τὰς θείας ἐπιθυμοῦσι Γραφὰς, χρεία τις εἰς τὸ πιστεύειν ἑτοιμότητος. Ἐὰν γὰρ μὴ πιστεύσητε, οὐδ' οὐ μὴ συνῆτε, φησί που λόγος προφητικός. Ἐπειδὴ δὲ ἀμαθῶς καὶ ταῦτα προτείνουσιν οἱ δι' ἐναντίας, ἀνάγκη δὴ λοιπὸν ἐπ' ἐκεῖνα χωρεῖν, δι' ὧν τὸ ἐξ ὧν δυσφημοῦσιν ἀμαθῶς ἀποκρουσθήσεται βλάβος. Οὐχ οὕτως, ὦ βέλτιστοι, τὰ πάντα φαμὲν ἐκ Θεοῦ, καθάπερ καὶ τὸ Πνεῦμα. Τὸ μὲν γάρ ἐστι φυσικῶς ἐνυπάρχον αὐτῷ, καὶ οὐσιωδῶς ἐμπεπηγὸς, ἵν' οὕτως εἴπωμεν, καὶ ἀμερίστως ἐξ αὐτοῦ προϊόν. Τὰ δὲ τῆς ἐνεργείας ἔργα καὶ ποιήματα, δι' Υἱοῦ ἐν Πνεύματι γεγονότα καὶ οὕτως ἐκ Θεοῦ νοούμενα. Εἰ δὲ τούτοις ἡμῶν οὐ πείθεσθε τοῖς λόγοις, ἐν ἴσῃ δὲ τάξει τοῖς πεποιημένοις καὶ τὸ Πνεῦμα θήσετε, διὰ τὸ ἐκ Θεοῦ καὶ αὐτὸ λέγεσθαι, καθάπερ ἐκεῖνοι, τί τὸ κωλύον καὶ ἡμᾶς ἀνθυπενεγκόντας εἰπεῖν· Εἰ ἐκ Θεοῦ τὰ πάντα ἐστὶν, ὥσπερ καὶ τὸ Πνεῦμα, καὶ τὸ ἐξαίρετον οὐδὲν ἐν αὐτῷ παρὰ τὰ ποιήματα, διατί μὴ καὶ ἕκαστον τῶν γεγονότων, ἐπειδήπερ ἐκ Θεοῦ εἶναι λέγεται, οἶδε τὰ τοῦ Θεοῦ, καὶ ἐρευνᾷ τὰ βάθη τοῦ Θεοῦ; Διατί μὴ διὰ πάντων ἀποκαλύπτει Θεὸς, ἀλλὰ διὰ μόνου τοῦ Πνεύματος; Ὅτε τοίνυν τὰ μὲν ἄλλα ποιήματα, διὰ τοῦ Πνεύματος τὴν ἀποκάλυψιν ἔχει· αὐτὸ δὲ τὸ Πνεῦμα ἐρευνᾷ καὶ τὰ βάθη τοῦ Θεοῦ, ὡς ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ φυσικῶς ὑπάρχον, ὥσπερ καὶ ἐν τῷ ἀνθρώπῳ τὸ ἀνθρώπινον, πρόδηλον δήποθεν ὡς Θεὸς μὲν, τὸ Πνεῦμα τὸ ἐξ οὗ κυρίως ἔχον καὶ φυσικῶς ἐν Θεῷ. Τὰ δ' ἄλλα ποιήματα καταχρηστικώτερον, ὡς ἐκ ποιητοῦ καὶ δημιουργοῦ πεφηνότα, τὸ ἐξ οὗ λεγόμενα. Μαρτυρίαι τοῦ ῥητοῦ. Ὁ Παῦλος· Ἡμεῖς δὲ τὸ Πνεῦμα τοῦ Θεοῦ ἐλάβομεν, ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν. Καὶ πάλιν· Τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ· Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ ἐν αὐτῷ. ΑΛΛΟ. Ἡμῖν γὰρ ἀπεκάλυψεν ὁ Θεὸς διὰ τοῦ Πνεύματος αὐτοῦ. Τὸ γὰρ Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ. ΑΛΛΟ. Εἰ τὸ πνεῦμα τὸ ἀνθρώπινον οὐκ ἐξ ἀποκαλύψεως ἑτέρου τινὸς οἷδε τὰ ἐν αὐτῷ, ἀλλ' ὡς φυσικῶς καὶ κυρίως ὑπάρχον αὐτοῦ, τὰ τῆς καρδίας βάθη γινώσκει καὶ ἐρευνᾷ, οὕτω δὲ [φ. δὴ] ἐν Θεῷ καὶ Πατρὶ τὸ Πνεῦμα τὸ ἅγιον. Τῆς φύσεως ἄρα τῆς θείας ἔσται, καθάπερ καὶ τοῦ ἀνθρώπου τὸ ἀνθρώπινον. ΑΛΛΟ. Ἐπιστέλλει δὲ τισὶν ὁ Παῦλος· Ὑμεῖς οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλ' ἐν Πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν. Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. Εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν δι' ἁμαρτίαν, τὸ δὲ Πνεῦμα ζωὴ διὰ δικαιοσύνην. Δέχου μοι πάλιν ἐντεῦθεν ὀρθὰς περὶ τοῦ ἁγίου Πνεύματος τὰς ἐννοίας, ἵνα δὴ καὶ ἐκμάθῃς ἀπὸ τῆς τοῦ Σωτῆρος ὑπάρχον οὐσίας, καὶ τῆς μιᾶς θεότητος οὐκ ἀλλότριον. Πνεῦμα γὰρ ἀποκαλέσας αὐτοῦ Θεοῦ, εὐθὺς αὐτὸ καὶ Πνεῦμα λέγει Χριστοῦ. Δεικνύων μὲν ὅτι πάντα τὰ τοῦ Πατρὸς ἴδια, διαβαίνει ἐπὶ τὸν ἐξ αὐτοῦ φυσικῶς γεννηθέντα Υἱόν. Χριστὸν δὲ πάλιν εὐθὺς τὸ Πνεῦμα καλεῖ, λέγων· Εἰ δὲ Χριστὸς ἐν ὑμῖν, οὐκ ἀλλότριον αὐτὸ δεικνύων τῆς τοῦ Λόγου φύσεως. Ἀλλ' οὕτως ἡνωμένον, εἰ καὶ ἔστιν ἰδιοσύστατον, ὡς αὐτό τε ὑπάρχειν ἐν Υἱῷ, καὶ Υἱὸν ἐν αὐτῷ διὰ τὴν τῆς οὐσίας ταυτότητα. ΑΛΛΟ. Ἐκ Θεοῦ τὸ Πνεῦμα τὸ ἅγιον εἶναί φαμεν, καὶ οὕτω πιστεύομεν. Ἀλλ' οἱ πρὸς μόνον τὸ δυσφημεῖν ἑτοιμότατοι, καὶ τὰ ἄλλα πάντα ἐκ Θεοῦ γενέσθαι φασὶ, τοῦ Παύλου γράφοντος· Εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα. Εἶτα νομίζουσιν δύνασθαι ἀνατρέπειν τὸ ἐκ τῆς οὐσίας εἶναί τε τοῦ Πατρὸς τὸ Πνεῦμα, διὰ τὸ φέρεσθαι καὶ κατὰ τῶν ποιημάτων, τὸ, ἐξ οὗ, ὅπερ ἐπὶ τοῦ Πνεύματος κείμενον, ἐκ τῆς οὐσίας αὐτὸ φυσικῶς ὑπάρχον ἀποδεικνύον· ἀλλ' ἔστι πρὸς τοῦτο λέγειν, ὅτι καὶ ἐφ' Υἱοῦ κυρίως μὲν κεῖται τὸ υἱὸς ὄνομα, κεῖται δὲ καὶ ἐπ' ἀνθρώπων καταχρηστικῶς. Καὶ οὐ δή που τὸ θέσει τισὶ καὶ κατὰ χάρινπροσκείμενον, ἀνατρέψει τὸν ἔχοντα φυσικῶς· οὕτω καὶ τὸ, ἐξ οὗ, τῶν ποιημάτων κατηγορούμενον, οὐ κατοίσει πρὸς τὴν οἰκείαν ταπείνωσίν τε καὶ ὁμοιότητα τὸ τοῦ Πνεύματος ὑψηλόν τε καὶ θεϊκόν· ἀλλὰ μενεῖ μὲν αὐτῷ κυρίως τὸ, ἐξ οὗ, διὰ τὸ ἐκ τῆς οὐσίας εἶναι τοῦ Πατρός. Χωρήσει δὲ καὶ ἐπ' ἐκεῖνα, διὰ τὸ ἐκ Θεοῦ πρὸς τὸ εἶναι τὰ οὐκ ὄντα δραμεῖν, δι' Υἱοῦ δηλαδή. Εἰ δὲ τὸ πλέον οὐδὲν ἐν Πνεύματι καὶ ποιήμασι διὰ τὸ κατηγορεῖσθαι τὸ ἐξ οὗ κατ' ἀμφοῖν, λεγέτωσαν ἡμῖν ὅτου δὴ χάριν, τοῦ μὲν Πατρὸς οἰκοῦντος ἐν ἡμῖν, Χριστὸς ἐν ἡμῖν ἐστιν· ἑτέρου δέ τινος τῶν ποιημάτων ἀγγέλου τυχὸν ἢ ἀρχαγγέλου ἢ λαλοῦντος ἢ ἐνεργοῦντος ἐν ἡμῖν, οὐκ ἔτι Χριστὸς καὶ Θεὸς λέγεται κατοικεῖν· Ὅπου δὲ ταύτῃ διαφορὰ φαίνεται, πῶς οὐχὶ καὶ πάντα τὴν φύσιν αὐτῆς ὑπάρχειν ἐξηλλαγμένην ὁμολογεῖν ἀναγκαῖον, ὡς τὰ μὲν εἶναι ποιήματα, τὸ δὲ ποιητικὸν, φυσικῶς μὲν ἐνυπάρχον τῷ Ποιητῇ, φοροῦν δὲ πάλιν ἐν ἑαυτῷ τὸν ποιητὴν διὰ τῆς φύσεως ταυτότητα, καὶ τὸ τῆς οὐσιώδους ποιότητος ἀπαράλλακτον; ΑΛΛΟ. Ἐπιστέλλει τισὶν ὁ Παῦλος, καὶ μάλα δὴ φρονῶν τε καὶ λέγων ὀρθῶς· Ὅσοι γὰρ Πνεύματι Θεοῦ ἄγονται, οὗτοι Θεοῦ υἱοί εἰσιν. Οὐ γὰρ ἐλάβετε Πνεῦμα δουλείας πάλιν εἰς φόβον· ἀλλ' ἐλάβετε Πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν· Ἀββᾶ, ὁ Πατήρ. Οὐκοῦν εἰ τὸ Πνεῦμα τὸ ἅγιον υἱοὺς ἀποδεικνύει Θεοῦ τοὺς ἐν οἷς κατοικεῖ, καὶ θείας ἐργάζεται φύσεως κοινωνοὺς, ὡς ἐντεῦθεν ἡμᾶς ἡνωμένους ὄντας τῷ ὑπὲρ πάντα ὄντι Θεῷ, μετὰ παῤῥησίας ἀναβοᾷν· Ἀββᾶ, ὁ Πατὴρ, οὐκ ἐν δούλοις οὐδὲ ἐν τοῖς ποιήμασι τετάξεται· φορέσει δὲ μᾶλλον φυσικῶς τὸ τῆς θείας οὐσίας ἀξίωμα, ἐξ αὐτῆς τε ὑπάρχον καὶ παρ' αὐτῆς, τοῖς ἁγίοις δι' Υἱοῦ χορηγούμενον, διά τε τοῦτο θεοποιοῦν, καὶ εἰς υἱότητα καλοῦν τοὺς ἐν οἷς ἂν γένοιτο. ΑΛΛΟ. Γέγραπται πάλιν· Αὐτὸ γὰρ τὸ Πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν, ὅτι ἐσμὲν τέκνα Θεοῦ. Ὡς γὰρ ἐκ τῆς οὐσίας ὑπάρχον τῆς τοῦ χορηγοῦντος αὐτὸ τοῖς ἁγίοις, Χριστοῦ δηλαδὴ, καὶ ὡς τοῦ Θεοῦ Λόγου διὰ Πνεύματος ἡμῖν ἐνοικιζομένου καὶ ἐν ἡμῖν γινομένου, πρὸς τὸ τῆς υἱοθεσίας ἀναβαίνομεν ἀξίωμα, αὐτὸν ἔχοντες ἐν αὐτοῖς τὸν Υἱὸν, πρὸς ὃν καὶ ἀναμορφούμεθα τῇ τοῦ Πνεύματος αὐτοῦ μετοχῇ, καὶ εἰς τὸ ἴσον τῆς παῤῥησίας ἀναβαίνοντες σχῆμα, τολμῶμεν λέγειν· Ἀββᾶ, ὁ Πατήρ. Οὐκοῦν τὸ Πνεῦμα Θεὸς, εἴπερ ἐργάζεται θεοὺς τοὺς δεχομένους αὐτό. ΑΛΛΟ. Ἐπιστέλλει πάλιν ὁ Παῦλός τισιν· Ὥσπερ γὰρ ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν τὴν εἰκόνα τοῦ ἐπουρανίου· χοϊκὸν εἶναι λέγων τοῦ ἀνθρωπίνου γένους τὸν ἀρχηγέτην Ἀδὰμ, οὗ τὴν εἰκόνα πεφορέκαμεν ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεωςἈδὰμ καταβεβηκότες εἰς θάνατον καὶ φθοράν. Ἐπουράνιον δὲ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, οὗ τὴν εἰκόνα λαβόντες, τὸ ἐνοικῆσαν ἐν ἡμῖν ζωοποιόν τε καὶ ἅγιον Πνεῦμα, πρὸς αὐτὸν ἀναμορφούμεθα τὸν ζῶντα τοῦ Θεοῦ Λόγον, πάλιν εἰς ἀφθαρσίαν ἀναβαίνοντες, καὶ εἰς αἰώνιον ἀνακαινιζόμενοι ζωήν. Τὸ γὰρ Πνεῦμά ἐστι τὸ ζωοποιοῦν, κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος φωνήν. Ὥσπερ οὖν ἐπειδήπερ εἰκών ἐστιν ἀκριβεστάτη τοῦ Πατρὸς ὁ Υἱὸς, ὁ δεξάμενος αὐτὸν καὶ τὸν Πατέρα ἔχει· οὕτως ἐπὶ τὸ ἴσον σχῆμα τῆς ἀναλογίας τρεχούσης, ὁ δεξάμενος τοῦ Υἱοῦ τὴν εἰκόνα, τουτέστι τὸ Πνεῦμα, ἔχει πάντως δι' αὐτοῦ τὸν Υἱὸν, καὶ τὸν ἐν αὐτῷ Πατέρα. Πῶς οὖν ἐν ποιήμασι τὸ Πνεῦμα τὸ ἅγιον καταριθμηθήσεται, εἴπερ ἐστὶν εἰκὼν ἀπαράλλακτος τοῦ Υἱοῦ τοῦ Θεοῦ; Οὐ γὰρ δή που καὶ εἰς τοῦτο παρανοίας βαδιοῦνταί τινες, ὡς τολμῆσαι λέγειν ἐν τοῖς πεποιημένοις τοῦ ποιοῦντος εἰκόνα δύνασθαι διαπρέπειν ἀπαραλλάκτως, καὶ πάντα φέρειν ἐν ἑαυτῇ φυσικῶς ὅσαπερ ἐκείνῳ πρόσεστιν, οὗ καὶ ἔστιν εἰκών. Εἰ δὲ εἰκὼν τοῦ Υἱοῦ τὸ Πνεῦμα καλεῖται, Θεὸς ἄρα καὶ οὐχ ἑτέρως ΑΛΛΟ. Γέγραπται πάλιν· Προφῆται δύο ἢ τρεῖς λαλείτωσαν. Εἶτά φησιν· Ἐὰν δὲ πάντες προφητεύουσιν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων. Τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται, καὶ οὕτως πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ Θεῷ, ἀπαγγέλλων ὅτι ὄντως ὁ Θεὸς ἐν ἡμῖν ἐστιν. Ὅτε τοίνυν οἱ τὸ Πνεῦμα λαμβάνοντες τὸ ἅγιον, Θεὸν ἔχοντες ἐν ἑαυτοῖς προφητεύουσι, καὶ διὰ τοῦτο θαυμάζονται, πῶς ἔσται ποίημα, καὶ οὐχὶ μᾶλλον τῆς ἀνωτάτω πασῶν οὐσίας μετάληψις σχετικὴ, φυσικῶς διαβαίνουσα παρὰ Πατρὸς δι' Υἱοῦ πρὸς τοὺς ἐπιτηδείους εἰς τὸ λαβεῖν, ὥσπερ ἂν γένοιτο καὶ ἐκ πυρὸς θερμότης ἐν σώματι; ΑΛΛΟ. Γέγραπται πάλιν· Ὁ γὰρ λαλῶν γλώσσαις, οὐκ ἀνθρώποις λαλεῖ, ἀλλὰ τῷ Θεῷ. Οὐδεὶς γὰρ ἀκούει, Πνεύματι δὲ λαλεῖ μυστήρια. Ἰδοὺ τὸν γλώσσαις λαλοῦντα, Θεῷ διαλέγεσθαι σαφῶς ὁ Παῦλός φησιν. Εἶτα Θεὸν δεικνύων τὸ Πνεῦμα, συνάψας ἐπάγει· Πνεύματι δὲ λαλεῖται μυστήρια. Πῶς οὖν οὐκ ἔσονται τοῖς τῆς δυσφημίας ἐγκλήμασιν ἔνοχοι, οἱ τὸ Πνεῦμα τολμῶντες καταριθμεῖν ἐν ποιήμασιν; ΑΛΛΟ. Ἐπιστέλλει πάλιν Κορινθίοις ὁ Παῦλος· Ἡμεῖς γὰρ ναοί ἐσμεν Θεοῦ ζῶντος, καθὼς εἶπεν ὁ Θεός· Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσονταί μοι εἰς λαὸν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν. Καὶ πάλιν ἐπὶ τούτοις· Μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ τὸ ἐνοικοῦν ἐν ἡμῖν. Καὶ πάλιν· Εἴ τις οὖν τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός. Ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς. Οὐκοῦν εἰ τὸ Πνεῦμα λαβόντες, καὶ ναὸςκαὶ οἶκος Θεοῦ χρηματίζομεν, ὡς Θεὸν ἔχοντες ἐν ἑαυτοῖς οἰκοῦντα καὶ ἐμπεριπατοῦντα, καθὼς γέγραπται, πῶς οὐ Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον, κἂν μὴ βούλωνταί τινες τῶν δι' ἐναντίας, οἷς τὸ μὴ πείθεσθαι τῇ θείᾳ Γραφῇ σύνηθές τε καὶ φίλον; ΑΛΛΟ. Ὁ μακάριος Παῦλος δοῦλον ἑαυτὸν Ἰησοῦ Χριστοῦ καὶ κλητὸν ἀπόστολον ἀποκαλῶν, ἀφωρίσθαι φησὶν εἰς Εὐαγγέλιον Θεοῦ. Εἶτα πάλιν ἑτεροτρόπως τὸ αὐτὸ σημαίνων, ἐπιστέλλει πρός τινας ὡς περὶ Θεοῦ· Ὃς ἱκάνωσεν ἡμᾶς διακόνους Καινῆς Διαθήκης, οὐ γράμματος, ἀλλὰ πνεύματος. Εἰ τοίνυν διαθήκην Πνεύματος οἶδεν τὸ Εὐαγγέλιον τοῦ Θεοῦ εἰς ὃ καὶ ἀφωρίσθαι φησὶ, πῶς οὐ Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον; ΑΛΛΟ. Γέγραπται πάλιν· Εἰ δὲ τὸ Πνεῦμα τοῦ ἐγείραντος Χριστὸν Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας Ἰησοῦν Χριστὸν ἐκ νεκρῶν, ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν, διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν. Ἀλλ' εἴπερ ἦν ὄντως ποίημα καὶ κτίσμα κατὰ τὴν τῶν ἑτεροδόξων μανίαν τὸ Πνεῦμα τὸ ἅγιον, πῶς ὅλην ἔχει τοῦ Θεοῦ τὴν ἐνέργειαν; Οὐ γὰρ δή τις τοσοῦτον, οἶμαι, τοῦ φρονεῖν ὀρθῶς ἐκβήσεται, ὡς τολμήσαι καὶ μόνον εἰπεῖν τὴν θείαν οὐσίαν δι' ὀργάνων τινῶν ἔξωθεν εἰς τὸ εἶναι παρενεχθέντων διακονεῖσθαι πρὸς ἐνέργειαν τὴν ἐξ αὐτῆς φυσικῶς διαβαίνουσαν πρός τινας τῶν ἐπιτηδείων πρὸς τὸ λαβεῖν. Ἐπειδὴ δὲ ζωὴ μὲν ἔστι κατὰ φύσιν ὁ Υἱὸς, ζωοποιεῖ δὲ τὸ Πνεῦμα τὸ παρ' αὐτοῦ χωρηγούμενον, ἀνάγκη λοιπὸν ἐκ τῆς οὐσίας ὑπάρχειν ὁμολογεῖν αὐτὸ τῆς τοῦ Υἱοῦ καὶ Θεοῦ, καὶ πᾶσαν αὐτοῦ τήν τε δύναμιν καὶ τὴν ἐνέργειαν ἔχον, ὥσπερ ἂν εἰ καὶ ὕδατος ἀτμὶς ἀναβαίνοι, καὶ δι' ὧν ἐνεργεῖ τοὺς παρ' οἷς ἂν γένοιτο ψύχουσα, τοῦ ἐκπέμποντος αὐτὴν τὴν φύσιν σημαίνουσα.