Thesaurus de sancta consubstantiali trinitate
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
34.1
Παράθεσις ῥητῶν ἐφεξῆς, ἐν οἷς ἔστι τὸν ἐπι τηροῦντα θεωρεῖν, ὅτι Θεὸς τὸ Πνεῦμα, καὶ τὴν αὐτοῦ ἐνέργειαν ἔχον τῷ Υἱῷ πανταχοῦ, καὶ οὐκ ἀπεξενωμένον τῆς οὐσίας αὐτοῦ· ὁμοῦ δὲ διδάσκουσιν ὅτι Θεοῦ λεγομένου κατοικεῖν ἐν ἡμῖν, τὸ Πνεῦμά ἐστι τὸ ἐνοικοῦν. Πρὸς Τιμόθεον ὁ Παῦλος· Τὴν καλὴν παραθήκην φύλαξον, διὰ Πνεύματος ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν. Πρὸς Ῥωμαίους· Οὐ τολμῶ μὲν λαλεῖν τι, ὧν οὐ κατειργάσατο Χριστὸς δι' ἐμοῦ, εἰς ὑπακοὴν ἐθνῶν λόγῳ καὶ ἔργῳ, ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει Πνεύματος Θεοῦ. Καὶ πάλιν· Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοὶ, διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ διὰ τῆς ἀγάπης τοῦ Πνεύματος, συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς. Πρὸς Κορινθίους· Ἢ οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετεἀπὸ τοῦ Θεοῦ; Καὶ πάλιν· Ὁ κολλώμενος τῷ Κυρίῳ, ἓν Πνεῦμά ἐστιν. Ἰδοὺ σαφῶς ἐνθάδε Πνεῦμα λέγει Κύριον· σαφέστερον δὲ τοῦτο ποιῶν, ἐπιστέλλει πάλιν περὶ τῶν Ἰουδαίων· Ἄχρι γὰρ τῆς σήμερον ἡμέρας τὸ αὐτὸ κάλυμμα ἐπὶ τῆς Παλαιᾶς Διαθήκης μένει μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ καταργεῖται. Ἀλλ' ἕως σήμερον ἡνίκα ἀναγινώσκηται Μωσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται. Ἡνίκα δ' ἂν ἐπιστρέψῃ πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα. Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν. Οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία. Καὶ πάλιν· Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος. Ὅτε τοίνυν εἷς ἐστι Κύριος Ἰησοῦς Χριστὸς, κατὰ τὴν τοῦ Παύλου φωνὴν, Κύριον δὲ τὸ Πνεῦμα καλεῖ, οὐδεμίαν ἄρα φύσεως οἶδε διαφορὰν τοῦ Υἱοῦ καὶ Πνεύματος, ἀλλ' ὡς ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ φυσικῶς ὑπάρχον τῷ τῆς κυριότητος ὀνόματι καλεῖ. ΑΛΛΟ. Γράφει πάλιν· Τίς γὰρ ἔγνω νοῦν Κυρίου, ὃς συμβιβάσει αὐτόν; Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν· τὸ Πνεῦμα λέγων τὸ ἐνοικοῦν ἐν ἡμῖν. Ὅτε τοίνυν νοῦς ἀπεκλήθη Χριστοῦ· πῶς ἂν εἴη τῶν πεποιημένων, οὐκ ἐνδεχομένου τὴν θείαν καὶ ἀκήρατον φύσιν ἔχειν τι τῶν ἔξωθεν οὐσιωδῶς ἐν αὐτῇ; ΑΛΛΟ. Εὑρίσκεταί που γεγραμμένον, μᾶλλον δέ φησιν ὁ μακάριος εὐαγγελιστὴς Ἰωάννης· Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν ἡμῖν ἐστιν ὁ Θεὸς, ἐκ τοῦ Πνεύματος οὗ ἔδωκεν ἡμῖν. Εἰ τοίνυν ἐνοικισθέντος ἡμῖν διὰ μετοχῆς τοῦ Πνεύματος, Θεός ἐστιν ὁ ἐνοικῶν, καὶ ἡμεῖς μὲν ἐν αὐτῷ γινόμεθα, αὐτὸς δὲ πάλιν ἐν ἡμῖν, διὰ τὸ Πνεῦμα φορεῖν, πῶς οὐκ ἔσται τὸ Πνεῦμα Θεὸς, ὅλην ἔχων οὐσιωδῶς ἐν ἑαυτῷ τὴν ἰδιότητα τοῦ Πατρὸς καὶ Θεοῦ, οὗ καὶ Πνεῦμά ἐστι δι' Υἱοῦ τῇ κτίσει χορηγούμενον; ΑΛΛΟ. Φησί που Χριστὸς Ἰουδαίοις προσδιαλεγόμενος· Εἰ δὲ ἐν δακτύλῳ Θεοῦ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ' ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ; Καὶ δάκτυλόν φησιν ἐνθάδε τὸ Πνεῦμα τὸ ἅγιον, τρόπον τινὰ τῆς θείας οὐσίας ἐκπεφυκὸς καὶ φυσικῶς αὐτῆς ἐκκρεμάμενον, ὥσπερ καὶ ὁ δάκτυλος ἐκ τῆς ἀνθρωπείας χειρός. Βραχίονα μὲν γὰρ καὶ δεξιὰν Θεοῦ τὸν Υἱὸν ἀποκαλοῦσιν αἱ θεῖαι Γραφαὶ, κατὰ τό· Ἔσωσεν αὐτὸν ἡ δεξιὰ αὐτοῦ, καὶ ὁ βραχίων ὁ ἅγιος αὐτοῦ. Καὶ πάλιν· Κύριε, ὑψηλός σου ὁ βραχίων, καὶ οὐκ ᾔδεισαν· γνόντες δὲ αἰσχυνθήσονται. Ὥσπερ οὖν ὁ βραχίων φυσικῶς ἐνήρμοσται τῷ ὅλῳ σώματι, πάντα ἐνεργῶν ὅσαπερ ἂν δόξῃ τῇ διανοίᾳ, καταχρίει δὲ συνήθως, τῷ δακτύλῳ πρὸς τοῦτο κεχρημένος· οὕτω τὸν μὲν τοῦ Θεοῦ Λόγον ἐξ αὐτοῦ καὶἐν αὐτῷ φυσικῶς ἡρμοσμένον, ἵν' οὕτως εἴπω, καὶ ἐμπεφυκότα λογιζώμεθα, ἐν δὲ τῷ Υἱῷ φυσικῶς τε καὶ οὐσιωδῶς διῆκον παρὰ Πατρὸς τὸ Πνεῦμα, δι' οὗ τὰ πάντα χρίων ἁγιάζει. Οὐκοῦν οὐκ ἀλλότριον οὐδὲ ἀπεξενωμένον τὸ Πνεῦμα τὸ ἅγιον τῆς θείας φύσεως φαίνεται, ἀλλ' ἐξ αὐτῆς καὶ ἐν αὐτῇ φυσικῶς. Ὥσπερ οὖν καὶ ὁ τοῦ σώματος δάκτυλος ἐν τῇ χειρὶ, ὁμοφυὴς ὢν αὐτῇ, καὶ ἡ χεὶρ αὖ πάλιν ἐν τῷ σώματι οὐχ ἑτεροούσιος ὡς πρὸς αὐτὸ τυγχάνουσα. Τούτων δὲ ἡμῖν ἐχόντων τῇδε, Θεὸς ἄρα τὸ Πνεῦμά ἐστι, καὶ οὐχ ἑτέρως. ΑΛΛΟ. Λέγει που Ψάλλων ὁ μακάριος Δαβὶδ, καὶ τοὺς λόγους ἀνατείνων πρὸς τὸν Θεόν· Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου; καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει. Ἐὰν ἀναλάβω τὰς πτέρυγάς μου κατ' ὄρθρον, καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης, καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με, καὶ καθέξει με ἡ δεξιά σου. Ὅτε τοίνυν τὸ Πνεῦμα καὶ πρόσωπον ἀποκαλεῖ τοῦ Πατρὸς ὡς ἐξεικονίζον διὰ τῆς θεοπρεποῦς ἐνεργείας τὴν ἐξ ἧς ἐστιν οὐσίαν· ἀποκαλεῖ δὲ καὶ χεῖρα διὰ τὴν ἐνυπάρχουσαν αὐτῷ παντουργὸν δύναμιν, πῶς οὐκ ἂν εἴη Θεὸς κατ' οὐσίαν τῷ Πατρὶ συνημμένον, ἐξ αὐτοῦ τε ὂν καὶ ἐν αὐτῷ, ὥσπερ οὖν καὶ ἡ χεὶρ τοῦ ἀνθρωπείου σώματος οὐ κεχώρισται, δέδεται δὲ μᾶλλον ἐν αὐτῷ καὶ ἐῤῥιζώθη φυσικῶς. ΑΛΛΟ. Ὅτι Θεὸς τὸ Πνεῦμα, καὶ ἐντεῦθεν εἰσόμεθα· Ὁ τῶν ἀποστόλων πρόκριτος, ᾧ τὸ θεῖον μυστήριον σὰρξ καὶ αἷμα, καθά φησιν ὁ Σωτὴρ, οὐκ ἀπεκάλυψεν, ἀλλ' ὁ Πατὴρ ὁ ἐν τοῖς οὐρανοῖς λέγει που πρὸς Ἀνανίαν, προσάγοντα μὲν τὴν τοῦ χωρίου τιμὴν, ἀπονοσφισάμενον δέ τι μέρος ἀπ' αὐτῆς· Ἀνανία, διὰ τί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου ψεύσασθαί σε τὸ Πνεῦμα τὸ ἅγιον, καὶ νοσφίσασθαι ἀπὸ τῆς τιμῆς τοῦ χωρίου; Εἶτα συνάπτει πρὸς τούτοις τό· Οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ. Οὐκοῦν εἰ ὁ τῷ Πνεύματι τῷ ἁγίῳ ψευδόμενος, τῷ Θεῷ ψεύδεται, Θεὸς ἄρα τὸ Πνεῦμα καὶ ἐν Θεῷ φυσικῶς. ΑΛΛΟ. Γαλάταις ἐπιστέλλων ὁ Παῦλός φησι· Τεκνία, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν. Εἰ δὲ μορφοῦται Χριστὸς ἐν ἡμῖν διὰ τῆς Πνεύματος ἐνεργείας, διὰ πάσης ἀρετῆς ἀναπλάττων ἡμᾶς εἰς οἰκείαν ἐμφέρειαν, καὶ πνευματικοὺς ἐπεργαζόμενος, Θεὸς ἄρα τὸ Πνεῦμα Χριστοῦ τὸ ὡς αὐτὸς ἐν ἡμῖν μορφούμενον. ΑΛΛΟ. Τὰ ἐκ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας εὐαγγελιζόμενος ἀγαθὰ, φησί που Θεὸς περὶ τῶν ἑαυτοῦ ποιμνίων, ὅτι Ἀναστήσω αὐτοῖς ποιμένας κατὰ τὴν καρδίαν μου, καὶ ποιμανοῦσιν αὐτὰ ποιμαίνοντες μετ' ἐπιστήμης. Παῦλος δὲ τῆς ἀληθείας ὁ κήρυξ τοῖςἘφεσίων πρεσβυτέροις προσομιλῶν· Προσέχετε, φησὶν, ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους. Ὅτε τοίνυν ἅπερ ὑπέσχετο δρᾷν ὁ Θεὸς μετ' ἐξουσίας τὸ Πνεῦμα πληροῖ, καὶ ποιμένας ἐγείρει κατὰ τὴν ἐν προφήταις ἐπαγγελίαν, οὐκ ἀλλότριον ἄρα τῆς θείας οὐσίας ἐστὶν, ἀλλ' ὡς ἐνέργεια φυσική τε καὶ οὐσιώδης καὶ ἐνυπόστατος, ἐξ αὐτῆς προϊοῦσα καὶ ἐν αὐτῇ μένουσα πάντα ἐργάζεται τὰ τοῦ Θεοῦ. ΑΛΛΟ. Λέγει που Χριστὸς πρὸς τὸν ἑαυτοῦ Πατέρα περὶ ἡμῶν· Ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου. Αὐτός τε πάλιν φησὶν ὁ Θεὸς διὰ τοῦ προφήτου Ἰεζεκιήλ· Καὶ ἔσομαι αὐτοῖς Θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαός. Καὶ γνώσονται τὰ ἔθνη ὅτι ἐγὼ Κύριος, ὁ ἁγιάζων αὐτούς. Εἰ τοίνυν Θεοῦ λέγοντος ἁγιάζειν τοὺς αὐτῷ προσεδρεύοντας, τὸ Πνεῦμά ἐστι τὸ τὴν ὑπόσχεσιν ἀποπληροῦν καὶ ἁγιάζον, Θεὸς ἄρα τὸ Πνεῦμα, καὶ οὐκ ἀλλότριον τῆς ἀνωτάτω πασῶν οὐσίας. ΑΛΛΟ. Ἐνανθρωπῆσαι τὸν τοῦ Θεοῦ Λόγον, πᾶσα μὲν ἡ θεία διϊσχυρίζεται Γραφὴ, καὶ αὐτοὶ δὲ πάντως ὁμολογήσουσιν οἱ δι' ἐναντίας. Ἐπειδὴ δὲ γέγραπται περὶ αὐτοῦ, ὅτι ποτὲ μὲν ἤγετο τῷ Πνεύματι εἰς τὴν ἔρημον, ποτὲ δὲ καὶ ἤγετο ὁ Ἰησοῦς ἐν τῇ δυνάμει τοῦ Πνεύματος εἰς τὴν Γαλιλαίαν, λεγέτωσαν ἡμῖν οἱ τῆς θείας οὐσίας τὸ Πνεῦμα διορίζοντες καὶ τολμῶντες αὐτὸ τοῖς κτίσμασιν ἐγκαταριθμεῖν, τίνα τρόπον ὁ Υἱὸς ἡ σοφία καὶ δύναμις τοῦ Πατρὸς, τῇ δυνάμει τοῦ Πνεύματος εἰς τὴν Γαλιλαίαν ἀνήγετο, καὶ τὸν διάβολον ἐν τῇ ἐρήμῳ διὰ τοῦ Πνεύματος ἐνίκα καὶ κατηγωνίζετο. Ἆρα καὶ ἰσχύος αὐτὸν ἐνδεᾶ τολμήσουσι λέγειν, μᾶλλον δὲ εἰς τοσαύτην δώσουσιν ἀσθένειαν ἐλθεῖν, ὡς ἐν χρείᾳ καθεστηκέναι τῆς ἀπὸ τοῦ Πνεύματος βοηθείας τοῦ πεποιημένου καὶ ἐκτισμένου, κατὰ τὸν τῶν ἑτεροδόξων λόγον; Καὶ πῶς ἔτι τῶν δυνάμεων Κύριος ὁ διὰ κτίσματος βοηθούμενος; Ἀλλὰ τοῦτο καὶ μόνον ἐννοεῖν ἀτοπώτατον. Θεὸς ἄρα τὸ Πνεῦμά ἐστι τὸ ἐν Υἱῷ παρὰ Πατρὸς φυσικῶς ὑπάρχον, καὶ ὅλην αὐτοῦ τὴν ἐνέργειαν ἔχον. Ἐνεργὸς δὲ ὁ Λόγος εἰς τὴν ἐπ' ἐκείνῳ νίκην διὰ Πνεύματος ἦν, ὡς ταύτῃ κεχρημένος ἰσχύϊ, ἔχων τὸ οὐσιωδῶς ἐν ἑαυτῷ, τῷ διαβόλῳ μὲν κατὰ τὴν ἔρημον ἀντιστατοῦν, ἐν δὲ τῇ Γαλιλαίᾳ τὰς διὰ τῶν σημείων δυνάμεις ἐπιτελοῦν. Τὰ γὰρ πάντα παρὰ Πατρὸς δι' Υἱοῦ ἐν Πνεύματι. ΑΛΛΟ. Φησί που Θεός· Ἦ οὐχὶ καὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει Κύριος; Καὶ πληροῖ δηλονότι, πανταχόθεν διὰ Πνεύματος παρών. Ὅπερ εἰδὼς ὁ Ψαλμῳδὸς ἔλεγε· Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου; Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ. Ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει. Εἰ τοίνυν διὰ τοῦ Πνεύματος πληροῖ μὲν τὰ πάντα Θεὸς, πάρεστι δὲ πανταχοῦ, Θεὸς ἄρα τὸ Πνεῦμα, τὸ τὰ πάντα πληροῦν ὡς Θεός. ΑΛΛΟ. Ἀθηναίοις ὁ Παῦλος τὰ πρὸς εὐσέβειαν διαλεγόμενος, καὶ τὸν ἀληθῆ καταγγέλλων Θεὸν, ἔφασκεν, ὡς Ἐν αὐτῷ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμέν. Ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὴν τοιαύτην ἐνέργειαν τὴν ἐν ἡμῖν γινομένην παρὰ Θεοῦ, τῷ ἁγίῳ Πνεύματι περιτίθησι λέγων· Τὸ Πνεῦμά ἐστι τὸ ζωοποιοῦν. Θεὸς οὖν ἄρα τὸ Πνεῦμα τὸ ἐν ᾧ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμὲν, κατὰ τὴν τοῦ Παύλου φωνὴν, καὶ τὴν τοῦ Σωτῆρος ἡμῶν μαρτυρίαν. ΑΛΛΟ. Λέγει που Χριστὸς περὶ τῶν ἀξίων, εἰς τὸ καὶ θεότητος μετασχεῖν· Ἐγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα, καὶ μονὴν παρ' αὐτῷ ποιησόμεθα. Ἀλλ' ἔστι δῆλον ὅτι τοῖς ἁγίοις ἐνοικεῖ διὰ Πνεύματος. Ὅτε τοίνυν τὴν τοῦ Πατρὸς παρουσίαν, ὁμοίως δὲ καὶ τὴν τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἀναπληροῖ, πῶς οὐκ ἔσται δῆλον, ὡς οὐ διώρισται τῆς οὐσίας τῆς θείας, ἀλλ' ἐξ αὐτῆς φυσικῶς ἐκπεμπόμενον, ὅλην ἔχει τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὴν ἐνέργειαν; Καὶ ὅτι τὸ Πνεῦμά ἐστι τὸ τοῖς ἁγίοις παρὰ Πατρὸς δι' Υἱοῦ πεμπόμενον, αὐτὸς μαρτυρήσει λέγων ὁ Σωτήρ· Ὅταν δὲ ἔλθῃ ὁ Παράκλητος ὃν ἐγὼ πέμψω παρὰ τοῦ Πατρὸς, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ Καὶ πάλιν· Ὁ δὲ Παράκλητος τὸ Πνεῦμα τὸ ἅγιον, ὃ πέμψει ὁ Πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος διδάξει ὑμᾶς, καὶ ὑπομνήσει ὑμᾶς πάντα ὅσα εἶπον ὑμῖν. ΑΛΛΟ. Κορινθίοις ὁ Ἀπόστολος ἐπιστέλλων, περὶ ἑαυτοῦ φησιν ἐν ἀρχῇ τῆς ἐπιστολῆς· Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ. Ἰδοὺ σαφῶς ἐνθάδε τὸ τῆς ἀποστολῆς ὄνομα καὶ πρᾶγμα παρὰ Χριστοῦ καὶ Ἰησοῦ διισχυρίζεται λαμβάνειν. Ἐν δὲ ταῖς Πράξεσι τῶν ἀποστόλων γέγραπταί τι τοιοῦτον· Λειτουργούντων δὲ αὐτῶν τῷ Κυρίῳ, καὶ νηστευόντων, εἶπε τὸ Πνεῦμα τὸ ἅγιον· Ἀφορίσατε δή μοι τὸν Βαρνάβαν, καὶ τὸν Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτοὺς, Εἰ τοίνυν κεκληκότος αὐτὸν εἰς ἀποστολὴν τοῦ Πνεύματος, παρὰ Χριστοῦ Ἰησοῦ κεκλῆσθαί φησι, δείκνυται σαφῶς οὐκ ἀλλότριον τῆς οὐσίας τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον. Ἀλλ' ἐν αὐτῷ καὶ ἐξ αὐτοῦ, καὶ ὥσπερ ἐνέργειά τις φυσικὴ πάντα δυναμένη πληροῦν ὅσα καὶ βούλεται. ΑΛΛΟ, ὅτι τέλειον τὸ Πνεῦμα τὸ ἅγιον καὶ οὐδὲν ἀτελὲς ἐν αὐτῷ· κἂν γὰρ φέρηταί τινα περὶ αὐ τοῦ παρὰ ταῖς θείαις Γραφαῖς, ὑπεμφαίνοντά τι τοιοῦτον, τῆς οἰκονομίας ἕνεκα τῆς δι' ἡμᾶς εἰρῆσθαι δώσομεν. Πρότασις ὡς ἐκ τῶν δι' ἐναντίας. Καὶ πῶς οὐκ ἄτοπον καὶ σφόδρα, φασὶ, δυσμαθὲς, τὸ ἐκ τῆς οὐσίας τῆς τοῦ Θεοῦ λέγειν τὸ Πνεῦμα, τὸ οὕτως ἀτελὲς, καὶ οὐδὲν ἔχον ἐξ αὐτοῦ· ἀλλ' ἐκ μετοχῆς ἐκείνου ὑπάρχον ὅπερ ἐστί; Σαφέστατα γοῦν ἐν τοῖς Εὐαγγελίοις, τοῦτο περὶ αὐτοῦ φησιν ὁΣωτήρ· Οὐ γὰρ λαλήσει λέγων ἀφ' ἑαυτοῦ οὐδὲν, ἀλλ' ὅσα ἀκούσει, λαλήσει. Εἴπερ οὖν ἦν ἐξ ἑαυτοῦ, τὸ τέλειον ἔχειν δυνάμενον, ἐλάλησεν ἂν καὶ ἐφ' ἑαυτοῦ, μηδὲν τῆς παρ' ἑτέρου δεηθὲν ὑπομνήσεως. Πρὸς τοῦτο λύσις. Θαυμάσειεν ἄν τις, καὶ μάλα εἰκότως, ἐννοήσας τὴν τῶν δι' ἐναντίας ἀπόνοιάν τε καὶ ἀβουλίαν· δι' ὧν γὰρ ἐχρῆν ἐκπαιδεύεσθαι μᾶλλον τὸ περὶ τοῦ ἁγίου Πνεύματος μυστήριον, καὶ νοεῖν ὅτι δὴ καρπός τις ὥσπερ ἐστὶ τῆς θείας οὐσίας, ἐν αὐτῇ τε ὂν καὶ ἐξ αὐτῆς ἀμερίστως τε καὶ ἀχωρίστως προσερχόμενον, καὶ ἡνωμένον κατὰ τὴν ταυτότητα τῆς φύσεως. Διὰ τούτων αὐτῶν σκανδαλίζονται, σειραῖς τῶν οἰκείων ἁμαρτημάτων σφιγγόμενοι, κατὰ τὸ γεγραμμένον, καὶ τὴν εὐθεῖαν τῶν μαθημάτων ὁδὸν διὰ τοῦτο βαδίζειν οὐκ ἰσχύοντες. Οὐ γὰρ ἀτελὲς τὸ Πνεῦμα δεικνύων ταῦτα περὶ αὐτοῦ φησιν ὁ Σωτὴρ, ἀλλ' ἵνα μᾶλλον πληροφορήσῃ τοὺς ἀκροωμένους, ὡς τῆς οὐσίας ὑπάρχον αὐτοῦ, οὐχ ἕτερόν τι λαλήσει παρ' ὅπερ αὐτὸς βούλεται. Καὶ γὰρ νοῦς ὑπάρχων αὐτοῦ, κατὰ τὸν μακάριον Παῦλον· Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν, λέγοντα περὶ τοῦ Πνεύματος, ἐκεῖνα πάντως λογιεῖται καὶ διατάξει, ἅπερ ἂν καὶ αὐτὸς, οὗ καὶ ἔστι νοῦς. Διὰ τοῦτο μηδὲν ἐξ αὐτοῦ λαλήσει τὸ Πνεῦμα· διϊσχυρίσατο, μονονουχὶ λέγων· Ἐγώ εἰμι πάλιν ὁ λαλῶν, ὥσπερ ἂν εἰ καὶ ὁ ἐν ἀνθρώπῳ νοῦς λέγοι περὶ τοῦ προκύπτοντος ἐξ αὐτοῦ λόγου. Οὐ λαλήσει ἀφ' ἑαυτοῦ οὐδέν· ἀλλ' ὅσα ἂν ἀκούσῃ λαλήσει. Καὶ οὐ δή που τὸν κοινὸν τουτονὶ καὶ προφορικὸν τοῦ ἀνθρώπου λόγον, ἀτελῆ τις ἐρεῖ, διὰ τὸ ἐν νῷ μορφοῦσθαι πρότερον, καὶ τὰ ἐξ αὐτοῦ λαβόντα προέρχεσθαι. Φυσικὴ γὰρ ἕνωσις ὀξέως τὰ ἐντεῦθεν ἐν ἐκείνῳ τίθησι. Τοιαύτην τινὰ διάνοιαν δέχεσθαι χρὴ καὶ περὶ τοῦ ἁγίου Πνεύματος. Νοῦς γὰρ ὑπάρχων Χριστοῦ, πάντα τὰ ἐν αὐτῷ διαλέγεται τοῖς μαθηταῖς, οὐκ ἐν ἰδίᾳ τινὶ θελήσει, οὐδὲ μὴν ἐν ἀλλοτρίᾳ βουλήσει τοῦ ἐν ᾧ καὶ ἐξ οὗ ἐστιν ὁμιλοῦν, ἀλλ' ὡς ἐκ τῆς οὐσίας αὐτοῦ φυσικῶς προϊὸν, καὶ ὅλην αὐτοῦ τὴν βούλησιν ἔχον ὥσπερ καὶ τὴν ἐνέργειαν. Ὅτι ἐκ τῆς οὐσίας τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον. Τὴν ἀνθρώπου ποίησιν καὶ τὴν εἰς τὸ εἶναι πάροδον ἐξηγούμενος ὁ μακάριος Μωσῆς, εἰληφέναι τὸν Θεὸν χοῦν ἀπὸ τῆς γῆς διισχυρίζεται, καὶ πλάσαι μὲν τῇ παντουργῷ δυνάμει τὸ ὁρώμενον δὴ τοῦτο τοῦ σώματος σχῆμα, ἐμφυσῆσαι δὲ εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς· ὡς γενέσθαι τὸν ἄνθρωπον εἰς ψυχὴν ζῶσαν. Τὸ δοθὲν τοιγαροῦν ἐμφύσημα θεῖον τῷ πεπλασμένῳ, οὐκ αὐτὴν εἶναί φαμεν τὴν ψυχὴν (ἦ γὰρ ἂν ἄτρεπτος ἦν, ὡς ἐκ τοιαύτης προελθοῦσα φύσεως), ἀλλὰ τὴν τοῦ ἁγίου Πνεύματος μετουσίαν ἐντεθεῖσαν ἐξ ἀρχῆς τῇ ἀνθρωπείᾳ ψυχῇ. Πᾶσα γὰρ ἡ τελειότης τοῖς πεποιημένοις διὰ τοῦ Πνεύματος, ὅθεν καὶ κατ' εἰκόνα Θεοῦ τὸ τεχνηθὲν ἐποιήθη ζῶον, ὡς διὰ τῆς μετουσίας τοῦ Πνεύματος, πρὸς αὐτὸν μεμορφωμένον. Ἀλλ' ὅπερ ὁ μακάριος Μωσῆς ἐμπεφυσῆσθαι παρὰ Θεοῦ τῷ ἀνθρώπῳ διϊσχυρίσατο, τοῦτο Χριστὸς ἀνανεῶν ἐν ἡμῖν μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν, ἐνεφύσησε τοῖς ἑαυτοῦ μαθηταῖς λέγων· Λάβετε Πνεῦμα ἅγιον, ἵνα πάλιν ἀναμορφωθέντες εἰς τὴν ἐξ ἀρχῆς εἰκόνα, σύμμορφοι φαινώμεθα τῷ πεποιηκότι διὰ τῆς τοῦ Πνεύματος μετοχῆς. Ὅτε τοίνυν τὸ Πνεῦμα τὸ ἅγιον ἐν ἡμῖν γενόμενον, συμμόρφους ἀποδεικνύει Θεοῦ, πρόεισι δὲ καὶ ἐκ Πατρὸς καὶ Υἱοῦ, πρόδηλον ὅτι τῆς θείας ἐστὶν οὐσίας, οὐσιωδῶς ἐν αὐτῇ καὶ ἐξ αὐτῆς προϊόν. Ὥσπερ οὖν ἀμέλει καὶ τὸ ἐξ ἀνθρωπείου στόματος ἐκτρέχον ἐμφύσημα, εἰ καὶ μικρὸν καὶ οὐκ ἄξιον τοῦ λόγου τὸ ὑπόδειγμα· πάντα γὰρ ὑπερέχει Θεός. ΑΛΛΟ. Ὅρους ἐπωφελεστάτους ταῖς Ἐκκλησίαις ὁ Παῦλος τιθεὶς, καὶ ὅπως ἡμᾶς ἐν αὐταῖς εἶναι χρὴ διατάσσων, καὶ τῷ ἐπὶ πάντων φαίνεσθαι Θεῷ· Ἀνὴρ μὲν, φησὶ, οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλὴν, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων. Εἶτα τὴν γυναῖκα δόξαν ἀνδρὸς εἶναι διϊσχυρίσατο. Καὶ κατὰ ποῖον λόγον, ἀναγκαῖον ἐξετάζειν ἀμφότερα. Προκείσθω δὴ οὖν ἐν πρώτοις τὸ περὶ ἀνδρὸς εἰρημένον, καὶ ζητῶμεν ὅπως εἰκὼν ὑπάρχει καὶ δόξα Θεοῦ. Ἀλλ' οἶμαι πρόδηλον εἶναι πᾶσι οὕτω προαγορεύεσθαι τὸν ἄνδρα, διὰ τὸ μετεσχηκέναι θείου Πνεύματος, καὶ δι' αὐτοῦ τῆς θείας γενέσθαι φύσεως κοινωνὸν, ὡς ἐντεῦθεν καὶ τῆς παρὰ Θεοῦ πληρωθῆναι δόξης. Ὡς ἔχων τοιγαροῦν ἐν ἑαυτῷ τὸ Πνεῦμα τὸ ἐκ τῆς οὐσίας τοῦ Θεοῦ, καὶ διὰ τῆς πρὸς αὐτὸ κοινωνίας μεμορφωμένος εἰς ὁμοιότητα τοῦ πεποιηκότος, εἰκὼν ἐκλήθη καὶ δόξα Θεοῦ. Μάθοιμεν δ' ἂν οὐδὲν ἧττον, διὰ τοῦ καὶ τὴν γυναῖκα κεκλῆσθαι τοιῶσδε, τοῦ λεγομένου τὴν δύναμιν. Δόξαν αὐτὴν εἶναι τοῦ ἀνδρὸς ὁ Παῦλός φησι, διὰ τὸ ἐκ τῆς οὐσίας αὐτοῦ γενέσθαι ταύτην. Ἔλαβε γὰρ, φησὶν, ὁ Θεὸς μίαν τῶν πλευρῶν αὐτοῦ, καὶ τὴν γυναῖκα εἰργάσατο. Ὥσπερ οὖν ἡ γυνὴ δόξα κέκληται τοῦ ἀνδρὸς διὰ τὸ μέρος εἰληφέναι τῶν αὐτοῦ μελῶν εἰς τὴν οἰκείαν κατασκευήν· οὕτω καὶ ὁ ἀνὴρ δόξα κέκληται Θεοῦ, διὰ τὸ γενέσθαι μετέχων τῆς οὐσίας αὐτοῦ, διὰ τοῦ ἐνοικήσαντος ἐν αὐτῷ Πνεύματος ἁγίου. Τούτων τοιγαροῦν ἐχόντων τῇδε, ἀνάγκη πᾶσα τὸ Πνεῦμα λέγειν μὴ εἶναι γενητὸν ἢ κτιστὸν, ἀλλ' ἐκ τῆς οὐσίας τοῦ Θεοῦ, Θεὸν δηλαδὴ μετὰ Πατρὸς καὶ Υἱοῦ κατὰ τὴν ταυτότητα τῆς φύσεως προσκυνούμενον. ΑΛΛΟ. Προσέρχεταί τις ἐν τοῖς Εὐαγγελίοις, καί φησι πρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· Διδάσκαλε ἀγαθέ. Πρὸς τοῦτον Χριστὸς ἀπεκρίνατο· Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεός. Χριστοῦ τοίνυν ἕνα τὸν ὄντως καὶ οὐσιωδῶς ἀγαθὸν εἶναι φάσκοντος, ὁ Ψαλμῳδός πού φησι· Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Εἰ τοίνυν ἑνὸς ὄντος ἀγαθοῦ, τὸ Πνεῦμά ἐστι ἀγαθὸν, πρόδηλον ὅτι τῆς θείας ἐστὶ φύσεως, ἐφ' ἧς ἐπαληθεύεται τὸ κυρίως καὶ μοναδικῶς ἀγαθόν. ΑΛΛΟ. Ἐπιστέλλει τισὶν ὁ Παῦλος τοιῶσδε· Γνωρίζω δὲ ὑμῖν, ὅτι οὐδεὶς ἐν Πνεύματι Θεοῦ λαλῶν, λέγει ἀνάθεμα Ἰησοῦ· καὶ οὐδεὶς δύναται εἰπεῖν· Κύριος Ἰησοῦς, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ. Πρόδηλον οὖν ὅτι ὁ μετέχων τοῦ ἁγίου Πνεύματος, οἶδεν ὄντα Κύριον Ἰησοῦν· ὁ δὲ μὴ μετέχων ἀγνοεῖ. Πῶς οὖν ὁ τοῦ Πνεύματος μετασχὼν, οἶδεν ὅτι Κύριος Ἰησοῦς; Ὥσπερ οἱ μέλιτος γευσάμενοι, διὰ τῆς ἐξ αὐτοῦ ποιότητος ἴσασιν ὅτι γλυκὺ τὸ μέλι, οὔτω καὶ ὁ τοῦ Πνεύματος μέτοχος. Οὐκοῦν ἐκ τῆς οὐσίας τοῦ Υἱοῦ τὸ Πνεῦμα, ποιότης τις, ἵν' οὕτως εἴπωμεν, ὑπάρχων τοῦ κυριεύοντος ἁπάντων Θεοῦ. Εἰ δὲ τοῦτο, Θεὸς ἄρα, καὶ οὐ γενητὸν ἢ κτιστὸν, ὥσπερ τοῖς ἑτεροδόξοις δοκεῖ. ΑΛΛΟ. Τὰς τῶν θείων χαρισμάτων διανομὰς ὁ μακάριος Παῦλος τῇ τοῦ ἁγίου Πνεύματος ἀναθεὶς ἐνεργείᾳ, γράφει πάλιν· Ὧ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ ἑνὶ Πνεύματι, ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων, ἄλλῳ δὲ προφητεία, ἄλλῳ δὲ διακρίσεις πνευμάτων, ἄλλῳ γένη γλωσσῶν, ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν. Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται. Ἀλλ' εἰδὼς ὅτι τὸ Πνεῦμα Θεός ἐστιν, ἐν τῇ αὐτῇ Ἐπιστολῇ πάλιν φησί· Καὶ οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ, πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, ἔπειτα χαρίσματα ἰαμάτων, ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν. Τί τοίνυν ἀμφιβάλλουσιν, εἰ Θεὸς τὸ Πνεῦμα ὑπάρχει κατ' οὐσίαν, οἱ πρὸς μόνον τὸ δυσφημεῖν ἑτοιμότατοι, Παύλου σαφέστατα διειπόντος μὲν, ὡς τὸ Πνεῦμά ἐστι τὸ διαιροῦν μὲν καθὼς ἂν αὐτὸ βούληται τὰ τῶν θείων χαρισμάτων εἴδη; εἶτα πάλιν φάσκοντος, Θεὸν εἶναι τὸν ἐν ταῖς Ἐκκλησίαις τὰ τοιαῦτα χορηγοῦντα τοῖς ἀξίοις; Πῶς δὲ οὐκ ἄτοπον τοὺς ὀρθῶς ἐθέλοντας φρονεῖν, μὴ ταῖς τοῦ Παύλου φωναῖς, ἀλλὰ ταῖς ἄλλων προσέχειν ἀβουλίαις; Θεὸς οὖν τὸ Πνεῦμα, κἂν οἱ ἀμαθεῖς μὴ βούλωνται. ΑΛΛΟ. Τοὺς ἐπὶ ταῖς γυναιξὶν ὁρίζων νόμους ὁ Παῦλός φησι· Γυνὴ δέδεται ἐφ' ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς. Ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν Κυρίῳ. Μακαριωτέρα δέ ἐστιν, ἂν οὕτως μείνῃ, κατὰ τὴν ἐμὴν γνώμην. Δοκῶ γὰρ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν. Τί οὖν τὸ ἐντεῦθεν ἡμῖν συναγόμενον; Εἰ μόνῳ πρέπει τὸ νομοθετεῖν Θεῷ, νομοθετεῖ δὲ Παῦλος, ὡς ἔχων Πνεῦμα Θεοῦ, Θεὸς ἄρα Πνεῦμα τὸ ἐν αὐτῷ, τὸ καὶ νόμους αὐτὸν ἀναπεῖθον ὁρίζειν. ΑΛΛΟ. Ἐπιστέλλει πάλιν ὁ Παῦλός τισιν· Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν; Ἀλλ' ἔστι δῆλον ὅτι τὰπνευματικὰ τὰ θεῖα πάντως εἶναί φησιν, ὥσπερ οὖν καὶ σαρκικὰ τὰ τῆς σαρκός. Εἰ τοίνυν τὰ θεῖα, τουτέστι, τὰ περὶ Θεοῦ μυστήρια, καλῶς δὴ μάλα ποιῶν ἀποκέκληκε πνευματικά. ΑΛΛΟ. Ἐν τοῖς Εὐαγγελίοις ὁ Σωτήρ πού φησι περὶ ἑαυτοῦ· Ἐγώ εἰμι ἡ ἀλήθεια. Ὁ δὲ μακάριος Ἰωάννης ἔκ τε τῆς τοῦ Πατρὸς οὐσίας καὶ τοῦ Υἱοῦ τὸ Πνεῦμα δεικνύων, ἐν μὲν τοῖς Εὐαγγελίοις φησί· Τὸ Πνεῦμα τῆς ἀληθείας παρὰ τοῦ Πατρὸς ἐκπορεύεται. Ἐν δὲ τῇ Ἐπιστολῇ· Τὸ Πνεῦμά ἐστιν ἡ ἀλήθεια. Πῶς οὖν τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, καὶ Πνεῦμα τῆς ἀληθείας ὑπάρχον, τοσαύτην τε πρὸς τὸν Υἱὸν ἔχον τὴν ἐμφέρειαν διὰ τὴν τῆς οὐσίας ταυτότητα, ὡς ἀλήθειαν καλεῖσθαι καὶ αὐτὸ, πῶς γενητὸν ἂν εἴη καὶ πεποιημένον; Ἀλλὰ τοῦτο ἄτοπον. Οὐκοῦν τὸ Πνεῦμα Θεὸς, εἴπερ ὄντως ἀλήθεια, καὶ ἐκ Πατρὸς πορεύεται. ΑΛΛΟ. Ὁ μακάριος Ἰωάννης περὶ τοῦ Θεοῦ Λόγου διαλαμβάνων, αὐτὸν εἶναί φησι τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Ὁ δὲ σοφώτατος Παῦλος ἐλλάμπειν τὸ Πνεῦμα τὸ ἅγιον ταῖς καρδίαις ἡμῶν διϊσχυρίσατο πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ Χριστοῦ. Ὅτε τοίνυν ὁ Λόγος μέν ἐστι τὸ φῶς τὸ ἀληθινὸν, ἐλλάμπει δὲ τὸ Πνεῦμα τὸ ἅγιον, ἀνάγκη πᾶσα τῆς οὐσίας τοῦ Λόγου καὶ τὸ Πνεῦμα συνομολογεῖν, δι' οὗ φωτίζει πάντα ἄνθρωπον, ὥσπερ τινὰ τῆς οἰκείας φύσεως ἀκτῖνα, προτείνων τὴν τοῦ Πνεύματος ἔλλαμψιν. Ἀντίθεσις ὡς ἐκ τῶν δι' ἐναντίας. Εἰ τὰς τῶν ἁγίων, φασὶ, ψυχὰς καταχρίεσθαί φατε παρὰ Θεοῦ τῷ ἁγίῳ Πνεύματι, ἐν τάξει μύρου τὸ Πνεῦμα κείσεται. Καὶ πῶς ἂν εἴη τῆς αὐτῆς οὐσίας τῷ χρίοντι τὸ μύρον, μηδὲ τῆς καθ' ἡμᾶς συνηθείας τὸ τοιοῦτον ἐπιδεχόμενον; Πρὸς τοῦτο λύσις. Ὢ πάσῃ μεθύοντες ἀνοίᾳ, καὶ τῆς ἁπασῶν αἰσχίστης ἀβουλίας ἀνάπλεοι· οὐ γὰρ βραχὺ διανήψαντες, καὶ τὰς περὶ σωμάτων ἀφέντες ἐννοίας, ἀνελεύσεσθε πρὸς τὰ μεγάλα τῆς θεολογίας ὑψώματα, καὶ θεοπρεπῶς τὰ περὶ τῆς θείας φύσεως λαλούμενα διαλήψεσθε, κἂν ἀνθρωπίνοις προσφέρηται ῥήμασι, καὶ τῆς καθ' ἡμᾶς συνηθείας οὐκ ἀναβαίνει τὸ σχῆμα, διὰ τὸ μόλις οὕτω δύνασθαι νοεῖν τοὺς ἀκροωμένους. Ἵνα δέ τι ταῖς ὑμῶν ἀμαθίαις εἴπωμεν συγγενὲς, εἰ ἐν τάξει μύρου τὸ Πνεῦμα κείσεται, καθ' ὑμᾶς, καὶ ἐπειδὴ τὸ χρίσμα τοῦ χρίοντος εἶναι δεῖ πάντως ἑτεροούσιον, ἀνάγκη λέγειν καὶ τὸ Πνεῦμα τοῦ Πατρὸς ἑτεροούσιον. Ἐπειδὴ δὲ τὸ μύρον ἐκ πολλῶν συντέθειται, παρὰ τῶν εἰς τοῦτο σοφῶν, ἀνάγκη καὶ τὸ Πνεῦμα τὸ ἅγιον διὰ πολλῶν καὶ ποικίλων ἡμῖν συγκεῖσθαι μερῶν. Καὶ πάλιν, ἐπειδὴ τὸ μύρον ἄλογον, ἔστω καὶ τὸ Πνεῦμα τὸἅγιον. Ἡ μὲν οὖν ἐπὶ τούτῳ δυσφημία δραμεῖται πάντως εἰς τὰς ἐκείνων κεφαλάς. Ἡμεῖς δὲ αὐτοῖς ἀντεπάγομεν· Εἰ ἑτεροούσιον τὸ Πνεῦμα τὸ ἅγιον τοῦ ἐν αὐτῷ χρίοντος τοὺς ἁγίους Θεοῦ, πῶς τοῦ Πνεύματος οἰκοῦντος ἐν ἡμῖν, Χριστὸς οἰκῶν ἀποδείκνυται, ὁ τῷ Πατρὶ κατ' οὐσίαν οὐχ ἕτερος ὤν· Ὅπερ εἰδὼς καὶ ὁ Παῦλος ἐπιστέλλει· Ἵνα δῷ ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ Πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον, κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν. Ὅτε τοίνυν διὰ τοῦ Πνεύματος εἰς τὸν ἔσω ἄνθρωπον ὁ Χριστὸς κατοικεῖ, πρόδηλον δήπουθεν ὡς οὐκ ἀλλότριόν ἐστι τῆς οὐσίας αὐτοῦ τὸ δι' οὗ τοῖς ἁγίοις ἐνοικεῖν φαίνεται. ΑΛΛΟ. Ἄφυκτον ἐπάγει τὴν τιμωρίαν τοῖς εἰς τὸν ἁπάντων βλασφημοῦσι Θεὸν καὶ ὁ διὰ Μωσέως νόμος. Καὶ γοῦν τὸν τῆς Αἰγυπτίας υἱὸν κατὰ τὴν ἔρημον λιθόλευστον παρὰ πάσης τῆς συναγωγῆς προστάττει γενέσθαι Θεὸς, μνημονεύσαντα τοῦ ὀνόματος, καθὰ γέγραπται, καὶ εἰπεῖν τι τῶν ἀπηγορευμένων τολμήσαντα. Οὐδὲν δὲ ἧττον καὶ αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, τὴν αὐτὴν ἀποσώζων τιμὴν τῇ θείᾳ φύσει, ἀφεθήσεσθαι μὲν διϊσχυρίζεται τῷ λέγοντι λόγον κατὰ τοῦ Υἱοῦ τοῦ ἀνθρώπου· τῷ δὲ εἰς τὸ Πνεῦμα τὸ ἅγιον δυσφημήσαντι οὐκ ἀφεθήσεσθαι, οὔτε ἐν τῷ νῦν αἰῶνι τούτῳ, οὔτε ἐν τῷ μέλλοντι. Ἀλλ' εἴπερ ἦν ποίημα τὸ Πνεῦμα τὸ ἅγιον, καὶ μὴ τῆς θείας οὐσίας ὑπῆρχε Πατρὶ καὶ Υἱῷ συνθεολογούμενον, πῶς ἡ εἰς αὐτὸ δυσφημία τοσαύτην ἔχει τὴν κόλασιν, ὅση κατὰ τῶν εἰς Θεὸν δυσφημούντων ὁρίζεται; Ἀλλ' ἔστι δῆλον ὅτι Θεὸς ἐκ Θεοῦ καὶ ἐν Θεῷ τὸ Πνεῦμα, τὸ ὡς Θεὸς τιμώμενον παρὰ ταῖς θείαις Γραφαῖς, καὶ οὕτως ὑπάρχον τῇ φύσει. ΑΛΛΟ. Εἰ, καθάπερ φησὶν ὁ Σωτὴρ, ὁ γεννώμενος ἐκ τοῦ Πνεύματος Πνεῦμά ἐστιν· ὁ δὲ τοιοῦτος, οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος ἀνδρὸς ἢ γυναικὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθη· Θεὸς ἄρα τὸ Πνεῦμά ἐστι κατὰ φύσιν τὸ τοὺς ἁγίους ἀναγεννῶν εἰς ἑνότητα τὴν πρὸς Θεὸν, διὰ τοῦ κατοικεῖν ἐν αὐτοῖς, καὶ τῆς οἰκείας φύσεως ἐργάζεσθαι κοινωνούς. ΑΛΛΟ Εἰ θεοποιεῖ τὸ Πνεῦμα τοὺς ἐν οἷς ἂν γένοιτο, καὶ μετόχους θείας ἐργάζεται φύσεως, Θεὸς ἄρα ἐστὶ, καὶ ἐκ τῆς θείας οὐσίας φυσικῶς δι' Υἱοῦ τῇ κτίσει χορηγούμενον, καὶ ἀναμορφοῦν αὐτὴν ὡς πρὸς ἑαυτό. Ὥσπερ γὰρ φωτὸς ἔργον οἰκεῖον τὸ φωτίζειν ἐστὶ, καὶ οὐκ ἄν τι δύναιτο φωτίζειν ὅλως, εἰ μὴ ὑπάρχοι φῶς· οὕτω καὶ θείου Πνεύματος ἔργον, τὸ θεοὺς ἐργάζεσθαι τοὺς δεξαμένους αὐτό. Καὶ οὐδ' ἂν φύσεως θείας ἐδείκνυε κοινωνοὺς τοὺς ἔχοντας αὐτὸ, εἰ μὴ τῆς θείας οὐσίας ὑπῆρχεν αὐτό. Ὅτι οὐκ ἐκ μετοχῆς τῆς τοῦ Θεοῦ καὶ Πατρὸς ἅγιόν ἐστι τὸ Πνεῦμα, ἀλλὰ φύσει καὶ οὐσιω δῶς ἐξ αὐτοῦ. Ἀντίθεσις ὡς ἐκ τῶν δι' ἐναντίας. Ἁγιαστικὸν εἶναι, φασὶ, τὸ Πνεῦμα, καὶ αὐτοὶ συνομολογήσομεν, οὐκ αὐτὸ καθ' ἑαυτὸ φύσει τοιοῦτον ὑπάρχον, ἀλλ' ὥσπερ τι σκεῦος ἐκ σιδήρου τυχὸν ἢ καὶ ἑτέρας τινὸς ὕλης, τῆς ἐκ πυρὸς μετίσχον θερμότητος τὰ πυρὸς ἐργάζεται· οὕτω καὶ αὐτὸ τῆς παρὰ τοῦ Θεοῦ πληρούμενον ἁγιότητος μεταδίδωσι τῇ κτίσει τοῦ ἁγιασμοῦ. Καὶ ἐπὶ τούτοις μάρτυς ἡμῖν ἀψευδὴς αὐτὸς ὁ Σωτὴρ γενήσεται λέγων περὶ αὐτοῦ· Ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται. Πρὸς τοῦτο λύσις. Πανταχόθεν αὐτοῖς ἡ πρότασις ἀτοπωτάτη πάλιν ἀποδειχθήσεται, καὶ δυσφημίαν μᾶλλον ἤπερ ἀληθείας εὕρεσιν ἔχουσα. Οὐ γὰρ νοεῖν, ὡς ἔοικε, τὰς θείας Γραφὰς, παρατρέπειν δὲ μᾶλλον ἐπείγονται πρὸς τὸ ἑκάστῳ δοκοῦν. Ἰδοὺ γὰρ πάλιν καὶ τὴν τοῦ Σωτῆρος φωνὴν εἰς ὀχύρωσιν τῆς οἰκείας ψευδολογίας ἁρπάζουσιν, οὐ τὴν διάνοιαν τοῦ ῥητοῦ σαφῶς ἐκκαλύπτοντες τοῖς ἀκροωμένοις, οὔτε μὴν τὰ ἐφεξῆς τῷ λόγῳ συνείροντες· παρατομὰς δὲ τῶν στίχων δυστρόπως ἐργαζόμενοι, καὶ τὸ δοκοῦν εἶναι χρήσιμον πρὸς τὸν ἀτόπως αὐτοῖς προτεθέντα σκοπὸν, αὐτὸ δὴ καὶ μόνον πανούργως ἁρπάζοντες. Οὐ γὰρ, Ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἁγιάσει ὑμᾶς, φησὶν ὁ Σωτήρ· εἰ καὶ ὅτι μάλιστα καὶ εἰ κατὰ τοῦτον εἴρητο τὸν τρόπον, οὐδεμίαν τοῖς ὀρθῶς ἀκροωμένοις ἐνεποίησεν ἂν τὴν ζημίαν· πλὴν, Ἐκ τοῦ ἐμοῦ λήψεται, φησὶ, καὶ ἀναγγελεῖ ὑμῖν. Οὐ λαλήσει ἀφ' ἑαυτοῦ, ἀλλ' ὅσα ἂν ἀκούσῃ, λαλήσει. Ἐπειδὴ γὰρ ἔμελλε τὴν μετὰ σαρκὸς ἀποπληρώσας οἰκονομίαν ἀναβαίνειν πρὸς τὸν Πατέρα, πέμψειν δὲ ὑπέσχετο τὸν Παράκλητον τοῖς ἑαυτοῦ μαθηταῖς, ἵνα μή τις ὑπολάβῃ τὰ μὴ κατὰ γνώμην αὐτοῦ διατάξειν ποτὲ τὸ Πνεῦμα τὸ ἅγιον, δεικνύς τε σαφῶς ὅτι Πνεῦμα αὐτοῦ ὑπάρχον τὰ ἐξ αὐτοῦ πάλιν διακονήσει ῥήματα· Οὐ λαλήσει, φησὶν, ἀφ' ἑαυτοῦ, ἀλλ' ὅσα ἂν ἀκούσῃ λαλήσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται. Ὅμοιον γὰρ ὡς εἰ καὶ τὸ μέλι περὶ τῆς ἐνούσης αὐτῷ φυσικῆς ποιότητος λέγοι, Οὐκ ἐνθήσει τι ἀφ' ἑαυτῆς τοῖς ἀπογευομένοις, ἀλλ' ἐκ τοῦ ἐμοῦ λήψεται, φυσικῶς διαβαινούσης τῆς ἐκ τῶν οὐσιῶν, ἵν' οὕτως εἴπω, ποιότητος ἐπὶ τὰ ἐξ αὐτῶν ἀμερίστως προερχόμενα, οἷον, καθάπερ ἤδη προείπομεν, ἐκ μέλιτος ἡ γλυκύτης, ἐκ πυρὸς ἡ θερμότης, ἐξ ὕδατος ἡ ψύξις. Οὐκ οὖν μετοικικῶς ἅγιον τὸ Πνεῦμα, κατὰ τὸν ἐκείνων λόγον· φυσικῶς δὲ μᾶλλον καὶ οὐσιωδῶς. ΑΛΛΟ. Τὸ ἐκ μετοχῆς ἅγιον, δοχεῖον ὥσπερ ὑπάρχον τοῦ προσγεγονότος ἁγιασμοῦ, αὐτὸ καθ' ἑαυτὸ πρότερον ἐν ἰδίᾳ φύσει κείσεται, ὥσπερ οὖν καὶ ὁ ἄνθρωπος καὶ ὁ ἄγγελος τυχὸν, ἢ καί τις ἑτέρα φύσις λογική. Λεγέτωσαν τοίνυν ἡμῖν οἱ ἐκ μετοχῆς τῆς τοῦ Θεοῦ καὶ Πατρὸς τὸ Πνεῦμα τολμῶντες λέγειν ἅγιον εἶναικαὶ οὐ φυσικῶς· Τί ποτ' ἄρα αὐτὸ καθ' ἑαυτὸ καὶ ἰδιαζόντως ἐστίν; Ἀλλ' οὐδὲν ἕτερον ἢ ἅγιον ἠκούσαμεν παρὰ ταῖς θείαις Γραφαῖς. Οὐκ ἄρα ἐκ μετοχῆς, οὐδὲ ἐκ συνθέσεως ἅγιον, ἀλλ' οὐσία καὶ φύσις ἁγιαστικὴ, καὶ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς θεότητος, ἵν' οὕτως εἴπω, ποιότης, ὥσπερ οὖν καὶ ὁ γλυκασμὸς τοῦ μέλιτος, ἢ καὶ ἐξ ἄνθους εὐωδία. ΑΛΛΟ. Τὸ ἐκ μετοχῆς προσγενόμενόν τισιν, ὡς δοτὸν ἔσται καὶ ἀφαιρετόν. Μόνα γὰρ τὰ οὐσιωδῶς προσόντα τοῖς ἔχουσιν, ἀχωρίστως συμπεφυκότα φαίνεται. Εἰ τοίνυν ἐν προσθήκης τάξει καὶ συμβεβηκότος κεῖσθαί φασιν ἐν τῷ Πνεύματι τὸν ἁγιασμὸν, ὁμολογήσουσι πάντως ὅτι καὶ ἀποσυμβῆναι δυνήσεται. Ὥρα δὴ οὖν καὶ ἁγιότητος δίχα τὸ Πνεῦμα λέγειν εἶναι δύνασθαι, κατὰ τὸ ἐκείνων ἐπιχείρημα. Ἀλλὰ τοῦτο δυσσεβές. Οὐκ ἄρα ἐκ μετοχῆς ἅγιον τὸ Πνεῦμα, ἀλλ' ὡς ἐκ Θεοῦ φυσικῶς. ΑΛΛΟ. Πνεῦμα ἄγιον ἡ θεία Γραφὴ τὸ ἐκ Θεοῦ Πνεῦμα διηνεκῶς ἀποκαλοῦσα φαίνεται, οὐχ ἕν τι τῶν συμβεβηκότων αὐτῷ δηλοῦσα, κατὰ τὴν ἐκείνων ἀβουλίαν, ἀλλ' ὅπερ ἐστὶ κατὰ φύσιν τοῦτο σημαίνουσα, ὥσπερ οὖν εἴ τις καὶ ἄνθρωπον ὁριζόμενος τὸ τί ἐστι κατ' οὐσίαν σημαίνων, λέγοι, ὅτι ζῶον λογικὸν, θνητόν. Εἶτα πῶς οὐ σφόδρα ἐστὶν ἀτοπώτατον, τὸν μὲν ἄνθρωπον διὰ τὸ οὕτως ὁρίζεσθαι, εἶναι πάντως ὃ καὶ εἶναι πέφυκε, τὸ δὲ Πνεῦμα τὸ ἅγιον ἕτερόν τι παρ' ὅπερ ἐστὶ φαντάζεσθαί τινας, τοῦθ' ὅπερ ἐστὶ κατ' οὐσίαν τῆς προσκειμένης αὐτῷ σημαινούσης ἐπωνυμίας; ἅγιον γὰρ ὀνομάζεται. Οὐκοῦν εἴπερ ἐστὶ κατὰ φύσιν ἅγιον, οὐκ ἔξωθεν ἔχει τὸ εἶναι τοιοῦτο, μᾶλλον δὲ αὐτὸ, τῆς θείας ὑπάρχον οὐσίας ἐνέργεια φυσική τε καὶ ζῶσα καὶ ἐνυπόστατος, προστίθησιν ἀεὶ τῇ κτίσει τὸ τέλειον δι' ἁγιασμοῦ καὶ τῆς πρὸς ἑαυτὸ μετοχῆς. ΑΛΛΟ. Τὰ ἐφ' ἑκάστῳ τῶν ὄντων κείμενα ὀνόματα, ἢ τῶν οὐσιῶν εἰσι παραστατικὰ, ὅρον ἔχοντα τοῦ ὑποκειμένου τέλειον, ἢ λειτουργίαν τινὰ καὶ ἐπιτηδεύματος εἶδος σημαίνει, ὡς ἐν τῷ ἄνθρωπος καὶ προφήτης. Ἂν μὲν γὰρ ἄνθρωπος εἴπω, παρέστησα τοῦ κατηγορημένου, ἢ ὑποκειμένου τὴν οὐσίαν. Προφήτην δὲ λέγων, διακονίαν ἤτοι ἐπιτήδευμα δοθὲν ἀνθρώπῳ δηλῶ. Οὐκοῦν εἴπερ ἅγιον ἐκ μετοχῆς τὸ Πνεῦμα τὸ ἅγιον, λειτουργίας μᾶλλον ἤπερ οὐσίας ἔσται σημαντικὸν τοὔνομα αὐτῷ, καὶ οὐ τί ἐστι κατὰ φύσιν ἐκ τούτου μανθάνομεν, ἀλλ' ὅ τι τέτακται ποιεῖν. Οὐκοῦν ἕτερόν τι κατ' οὐσίαν ἐστὶ, καὶ ἑτέραν ἔχει τινὰ ἰδίαν ἐνέργειαν παρὰ τὴν ἁγιαστικὴν, ἢν ἔξωθεν, ὡς αὐτοὶ δυσφημοῦντές φασι, προστιθεμένην αὐτῷ καὶ ἐπισυμβᾶσαν ἔχει παρὰ Θεοῦ. Ἀτελὲς οὖν ἄρα τὸ Πνεῦμα τὸ ἅγιον, τὸ δεηθὲν πληρώσεως δι' ἁγιασμοῦ. Εἶτα πῶς τὸ οὕτως ἔχον, ὡς ἐκεῖνοί φασι, τὸ ἐν τελειότητι γίνεσθαι τοῖς μετόχοις αὐτοῦ γινομένοις παρέχει; Τὸ ἀτελὲς ὅσον εἰς τὴν οἰκείαν φύσιν, πῶς ἁγιάζει μὲν Ἀρχὰς, Θρόνους, Κυριότητας, Δυνάμεις, Ἐξουσίας, Ἀγγέλους, ἀνθρώπους; Πῶςδὲ ἄρα φασὶν ἁγιασμοῦ πληροῦσθαι τὸ Πνεῦμα παρὰ τοῦ Πατρὸς, ἁγιαστικῆς δηλονότι δυνάμεώς τε καὶ ἐνεργείας ἐρχομένης ἐπ' αὐτό; Τοῦτο γὰρ, ὡς εἰκὸς, δυσφημοῦντες ἐροῦσι. Τίς οὖν ἡ χρεία περιόδου μακρᾶς καὶ πολυπλόκων νοημάτων; Αὐτὴν γὰρ ἐκείνην τὴν ἐκ Πατρὸς φυσικῶς προϊοῦσαν δύναμιν ἁγιαστικὴν τὴν τοῖς ἀτελέσι τὸ τέλειον παρεχομένην, φαμὲν εἶναι τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ περιττὸν, ὡς φαίνεται, τὸ διὰ μέσου τινὸς ἁγιάζεσθαι τὴν κτίσιν, οὐκ ἀπαξιούσης τῆς τοῦ Θεοῦ φιλανθρωπίας καὶ μέχρι τῶν ἐλαχίστων διϊκνεῖσθαι, καὶ ἁγιάζειν αὐτὰ διὰ τοῦ ἁγίου Πνεύματος, ἐπείπερ αὐτοῦ τὰ πάντα ποιήματα. ΑΛΛΟ. Ὁ νόμος διὰ Μωσέως ἐδόθη, φησὶν ἡ θεία Γραφὴ, ἡ χάρις δὲ καὶ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. Οὐκοῦν εἴπερ πολύ τι φαίνεται, τὸ μεταξὺ τῆς τε Μωσέως διακονίας, καὶ τοῦ μεσιτεύσαντος Θεοῦ τε καὶ ἀνθρώπου Ἰησοῦ Χριστοῦ, ἀνάγκη τὸν μὲν διὰ Μωσέως νόμον ἀτελῆ συνομολογεῖν· οὐδὲν γὰρ ἐτελείωσε, φησὶν ὁ Παῦλος· τὴν δὲ διὰ τοῦ Σωτῆρος ἡμῶν χάριν ἀληθῆ καὶ τελείαν εἶναι πιστεύομεν. Τίς οὖν ἄρα ἡ χάρις, ἢ πάντως ἡ τοῦ ἁγίου Πνεύματος χύσις ἡ ἐν ταῖς καρδίαις ἡμῶν γινομένη, κατὰ τὴν τοῦ Παύλου φωνήν; Πῶς οὖν ἀληθινὴ φανεῖται λοιπὸν ἡ ἐν ἡμῖν χάρις, εἴπερ διηκονήθη διὰ κτίσματος εἰς ἡμᾶς ὁ ἁγιασμὸς, ὥσπερ οὖν καὶ ὁ νόμος δι' ἀγγέλων; Εἰ γὰρ οὐκ αὐτουργεῖ τὸ Πνεῦμα τὸ ἅγιον ἐν ἡμῖν, οὐδὲ τοῦτό ἐστι κατὰ φύσιν ὅπερ ἀκούομεν, μετοχικῶς δὲ καὶ μεταληπτικῶς ἁγιασμοῦ πληρούμενον, παρὰ τῆς θείας οὐσίας, εἰς ἡμᾶς ἐκπέμπει τὴν δοθεῖσαν αὐτῷ χάριν, πρόδηλον ὅτι διὰ κτίσματος ἡμῖν ἡ τοῦ ἁγίου Πνεύματος διηκονήθη χάρις. Ἀλλὰ τοῦτο μὲν οὐκ ἀληθές. Διὰ Μωσέως μὲν γὰρ ὁ νόμος, ἤτοι δι' ἀγγέλων· διὰ δὲ τοῦ Σωτῆρος ἡμῶν ἡ χάρις καὶ ἡ ἀλήθεια. Αὐτουργὸν ἄρα τὸ Πνεῦμα ἐν ἡμῖν, ἀληθῶς ἁγιάζον καὶ ἑνοῦν ἡμᾶς ἑαυτῷ διὰ τῆς πρὸς αὐτὸ συναφείας, θείας τε φύσεως ἀποτελοῦν κοινωνούς. Ὅτι Θεὸς κατὰ φύσιν ἐστὶ τὸ Πνεῦμα τὸ ἅγιον, καὶ οὐ κτίσμα οὐδὲ ποίημα. Ἐκ τῆς πρὸς Ῥωμαίους Ἐπιστολῆς. Ἐπιστέλλει Ῥωμαίοις ὁ Παῦλος περὶ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· Τοῦ ὁρισθέντος, φησὶν, Υἱοῦ Θεοῦ ἐν δυνάμει κατὰ τὸ Πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. Εἰ τοίνυν διὰ τὸ ἐκ νεκρῶν ἀναστῆναι, καὶ τῇ ζωοποιῷ δυνάμει τοῦ ἁγίου Πνεύματος λῦσαι τὰ δεσμὰ τοῦ θανάτου, ὁ Χριστὸς εἰς Υἱὸν ἀληθινὸν ὁρίζεται τοῦ Θεοῦ, καὶ τοῦτο ὑπάρχων νοεῖται, οὐκ ἂν εἴη κτίσμα ἢ ποίημα τὸ δι' οὗ τῆς θείας δυνάμεως ἡ ἐπίδειξις γίνεται, τουτέστι τὸ Πνεῦμα, ἵνα μὴ διὰκτίσματος φαίνηται Χριστὸς τρόπον τινὰ βοηθούμενος, οἰκείᾳ δὲ μᾶλλον ἀποκεχρημένος ἰσχύϊ τῇ διὰ Πνεύματος. ΑΛΛΟ. Ὁ Παῦλος πάλιν· Ἐπιποθῶ γὰρ, φησὶν, ἰδεῖν ὑμᾶς, ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικὸν εἰς τὸ στηριχθῆναι ὑμᾶς. Εἰ στηρίζει τὸ Πνεῦμα διὰ τῶν οἰκείων χαρισμάτων τοὺς ἐν οἷς ἂν γένοιτο, δῆλον ἂν εἴη τοῖς ὀρθῶς ἐθέλουσι νοεῖν, ὡς οὔτ' ἐν ποιήμασιν, οὔτε μὲν ἐν δούλοις τετάξεται. Γέγραπται· Ὑποστηρίξει δὲ τοὺς δικαίους ὁ Κύριος. Τὸ δὲ ἐν κυριότητος τόπῳ φυσικῆς τεθειμένον, καὶ διὰ τοῦ στηρίζειν δύνασθαι, φέρει πάντως καὶ τὸ κυρίῳ πρέπον ἀξίωμα. Δοῦλον δὲ τὸ ποιηθὲν ὅσον εἰς γένεσιν. Οὐκ ἄρα ποίημά ἐστι τὸ Πνεῦμα· κύριον γὰρ ἀποδέδεικται καὶ οὐ δοῦλον. ΑΛΛΟ. Ὅσην ἡμῖν τὴν φιλανθρωπίαν ὁ πάντων ἐποιήσατο Δεσπότης, διδάσκων ὁ Παῦλος, φησὶν, ὅτι Ἡ ἀγάπη τοῦ Θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν, διὰ Πνεύματος ἁγίου τοῦ δοθέντος ἡμῖν. Εἰ τοίνυν ὁ Θεὸς ἀγάπη ἐστὶ, κατὰ τὴν Ἰωάννου φωνὴν, καὶ οὐχ ἕτερον μέν τι αὐτὸς, ἕτερον δέ τι τὸ ἐν αὐτῷ, ἁπλοῦς γὰρ καὶ ἀσύνθετος, ἐκκέχυται δὲ ἐν ταῖς καρδίαις ἡμῶν διὰ τοῦ ἐνοικοῦντος ἐν ἡμῖν ἁγίου Πνεύματος· Θεὸς ἄρα τὸ Πνεῦμά ἐστιν, ὡς ἐν τάξει Θεοῦ, κατοικοῦν ἐν ἡμῖν, καὶ, ἵν' οὕτως εἴπω, τῆς ἀνωτάτω πασῶν ἐξέρπον οὐσίας ἐν ἰδίᾳ τε ὑπάρξει καὶ ἐκ Πατρὸς νοούμενον, δι' Υἱοῦ τῇ κτίσει χορηγούμενον. ΑΛΛΟ, δηλοῦν ὅτι ὁ νόμος παρὰ τοῦ Πνεύματος ἐτέθη ὡς παρὰ Θεοῦ. Οἶδα μὲν, φησὶν, ὅτι ὁ νόμος πνευματικός ἐστι. Εἶτα βραχὺ προελθὼν ἐπιλέγει· Συνήδομαι γὰρ τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον. Καὶ πάλιν· Ὁ γὰρ νόμος τοῦ Πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου. Ἰδοὺ τὸν νόμον ὀνομάσας πνευματικὸν, τουτέστι τὸν διὰ Πνεύματος, εὐθὺς αὐτὸν καὶ Θεοῦ νόμον ἀποκαλεῖ. Γυμνότερον δὲ διὰ τῶν ἐφεξῆς ὅτι Θεὸς εἴη τὸ Πνεῦμα, δεικνύει βοῶν· Ὁ νόμος τοῦ Πνεύματος τῆς ζωῆς, ἵνα μὴ μόνον νομοθετοῦν εὑρίσκηται τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλ' ἤδη καὶ Πνεῦμα ὑπάρχον ζωῆς. Καὶ τίς ἡ ζωὴ, ἢ πάντως ὁ λέγων Χριστός· Ἐγώ εἰμι ἡ ἀλήθεια καὶ ἡ ζωή; Νομοθετοῦντος τοιγαροῦν τοῦ Χριστοῦ, ὡς ἐν αὐτῷ καὶ ἐξ αὐτοῦ φυσικῶς ὑπάρχον τὸ Πνεῦμα αὐτὸ νομοθετεῖ. ΑΛΛΟ. Τοῦ σαρκικοῦ κινήματος ὁ Παῦλος κατηγορῶν, καὶ δεικνὺς ὅσην ἔχει πρὸς τὴν τοῦ Πνεύματος βούλησιν τὴν ἀνάστασιν, Ἡ σὰρξ, φησὶ, κατὰ τοῦ Πνεύματος, τὸ δὲ Πνεῦμα κατὰ τῆς σαρκός. Ταῦταγὰρ ἀλλήλοις ἀντίκειται. Εἶτα βραχὺ προελθὼν ἐπιλέγει· Ἄρα οὖν αὐτὸς ἐγὼ τῷ μὲν νοῒ δουλεύω νόμῳ Θεοῦ, τῇ δὲ σαρκὶ νόμῳ ἁμαρτίας· νόμον μὲν ἁμαρτίας τὰ ἐν τῇ σαρκὶ πρὸς τὰς ἐκτόπους ἡδονὰς κινήματα λέγων· Θεοῦ δὲ νόμον, τὴν τοῦ Πνεύματος βούλησιν ἀποκαλῶν. Πρόδηλον οὖν ὅτι Θεὸς τὸ ἅγιον Πνεῦμα, τὸ καὶ νόμους ὁρίζον ἐν ἡμῖν τὸ οἰκεῖον θέλημα. Πρέπει δὲ οὐχ ἑτέρῳ νομοθετεῖν, ἀλλὰ μόνῳ Θεῷ. ΑΛΛΟ. Τῇ γὰρ ματαιότητι, φησὶν, ἡ κτίσις ὑπετάγη οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα ἐπ' ἐλπίδι. Οὐκοῦν εἴπερ εἶναί φασι κτιστόν τε καὶ ποιητὸν τὸ Πνεῦμα τὸ ἅγιον, ἀνάγκη συνομολογεῖν ὑποτετάχθαι καὶ αὐτὸ τῇ ματαιότητι, καὶ συστενάζειν μὲν καὶ συνωδίνειν, εἶναί τε νῦν ὥσπερ ἐν δουλίᾳ, ἐλευθερωθήσεσθαί τε μόλις εἰς τὴν ἀπολύτρωσιν τῆς δόξης τῶν τέκνων Θεοῦ. Εἶτα ποῖ ποτε ἡμῖν ὁ Παῦλος οἰχήσεται λέγων· Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ' ἐλάβετε Πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν· Ἀββᾶ, ὁ Πατήρ. Ἀλλὰ τῆς μὲν δουλείας ἀπαλλάττει τοὺς ἐν οἷς ἂν γένοιτο, ἀναμορφοῖ δὲ μᾶλλον εἰς τὴν ἐλευθερίαν καὶ υἱότητα, μετόχους ἀποδεικνύων τῆς οἰκείας φύσεως. Οὐκ ἄρα δοῦλόν ἐστιν, εἰ δὲ τοῦτο, οὐ κτίσμα. Τὸ δὲ καὶ τὸ εἶναι κτίσμα καὶ τὸ ἓν δούλων τετάχθαι διαφυγὸν, τῆς θείας ἂν εἴη λοιπὸν οὐσίας δηλαδή. ΑΛΛΟ. Συστενάζειν ὁ Παῦλος τὴν κτίσιν εἰπὼν, ἐπιφέρει· Οὐ μόνον δὲ, ἀλλὰ καὶ αὐτοὶ οἱ τὴν ἀπαρχὴν τοῦ Πνεύματος ἔχοντες ἡμεῖς. Καὶ τί τὸ ἐν τούτοις ζητούμενον; Ἡ ἀπαρχὴ, τινός ἐστιν ἀπαρχὴ, καὶ ὁμοειδὴς ἐκείνῳ πάντως, οὗ καὶ ἔστιν ἀπαρχή· οἷον οἴνου μὲν οἶνος, σίτου δὲ ὁμοίως σῖτος. Εἰ τοίνυν ὡς ἐν τῷ αἰῶνι τῷ μέλλοντι τελειοτάτην ἔχειν μέλλουσι τῆς θεότητος τὴν μετουσίαν, ἐν ἀπαρχῆς ἡμῖν τάξει τὸ Πνεῦμα τὸ ἅγιον ἐχορηγήθη, ἀνάγκη δὴ πᾶσα τῆς θείας φύσεως εἶναι λέγειν αὐτὸ, ἧς καὶ ἔστιν ἀπαρχή. Εἰ δὲ τοῦτο, οὐ κτίσμα, οὐδὲ ποίημά ἐστι, Θεὸς δὲ μᾶλλον ὡς ἐκ Θεοῦ καὶ ἐν Θεῷ φυσικῶς. ΑΛΛΟ. Ῥωμαίοις ἐπιστέλλει πάλιν ὁ Παῦλος· Λέγω γὰρ διὰ τῆς χάριτος τῆς δοθείσης μοι παντὶ τῷ ὄντι ἐν ὑμῖν, μὴ ὑπερφρονεῖν παρ' ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἑκάστῳ ὡς ὁ Θεὸς ὥρισε μέτρον πίστεως. Εἶτα πάλιν τῇ τοῦ Πνεύματος ἐξουσίᾳ τὴν τῶν θείων χαρισμάτων διανομὴν ἀναθείς· Ὧ μὲν γὰρ ὁ Θεὸς, φησὶ, δίδωσι Πνεῦμα σοφίας· εἶτα τούτῳ προσθεὶς δωρεῶν εἴδη πολλὰ, ἑτέρῳ δὲ πίστιν, ἐπιλέγει· Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται. Οὐκοῦν εἰ πρὸς τοῖς ἄλλοις ἀγαθοῖς καὶ πίστεως φαίνεται τὸ Πνεῦμα παρεκτικὸν, καὶ τὸ ἀρκοῦν ἑκάστῳ μέτρον ὁρίζον ὡς Θεὸς, πῶς οὐ λίαν ἀσεβὲς ἐπαριθμεῖν αὐτὸν τοῖς κτίσμασι, καὶ μὴ μᾶλλον ἐκ Θεοῦ πεφηνέναι λέγειν; ΑΛΛΟ. Ἐπὶ τοῖς δι' αὐτοῦ γενομένοις παρὰ τοῦ Σωτῆρος κατορθώμασιν ἐπ' ὠφελείᾳ τῶν ἐθνῶν, καυχᾶται λέγων ὁ Παῦλος· Ἔχω οὖν καύχησιν ἐν Χριστῷ Ἰησοῦ τὰ πρὸς τὸν Θεόν. Οὐ γὰρ τολμήσω τι λαλεῖν, ὧν οὐ κατειργάσατο Χριστὸς δι' ἐμοῦ εἰς ὑπακοὴν ἐθνῶν, λόγῳ καὶ ἔργῳ, ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει Πνεύματος ἁγίου. Οὐκοῦν εἰ σημεῖα καὶ τέρατα διὰ τοῦ Παύλου Χριστὸς ἐργάζεται ἐν δυνάμει Πνεύματος ἁγίου, ἐνέργειά τις φυσικὴ καὶ ζῶσα, καὶ, ἵν' οὕτως εἴπωμεν, ποιότης τῆς θεότητος τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιόν ἐστιν. Εἰ δὲ τοῦτο, πῶς ἔσται ποίημα τὸ ἐν Θεῷ καὶ ἐκ Θεοῦ φυσικῶς; Πῶς δὲ ἐν ποιήματι πᾶσα ἡ δύναμις τοῦ Υἱοῦ; ὅπερ ἐστὶ καὶ μόνον εἰπεῖν ἀσεβέστατον. Ἐκ τῆς πρὸς Κορινθίους αʹ. Οὐ τῆς ἐκ λόγων δεινότητος τὸ σωτήριον δεῖσθαι κήρυγμα διδάσκων ὁ Παῦλος, ἐπιστέλλει Κορινθίοις· Κἀγὼ ἐν ἀσθενείᾳ καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς, καὶ ὁ λόγος μου, καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς σοφίας λόγοις, ἀλλ' ἐν ἀποδείξει Πνεύματος καὶ δυνάμεως, ἵνα ἡ πίστις ὑμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων, ἀλλ' ἐν δυνάμει Θεοῦ. Ἰδοὺ τὴν τοῦ Πνεύματος ἀπόδειξιν, τουτέστι τὰ διὰ τοῦ Πνεύματος ἐνεργήματα, δύναμιν εἶναί φησι τοῦ Θεοῦ. Ἐξ αὐτοῦ γὰρ καὶ ἐν αὐτῷ φυσικῶς τὸ Πνεῦμα αὐτοῦ τὸ πάντα ἐνεργοῦν. Πῶς οὖν κτίσμα ἢ ποίημα, τὸ ἐν ᾧ Θεὸς ὅπερ ἐστὶ κατὰ φύσιν γνωρίζεται, καθόσον ἡμῖν ἐφικτὸν, ἐν ἐσόπτρῳ καὶ ἐν αἰνίγματι; ΑΛΛΟ. Οὐδένα τῶν ἀσχήμονα μετιόντων βίον, κληρονόμον ἔσεσθαι τῆς τῶν οὐρανῶν βασιλείας εἰπὼν, πόρνους τε ἀπαριθμήσας καὶ πλεονέκτας καὶ ἅρπαγας, ἐπάγει παραχρῆμα· Καὶ ταῦτά τινες ἦτε, ἀλλ' ἀπελούσασθε, ἀλλὰ ἡγιάσθητε, ἀλλὰ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν. Οὐκοῦν εἰ μόνῳ Θεῷ τὸ ἐξεῖναι συγχωρεῖν ἁμαρτίας δώσομεν, ἀφίησι δὲ καὶ δικαιοῖ τὸ Πνεῦμα, ἁγίους ἀποδεικνύον τοὺς ἐν οἷς ἂν γένοιτο, Θεὸς ἄρα τὸ τὴν θείαν ἐνέργειαν ἔχων ἐν ἑαυτῷ φυσικῶς. ΑΛΛΟ. Ἢ οὐκ οἴδατε, φησὶν, ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν, ὁ δὲ κολλώμενος τῷ Κυρίῳ ἓν Πνεῦμά ἐστιν; Ὥσπερ οὖν ὁ τῇ πόρνῃ κολλώμενος, ἓν ὡς πρὸς αὐτὴν γίνεται, οὕτως ὁ τοῦ ἁγίου Πνεύματος μέτοχος γεγονὼς, ἓν ὡς πρὸς τὸν Κύριον γίνεται. Θεὸς οὖν ἄρα τὸ Πνεῦμα τὸ ἅγιον, δι' οὗ τῷ Θεῷ κολλώμεθα, καὶ ἓν ὡς πρὸς αὐτὸν ἀποτελούμεθα, τῆς τε θείας αὑτοῦ φύσεως γινόμεθα κοινωνοὶ, διὰ τῆςπρὸς τὸ Πνεῦμα συναφείας τε καὶ ἑνότητος. Εἰ δὲ τὸ Πνεῦμα Θεὸς, πῶς ἔσται καὶ ποίημα; ΑΛΛΟ. Ἢ οὐκ οἴδατε, φησὶν, ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ Θεοῦ; Ὅτε τοίνυν ἐν ἡμῖν τοῦ ἁγίου Πνεύματος οἰκοῦντος, οἶκος Θεοῦ καὶ ναὸς χρηματίζομεν, πῶς οὐκ ἔσται τῆς θείας φύσεως, ἀλλ' ἐν τοῖς γενητοῖς ἀριθμηθήσεται, ὅτε κἀκεῖνο πρόδηλόν ἐστιν, ὡς οὐδὲν τῶν γενητῶν ἢ πεποιημένων ὡς Θεὸς ἐν ναῷ λέγεται κατοικεῖν; Μόνης δὲ τῆς θείας φύσεως καὶ τοῦτό ἐστι μετὰ τῶν ἄλλων ἐξαίρετον. ΑΛΛΟ. Ὁ γὰρ λαλῶν, φησὶ, γλώσσῃ, οὐκ ἀνθρώποις λαλεῖ, ἀλλὰ τῷ Θεῷ. Οὐδεὶς γὰρ ἀκούει, Πνεύματι δὲ λαλεῖ μυστήρια. Θεὸς οὖν ἄρα, καὶ ἐκ Θεοῦ τὸ Πνεῦμα, εἴπερ ὁ αὐτῷ λαλῶν, Θεῷ διαλέγεται. Ἐκ τῆς πρὸς Κορινθίους βʹ. Τὸν περὶ τῆς ἀναστάσεως τῶν νεκρῶν λόγον εἰσφέρων ὁ Παῦλος, φησί· Καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει, στενάζομεν βαρούμενοι, ἐφ' ᾧ οὐ θέλομεν ἐκδύσασθαι, ἀλλ' ἐπενδύσασθαι, ἵνα τὸ θνητὸν καταποθῇ ὑπὸ τῆς ζωῆς. Ὁ δὲ κατεργασάμενος ἡμᾶς εἰς αὐτὸ τοῦτο Θεὸς, ὁ καὶ δοὺς ἡμῖν τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος. Ἀῤῥαβῶνα ζωῆς τὸ Πνεῦμα διδόσθαι φησὶν, ὡς τοῦτο κατὰ φύσιν ὑπάρχον· τὸ γὰρ Πνεῦμα ζωοποιεῖ. Ἀλλ' εὑρίσκομεν ὅτι τὸ εἶναι κατὰ φύσιν ζωὴ, μόνῳ πρόσεστι τῷ Θεῷ καὶ Πατρὶ, καὶ τῷ ἐξ αὐτοῦ προελθόντι Λόγῳ. Ὥσπερ γὰρ, φησὶν, ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτω καὶ τῷ Υἱῷ δέδωκεν ἔχειν ζωὴν ἐν ἑαυτῷ. Καὶ πάλιν· Ὥσπερ γὰρ ὁ Πατὴρ οὓς θέλει ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ. Οὐκοῦν εἰ ζωοποιοῦντος τοῦ Πατρὸς, ζωοποιοῦντος δὲ ὁμοίως καὶ τοῦ Υἱοῦ, ζωοποιεῖ καὶ τὸ Πνεῦμα, πῶς ἔσται κτίσμα ἢ ποίημα, τὸ Πατρὶ καὶ Υἱῷ προσεοικὸς, καὶ τῆς οὐσίας ἔχον τὴν ταυτότητα; ΑΛΛΟ, εἰς τὸ αὐτὸ συλλογιστικῶς. Εἰ ποίημα καὶ κτίσμα τὸ Πνεῦμα ὑπάρχον, κατὰ τοὺς ἀνοήτους αἱρετικοὺς, ζωοποιεῖν δύναται τοὺς ἐν οἷς ἂν γένοιτο, οὐδὲν ἐν Θεῷ τὸ ἐξαίρετον ζωοποιοῦντι καὶ αὐτῷ, ἐνέργειαν δὲ πάντως τὴν αὐτὴν εἶναι δώσομεν ποιητοῦ καὶ ποιήματος. Εἶτα πῶς ἐκ διαφόρου καὶ παρηλλαγμένης οὐσιώδους ποιότητος, ἴση καὶ ἀπαράλλακτος ἂν δοθήσεται δύναμις; Τὰ γὰρ μίαν ἔχοντα τὴν ἐνέργειαν, ἕνα καὶ τὸν τοῦ πῶς ἐστι φορέσει λόγον. Ὥρα τοίνυν ἢ τὸ Θεὸν εἰς τὸν τῶν ποιημάτων καταφέρειν ὅρον, ἢ τῷ ποιήματι τὸν τῇ Θεότητι πρέποντα λόγον ἀπονέμειν, εἴπερ, κατ' ἐκείνους, ποίημα καὶ κτίσμα τὸ Πνεῦμα ὑπάρχον, ἴσην τῷ Θεῷ τὴν ἐνέργειαν ἔχει. Καὶ συγκέχυται λοιπὸν τὰ πάντη κατὰ φύσιν ἄμικτα. Ἀλλὰ τοῦτο ἄτοπον, καὶ οὐδὲντῶν οὐσιωδῶς προσόντων τῷ Θεῷ, πρόσεστι ποιήματι, ὥσπερ καὶ αὐτῷ. Ζωοποιεῖ δὲ τὸ Πνεῦμα, ζωοποιοῦντος τοῦ Θεοῦ καὶ Πατρός. Καὶ πῶς ἔσται ποίημα τὸ ἔχον ἐν ἑαυτῷ φυσικῶς τῆς θείας οὐσίας τὸ ἴδιον καὶ ἐξαίρετον; Οὐκοῦν ἐκ Θεοῦ καὶ Θεὸς τὸ Πνεῦμα· καὶ οὐ κτίσμα, κατά τινα τῶν ἀνοήτων, οἷς ἀεὶ γλυκὺς ὁ πρὸς τὴν ἀλήθειαν πόλεμος. ΑΛΛΟ. Ὥστε εἴ τις ἐν Χριστῷ καινὴ κτίσις, τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινὰ, τὰ δὲ πάντα ἐκ Θεοῦ. Οὐκοῦν ἐπειδήπερ ἀνακαινίζοντος ἡμᾶς τοῦ Χριστοῦ, καὶ εἰς νέαν μετατιθέντος ζωὴν, τὸ Πνεῦμα ἀνακαινίζον λέγεται, κατὰ τὸ ἐν Ψαλμοῖς ᾀδόμενον· Ἐξαποστελεῖς τὸ Πνεῦμά σου καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς, ἀνάγκη τὸ Πνεῦμα τῆς οὐσίας ὁμολογεῖν τοῦ Υἱοῦ. Ὡς γὰρ ἐξ αὐτοῦ κατὰ φύσιν ὑπάρχον καὶ ἐπὶ τὴν κτίσιν παρ' αὐτοῦ πεμπόμενον τὸν ἀνακαινισμὸν ἐργάζεται, συμπλήρωμα τῆς ἁγίας ὑπάρχον Τριάδος. Εἰ δὲ τοῦτο, Θεὸς ἄρα καὶ ἐκ Θεοῦ τὸ Πνεῦμα, καὶ οὐ ποίημα. ΑΛΛΟ. Ἥδιστα οὖν μᾶλλον καυχήσομαι, φησὶν, ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ' ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ. Εἰ δὲ τὸ Πνεῦμά ἐστι τὸ ἐπισκηνοῦν καὶ κατοικοῦν ἐν ἡμῖν, καὶ δι' αὐτοῦ Χριστὸς, δύναμις ἄρα αὐτοῦ τὸ Πνεῦμα τὸ ἅγιον. Εἰ δὲ τοῦτο, πῶς ἔσται ποίημα τὸ φύσει προσὸν τῷ Υἱῷ; Ὥρα γὰρ λέγειν σύνθετον εἶναι τὸν οὐδεμίαν ἔχοντα διπλόην Θεὸν Λόγον, ἔκ τε γενητῆς καὶ ἐκ τῆς οἰκείας συγκείμενον φύσεως. Εἰ δὲ τοῦτο ἄτοπον, οὐ κτιστὸν τὸ Πνεῦμα ἢ ποιητὸν, ἀλλ' ἐκ τῆς ἀπερινοήτου καὶ θείας οὐσίας, ὡς δύναμις αὐτῆς καὶ ἐνέργεια φυσική. ΑΛΛΟ. Ἑαυτοὺς πειράζετε, εἰ ἐστὲ ἐν τῇ πίστει, ἑαυτοὺς δοκιμάζετε. Ἢ οὐκ ἐπιγινώσκετε ἑαυτοὺς, ὅτι Χριστὸς Ἰησοῦς ἐν ὑμῖν ἐστιν, εἰ μή τι ἀδόκιμοί ἐστε; Ἐλπίζω δὲ ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι. Οὐκοῦν ἐπειδήπερ ἐν τοῖς δοκίμοις κατοικοῦντος τοῦ Πνεύματος, Χριστός ἐστιν ὁ κατοικῶν, ἀνάγκη λέγειν αὐτὸ τῆς θείας ὑπάρχειν οὐσίας, ἧς καὶ ἐργάζεται κοινωνοὺς τοὺς μετασχόντας αὐτοῦ. Οὐ γὰρ δή που φήσειεν ἄν τις, εἴ γε νοῦν ἔχοι, διὰ κτίσματος τὴν τοῦ Θεοῦ μετοχὴν ἐν ἡμῖν ἀποτελεῖσθαι, εἴπερ ἔκφυλα παντελῶς καὶ ἀλλήλοις ἀνόμοια, καὶ πολὺ τὸ διεῖργον μεταξὺ γενητῆς τε καὶ ἀγενήτου οὐσίας. ΑΛΛΟ. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος, μετὰ πάντων ὑμῶν. Ἀμήν. Ἰδοὺ πάλιν ἐνθάδε συμπληρωτικὸν τῆς ἁγίας Τριάδος τὸ Πνεῦμα φαίνεται. Πῶς οὖν εἷς, πῶς δὲ ἁπλοῦς ὁ Θεὸς, εἴπερ τὸ ἐν αὐτῷ Πνεῦμα κτιστὸν ὑπάρχον ἢ ποιητὸν, ἕτερόν τι παρ' αὐτὸν εὑρίσκεται; Ἀλλ' εἷς ὄντως ἐστὶν ὁ Θεὸς, ἁπλοῦς καὶ ἀσύνθετος, καὶ πάσης ἑτεροειδοῦς φύσεως ἀμιγής. Ἐξ αὐτοῦ δηλονότι καὶ ἐν αὐτῷ τὸ Πνεῦμα φυσικῶς καρπὸς ὑπάρχον αὐτοῦ, καὶ οὐκ ἔξωθεν εἰς ὑπόστασιν ἐνεχθὲν, οὐδὲ ἐπίκτητον ἔχον τοῦθ' ὅπερ ἐστὶ, κατὰ τὴν τῶν ἑτεροδόξων ἀβουλίαν. Ἐκ τῆς πρὸς Γαλάτας. Τεκνία, φησὶ, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν. Εἰ διὰ μόνου τοῦ Πνεύματος μορφοῦται Χριστὸς ἐν ἡμῖν, καὶ τοὺς ἰδίους ὥσπερ ἐντίθησι χαρακτῆρας, ἀναζωγραφῶν εἰς τὸ τῆς θεότητος κάλλος τὴν ἀνθρώπου φύσιν, Θεὸς ἄρα τὸ Πνεῦμα Χριστοῦ, τὸ ὡς αὐτὸς ἐν ἡμῖν μορφούμενον, ἴδιον δὲ πάντων τῆς οὐσίας αὐτοῦ, καὶ οὐκ ἔξωθεν ὑποστατόν. ΑΛΛΟ. Πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε. Ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ Πνεύματος, τὸ δὲ Πνεῦμα κατὰ τῆς σαρκός· ταῦτα γὰρ ἀλλήλοις ἀντίκειται, ἵνα μὴ ἐὰν θέλητε, ταῦτα ποιῆτε. Εἰ δὲ Πνεύματι ἄγεσθε, οὐκ ἔτι ἐστὲ ὑπὸ νόμον. Εἰ διὰ τῶν θελημάτων τοῦ Πνεύματος εἰς εὐλάβειαν καὶ ὀρθότητα βίου παιδαγωγούμενοι πρὸς ἐλευθερίαν καλούμεθα, τὴν ἐν νόμῳ δουλίαν ἐκβαίνοντες, Θεὸς ἄρα τὸ Πνεῦμά ἐστι τὸ ἐλευθεροῦν δυνάμενον, καὶ δεσποτικὸν ἔχει τὸ ἀξίωμα. Ὅτι γὰρ μόνῳ τῷ Θεῷ τὸ ἐλευθεροῦν ἐφεῖται, πρόδηλον μὲν ἐκ τοῦ μηδένα δύνασθαι ἀφαιρεῖν ἁμαρτίας πλὴν αὐτοῦ. Οὐδὲν ἧττον καὶ αὐτὸς ἡμᾶς ὁ Σωτὴρ πιστώσεται λέγων· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ Υἱὸς ὑμᾶς ἐλευθερώσῃ, δοῦλοί ἐστε. Ποιήματι μὲν γὰρ τὸ δύνασθαι τοῦτο ποιεῖν οὐ πρόσεστι, μόνῳ δὲ ὡς Υἱῷ καὶ κληρονόμῳ, τῷ ἐκ Θεοῦ καὶ Πατρὸς προελθόντι Λόγῳ. Εἰ τοίνυν μόνου πρὸς ἐλευθερίαν καλοῦντος ἡμᾶς τοῦ Υἱοῦ, φαίνεται τὸ Πνεῦμα τοῦτο ποιοῦν, πῶς οὐκ ἔσται τῆς οὐσίας αὐτοῦ τὸ ὡς αὐτὸς πάντα πράττον, μετ' ἐξουσίας καὶ δυνάμεως θεοπρεποῦς; Εἰ δὲ τοῦτο, οὐ κτίσμα ἐστὶν, οὐδὲ ποίημα τὸ Πνεῦμα Χριστοῦ. Πολλὴν γὰρ ὁ λόγος ἔχει τὴν ἀσέβειαν. Ἐκ τῆς πρὸς Ἐφεσίους. Περὶ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τὸν λόγον ποιούμενος, Ἐν ᾧ καὶ ὑμεῖς, ἀκούσαντες, φησὶ, τὸν λόγον τῆς ἀληθείας, τὸ Εὐαγγέλιον τοῦ Σωτῆρος ἡμῶν, ἐν ᾧ καὶ πιστεύσαντες ἐσφραγίσθητε τῷ Πνεύματι τῆς ἐπαγγελίας ἁγίῳ, ὅς ἐστιν ἀῤῥαβὼν τῆς κληρονομίας ἡμῶν. Εἰ τῷ ἁγίῳ Πνεύματι σφραγιζόμενοι πρὸς Θεὸν ἀναμορφούμεθα· πῶς ἔσται γενητὸν τὸ δι' οὗ τῆς θείας οὐσίας ἡμῖν ἡ εἰκὼν ἐγχαράττεται, καὶ τῆς ἀγενήτου φύσεως ἐναπομένει τὰ σήμαντρα; Οὐ γὰρ δήπου τὸ Πνεῦμα ἐν ἡμῖν σκιαγράφου δίκην τὴν θείαν οὐσίαν ζωγραφεῖ, ἕτερον αὐτὸ παρ' ἐκείνην ὑπάρχον· οὐδὲ τοῦτον ἡμᾶς τὸν τρόπον εἰς ὁμοίωσιν ἄγει Θεοῦ, ἀλλ' αὐτὸ Θεός τε ὑπάρχον καὶ ἐκ Θεοῦ προελθὸν, ὥσπερ ἔν τινι κηρῷταῖς τῶν δεχομένων αὐτὸ καρδίαις ἀοράτως δίκην σφραγῖδος ἐνθλίβεται, διὰ τῆς πρὸς ἑαυτὸ κοινωνίας τε καὶ ὁμοιώσεως, εἰς τὸ ἀρχέτυπον κάλλος τὴν φύσιν ἀναζωγραφοῦν, καὶ κατ' εἰκόνα Θεοῦ δεικνύον αὖθις τὸν ἄνθρωπον. Πῶς οὖν ἔσται ποίημα, τὸ δι' οὗ πρὸς Θεὸν ἡ φύσις ἀνασχηματίζεται, ὡς Θεοῦ γενομένη μέτοχος; ΑΛΛΟ. Περὶ δὲ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας διαλεγόμενος, Καὶ ἐλθὼν, φησὶν, εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν, καὶ εἰρήνην τοῖς ἐγγύς· ὅτι δι' αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ Πνεύματι πρὸς τὸν Πατέρα. Εἰ τὸ Πνεῦμα λαβόντες Χριστοῦ προσαγόμεθα δι' αὐτοῦ τῷ Θεῷ καὶ Πατρὶ, ὡς τῆς θείας αὐτοῦ φύσεως ἀναδεδειγμένοι κοινωνοὶ, πῶς ἂν εἴη ποίημα, τὸ δι' οὗ τῷ Θεῷ ὡς γένος ἤδη συναπτόμεθα; ΑΛΛΟ. Ἄρα οὖν, φησὶ, οὐκ ἔτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ Χριστοῦ. Ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ, ἐν ᾧ πᾶσα ἡ οἰκοδομὴ συναρμολογουμένη, αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ, ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς ναὸν ἅγιον, εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι. Εἰ ναὸς ἅγιος χρηματίζομεν διὰ τοῦ ἁγίου Πνεύματος, κατοικοῦντος ἐν ἡμῖν τοῦ Θεοῦ, πῶς οὐ πάσης ἀσεβείας ἐπέκεινα βαδιοῦνταί τινες τοῖς πεποιημένοις τὸ Πνεῦμα συντάττοντες, καὶ οὐχὶ μᾶλλον ἐκ τῆς θείας φύσεως ὁμολογοῦντες ὑπάρχειν, τὸ ἐξ αὐτῆς οὐσιωδῶς προερχόμενον, καὶ ἐν Θεοῦ τάξει κατοικοῦν ἐν ἡμῖν; ΑΛΛΟ. Ἐμοὶ, φησὶ, τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη, ἐν τοῖς ἔθνεσιν εὐαγγελίσασθαι τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ Χριστοῦ, καὶ φωτίσαι τίς ἡ οἰκονομία τοῦ μυστηρίου, τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ Θεῷ τῷ τὰ πάντα κτίσαντι. Εἶτα πάλιν ἐν τοῖς ὀλίγον ὀπίσω φησί· Καθὼς προέγραψα ὑμῖν ἐν ὀλίγῳ πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ, ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν Πνεύματι. Εἴπερ οὖν ἐστιν ἀληθὴς ὁ προφήτης βοῶν· Τίς ἔγνω νοῦν Κυρίου; πρόδηλον ὅτι τῶν πεποιημένων οὐδὲν τὴν θείαν οἶδε βουλήν· ἐπὶ μὲν οὖν ἀνθρώπων ὅταν λέγηται, τοῦτο παῖς τις, οἶμαι, συνθήσεται. Ἀλλ' ἴδωμεν, εἴ τῳ δοκεῖ, καὶ τὰς ἐν τοῖς οὐρανοῖς ἁγίας δυνάμεις, εἰ μὴ τῆς τοιαύτης λείπονται τιμῆς. Δέχου μοι τοίνυν τὸν ἐν τῷ Ζαχαρίᾳ προσευχόμενον ἄγγελον καὶ λέγοντα· Κύριε παντοκράτορ, ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ἱερουσαλὴμ, καὶ τὰς πόλεις Ἰούδα, ἃς ὑπερεῖδες τοῦτο ἑβδομηκοστὸν ἔτος; Πῶς οὖν εἴπερ ᾔδει, προσῄει μανθάνειν ἀξιῶν; Ἀλλ' ἔστι δῆλον ὡς ἀγνοεῖ. Οὐκοῦν εἰ τῶν ἄλλων οὐδενὸς τὴν θείαν εἰδότος βουλὴν, τὸ Πνεῦμα ταύτην ἐρευνᾷ καὶ περιεργάζεται, καὶ οἶδε τὰ βάθη τοῦ Θεοῦ, καὶ τὰ κεκρυμμένα ἐν αὐτῷ τοῖς ἁγίοις ἀποκαλύπτει καὶ καθίστησι φανερά· πῶς ἂν εὐλόγως ἀποτέμνοιτο τῆς πρὸς Θεὸν ὁμοουσιότητος; Πῶς δὲ οὐχὶ πάντως ἐξ αὐτοῦ τὸ ἐν αὐτῷ φυσικῶς ὑπάρχον ὡς Πνεῦμα αὐτοῦ, καὶ εἰδὸς πάντα τὰ ἐν αὐτῷ; Εἰ δὲ τοῦτο, οὐ κτίσμα, οὐδὲ ποίημά ἐστιν. Ἐκ τῆς Ἰακώβου Ἐπιστολῆς. Μὴ πλανᾶσθε, φησὶ, ἀδελφοί μου ἀγαπητοί. Πᾶσα δόσις ἀγαθὴ, καὶ πᾶν δώρημα τέλειον, ἄνωθέν ἐστι καταβαῖνον ἐκ τοῦ Πατρὸς τῶν φωτῶν. Εἰ ἐκ τοῦ Πατρὸς τῶν φωτῶν ἡ ποικίλη τῶν θείων χαρισμάτων καταπέμπεται δόσις, φησὶ δὲ ὁ Παῦλος ταῦτα πάντα ἐνεργεῖν τὸ Πνεῦμα διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται, πῶς οὐ Θεὸς ἐκ Θεοῦ καὶ ἐν τῷ Θεῷ Πνεῦμα, τὸ πάντα ἐνεργοῦν τὰ τῷ Θεῷ πρέποντα, καὶ τοῦτο ἐξουσιαστικῶς; Οὐκοῦν οὐ κτίσμα, καθάπερ ἐκεῖνοι ληροῦντές φασι. Ἐκ τῆς Πέτρου Ἐπιστολῆς. Σωφρονήσατε οὖν, φησὶ, καὶ νήψατε εἰς προσευχὰς, πρὸ πάντων τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες, ὅτι ἀγάπη καλύπτει πλῆθος ἁμαρτιῶν· φιλόξενοι εἰς ἀλλήλους ἄνευ γογγυσμοῦ. Ἕκαστος καθὼς ἔλαβε χάρισμα, εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες, ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος Θεοῦ. Ὄρα δή μοι πάλιν, ὅτι τοῦ ἁγίου Πνεύματος ἐξουσιαστικῶς, καὶ καθὼς ἂν βούληται τὰ θεῖα χαρίσματα διανέμοντός τε καὶ ἑκάστῳ τῶν ἁγίων ἐπιμερίζοντος, ὁ θαυμάσιος Πέτρος ἐκ Θεοῦ τῆς τοιαύτης χάριτος τὴν ποικιλίαν τε καὶ δόσιν εἶναι διϊσχυρίζεται, οὐκ ἀλλότριον τῆς θείας φύσεως τὸ Πνεῦμα εἰδώς. Θεὸν οὖν τὸ Πνεῦμα καλοῦντος τοῦ Πέτρου, πῶς οὐ δυσσεβὴς ὁμοῦ καὶ παράφρων ὁ τοῖς ποιήμασιν ἐναρίθμιον τοῦτο τιθεὶς, καὶ τοῖς τῶν ἁγίων ἀποστόλων κηρύγμασιν ἀντιφθέγγεσθαι ῥιψοκινδύνως κατατολμῶν; Ἐκ τῆς Ἰωάννου Ἐπιστολῆς. Ταῦτα, φησὶ, ἔγραψα ὑμῖν περὶ τῶν πλανώντων ὑμᾶς. Καὶ ὑμεῖς τὸ χρίσμα ὃ ἐλάβετε παρ' αὐτοῦ, μενεῖ τε ἐν ὑμῖν, καὶ οὐ χρείαν ἔχετε, ἵνα τις διδάσκῃ ὑμᾶς, ἀλλ' ὡς τὸ αὐτοῦ χρίσμα διδάσκει ὑμᾶς περὶ πάντων, καὶ ἀληθές ἐστι, καὶ οὐκ ἔστι ψεῦδος. Καὶ καθὼς ἐδίδαξεν ὑμᾶς, μένετε ἐν αὐτῷ. Φαίνεταί τις ἐν προφήταις τοιοῦτος λόγος· Καὶ ἔσονται πάντων διδακτοὶ Θεοῦ. Ὅτε τοίνυν οἱ πιστεύσαντες εἰς Χριστὸν, καὶ τῷ ἁγίῳ κατακεχρισμένοι Πνεύματι πάντα δι' αὐτοῦ μανθάνοντες, τῆς μὲν ἐξ ἀνθρώπων διδαχῆς οὐκ ἐν χρείᾳ καθιστᾶσι, διδακτοὶ δὲ μᾶλλον εὑρίσκονται Θεοῦ, κατὰ τὸν ἐν τοῖς προφήταις λόγον, Θεὸς ἄρα τὸ Πνεῦμα σαφῶς. Τὸ δὲ οὔτως ἔχον φύσει, πῶς ἂν εἴη ποίημα; ΑΛΛΟ. Καὶ ὁ τηρῶν τὰς ἐντολὰς αὐτοῦ, ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν αὐτῷ, καὶ ἐν τούτῳ γινώσκομεν ὅτι ἐν ἡμῖν μένει, ἐκ τοῦ Πνεύματος οὗ ἔδωκεν ἡμῖν. Εἰτοῦ Πνεύματος τοῦ ἁγίου ἐν ἡμῖν οἰκοῦντος, Θεός ἐστιν ὁ κατοικῶν, πῶς οὐ Θεὸς καὶ ἐκ Θεοῦ τὸ Πνεῦμα, ὅπερ εἴ τις ἔχοι, Θεὸν ἐνοικοῦντα φορεῖ; Ὃς καὶ διὰ τοῦ προφήτου φησὶν, ὅτι Ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεός. Καὶ εἰ Θεὸς καὶ ἐκ Θεοῦ τὸ Πνεῦμα, τίς αὐτὸ ῥιψοκινδύνως ὅτι γενητὸν εἴη λέγων τὴν αἰώνιον ἐκβήσεται κόλασιν; ΑΛΛΟ. Τίς ἐστιν, φησὶ, ὁ νικῶν τὸν κόσμον, εἰ μὴ ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ; Οὗτός ἐστιν ὁ ἐλθὼν δι' ὕδατος καὶ αἵματος καὶ Πνεύματος, Ἰησοῦς Χριστὸς, οὐκ ἐν τῷ ὕδατι μόνον, ἀλλὰ καὶ ἐν τῷ Πνεύματι καὶ ἐν τῷ αἵματι· καὶ τὸ Πνεῦμά ἐστι τὸ μαρτυροῦν, ὅτι τὸ Πνεῦμά ἐστιν ἡ ἀλήθεια. Ὅτι οἱ τρεῖς εἰσιν οἱ μαρτυροῦντες, τὸ Πνεῦμα, καὶ τὸ ὕδωρ, καὶ τὸ αἷμα, καὶ οἱ τρεῖς εἰς τὸ ἕν εἰσιν. Εἰ τὴν μαρτυρίαν τῶν ἀνθρώπων λαμβάνομεν, ἡ μαρτυρία τοῦ Θεοῦ μείζων ἐστί. Θέα δὴ πάλιν ὅτι τῆς ἀληθείας ὁ κήρυξ Θεόν τε καὶ ἐκ Θεοῦ φυσικῶς τὸ Πνεῦμα καλεῖ. Εἰρηκὼς γὰρ ὅτι τὸ Πνεῦμά ἐστι τὸ μαρτυροῦν, προελθὼν βραχὺ ἐπιφέρει· Ἡ μαρτυρία τοῦ Θεοῦ μείζων ἐστί. Πῶς οὖν ἔσται ποίημα τὸ τῷ Πατρὶ τῶν ὅλων συνθεολογούμενον, καὶ τῆς ἁγίας Τριάδος συμπληρωτικόν; Ἐκ τοῦ κατὰ Ματθαῖον Εὐαγγελίου. Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν· Μνηστευθείσης τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσὴφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου. Εἰ μόνῃ τὸ δύνασθαι κτίζειν τῇ θείᾳ πρόσεστι φύσει, καὶ τοῦτο αὐτῇ μετὰ τῶν ἄλλων θεοπρεπῶν ἀξιωμάτων τὸ ἐξαίρετον· κτίζει δὲ τὸ Πνεῦμα τὸ θεῖον ἐν τῇ Παρθένῳ ναὸν, τίς αὐτὸ πεποιῆσθαι λέγων, οὐχὶ δυσσεβής τε ὁμοῦ καὶ παράφρων εὑρεθήσεται; τῆς γὰρ ἀνωτάτω πάντων οὐσίας κατηγορεῖ, καθέλκων ὥσπερ αὐτὴν βιαζόμενος εἰς τὸν τῶν ποιημάτων ὅρον, εἰς τὸ εἶναι πρόσφατον καὶ οὐκ ἐν ἀρχῇ. Ἐν ἡμῖν δὲ πρόσφατος οὐκ ἔσται Θεὸς, κατὰ τὸ ἐν Ψαλμοῖς γεγραμμένον. Οὐκ ἄρα γέγονεν ἢ πεποίηται, μᾶλλον δὲ ἦν ἐν ἀρχῇ ἡ θεία καὶ ἀκήρατος φύσις. Εἰ δὲ τοῦτο, πῶς ἂν γεγενῆσθαι νοοῖτο τὸ ἐν Θεῷ καὶ Πατρὶ θεῖόν τε καὶ ἅγιον Πνεῦμα; ΑΛΛΟ. Εἰ ἐγὼ, φησὶ, ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσι; Διὰ τοῦτο αὐτοὶ κριταὶ ὑμῶν ἔσονται. Εἰ δὲ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ' ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. Εἰ διὰ τῆς ἐνεργείας τοῦ Πνεύματος Θεὸς ἐξελαύνων τὰ δαιμόνια δοξάζεται, κτιστὸν δέ ἐστι καὶ γενητὸν, κατά τινας τῶν ἀπαιδεύτων τὸ Πνεῦμα τὸ ἅγιον, ἐν ποιήματι ἄρα ἐστὶ τὸ δύνασθαι τῷ Θεῷ. Καὶ πῶς οὐ μείζων ἐστὶν αὐτοῦ τὸ ἐν ᾧ δοξάζεται; Ἀλλὰ τοῦτο δυσσεβὲς νοῆσαί τε καὶ ὅλως εἰπεῖν. Οὐκ ἄραγενητὸν Πνεῦμα τὸ ἐν ᾧ Θεὸς δι' Υἱοῦ τὰ πάντα ἐργάζεται, καὶ διὰ τοῦτο δοξάζεται. Ἐκ τοῦ κατὰ Ἰωάννην Εὐαγγελίου. Ὅσοι δὲ, φησὶν, ἔλαβον αὐτὸν ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Εἰ τὸ Πνεῦμά ἐστι τὸ διὰ τῆς πίστεως τῆς εἰς Χριστὸν ἀναγεννῶν ἡμᾶς εἰς σωτηρίαν, ὡς αὐτοῦ δὴ τούτου χάριν γεννητοὺς ἡμᾶς χρηματίζειν Θεοῦ, πῶς οὐκ ἂν εἴη τὸ Πνεῦμα Θεός; Ὅτι δὲ γεννητοὶ Πνεύματος ἡμεῖς οἱ πιστεύσαντες, μαρτυρήσει λέγων ὁ Σωτὴρ πρὸς Νικόδημον· Τὸ Πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ' οὐκ οἶδας πόθεν ἔρχεται, καὶ ποῦ ὑπάγει. Οὕτως πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Πνεύματος. ΑΛΛΟ. Ὅταν δὲ ἔλθῃ ὁ Παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρὸς, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ. Εἰ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ἐκπορεύεται τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ὥσπερ τις καρπὸς ἢ ποιότης ἐστὶ τῆς οὐσίας αὐτοῦ, ἀγένητος δὲ καὶ ἄκτιστος ὁ Πατὴρ, πῶς ἂν εἴη γενητὸν τὸ ἐξ αὐτοῦ προχεόμενον Πνεῦμα; Πῶς δὲ ναοὶ Θεοῦ χρηματίζομεν ἡμεῖς τὸ Πνεῦμα λαβόντες, εἴπερ οὐκ ἔστι Θεὸς, κατὰ τήν τινων ἀβουλίαν;