Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Thesaurus de sancta consubstantiali trinitate
Cyril of AlexandriaTrin 35 · pg-scrape-grcMore by Cyril of Alexandria
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
35.1
Μαρτυρίαι ἀπὸ τῆς θείας Γραφῆς, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι γενητὸς ἐκ Πατρός ἐστιν ὁ Υἱὸς, καὶ οὐχὶ πεποιημένος. Ἡ Σοφία φησί· Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι, καὶ πρὸ τὰς ἀβύσσους ποιῆσαι, πρὸ τοῦ ἐλθεῖν τὰς πηγὰς τῶν ὑδάτων, πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. Ὁ Ψαλμῳδός. Κύριος εἶπε πρός με· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. Ὁ αὐτός· Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου, ἐν τῇ λαμπρότητι τῶν ἁγίων, ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐξεγέννησά σε. Ὅτι ἀΐδιος καὶ πρὸ τῶν αἰώνων ὁ Θεὸς Υἱὸς, ἄῤῥητον ἔχων ἐκ Πατρὸς τὴν γέννησιν. Ἰωάννης εὐαγγελιστής. Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ, ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν. Ἐκ τῆς Ἰωάννου Ἐπιστολῆς. Ὃ ἦν ἀπαρχῆςὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγου τῆς ζωῆς. Καὶ ἡ ζωὴ ἐφανερώθη, καὶἑωράκαμεν, καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν Πατέρα, καὶ ἐφανερώθη ἡμῖν. Ὁ Σωτὴρ ἐν Εὐαγγελίῳ. Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τίς ἐστι ὁ Υἱὸς, εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει τίς ἐστιν, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν ὁ Υἱὸς ἀποκαλύψῃ. Ἰωάννης εὐαγγελιστής. Θεὸν οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς Υἱὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο. Ἦν γὰρ ὁ Λόγος ἐν κόλπῳ, τουτέστιν, ἐν τῇ φύσει τοῦ Πατρός. Ἡσαΐας. Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, οὗτος οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. Ἐν τῇ ταπεινώσει, ἡ κρίσις αὐτοῦ ἤρθη. Τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; Ἀῤῥήτως γὰρ ἐκ Πατρὸς ἐξέλαμψεν ὁ Υἱός. Μιχαίας. Καὶ σὺ, Βηθλεὲμ, οἶκος τοῦ Ἐφρατᾶ, ὀλίγος εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα, ἐξ οὗ μοι ἐξελεύσεται ἡγούμενος τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραὴλ, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος. Ἐξῆλθε γὰρ ὥσπερ καὶ ἐξήλατο τῆς τοῦ Πατρὸς οὐσίας ὁ Υἱὸς, οὐ κατά τινα μερισμὸν ἢ ἀποκοπὴν, ἀλλ' ὡς ἐκ φωτὸς ἀπαύγασμα. Πλὴν ἀπαρχῆς, καὶ ἵν' οὕτως εἴπωμεν, ἔξω τῶν ἡμερῶν τοῦ αἰῶνος. Οὐκοῦν ἐκ Πατρὸς, καὶ ἀΐδιος. Παῦλος. Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως· ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ, εἴτε ἀόρατα, εἴτε Θρόνοι, εἴτε Ἀρχαὶ, εἴτε Ἐξουσίαι, εἴτε Κυριότητες, τὰ πάντα δι' αὐτοῦ, καὶ εἰς αὐτὸν ἔκτισται, καὶ αὐτός ἐστι πρὸ πάντων. Ἐν δὲ τοῖς πᾶσιν, αἰῶνές εἰσι καὶ χρόνοι καὶ καιροί· ἀΐδιος οὖν ὁ καὶ πρὸ τούτων Υἱός. Ὁ αὐτός. Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ' ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, ὃν ἔθηκεν κληρονόμον πάντων, δι' οὗ καὶ ἐποίησε τοὺς αἰῶνας. Εἰ δὲ καὶ αὐτοὶ γεγόνασιν οἱ αἰῶνες δι' Υἱοῦ, πῶς οὐκ ἀΐδιος ὁ πρὸ αἰώνων ἐστί; Ὁ Ψαλμῳδός. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ. Πρὸ τοῦ ὄρη ἑδρασθῆναι καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην, καὶ ἀπὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα σὺ εἶ. Ἰδοὺ τὸ εἶναι πρὸ πάσης κτίσεως δίδωσι τῷ Υἱῷ. Πάντως δὲ δή που καὶ τοὺς αἰῶνας ἐν τῇ κτίσει θήσομεν. Εἶτα πῶς οὐκ ἀΐδιος ὁ πρὸ πάντων Υἱός; Ὁ Σωτήρ. Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς· τὸ ἔργον τελειώσας ὃ δέδωκάς μοι ἵνα ποιήσω αὐτό. Καὶ νῦν δόξασόν με, σὺ Πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον, πρὸ τοῦ τὸν κόσμον εἶναι, παρὰ σοί. Εἰ δὲ ἦν ἐν Πατρὶ, καὶ πρὸ τῆς τοῦ κόσμου συστάσεως ὁ Υἱὸς, πῶς ὁ πρὸ πάντων οὐκ ἀΐδιος; Ὅτι Λόγος ἐστὶν ὁ τοῦ Θεοῦ Υἱός. Ἱερεμίας. Οὕτως λέγει Κύριος· Εἰ προφῆται εἰσὶ, καὶ ἔστι Λόγος Κυρίου ἐν αὐτοῖς, ἀπαντησάτωσάν μοι. Οὐ γὰρ ἦν ἐν τοῖς ψευδοπροφήταις ὁ τοῦ Θεοῦ Λόγος, τουτέστιν ὁ Υἱός. Ὁ αὐτός. Ἠσχύνθησαν σοφοί· ἐπτοήθησαν καὶ ἑάλωσαν. Σοφία τίς ἐστιν ἐν αὐτοῖς, ὅτι τὸν Λόγον Κύριον ἀπεδοκίμασαν; Ἀπεδοκίμασαν γὰρ τὸν Υἱὸν τοῦ Θεοῦ, λέγοντες οἱ δοκησίσοφοι Γραμματεῖς τε καὶ Φαρισαῖοι· Εἰ ἦν οὗτος παρὰ Θεοῦ ὁ ἄνθρωπος, οὐκ ἂν ἔλυε τὸ Σάββατον. Διὸ δὴ δικαίως κατῃσχύνθησαν. Ἡσαΐου. Καὶ αὐτὸς σοφὸς ἦγεν ἐπ' αὐτοὺς κακὰ, καὶ ὁ Λόγος αὐτοῦ οὐ μὴ ἠθετήθη. Σοφὸς γὰρ ὄντως ὁ τοῦ Θεοῦ Λόγου Πατὴρ τοῖς τὸν Υἱὸν ἀθετήσασιν ἐπισωρεύει κακά. Ὁ Ψαλμῳδός. Ἐξηρεύξατο ἡ καρδία μου Λόγον ἀγαθόν.– Εἰς τὸν αἰῶνα, Κύριε, ὁ Λόγος σου διαμένει ἐν τῷ οὐρανῷ. Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, καλῶς ψάλλετε αὐτῷ ἐν ἀλαλαγμῷ. Ὅτι εὐθὺς ὁ Λόγος τοῦ Κυρίου, καὶ πάντα ἔργα αὐτοῦ ἐν πίστει. Ἐξαπέστειλε τὸν Λόγον αὐτοῦ καὶ ἰάσατο αὐτοὺς, καὶ ἐῤῥύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν. Τοῦ ἐλέους Κυρίου πλήρης ἡ γῆ. Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν. Βοηθός μου καὶ ἀντιλήπτωρ μου εἶ σύ· καὶ εἰς τὸν Λόγον σου ἐπήλπισα. Ἐκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχή μου, καὶ εἰς τὸν Λόγον σου ἐπήλπισα. Ἡ δικαιοσύνη σου, δικαιοσύνη εἰς τὸν αἰῶνα. Καὶ ὁ Λόγος σου ἀλήθεια. Ὁ Παῦλος. Ζῶν γὰρ ὁ Λόγος τοῦ Θεοῦ, καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον. Ὅτι πᾶν κτίσμα Θεοῦ καλὸν, καὶ οὐδὲν ἀπόβλητον· ἁγιάζεται γὰρ διὰ Λόγου Θεοῦ καὶ ἐντεύξεως. Ἰωάννης ὁ εὐαγγελιστής. Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Ὁ Σωτήρ. Πάτερ, ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου, καὶ ὁ Λόγος δὲ ὁ σὸς, ἀλήθειά ἐστιν. Ὁ Παῦλος πρός τινας. Καὶ τανῦν παρατίθεμαι ὑμᾶς τῷ Θεῷ, καὶ τῷ Λόγῳ τῆς χάριτος αὐτοῦ. Ἰάκωβος. Βουληθεὶς ἀπεκύησεν ἡμᾶς Λόγῳ ἀληθείας, εἰς τὸ εἶναι ἡμᾶς ἀπαρχὴν τῶν αὐτοῦ κτισμάτων. Πέτρος. Ἀλλήλους ἀγαπήσατε ἐκτενῶς, ἀναγεγεννημένοι οὐκ ἐκ σπορᾶς φθαρτῆς, ἀλλὰ διὰ Λόγου ζῶντος Θεοῦ καὶ μένοντος. Ἰωάννης. Ὃ ἦν ἀπ' ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγου τῆς ζωῆς. Ὁ αὐτός. Ἐὰν εἴπωμεν ὅτι οὐχ ἡμαρτήκαμεν, ψεύστην ποιοῦμεν αὐτὸν, καὶ οὐκ ἔστιν ἐν ἠμῖν ὁ Λόγος αὐτοῦ. Ὁ αὐτός. Ἔγραψα ὑμῖν, νεανίσκοι, ὅτι ἰσχυροί ἐστε, καὶ ὁ Λόγος ἐν ὑμῖν μένει, καὶ νενικήκατε τὸν πονηρόν. Ὅτι φῶς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ. Ἡσαΐας. Φωτίζου, φωτίζου, Ἱερουσαλήμ· ἥκει γάρ σου τὸ φῶς. Ὁ αὐτός. Χώρα Ζαβουλὼν, ἡ γῆ Νεφθαλεὶμ, πρὸς ὁδὸν θαλάσσης, καὶ οἱ λοιποὶ οἱ τὴν παραλίαν κατοικοῦντες, καὶ πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν, τὰ μέρη τῆς Ἰουδαίας. ὁ λαὸς ὁ καθήμενος ἐν σκότει, ἴδετε φῶς μέγα. Ὁ αὐτός. Καὶ νῦν, οἶκος τοῦ Ἰακὼβ, δεῦτε πορευθῶμεν τῷ φωτὶ Κυρίου. Ἀνῆκε γὰρ τὸν λαὸν αὐτοῦ τὸν οἶκον τοῦ Ἰσραήλ. Ὁ αὐτός. Ἰδοὺ δέδωκά σε εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν. Ὁ Ψαλμῳδός. Φῶς ἀνέτειλε τῷ δικαίῳ. Ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου. Μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμὸν, Κύριε, ἐν τῷ φωτί σου προσώπου σου πορεύσονται. Οὐ γὰρ ἐν τῇ ῥομφαίᾳ ἐκληρονόμησαν γῆν, καὶ ὁ βραχίων αὐτῶν οὐκ ἔσωσεν αὐτοὺς, ἀλλ' ἡ δεξιά σου καὶ ὁ βραχίων σου καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου. Δανιήλ. Ὅτι ἡ σοφία καὶ ἡ σύνεσις αὐτοῦ ἐστι· καὶ αὐτὸς ἀλλοιοῖ καιροὺς καὶ χρόνους, καθιστᾷ βασιλεῖς καὶ μεθιστᾷ, διδοὺς σοφίαν τοῖς σοφοῖς, καὶ φρόνησιν τοῖς εἰδόσι σύνεσιν. Αὐτὸς ἀποκαλύπτει βαθέα καὶ ἀπόκρυφα, γινώσκων τὰ ἐν τῷ σκότει, καὶ τὸ φῶς μετ' αὐτοῦ ἐστιν. Ὁ Παῦλος περὶ τοῦ Θεοῦ καὶ Πατρὸς λέγων· Ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον. Ὁ αὐτός. Ὡς τέκνα φωτὸς περιπατεῖτε· ὁ γὰρ καρπὸς τοῦ Πνεύματος ἐν πάσῃ ἀγαθοσύνῃ καὶ ἀληθείᾳ. Ὁ αὐτός. Εὐχαριστοῦμεν, φησὶ, τῷ Πατρὶ, τῷ ἱκανώσαντι ἡμᾶς ἐν τῷ κλήρῳ ἐν τῷ φωτί. Ὁ Πέτρος. Ὅπως, φησὶ, τὰς ἀρετὰς ἐπαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος, εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς. Ὁ αὐτός. Ἕως οὗ, φησὶν, ἡμέρα διαυγάσῃ, καὶ φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν. Ἰωάννης ἐν Ἐπιστολῇ. Ἐὰν ἐν τῷ φωτὶ περιπατῶμεν, ὡς αὐτός ἐστιν ἐν τῷ φωτὶ, κοινωνίαν ἔχομεν μετ' ἀλλήλων. Ὁ γὰρ ἐν τῷ φωτὶ περιπατῶν ἐν Χριστῷ πολιτεύεται. Ὁ αὐτός. Ὅτι ἡ σκοτεία παράγεται, καὶ τὸ φῶς τὸ ἀληθινὸν ἤδη φαίνει, τουτέστιν, ὁ Χριστός. Ὁ αὐτός. Ὁ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ φωτὶ μένει· καὶ σκάνδαλον ἐν αὐτῷ οὐκ ἔστιν. Οὐ γὰρ ἔξω τῆς ἐν Χριστῷ πολιτείας κείσεται ὁ τὴν αὐτῷ φίλην ἀγάπην ἐν αὐτῷ κεκτημένος. Ὁ Σωτήρ. Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἴνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ, ἐν τῇ σκοτείᾳ μὴ μείνῃ. Ὁμοίως. Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου, ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσει ἐν τῇ σκοτείᾳ, ἀλλ' ἕξει τὸ φῶς τῆς ζωῆς. Ὁμοίως. Αὕτη δέ ἐστιν ἡ κρίσις, ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον, καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς. Ἦν γὰρ αὐτῶν πονηρὰ τὰ ἔργα. Ὁμοίως. Πᾶς γὰρ ὁ τὰ φαῦλα πράσσων, μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ ἐλεγχθῇ τὰ ἕργα αὐτοῦ. Ἰωάννης εὐαγγελιστής. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης. Οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν. Ὁ αὐτός. Ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων, καὶ τὸ φῶς ἐν τῇ σκοτείᾳ φαίνει, καὶ ἡ σκοτεία αὐτὸ οὐ κατέλαβεν. Ὁ Σωτὴρ πρὸς Ἰουδαίους. Ἕως τὸ φῶς ἔχετε, πιστεύσατε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε. Ὁ αὐτὸς πρὸς αὐτούς. Ἔτι μικρὸν χρόνον τὸ φῶς ἐν ὑμῖν ἐστιν. Ἕως τὸ φῶς ἔχετε, περιπατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ ἡ σκοτεία ὑμᾶς καταλάβῃ. Ὅτι ἀλήθειά ἐστιν ὁ τοῦ Θεοῦ Υἱός. Ὁ Παῦλος. Καὶ τῇ φανερώσει τῆς ἀληθείας συνιστάνοντες ἑαυτοὺς πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων. Ὁ αὐτός. Ἐτρέχετε καλῶς, τίς ὑμᾶς ἐνέκοψε τῇ ἀληθείᾳ μὴ πείθεσθαι; Ὁ Πέτρος. Τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας. Ὁ Παῦλος. Ἐν ᾧ καὶ ὑμεῖς ἀκούσαντες τὸν Λόγον τῆς ἀληθείας, τὸ Εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν, ἐν ᾧ καὶ πιστεύσαντες ἐσφραγίσθητε τῷ Πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ. Ὁ αὐτός. Ὁ Θεὸς γὰρ, φησὶ, θέλει πάντας ἀνθρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Εἵλετο γὰρ, φησὶν, ἡμᾶς ὁ Θεὸς ἀπαρχὴν εἰς σωτηρίαν ἐν ἁγιασμῷ Πνεύματος, καὶ πίστει ἀληθείας. Ὁ αὐτός. Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν, μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκ ἔτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία. Ὁ Σωτήρ. Πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας, ἀκούει μου τῆς φωνῆς. Ὁμοίως. Κἀγὼ, φησὶ, παρακαλέσω τὸν Πατέρα, ἵνα μείνῃ μεθ' ὑμῶν τὸ Πνεῦμα τῆς ἀληθείας, ὃν ὁ κόσμος οὐ δύναται λαβεῖν. Ὅταν δὲ ἔλθῃ ὁ Παράκλητος τὸ Πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς ἐν τῇ ἀληθείᾳ πάσῃ. Καὶ ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτὸν, ἵνα ὦσιν ἡγιασμένοι ἐν ἀληθείᾳ. Καὶ ἔλεγεν, φησὶν, ὁ Ἰησοῦς· Ἐγώ εἰμι ἡ ὁδὸς, καὶ ἡ ἀλήθεια, καὶ ἡ ζωή. Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, τοῖς Ἰουδαίοις δηλαδή· Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλουἐστὲ, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. Ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ' ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν, ὅτι ἀλήθεια οὐκ ἔστιν ἐν αὐτῷ. Ἔσδρας. Καὶ εἶπε, φησὶ, Ζοροβάβελ· Ἡ ἀλήθεια μεγάλη καὶ ἰσχυροτέρα παρὰ πάντα. Πᾶσα ἡ γῆ τὴν ἀλήθειαν καλεῖ. Καὶ ὁ οὐρανὸς αὐτὴν καλεῖ, καὶ προσκυνεῖ, καὶ πάντα τὰ ἔργα αὐτὴν σείεται καὶ τρέμει. Ὁ αὐτός. Καὶ ἡ ἀλήθεια μένει καὶ ἰσχύει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καὶ οὐκ ἔστι παρ' αὐτῇ λαμβάνειν πρόσωπα. Ἐν Ψαλμοῖς. Ἀρχὴ τῶν λόγων σου ἀλήθεια. Ὁ γὰρ πρῶτος καὶ ἔμφυτος καὶ οὐσιώδης ἐν Θεῷ καὶ Πατρὶ Λόγος, ἡ ἀλήθειά ἐστιν, ὁ Υἱὸς δηλαδή. Δυνατὸς εἶ, Κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου. Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, καὶ τὰ ἑξῆς, ἕως τοῦ, Ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ. Περὶ τοῦ δικαίου λέγων· Καὶ τοὺς μισοῦντας αὐτὸν τροπώσομαι, ὅτι τὸ ἔλεός μου καὶ ἀλήθειά μου μετ' αὐτοῦ. Ὁδὸν ἀληθείας ᾑρετισάμην. Ἀγαπᾷ γὰρ σοφὸς ἐν Θεῷ τὴν εὐαγγελικὴν πολιτείαν, ὡς πολὺ τῆς νομικῆς βελτίονα. Ἡ δικαιοσύνη σου, δικαιοσύνη εἰς τὸν αἰῶνα καὶ ὁ Λόγος σου, Κύριε, ἀλήθεια. Ὁ Σωτήρ. Πάτερ, ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου. Ὁ Λόγος ὁ σὸς ἀλήθειά ἐστιν. Ἰωάννης ἐν Ἐπιστολῇ. Ὁ λέγων· Ἔγνωκα αυτὸν, καὶ τὰς ἐντολὰς αὐτοῦ μὴ τηρῶν, ψεύστης ἐστὶ, καὶ ἐν τούτῳ ἡ ἀλήθεια οὐκ ἔστιν. Ὁμοίως. Οὐκ ἔγραψα ὑμῖν ὅτι οὐκ οἴδατε τὴν ἀλήθειαν, ἀλλ' ὅτι οἴδατε αὐτὴν, καὶ ὅτι πᾶν ψεῦδος ἐκ τῆς ἀληθείας οὐκ ἔστιν. Ἐὰν εἴπωμεν ὅτι ἁμαρτίαν οὐκ ἔχομεν, ἑαυτοὺς πλανῶμεν, καὶ ἡ ἀλήθεια οὐκ ἔστιν ἐν ἡμῖν. Ὁ Παῦλος περὶ τῶν ἀπειθούντων τῷ Χριστῷ· Ἀνθ' ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτοὺς, διὰ τοῦτο πέμψει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης, τουτέστι, τὸν Ἀντίχριστον ὃν αὐτὸς ἐσήμαινε λέγων ὁ Σωτήρ· Ἐγὼ ἦλθον ἐπὶ τῷ ὀνόματι τοῦ Πατρὸς, καὶ οὐκ ἐδέξασθέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε. Ὅτι εἰκών ἐστι καὶ ὁμοίωσις τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς καὶ πρόσωπον αὐτοῦ. Ἐν τῷ Ψαλτηρίῳ. Μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμὸν, Κύριε, ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται, καὶ ἐν τῷ ὀνόματί σου ὅλην τὴν ἡμέραν ἀγαλλιάσονται. Οὐ γὰρ ἐν τῇ ῥομφαίᾳ αὐτῶν ἐκληρονόμησαν γῆν, καὶ ὁ βραχίων αὐτῶν οὐκ ἔσωσεν αὐτούς· ἀλλ' ἡ δεξιά σου καὶ ὁ βραχίων σου, καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου. Ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε. Ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου. Ἐν τῇ πρὸς Ἑβραίους. Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ' ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ ὃν ἔθηκε κληρονόμον πάντων, δι' οὗ καὶ ἐποίησε τοὺς αἰῶνας, ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ. Ἐν τῇ πρὸς Κολοσσαεῖς. Εὐχαριστοῦμεν τῷ Θεῷ καὶ Πατρὶ τῷ ἱκανώσαντι ἡμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτὶ, ὃς ἐῤῥύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ μετέστησεν εἰς τὴν βασιλείαν τῆς ἀγάπης τοῦ Υἱοῦ αὐτοῦ, ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν, ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως. Ἐν τῇ πρὸς Φιλιππησίους. Ἕκαστοι τοῦτο φρονεῖτε ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ· ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ. Ἰωάννης ὁ εὐαγγελιστής. Καὶ ἀποκριθεὶς Φίλιππος εἶπε τῷ Ἰησοῦ· Δεῖξον ἡμῖν τὸν Πατέρα, καὶ ἀρκεῖ ἡμῖν. Λέγει αὐτῷ ὁ Ἰησοῦς· Τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. Ὁ Σολομῶν. Ἀπαύγασμα γάρ ἐστι φωτὸς ἀϊδίου, καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ Θεοῦ ἐνεργείας, καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ. Ἐν τῇ Γενέσει. Καὶ εὐλόγησε τὸν Ἰακὼβ ὁ πάλαι μετ' αὐτοῦ ἐκεῖ, καὶ ἐκάλεσεν ὁ Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου [εἶδος Θεοῦ]. Εἶδον γὰρ Θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή. Ἀνέτειλε δὲ αὐτῷ ὁ ἤλιος, ἡνίκα παρῆλθε τὸ εἶδος τοῦ Θεοῦ. Ἐν τῷ αὐτῷ, ὅτι δικαιοσύνη ἐστὶν ὁ τοῦ Θεοῦ Υἱός. Ἐν τῇ Γενέσει. Καὶ εἶπεν ὁ Θεός· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν. Ὁ Παῦλος. Καὶ οὐ θαυμαστόν· αὐτὸς γὰρ ὁ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός. Οὐ μέγα οὖν εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης. Ὁ αὐτός. Ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, καὶ δικαιοσύνη, καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις. Ὁ αὐτός. Μαρτυρῶ γὰρ αὐτοῖς, ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ' οὐ κατ' ἐπίγνωσιν. Ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. Ὁ αὐτός. Ἐλευθερωθέντες οὖν ἀπὸ τῆς ἁμαρτίας, ἐδουλώθητε τῇ δικαιοσύνῃ. Ὁ Ἀπόστολος. Δικαιοσύνη Θεοῦ πεφανέρωται μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν, δικαιοσύνη δὲ Θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ. Ἐν ταῖς Πράξεσιν. Τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ Θεὸς, τὰ νῦν παραγγέλλει τοῖς ἀνθρώποις, πάντας πανταχοῦ μετανοεῖν, ὅτι ἔστησενἡμέραν ἐν ᾗ κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. Ἐν τῷ Εὐαγγελίῳ. Ἦλθεν Ἰωάννης πρὸς ὑμᾶςἐν ὁδῷ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ. Οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ. Ἐν τῷ κατὰ Ματθαῖον. Ζητεῖτε πρῶτον τὴν δικαιοσύνην αὐτοῦ καὶ τὴν βασιλείαν, καὶ ταῦτα. πάντα προστεθήσεται ὑμῖν. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται. Ἐν τῷ Μαλαχίᾳ. Καὶ ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομα αὐτοῦ ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ. Ἐν τῷ Ἀμῶς. Κύριος ὁ ποιῶν εἰς ὕψος κρῖμα, καὶ δικαιοσύνην εἰς γῆν ἔθηκεν. Ὁ ποιῶν πάντα καὶ μετασκευάζων, Κύριος ὄνομα αὐτῷ. Ἐν τῷ Δανιήλ. Καὶ εἶπε Γαβριὴλ πρὸς Δανιήλ· Ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου, καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν, τοῦ συντελεσθῆναι ἁμαρτίαν, καὶ τοῦ σφραγίσαι ἁμαρτίας, καὶ ἀπαλεῖψαι ἀνομίας, καὶ τοῦ ἐξιλάσασθαι ἀδικίας, καὶ τοῦ ἀγαγεῖν δικαιοσύνην αἰώνιον, καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην, καὶ τοῦ χρίσαι Ἅγιον ἁγίων. Καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγων τοῦ ἀποκριθῆναι. Ἐν τῷ Ἡσαΐᾳ. Καὶ κληθήσονται γενεαὶ δικαιοσύνης, φύτευμα Κυρίου εἰς δόξαν. Ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου, καὶ ἐξελεύσεται ὡς φῶς τὸ σωτήριόν μου, καὶ εἰς τὸν βραχίονά μου ἔθνη ἐλπιοῦσιν. Ἐν τῷ Ψαλτηρίῳ. Ἀρχὴ τῶν λόγων σου ἀλήθεια, καὶ εἰς τὸν αἰῶνα πάντα τὰ κρίματα τῆς δικαιοσύνης σου. Δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ λόγος σου, Κύριε, ἀλήθεια. Ἐν τῷ μεμαθηκέναι τὰ κρίματα τῆς δικαιοσύνης σου, τὰ δικαιώματά σου φυλάξω. Ἐγνώρισε Κύριος τὸ σωτήριον αὐτοῦ, ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ. Ὅτι οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὐτοῦ, καὶ τὴν κληρονομίαν αὐτοῦ οὐκ ἐγκαταλείψει. Ἕως οὗ δικαιοσύνη ἐπιστρέψει εἰς κρίσιν, καὶ ἐχόμενοι αὐτῆς πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ. Ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν. Ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλε, καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψεν. Ἐπὶ σοὶ, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα. Ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με, καὶ ἐξελοῦ με. Καὶ ἀναγγελοῦσιν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ, ὅτι ὁ Θεὸς κριτής ἐστιν. Εὐηγγελισάμην δικαιοσύνην ἐν ἐκκλησίᾳ μεγάλῃ, ἰδοὺ τὰ χείλη μου οὐ μὴ κωλύσω. Κύριε, σὺ ἔγνως τὴν δικαιοσύνην μου. Γλῶσσά μου μελετήσει τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου. Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη, καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ Κύριος. Ἡτοίμασεν ἐν κρίσει τὸν θρόνον αὐτοῦ, καὶ αὐτὸς κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. Ὅτι δόξα τοῦ Πατρὸς καλεῖται καὶ ἔστιν ὁ Υἱός. Ἐν τῷ Ψαλτηρίῳ. Ἐγὼ δὲ ἐν δικαιοσύνῃ ὀφθήσομαι τῷ προσώπῳ σου, χορτασθήσομαι ἐν τῷ ὀφθῆναί μοι τὴν δόξαν σου. Ἀνήγγειλαν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ εἴδοσαν πάντες οἱ λαοὶ τὴν δόξαν αὐτοῦ. Ὁ Θεὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω. Ἐδίψησέ σε ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου. Ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ, οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι, τοῦ ἰδεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου. Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ, ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ. Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου. Ἡσαΐου. Ὃν τρόπον ἐάν τις καλαμᾶται ἐλαίαν, οὕτως καλαμήσονται αὐτοὺς, καὶ ἐὰν παύσηται ὁ τρυγητὸς, οὗτοι βοῇ φωνήσουσιν, οἱ δὲ καταλειφθέντες ἐπὶ γῆς, εὐφρανθήσονται ἅμα τῇ δόξῃ Κυρίου. Ἐν τῷ Ψαλτηρίῳ. Καὶ φοβηθήσονται τὰ ἔθνη τὸ ὄνομά σου, Κύριε, καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς τὴν δόξαν σου. Ἐν τῷ Ἰεζεχιήλ. Καὶ ἀνέλαβέ με Πνεῦμα τοῦ Κυρίου, καὶ ἤκουσα κατόπισθέ μου φωνῆς σεισμοῦ μεγάλου λεγούσης· Εὐλογημένη ἡ δόξα Κυρίου ἐκ τοῦ τόπου αὐτῆς. Ἐν τῷ Ἡσαΐᾳ. Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμάμου πρὸς σὲ, ὁ Θεὸς, διότι φῶς τὰ προστάγματά σου, ἐπὶ τῆς γῆς· δικαιοσύνην μάθετε ποιεῖν, οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς. Πέπαυται γὰρ ὁ ἀσεβὴς, οὐ μὴ μάθῃ δικαιοσύνην ἐπὶ τῆς γῆς· ἀλήθειαν οὐ μὴ ποιήσῃ· ἀρθήτω ὁ ἀσεβὴς, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου. Φωτίζου, φωτίζου, Ἱερουσαλήμ· ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκεν. Ἰδοὺ σκότος καὶ γνόφος καλύψει γῆν, ἐπὶ δὲ σὲ φανήσεται Κύριος, καὶ ἡ δόξα αὐτοῦ, ἐπὶ σὲ ὀφθήσεται. Καὶ πορεύσονται βασιλεῖς τῷ φωτί σου καὶ ἔθνη τῇ λαμπρότητί σου. Τοῦ αὐτοῦ. Εὐφράνθητι, ἔρημος ἡ διψῶσα, ἀγαλλιάσθω ἔρημος καὶ ἀνθείτω ὡς κρίνον. Καὶ ἐξανθήσει καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου, καὶ ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ, καὶ ἡ τιμὴ τοῦ Καρμήλου, καὶ ὁ λαός μου ὄψεται τὴν δόξαν Κυρίου, καὶ τὸ ὕψος τοῦ Θεοῦ. Ἐν τῷ Ἐζεχιήλ. Καὶ τὰ Χερουβὶμ εἱστήκει ἐκ δεξιῶν τοῦ οἴκου, ἐν τῷ εἰσπορεύεσθαι τὸν ἄνδρα τὸν ἐνδεδυμένον τὴν στολὴν, καὶ ἡ νεφέλη ἐπλήρωσε τὴν αὐλὴν τὴν ἐσωτέραν. Καὶ ἀπῆρεν ἡ δόξα Κυρίου ἀπὸτοῦ Χερουβεὶμ εἰς τὸ αἴθριον τοῦ οἴκου, καὶ ἐνέπλησε τὸν οἶκον ἡ νεφέλη, καὶ ἡ αὐλὴ ἐπλήσθη τοῦ φέγγους τῆς δόξης Κυρίου. Ἐν τῷ Εὐαγγελίῳ. Πῶς δύνασθε πιστεύειν, δόξαν παρὰ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητοῦντες; Πέτρος. Πρεσβυτέρους οὖν τοὺς ἐν ὑμῖν παρακαλῶ ὁ συμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παθημάτων, ὁ καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός. Ἐν τῷ Ἰακώβῳ. Ἀδελφοὶ, μὴ ἐν προσωποληψίαιςἔχετε τὴν πίστιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς δόξης. Ἐν τῷ Πέτρῳ. Εἰ ὀνειδίζεσθε ἐν ὀνόματι Κυρίου Ἰησοῦ Χριστοῦ, μακάριοι, ὅτι τὸ τῆς δόξης καὶ τὸ τοῦ Θεοῦ Πνεῦμα ἐφ' ὑμᾶς ἀναπέπαυται. Ὡς τὰ πάντα ἡμῖν τῆς θείας δυνάμεως αὐτοῦ τὰ πρὸς ζωὴν καὶ εὐσέβειαν δεδωρημένου διὰ τῆς ἐπιγνώσεως τοῦ καλέσαντος ὑμᾶς ἰδίᾳ δόξῃ καὶ ἀρετῇ. Ἐν τῷ Ἀποστόλῳ. Ὁ δὲ Θεός μου πληρώσαιπᾶσαν χρείαν ὑμῶν κατὰ τὸν πλοῦτον αὐτοῦ ἐν δόξῃ ἐν Χριστῷ Ἰησοῦ. Ἵνα ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῆς δόξης δῷ ὑμῖν Πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει, πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας ὑμῶν. Ἐν πάσῃ δυνάμει δυναμούμενοι κατὰ τὸ κράτος τῆς δόξης αὐτοῦ. Κατὰ τὸ Εὐαγγέλιον τῆς δόξης τοῦ μακαρίου Θεοῦ. Ὅτι δεξιὰ καὶ βραχίων ἐστὶ τοῦ Πατρὸς ὁ Υἱός. Ἐν τῷ Ἡσαΐᾳ. Ἐπέβλεψα, καὶ οὐκ ἦν βοηθὸς, προσενόησα καὶ οὐδεὶς ἀντελάβετο, καὶ ἐῤῥύσατο αὐτοὺς ὁ βραχίων μου, καὶ ὁ θυμός μου ἐπέστη, καὶ κατεπάτησα αὐτοὺς ἐν τῇ ὀργῇ μου. Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν, καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη; Ἀνηγγείλαμεν ἐνώπιον αὐτοῦ. Ἀκούσατέ μου, ἀκούσατέ μου, λαός μου, καὶ οἱ βασιλεῖς πρός με ἐνωτίσασθε, ὅτι νόμος παρ' ἐμοῦ ἐξελεύσεται, καὶ ἡ κρίσις μου εἰς φῶς ἐθνῶν ἐγγίζει. Ταχὺ ἡ δικαιοσύνη μου, καὶ ἐξελεύσεται ὡς φῶς τὸ σωτήριόν μου, καὶ εἰς τὸν βραχίονά μου ἔθνη ἐλπιοῦσιν· ἐμὲ νῆσοι ὑπομένουσι, καὶ εἰς τὸν βραχίονά μου ἐλπιοῦσιν. Ἐν τῇ Ἐξόδῳ. Τότε ἔσπευσαν ἡγεμόνες Ἐδὼμ, καὶ ἄρχοντας Μωαβιτῶν ἔλαβεν αὐτοὺς τρόμος, ἐτάκησαν πάντες οἱ κατοικοῦντες Χαναάν. Ἐπιπέσοι ἐπ' αὐτοὺς φόβος καὶ τρόμος, μεγέθει βραχίονός σου ἀπολιθωθήτωσαν, ἕως ἂν παρέλθῃ ὁ λαός σου, Κύριε. Ἐν τῷ Ἡσαΐᾳ. Ἵνα ἴδωσι καὶ ἐπιγνῶσι, καὶἐννοηθῶσι, καὶ ἐπιστῶνται ἅμα, ὅτι χεὶρ Κυρίου ἐποίησε ταῦτα, καὶ ὁ ἅγιος τοῦ Ἰσραὴλ κατέδειξεν αὐτό. Ἐν τῷ Ἰεζεχιήλ. Καὶ ἐγένετο ἐπ' ἐμὲ χεὶρ Κυρίου, καὶ ἔθηκέ με ἐν μέσῳ τοῦ πεδίου. Ἐν τῇ Ἐξόδῳ. Καὶ εἶδεν Ἰσραὴλ τοὺς Αἰγυπτίους τεθνηκότας παρὰ τὸ χεῖλος τῆς θαλάσσης, καὶ εἶδεν Ἰσραὴλ τὴν χεῖρα τὴν μεγάλην, ἃ ἐποίησε Κύριος τοῖς Αἰγυπτίοις. Καὶ ἐφοβήθη ὁ λαὸς τὸν Κύριον, καὶ ἐπίστευσαν τῷ Θεῷ καὶ Μωσῇ τῷ θεράποντι αὐτοῦ. Ἐν τῷ Ψαλτηρίῳ. Καὶ ἔθου τόξον χαλκοῦν τοὺς βραχίονάς μου, καὶ ἔδωκάς μοι ὑπασπισμὸν σωτηρίας μου, καὶ ἡ δεξιά σου ἀντελάβετό μου. Ἐν τῇ Ἐξόδῳ. Ἡ δεξιά σου, Κύριε, δεδόξασταιἐν ἰσχύϊ, ἡ δεξιά σου χεὶρ, Κύριε, ἔθραυσεν ἐχθρούς. Ἐν τῷ Ψαλτηρίῳ. Εὑρεθείη ἡ χείρ σου πᾶσι τοῖς ἐχθροῖς σου, ἡ δεξιά σου εὕροι πάντας τοὺς μισοῦντάς σε. Καὶ εἶπα· Νῦν ἠρξάμην· αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου. Οὐ γὰρ ἐν τῇ ῥομφαίᾳ αὐτῶν ἐκληρονόμησαν γῆν, καὶ ὁ βραχίων αὐτῶν οὐκ ἔσωσεν αὐτούς· ἀλλ' ἡ δεξιά σου καὶ ὁ βραχίων σου, καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου. Ὁ Θεὸς τῶν δυνάμεων, ἐπίστρεψον δὴ καὶ ἐπίβλεψον ἐξ οὐρανοῦ, καὶ ἴδε, καὶ ἐπίσκεψαι τὴν ἄμπελον ταύτην, καὶ κατάρτισαι αὐτὴν ἣν ἐφύτευσεν ἡ δεξιά σου. Κατὰ τὸ ὄνομά σου, ὁ Θεὸς, οὕτω καὶ ἡ αἴνεσίς σου ἐπὶ τὰ πέρατα τῆς γῆς. Δικαιοσύνης πλήρης ἡ δεξιά σου. Ἐν τῇ Ἐξόδῳ. Καὶ εἶπε Κύριος πρὸς Μωσῆν· Εἴσελθε πρὸς Φαραὼ, καὶ ἐρεῖς αὐτῷ· Τάδε λέγει ὁ Θεὸς τῶν Ἑβραίων· Ἐξαπόστειλον τὸν λαόν μου. Καὶ εἰ ἔτι ἐγκρατεῖς αὐτοῦ, ἰδοὺ χεὶρ Κυρίου ἔσται ἐν τοῖς κτήνεσί σου τοῖς ἐν τοῖς πεδίοις. Ἐν Ψαλτηρίῳ. Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, ὅτι θαυμαστὰ ἐποίησεν ὁ Κύριος. Ἔσωσεν αὐτὸν ἡ δεξιὰ αὐτοῦ, καὶ ὁ βραχίων ὁ ἅγιος αὐτοῦ. Δεξιὰ Κυρίου ἐποίησεν δύναμιν, δεξιὰ Κυρίου ὕψωσέ με. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, καὶ κλαύσωμεν ἐνώπιον Κυρίου τοῦ ποιήσαντος ἡμᾶς, ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαὸς νομῆς αὐτοῦ, καὶ πρόβατα χειρὸς αὐτοῦ. Ἐν τῷ Ἀριθμῷ. Ἑξακόσιαι χιλιάδες πεζῶν ὁλαὸς, ἐν οἷς εἰμι ἐν αὐτοῖς. Καὶ σὺ εἶπας, Κύριε· Κρέα δώσω αὐτοῖς, καὶ φάγονται μῆνα ἡμερῶν. Μὴ πρόβατα καὶ βόες σφαγίσονται αὐτοῖς καὶ ἀρκέσει αὐτοῖς; Καὶ εἶπε Κύριος πρὸς Μωσῆν· Μὴ ἡ χεὶρ Κυρίου οὐκ ἐξαρκεῖ; Ἤδη γνώσῃ εἰ ἐπικαταλήψεταί σε ὁ λόγος μου. Ὅτι δύναμίς ἐστι τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱός. Ἐν τῷ Ἀποστόλῳ. Κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ, ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη. Καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου, οὐκ ἐν πειθοῖς σοφίας λόγοις, ἀλλ' ἐν ἀποδείξει Πνεύματος καὶ δυνάμεως. Αὐτοῖς δὲ τοῖς κλητοῖς Ἰουδαίοις τε καὶ Ἕλλησι Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν. Ἐν τῷ Εὐαγγελίῳ. Καὶ δύναμις Θεοῦ ἦν ἐν τῷ ἰᾶσθαι αὐτούς. Ἐν τῷ Ψαλτηρίῳ. Καὶ γὰρ εὐλογίαν δώσει ὁ νομοθετῶν, πορεύσονται ἐκ δυνάμεως εἰς δύναμιν· ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιών. Ἐν τῷ Εὐαγγελίῳ. Ὑμεῖς δὲ καθίσεσθε ἐν τῇ πόλει Ἱερουσαλὴμ, ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους. Πλανᾶσθε μὴ εἰδότες τὰς Γραφὰς, μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ. Ἐν τῷ Ψαλτηρίῳ. Ἔντειλαι, ὁ Θεὸς, τῇ δυνάμει σου. Ὁ Θεὸς, ἐν τῷ ὀνόματί σου σῶσόν με, καὶ ἐν τῇ δυνάμει σου κρινεῖς με. Σὺ εἶ ὁ Θεὸς ποιῶν θαυμάσια μόνος. Ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου. Ἐλυτρώσω ἐν τῷ βραχίονί σου τὸν λαόν σου τοὺς υἱοὺς Ἰακὼβ καὶ Ἰωσήφ. Ὁ Θεὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω. Ἐδίψησέ σε ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου, ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ, οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι τοῦ ἰδεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου. Ὑψώθητι, Κύριε, ἐν τῇ δυνάμει σου, ᾄσομεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου. Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεὺς, καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα. Ἐν τῷ Ἱερεμίᾳ. Κύριος ὁ ποιήσας τὴν γῆν ἐν τῇ ἰσχύϊ αὐτοῦ, ἀνορθώσας τὴν οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ. Ἐν τῷ Δευτερονομίῳ. Οὐ φοβηθήσεσθε θεοὺς ἑτέρους, καὶ οὐ προσκυνήσετε αὐτοῖς, καὶ οὐ θυσιάσετε αὐτοῖς, καὶ οὐ λατρεύσετε αὐτοῖς ἔτι, ἀλλ' ἣ Κυρίῳ ὃς ἀνήγαγεν ὑμᾶς ἐκ γῆς Αἰγύπτου, ἐν τῇ ἰσχύϊ αὐτοῦ τῇ μεγάλῃ, καὶ ἐν βραχίονι ὑψηλῷ. Ὅτι Θεὸς καλεῖται καὶ ἔστιν ὁ Υἱός. Ἐν τῇ Γενέσει. Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν. Ἐν τῷ Ἀποστόλῳ. Τοῦτο καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Πρὸς δὲ τὸν Υἱόν· Ὁ θρόνος ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος, ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν. Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ. Ἐν τῷ Εὐαγγελίῳ. Καὶ εἶπε τῷ Θωμᾷ ὁ Ἰησοῦς· Φέρε τὸν δάκτυλόν σου ὧδε, καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός. Καὶ ἀπεκρίθη Θωμᾶς, καὶ εἶπεν αὐτῷ· Ὁ Κύριός μου καὶ ὁ Θεός μου. Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Ἡσαΐας. Οὕτως λέγει Κύριος Σαβαώθ· Ἐκοπίασεν Αἴγυπτος καὶ ἐμπορία Αἰθιόπων, καὶ οἱ Σαβαεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται, καὶ σοὶ ἔσονται δοῦλοι. Καὶ ὀπίσω σου ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις, καὶ διαβήσονται πρὸς σὲ, καὶ προσκυνήσουσί σοι, καὶ ἐν σοὶ προσεύξονται. Ὅτι Θεός ἐστιν ἐν σοὶ, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ. Σὺ γὰρ εἶ ὁ Θεὸς, καὶ οὐκ ᾔδειμεν, Θεὸς τοῦ Ἰσραὴλ Σωτήρ. Ἐν τῷ αὐτῷ. Τάδε λέγει Κύριος Σαβαώθ· Ἐπ' ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιών· Ὕψωσον τῇ ἰσχύϊ τὴν φωνήν σου, ὁ εὐαγγελιζόμενος Ἱερουσαλὴμ, ὑψώσατε, μὴ φοβεῖσθε. Εἶπον ταῖς πόλεσιν Ἰούδα· Ἰδοὺ ὁ Θεὸς ὑμῶν, ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται, καὶ ὁ βραχίων μετὰ κυρείας. Ἰδοὺ ὁ μισθὸς αὐτοῦ μετ' αὐτοῦ, καὶ τὸ ἔργον ἐναντίον αὐτοῦ. Ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ, καὶ τῷ βραχίονι αὐτοῦ συνάξει ἄρνας, καὶ ἐν γαστρὶ ἐχούσας παρακαλέσει. Ἐν τῷ αὐτῷ. Ἰσχύσατε, χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα. Παρακαλέσατε, οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ, ὑψώσατε, μὴ φοβεῖσθε· ἰδοὺ ὁ Θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσι καὶ ἀνταποδώσει, αὐτὸς ἤξει καὶ σώσει ἡμᾶς. Καὶ ἐροῦσιν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· Ἰδοὺ ὁ Θεὸς ἡμῶν, ἐφ' ᾧ ἠλπίζομεν, καὶ ἠγαλλιώμεθα ἐπὶ τῷ σωτηρίῳ ἡμῶν, ὅτι ἀνάπαυσιν δώσει ὁ Θεὸς ἐπὶ τὸ ὄρος τοῦτο. Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται Υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. Βούτυρον καὶ μέλι φάγεται, πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρὸν ἐκλέξεται τὸ ἀγαθὸν, διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ. Ἐν τῷ Ψαλτηρίῳ. Θεὸς ἐκδικήσεων Κύριος, Θεὸς ἐκδικήσεων ἐπαῤῥησιάσατο· ὑψώθητι, ὁ κρίνων τὴν γῆν, ἀπόδος ἀνταπόδωσιν τοῖς ὑπερηφάνοις. Καὶ γὰρ εὐλογίας δώσει ὁ νομοθετῶν. Πορεύσονται ἐκ δυνάμεως εἰς δύναμιν· ὀφθήσεται ὁ Θεὸς τῶν Θεῶν ἐν Σιών. Κύριε ὁ Θεὸς τῶν δυνάμεων, εἰσάκουσον τῆς προσευχῆς μου. Ἄλλο. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος. Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἐν τῇ Γενέσει. Ἐπηρώτησε δὲ αὐτὸν Ἰακὼβ καὶεἶπεν· Ἀνάγγειλόν μοι τὸ ὅνομά σου. Καὶ εἶπεν· Ἵνα τί ἐρωτᾷς τὸ ὄνομά μου, καὶ αὐτό ἐστι θαυμαστόν; Εὐλόγησε δὲ αὐτὸν ἐκεῖ, καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦτό που ἐκείνου Εἶδος Θεοῦ· εἶδον γὰρ Θεοῦ πρόσωπον καὶ ἐσώθη μου ἡ ψυχή. Ἀνέτειλεν δὲ ὁ ἥλιος ἡνίκα παρῆλθεν τὸ εἶδος τοῦ Θεοῦ. Ὁ ἐκχέων αἷμα ἀνθρώπου, ἀντὶ τοῦ αἵματος αὐτοῦ ἐκχυθήσεται, ὅτι ἐν εἰκόνι Θεοῦ ἐποίησα τὸν ἄνθρωπον. Ὅτι Κύριός ἐστιν ὁ τοῦ Θεοῦ Υἱός. Ἐν τῷ Μαλαχίᾳ. Διότι ἔσονται σποδὸς ὑποκάτω τῶν ποδῶν ὑμῶν ἐν τῇ ἡμέρᾳ ᾗ ἐγὼ ποιῶ, λέγει Κύριος παντοκράτωρ. Ἰδοὺ ἐγὼ ἀποστελῶ ὑμῖν Ἠλίαν τὸν Θεσβίτην πρινὴ ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ. Ὃς ἀποκαταστήσει καρδίαν πατρὸς πρὸς υἱὸν, καὶ καρδίαν ἀνθρώπου πρὸς τὸν πλησίον αὐτοῦ, μὴ ἐλθὼν πατάξω τὴν γῆν ἄρδην. Ἐν τῷ Ζαχαρίᾳ. Τέρπου καὶ εὐφραίνου, θύγατερ Σιὼν, διότι ἰδοὺ ἐγὼ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος. Καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐτῷ εἰς λαὸν, καὶ κατασκηνώσουσιν ἐν μέσῳ σου, καὶ ἐπιγνώσῃ ὅτι Κύριος παντοκράτωρ ἐξαπέστειλέ με πρὸς σέ. Σοφωνίας. Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐρεῖ Κύριος πρὸς τὴν Ἱερουσαλήμ· Θάρσει, Σιὼν, μὴ παρείσθωσαν αἱ χεῖρές σου, Κύριος ὁ Θεός σου ἐν σοὶ δυνατὸς σῶσαί σε. Ἐπάξει ἐπὶ σὲ εὐφροσύνην, καὶ καινιεῖ σε τῇ ἀγαπήσει αὐτοῦ. Ἐν τῷ Μιχαίᾳ. Ἀκούσατε λόγον, καὶ προσχέτω ἡ γῆ, καὶ πάντες οἱ ἐν αὐτῇ, καὶ ἔσται Κύριος ὁ Θεὸς ἐν ὑμῖν εἰς μαρτύριον. Κύριος ἐξ οἴκου ἁγίου αὐτοῦ. Διότι ἰδοὺ Κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ, καὶ ἐπιβήσεται ἐπὶ τὸ ὕψος τῆς γῆς. Ἐν τῷ Ἡσαΐᾳ. Ὁ ὀλιγοστὸς ἔσται εἰς χιλιάδας, καὶ ὁ ἐλάχιστος εἰς ἔθνος μέγα. Ἐγὼ Κύριος κατὰ καιρὸν συνάξω αὐτούς. Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ ἕνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, καλέσαι ἐνιαυτὸν Κυρίῳ δεκτὸν, καὶ ἡμέραν ἀνταποδόσεως τῷ Θεῷ ἡμῶν. Φωτίζου, φωτίζου, Ἱερουσαλήμ· ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκεν. Ὅτι ἰδοὺ σκότος καλύψει τὴν γῆν, καὶ γνόφος ἐπὶ ἔθνη. Ἐπὶ δὲ σὲ φανήσεται Κύριος, καὶ ἡ δόξα αὐτοῦ ἐπὶ σὲ ὀφθήσεται. Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ Θεοῦ ἡμῶν. Πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται πάντα τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ ἡ τραχεῖα εἰς πεδία. Καὶ ὀφθήσεται ἡ δόξα Κυρίου, καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ, ὅτι Κύριος ἐλάλησεν. Εὐφράνθητι, ἔρημος διψῶσα, ἀγαλλιάσθω ἔρημος, καὶ ἀνθείτω ὡς κρίνον. Καὶ ἐξανθήσει καὶ ἀγαλλιάσεται, καὶ ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ, καὶ ἡ τιμὴ τοῦ Καρμήλου, καὶ ὁ λαός μου ὄψεται τὴν δόξαν Κυρίου, καὶ τὸ ὕψος τοῦ Θεοῦ. Ἐν τῷ Ψαλτηρίῳ. Ὦ Κύριε, σῶσον δὴ, ὦ Κύριε, εὐόδωσον δή. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Τότε ἀγαλλιάσονται πάντα τὰ ξύλα τοῦ δρυμοῦ πρὸ προσώπου Κυρίου, ὅτι ἔρχεται κρῖναι τὴν γῆν. Εἴπατε τοῖς ἔθνεσιν ὅτι Κύριος ἐβασίλευσεν. Καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην ἥτις οὐ σαλευθήσεται. Ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν, Κύριος ὄνομα αὐτῷ. Ἰδοὺ γὰρ ὁ Θεὸς βοηθεῖ μοι, καὶ ὁ Κύριος ἀντιλήπτωρ τῆς ψυχῆς μου. Κύριος κραταιὸς καὶ δυνατὸς, Κύριος δυνατὸς ἐν πολέμῳ, καὶ τὰ ἑξῆς. Οὗτος λήψεται εὐλογίαν παρὰ Κυρίου, καὶ ἐλεημοσύνην παρὰ Θεοῦ Σωτῆρος αὐτοῦ. Ἐν τῇ Γενέσει. Καὶ Λὼτ εἰσῆλθεν εἰς Σηγὼρ, καὶ Κύριος ἔβρεξεν ἐπὶ Σόδομα καὶ Γόμοῤῥα θεῖον καὶ πῦρ παρὰ Κυρίου ἐκ τοῦ οὐρανοῦ, καὶ κατέστρεψεν τὰς πόλεις αὐτῶν. Ὅτι βασιλεύς ἐστιν ὁ τοῦ Θεοῦ Υἱός. Ἐν τῷ Ἀποστόλῳ. Διαμαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ Χριστοῦ Ἰησοῦ, τοῦ μέλλοντος κρῖναι ζῶντας καὶ νεκροὺς, καὶ τὴν ἐπιφάνειαν αὐτοῦ, καὶ τὴν βασιλείαν αὐτοῦ. Πιστὸς ὁ λόγος· εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν· εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν. Πρὸς δὲ τὸν Υἱόν· Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος, ἡ ῥάβδος τῆς βασιλείας σου. Ὃς ἐῤῥύσατο ὑμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ μετέστησεν εἰς τὴν βασιλείαν τῆς ἀγάπης τοῦ Υἱοῦ αὐτοῦ, ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν, ὅς ἐστιν εἰκὼν τοῦ ἀοράτου Θεοῦ. Τοῦτο γὰρ ἴστε γινώσκοντες, ὅτι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης, ὅ ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ. Ἐν τῷ Εὐαγγελίῳ. Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπετῷ Πιλάτῳ· Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου. Εἰ ἦν ἐκ τοῦ κόσμου τούτου ἡ βασιλεία ἡ ἐμὴ, οἱ ὑπηρέται οἱ ἐμοὶ ἠγωνίζοντο ἂν, ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις. Εὑρὼν δὲ ὁ Ἰησοῦς ὀνάριον, ἐκάθισεν ἐπ' αὐτὸ, καθώς ἐστι γεγραμμένον· Μὴ φοβοῦ, θύγατερ Σιὼν, ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται πρᾶος, καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον. Καὶ ἀπεκρίθη αὐτῷ Ναθαναήλ· Ῥαββὶ, σὺ εἶ ἀληθῶς ὁ Υἱὸς τοῦ Θεοῦ· σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ. Καὶ ὁ συσταυρωθεὶς αὐτῷ λῃστὴς ἔλεγε· Κύριε Ἰησοῦ, Κύριε Ἰησοῦ, μνήσθητί μου ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ. Καὶ εἶπεν ὁ ἄγγελος πρὸς αὐτήν· Μὴ φοβοῦ, Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ, καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ, καὶ τέξεις υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Αὐτὸς γὰρ ἔσται μέγας, καὶ Υἱὸς Ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον Δαβὶδ τοῦ Πατρὸς αὐτοῦ. Καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. Τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ, καὶ συναχθήσονται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφορίσει αὐτοὺς ἀπ' ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων, καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων. Τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Καὶ προσῆλθεν ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς προσκυνοῦσα καὶ αἰτοῦσά τι παρ' αὐτοῦ. Ὁ δὲ εἶπεν αὐτῇ· Τί θέλεις; Λέγει αὐτῷ· Εἰπὲ ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου, εἷς ἐκ δεξιῶν σου, καὶ εἷς ἐξ εὐωνύμων σου ἐν τῇ βασιλείᾳ σου. Ἐν τῷ Ἔσδρᾳ. Καὶ ἡ ἀλήθεια ζῇ, καὶ μένει, καὶ ἰσχύει καὶ κρατεῖ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, καὶ οὐκ ἔστι παρ' αὐτῇ λαμβάνειν πρόσωπον, οὐδὲ διαφορὰ, ἀλλὰ τὰ δίκαια ποιεῖ, ἀπὸ πάντων τῶν ἀδίκων καὶ πονηρῶν, καὶ πάντες εὐδοκοῦσι τοῖς ἔργοις τοῖς αὐτῆς, καὶ οὐκ ἔστιν ἐν κρίσει αὐτῆς οὐδὲν ἄδικον. Καὶ αὕτη ἰσχύει, καὶ τὸ βασίλειον καὶ ἐξουσία, καὶ ἡ μεγαλωσύνη πάντων τῶν αἰώνων ἐδόθη αὐτῇ, καὶ εὐλογητὸς ὁ Θεὸς τῆς ἀληθείας. Ἐν τῷ Δανιήλ. Ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς, καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς Υἱὸς ἀνθρώπου ἐρχόμενος ἦν, καὶ ἕως τοῦ Παλαιοῦ τῶν ἡμερῶν ἔφθασε, καὶ ἐνώπιον αὐτοῦ προσηνέχθη. Καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ, καὶ ἡ τιμὴ, καὶ ἡ βασιλεία, καὶ πάντες οἱ λαοὶ, φυλαὶ, γλῶσσαι αὐτῷ δουλεύσουσιν. Ἡ ἐξουσία αὐτοῦ, ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσεται, καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται. Ἐν τῷ Ἱερεμίᾳ. Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἀναστήσω τῷ Δαβὶδ ἀνατολὴν δικαίαν, καὶ βασιλεύσει βασιλεύς· καὶ συνήσει, καὶ ποιήσει κρῖμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς. Ἐν τῷ Ἡσαΐᾳ. Ὁ γὰρ Θεός μου μέγας ἐστὶν, οὐπαρελεύσεταί με, Κύριος κριτὴς ἡμῶν, Κύριος ἄρχων ἡμῶν, Κύριος βασιλεὺς ἡμῶν, Κύριος αὐτὸς ἡμᾶς σώσει. Βασιλέα μετὰ δόξης ὄψεσθε, καὶ οἱ ὀφθαλμοὶ ὑμῶν ὄψονται γῆν πόῤῥωθεν, ἡ ψυχὴ ὑμῶν μελετήσει φόβον. Μακάριος ὃς ἔχει ἐν τῇ Σιὼν σπέρμα, καὶ οἰκείους ἐν Ἱερουσαλήμ. Ἰδοὺ γὰρ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσιν. Διὰ πολλῶν γενεῶν ἐπισκοπὴ ἔσται αὐτῶν, καὶ τακήσεται ἡ πλίνθος, καὶ πεσεῖται τὸ τεῖχος, ὅτι βασιλεύσει Κύριος ἐν Σιὼν καὶ ἐν Ἱερουσαλὴμ, καὶ ἐνώπιον τῶν πρεσβυτέρων δοξασθήσεται. Ἐν τῷ Σοφονίᾳ. Χαῖρε σφόδρα, θύγατερ Σιών· κήρυσσε, θύγατερ Ἱερουσαλὴμ, εὐφραίνου καὶ κατατέρπου ἐξ ὅλης τῆς καρδίας σου, θύγατερ Ἱερουσαλήμ. Περιεῖλε Κύριος τὰ ἀδικήματά σου, λελύτρωταί σε ἐκ χειρὸς ἐχθρῶν σου. Βασιλεὺς Ἰσραὴλ ὁ Κύριος ἐν μέσῳ σου, οὐκ ὄψει κακὰ οὐκέτι. Ἐν τῷ Ζαχαρίᾳ. Χαῖρε σφόδρα, θύγατερ Σιών· κήρυσσε, θύγατερ Ἱερουσαλὴμ, ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων, αὐτὸς πραῢς, καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον. Ἐν τῷ Ὠσηέ. Διότι ἡμέρας πολλὰς καθίσονται οἱ υἱοὶ Ἰσραὴλ οὐκ ὄντος βασιλέως οὐδὲ ὄντος ἄρχοντος, οὐκ οὔσης θυσίας, οὐδὲ ὄντος θυσιαστηρίου, οὐδὲ ἱερατείας, οὐδὲ δήλων. Καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ζητήσουσι Κύριον τὸν Θεὸν αὐτῶν, καὶ Δαβὶδ τὸν βασιλέα αὐτῶν, καὶ ἐκστήσονται ἐπὶ τῷ Κυρίῳ, καὶ ἐπὶ τοῖς ἀγαθοῖς αὐτοῦ ἐπ' ἐσχάτου τῶν ἡμερῶν. Ἐν τῷ Ψαλτηρίῳ. Ὁ Κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοὶ, ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ, σαλευθήτω ἡ γῆ. Κύριε, ἐν τῇ δικαιοσύνῃ σου ὑψωθήσονται, ὅτι τὸ καύχημα τῆς δυνάμεως αὐτῶν εἶ σύ· καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν, ὅτι τοῦ Κυρίου ἡ ἀντίληψις, καὶ τοῦ ἁγίου Ἰσραὴλ βασιλέως ἡμῶν. Ὁ Θεὸς, τὸ κρῖμά σου τῷ βασιλεῖ δὸς, καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος· ψάλατε τῷ Θεῷ ἡμῶν, ψάλατε, ψάλατε τῷ βασιλεῖ ἡμῶν, ψάλατε· ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ Θεός· ψάλατε συνετῶς, ἐβασίλευσεν ὁ Θεὸς ἐπὶ πάντα τὰ ἔθνη. Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ, περιβεβλημένη, πεποικιλμένη. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ πατρός σου, ὅτι ἐπεθύμησεν ὁ βασιλεὺς τοῦ κάλλους σου. Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. Διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι, Κύριε, καὶ τῷ ὀνόματί σου ψαλῶ, μεγαλύνων τὰς σωτηρίας τοῦ βασιλέως, καὶ ποιῶν ἔλεος τῷ Χριστῷ αὐτοῦ. Ὅτι ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς τοῦ Θεοῦ. Ἐν τῷ Εὐαγγελίῳ. Ἐγώ εἰμι ἡ ὁδὸς, καὶ ἡ ἀλήθεια, καὶ ἡ ζωή. Καὶ πάλιν. Ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτείᾳ, ἀλλ' ἕξει τὸ φῶς τῆς ζωῆς. Τὸ Πνεῦμά ἐστι τὸ ζωοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν. Τὰ ῥήματα ἃ ἐγὼ λελάληκα ὑμῖν, πνεῦμα καὶ ζωή ἐστιν. Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή. Ὁ πιστεύων εἰς ἐμὲ, κἂν ἀποθάνῃ, ζήσεται. Καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ, οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα. Ὁ γὰρ ἄρτος τοῦ Θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου, ζήσεται εἰς τὸν αἰῶνα. Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς. Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς, καὶ ζωοποιεῖ· οὕτως καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ. Ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. Ἐν τῷ Ἀποστόλῳ. Ἐγένετο ὁ πρῶτος ἄνθρωποςἈδὰμ εἰς ψυχὴν ζῶσαν, ὁ ἔσχατος Ἀδὰμ, εἰς Πνεῦμα ζωοποιοῦν. Ὁ γὰρ νόμος τοῦ Πνεύματος τῆς ζωῆς ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου. Ἄρα οὖν ὡς δι' ἑνὸς παραπτώματος εἰς πάντας ἀνθρώπους εἰς κατάκριμα, οὕτως καὶ δι' ἑνὸς δικαιώματος εἰς πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωῆς. Ἐν τῷ Ἰωάννῃ. Ὃ ἦν ἀπ' ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ λόγου τῆς ζωῆς, καὶ ἡ ζωὴ ἐφανερώθη, καὶ ἑωράκαμεν, καὶ μαρτυροῦμεν, καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν Πατέρα, καὶ ἐφανερώθη ἡμῖν. Καὶ οἴδαμεν, ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει, καὶ ἔδωκεν ἡμῖν διάνοιαν, ἵνα γινώσκωμεν τὸν ἀληθινὸν Θεὸν, καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς, καὶ ζωὴ ἡ αἰώνιος. Ὁ ἔχων τὸν Υἱὸν, τὴν ζωὴν ἔχει, ὁ μὴ ἔχων τὸν Υἱὸν τοῦ Θεοῦ, τὴν ζωὴν οὐκ ἔχει. Ἐν ταῖς Πράξεσιν. Ἐξαγαγὼν δὲ αὐτοὺς ὁ ἄγγελος, εἶπε· Πορεύεσθε, καὶ σταθέντες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ῥήματα τῆς ζωῆς ταύτης. Ἐν ταῖς Παροιμίαις. Ξύλον ζωῆς ἐστι πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς καὶ τοῖς ἐπερειδομένοις ἐπ' αὐτὴν ὡς ἐπὶ Κύριον ἀσφαλής. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Ἐν τῷ Βαρούχ. Ἄκουε, Ἰσραὴλ ἐντολὰς ζωῆς, ἐνωτίζεσθε γνῶναι φρόνησιν. Ὅτι βουλή ἐστι τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱός. Ἐν τῷ Ψαλτηρίῳ. Ἐν τῇ βουλῇ σου ὡδήγησάς με, καὶ μετὰ δόξης προσέλαβές με. Ἐν τῷ Ἡσαΐᾳ. Τῇ ἡμέρᾳ ἐκείνῃ ἐπιλάμψει ὁ Θεὸς ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς. Ἐπέλαμψε γὰρ ἐν Υἱῷ τῆς μεγάλης βουλῆς. Ἐν τοῖς Ψαλμοῖς. Ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει. Καὶ βουλὴ ἁγίων σύνεσις. Σύνεσις γὰρ ἁγίων ἡ βουλὴ τοῦ Θεοῦ καὶ Πατρὸς, τουτέστιν ὁ Υἱός. Ἐν τῷ Ψαλτηρίῳ. Ὁ Θεὸς ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων. Δοξάζεται γὰρ ἐν Χριστῷ ὁ Πατὴρ κατὰ τὴν αὐτοῦ φωνήν· Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς. Ὅτι κατὰ φύσιν καὶ ἐκ Θεοῦ τὸ Πνεῦμα τὸ ἅγιον. Ἐν τῷ Εὐαγγελίῳ. Πνεῦμα ὁ Θεὸς, καὶ τοὺςπροσκυνοῦντας αὐτὸν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. Βαπτίζοντες αὐτοὺς εἰς τὸ ὅνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἐν ταῖς Πράξεσιν. Τί ὅτι συνεφωνήθη ὑμῖν πειράσαι τὸ Πνεῦμα τὸ ἅγιον; οὐκ ἐψεύσασθε ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ. Ὁ Παῦλος. Διαιρέσεις δὲ χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα, καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς Κύριος. Καὶ διαιρέσεις ἐνεργημάτων εἰσὶν, ὁ δὲ αὐτὸς Θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι. Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται. Ἡμῖν γὰρ ἀπεκάλυψεν ὁ Θεὸς διὰ τοῦ Πνεύματος. Τὸ γὰρ Πνεῦμα ἅπαντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ. Τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; Οὕτως καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς ἔγνωκεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. Ὁ Ματθαῖος. Πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται ὑμῖν τοῖς ἀνθρώποις, ἡ δὲ τοῦ Πνεύματος βλασφημία οὐκ ἀφεθήσεται. Ὁ Ἰώβ. Πνεῦμα θεῖον τὸ ποιῆσάν με, πνοὴ δὲ παντοκράτορος ἡ διδάσκουσά με. Ἐν τῷ Ψαλτηρίῳ. Ἐξαποστελεῖς τὸ Πνεῦμα καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον· Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ, πᾶσα ἡ δύναμις αὐτῶν. Ὁ Παῦλος. Καὶ οὐ καθάπερ Μωσῆς ἐτίθει κάλυμμα ἐπὶ τὸ πρόσωπον ἑαυτοῦ πρὸς τὸ μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργουμένου· ἀλλ' ἐπωρώθη τὰ νοήματα αὐτῶν· ἄχρι γὰρ τῆς σήμερον ἡμέρας τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς Παλαιᾶς Διαθήκης μένει, μὴ ἀνακαλυπτόμενον ὅτι ἐν Χριστῷ καταργεῖται· ἀλλ' ἕως σήμερον ἡνίκα ἀναγινώσκηται Μωσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται. Ἡνίκα δ' ἂν ἐπιστρέψῃ πρὸς Κύριον περιαιρεῖται τὸ κάλυμμα, ὁ δὲ Κύριος τὸ Πνεῦμα τοῦ Θεοῦ ἐν ἡμῖν, οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐλευθερία. Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ ἐν ὑμῖν οἰκεῖ; Ἐν τῷ Εὐαγγελίῳ. Τὸ Πνεῦμα τῆς ἀληθείας ὁ κόσμος λαβεῖν οὐ δύναται, ὅτι οὐ θεωρεῖ αὐτὸ, οὐδὲ γινώσκει αὐτό. Ὑμεῖς δὲ γινώσκετε αὐτὸ ὅτι παρ' ὑμῖν μένει. Ἐκ τούτου ἔγνωμεν ὅτι ἐν ἡμῖν ἐστιν, ἐκ τοῦ Πνεύματος οὗ ἡμῖν ἔδωκεν. Ὁ Παῦλος. Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς τὸ λαλοῦν ἐν ὑμῖν. Οὐ γὰρ τὸ Πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ. Ἐν τῷ Ἰωήλ. Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῖν, καὶ αἱ θυγατέρες ὑμῖν, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται. Ὁ Ἀπόστολος. Ἃ δὲ λαλοῦμεν, οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ' ἐν διδακτοῖς Πνεύματος, πνευματικοῖς πνευματικὰ συγκρίνοντες. Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ [Πνεύματος τοῦ Θεοῦ· μωρία γὰρ αὐτῷ ἐστι, καὶ οὐ δύναται γνῶναι, ὅτι] πνευματικῶς ἀνακρίνεται. Ὁ δὲ πνευματικὸς ἀνακρίνει μὲν τὰ πάντα, αὐτὸς δὲ ὑπ' οὐδενὸς ἀνακρίνεται. Τίς γὰρ ἔγνω νοῦν Κυρίου, ὃς συμβιβάσει αὐτόν; Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν. Καὶ ταῦτά τινες ἦτε, ἀλλὰ ἀπελούσασθε, ἀλλὰ ἡγιάσθητε, ἀλλὰ ἐδικαιώθητε ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν. Ἐν ταῖς Πράξεσι. Διελθόντες δὲ τὴν Φρυγίαν καὶ τὴν Γαλατικὴν χώραν, κωλυθέντες ὑπὸ τοῦ ἁγίου Πνεύματος λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ, ἐλθόντες δὲ εἰς τὴν Μυσίαν, ἐπείραζον εἰς τὴν Βιθυνίαν πορευθῆναι, καὶ οὐκ εἴασεν αὐτοὺς τὸ Πνεῦμα Ἰησοῦ. Ὁ Παῦλος. Ὑμεῖς δὲ, οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλ' ἐν Πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν. Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. Εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν δι' ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην. Εἰ δὲ τὸ Πνεῦμα τοῦ ἐγείραντος τὸν Χριστὸν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας τὸν Χριστὸν ἐκ νεκρῶν, ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν. Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ Θεοῦ, καὶ οὐκ ἐστὲ ἑαυτῶν; Ἠγοράσθητε γὰρ τιμῆς. Ἐν ταῖς Πράξεσι. Ἀνανία, διὰ τί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου ψεύσασθαί σε τὸ Πνεῦμα τὸ ἅγιον καὶ νοσφίσασθαι ἀπὸ τῆς τιμῆς τοῦ ἀγροῦ; Οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ. Ἐν τῷ Εὐαγγελίῳ. Εἰ δὲ ἐγὼ ἐν Πνεύματι ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ' ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. Ἐν Γενέσει. Οὐ μὴ μείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις διὰ τὸ εἶναι αὐτοὺς σάρκας. Ὁ Παῦλος. Ὅτι ἡ ἀγάπη τοῦ Θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ὑμῶν διὰ Πνεύματος ἁγίου τοῦ δοθέντος ὑμῖν. Ἐποιήσατε βουλὴν καὶ οὐ δι' ἐμοῦ, καὶ συνθήκας, οὐ διὰ τοῦ Πνεύματός μου. Ἐν τῷ Ἀγγαίῳ. Διότι ἐγὼ μεθ' ὑμᾶς εἰμι, λέγει Κύριος παντοκράτωρ, καὶ τὸ Πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν. Ἐν τῷ Εὐαγγελίῳ. Εἰ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν.

Intertext edge

Open linked passage

Note