Thesaurus de sancta consubstantiali trinitate
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
3.1
Ἀπολογία αὐτολεξεὶ, ὅτι μὴ τὸ ἀγένητον οὐσία, μόνον δὲ τοῦ μὴ γεγονέναι τὸν Θεὸν, σημαντι κόν. Εἰ τὸ ἀγένητον οὐσία, τῇ δὲ οὐσίᾳ οὐδὲν ἐναντίον, οὐδὲν ἄρα ἔσται τῷ ἀγενήτῳ ἐναντίον. Εἰ δέ ἐστιν ἐναντίον τῷ ἀγενήτῳ τὸ γενητὸν, τῇ δὲ οὐσίᾳ οὐδὲν ἐναντίον, τὸ ἀγένητον οὐκ ἔσται οὐσία. ΑΛΛΟ. Εἰ τὸ ἀγένητον οὐσία, ἐξ ἀνάγκης ἔσται καὶ τὸ γενητὸν οὐσία· εἰ δὲ οὐσία ἑκάτερα, οὐκ ἔσται ἐναντίον τῷ ἀγενήτῳ τὸ γενητὸν, ἀλλὰ ταυτόν. Οὐ γὰρ ἐναντίον οὐσία πρὸς οὐσίαν. ΑΛΛΟ. Εἰ τὸ ἀγένητον οὐσίαν Θεοῦ σημαίνει, ἀλλ' οὐ τὸ μὴ γενέσθαι τὴν οὐσίαν, καὶ τὸ γενητὸν εἰκότως οὐσίαν, ἀλλ' οὐ τὸ γενέσθαι. Οὐσίαν δὲ σημαινόντων ἑκατέρων, πόθεν γνῷ τις τὴν μὲν ποιοῦσαν, τὴν δὲ γινομένην, ἅπαξ τῶν ὀνομάτων οὐδὲν δηλούντων, ἀλλ' ἢ μόνον οὐσίαν; ΑΛΛΟ. Εἰ τὸ ἀγένητον οὐσία· ἡ δὲ οὐσία ἐπὶ πάντων συνωνύμως λέγεται· τὸ ἀγένητον ἐπὶ πασῶν τῶν οὐσιῶν λεχθήσεται, ἢ ἐπὶ πάντων τῶν ὑπ' αὐταῖς. Εἰ δὲ τὸ ἀγένητον ἐπὶ πάντων οὐ κατηγορεῖται, ἡ δὲ οὐσία ἐπὶ πάντων, πῶς ταυτὸν οὐσία καὶ ἀγένητον· ΑΛΛΟ. Εἰ τὸ ἀγένητον οὐσία, οὐσία δὲ οὐσίας οὐκ ἔστι μᾶλλον καὶ ἧττον, οὐκ ἔσται κατὰ τοῦτο μᾶλλον τὸ ἀγένητον, ἀλλ' οὐδὲ ἧττόν τι αὐτοῦ. Εἰ δὲ πάντων μὲν ὑπερέχει τὸ ἀγένητον, οὐκέτι δὲ καὶ ἡ οὐσία· 75. 33 εἰ δὲ μὴ, πάντα πάντων ὑπερέξει· οὐκ ἄρα ἔσται τὸ ἀγένητον οὐσία. ΑΛΛΟ. Εἰ τὸ ἀγένητον οὐσίαν Θεοῦ σημαίνει, ἀλλ' οὐ τὸ μὴ γενέσθαι, ὀνομάτων αὐτῷ ἑτέρων χρεία τῶν δυναμένων δεῖξαι, τὸ μὴ ἔκ τινος αἰτίου γενέσθαι τὸν Θεόν. Ἅπαξ γὰρ τὸ ἀγένητον τοῦ Θεοῦ οὐδὲν σημαίνει, ἀλλ' ἢ μόνον οὐσίαν Θεοῦ. ΑΛΛΟ. Εἰ ἡ οὐσία τοῦ Θεοῦ ἔν τί ἐστιν, ἀλλ' οὐ πολλὰ τῷ ἀριθμῷ, τὸ δὲ ἀγένητον, καὶ ἀβασίλευτον, καὶ τὰ λοιπὰ, πολλὰ, ἀλλ' οὐχ ἓν τῷ ἀριθμῷ· οὐκ ἔσται ἄρα ταυτὸν ἡ οὐσία τῷ ἀγενήτῳ καὶ ἀβασιλεύτῳ, ὡς οὐδὲ τὸ ἓν τοῖς πολλοῖς. ΑΛΛΟ. Εἰ τὸ ἀγένητον, καὶ τὸ γενητὸν, καὶ τὰ λοιπὰ, οὐσία Θεοῦ, ἕτερα δέ εἰσι ταῦτα ταῖς φωναῖς, ἀνάγκη τὴν οὐσίαν ἐκείνην οὕτω συγκεῖσθαι κατὰ τὰς διαφόρους φωνάς· ἵν' οἰκείως αἱ φωναὶ κατ' αὐτῆς λέγωνται· ἢ μὴ συγκειμένης αὐτῆς, ἀκόλουθον εἶναι ταῦτα τῶν προσόντων τῇ οὐσίᾳ σημαντικὰ, ἀλλ' οὐ καθ' αὑτὰ οὐσίας. ΑΛΛΟ. Εἰ ἡ οὐσία τοῦ Θεοῦ οὐ διά τι λέγεται (ἔστι γὰρ δι' οὐδὲν), ἡ δὲ ἀγένητος φωνὴ, διὰ τὸ πάντων αὐτὸν εἶναι κρείττω καὶ ὑπερέχειν· οὐκ ἔσται ἄρα ταυτὸν ἡ μὴ διά τι λεγομένη τῷ δι' αἰτίαν λεγομένῳ. ΑΛΛΟ. Εἰ τὸ ἀγένητον πρὸς τὴν ἀγενησίαν ἔχει τὴν ἀναφορὰν, ἡ δὲ οὐσία τοῦ Θεοῦ πρὸς οὐδὲν ἔχει τὴν σχέσιν, πῶς ταυτὸν ἔσται τὸ πρός τί πως ἔχον τῇ πρὸς μηδὲν ἐχούσῃ οὐσίᾳ; ΑΛΛΟ. Εἰ τῇ τοῦ Θεοῦ οὐσίᾳ οὐδὲν ἀντιδιαστέλλεται, τῷ δὲ ἀγενήτῳ ἀντιδιαστέλλεται τὸ γενητὸν, πῶς οἷόν τε εἶναι ταυτὸν οὐσίαν καὶ ἀγένητον; ΑΛΛΟ. Εἰ πᾶσα οὐσία ῥηθεῖσα θατέρα πρὸς θατέραν, οὐ δηλοῖ τὴν ἑαυτῆς ὑπεροχὴν, μὴ συμπαραληφθέντος τοῦ τῆς ὑπεροχῆς ὀνόματος, ῥηθὲν δὲ τὸ ἀγένητον εὐθὺς ἐμφαίνει διαφορὰν, πῶς οὐχὶ οἱ λέγοντες, Ταυτὸν οὐσία καὶ ἀγένητον, ἀφρονέστατοι; ΑΛΛΟ. Εἰ τὸ ἀγένητον οὐσία, ἔσται πᾶσα οὐσία ἀγένητον, ὅπερ ἀσεβές. ΑΛΛΟ. Εἰ τὸ ἀγένητον οὐσία, ἴδιον δὲ οὐσίας τἀναντία δέχεσθαι, τῶν ἐναντίων ἐπιδεκτικὸν ἔσται τὸ ἀγένητον. Εἰ δὲ ἴδιον μὲν τοῦτο οὐσίας (τῷ γὰρ μὴ δημιουργεῖν τὸ δημιουργεῖν ἀντίκειται, οὐκέτι δὲ καὶ τῷ 75. 36 ἀγενήτῳ· οὐ γὰρ συνέβη αὐτῷ τὸ γεγονέναι)· οὐκ ἄρα ἔσται οὐσία τὸ ἀγένητον. ΑΛΛΟ. Εἰ οὐσίαν λέγοντες ἐπὶ Θεοῦ, τῇ τῶν φιλοσόφων ἕπονται δόξῃ, ἴδιον ἔσται Θεοῦ, τἀναντία δέχεσθαι. Εἰ δὲ εἶναι τὸν Θεὸν σημᾶναι βουλόμενοι, τῷ τῆς οὐσίας, καθὰ καὶ ἡμεῖς, χρῶνται ὀνόματι· ἔστι δὲ ταυτὸν τῇ οὐσίᾳ τὸ ἀγένητον· ὄνομα ἔσται τὸ ἀγένητον τοῦ εἶναι τὸν Θεὸν σημαντικὸν, ἀλλ' οὐκ αὐτὸ οὐσία. ΑΛΛΟ. Εἰ πᾶν τὸ ὑπὸ γένος καὶ εἶδος χωρὶς τῶν συμβεβηκότων, τοῦτο οὐσία κυρίως, ὑπ' οὐδὲν δὲ τούτων ἐστὶ Θεὸς, οὐκ ἄρα οὐσία κυρίως λέγεται Θεός. Εἰ δὲ τὸ ἀγένητον κυρίως λέγεται ἐπ' αὐτοῦ (οὐ γὰρ γέγονεν), οὐκέτι δὲ καὶ ἡ οὐσία, πῶς ταυτὸν ἂν εἴη τῷ καταχρηστικῷ τὸ κύριον; ΑΛΛΟ. Εἰ τὸ κυριώτατον καὶ πρῶτον οὐσία λέλεκται, διὰ τὸ πᾶσι τοῖς συμβεβηκόσιν αὐτὸ ὑποκεῖσθαι· οὐκ ἔστι δὲ συμβεβηκὸς, ᾧ καθυποκεῖται Θεός· οὐδὲ οὐσία ἄρα κυρίως λέγεται ἐπὶ Θεοῦ. Ἔστι γὰρ ὑπερούσιος. Εἰ δὲ τὸ ἀγένητον κυρίως λέγεται ἐπ' αὐτοῦ (ἔστι γὰρ μὴ γενόμενος), οὐκέτι δὲ καὶ ἡ οὐσία· οὐ ταυτὸν οὐσία καὶ ἀγένητον. ΑΛΛΟ. Εἰ τὸ ἀγένητον, καὶ ἀβασίλευτον, καὶ τὰ λοιπὰ, ἐκ παραλλήλου οὐσίας σημαίνουσιν, οὐκ εἰσὶ δὲ ταυτὰ τοῖς σημαίνουσι τὰ σημαινόμενα· οὐκ ἔσται ἄρα ταυτὸν οὐσία καὶ ἀγένητον· ὡς οὐδὲ τῷ σημαίνοντι τὸ σημαινόμενον. ΑΛΛΟ. Εἰ τὸ ἀγένητον οὐ διὰ τὸ μὴ γεγονέναι, ἀλλὰ διὰ τὸ εἶναι οὐσίαν τοῦ Θεοῦ, λέλεκται, καὶ τῶν οὐσιῶν ἑκάστη ἂν εἴη ἀγένητον. Εἰ δὲ εἰσὶ μὲν οὐσίαι πολλαὶ, οὐκέτι δὲ καὶ ἀγένητοι· οὐκ οὐσίαν ἄρα ἐμφαίνει τὸ ἀγένητον, ἀλλὰ τῆς οὐσίας τὴν ὑπεροχήν. ΑΛΛΟ. Εἰ ἐπὶ Θεοῦ μόνον τὸ ἀγένητον, ὥς φασιν, οὐσία ἐστὶν, εἴη ἂν αὐτῆς καὶ ὅρος, ἧς μόνον ἴδιον τὸ ἀγένητον. Εἰ δὲ μηδείς ἐστιν ὅρος ᾧ ὑποβάλλεται οὐσία Θεοῦ, οὐδ' ὄνομα ἄρα κύριόν ἐστιν ἐπὶ Θεοῦ τὸ ἀγένητον, ὡς μηδὲν ἄλλο αὐτὸ ἐμφαίνειν, ἀλλ' ἢ μόνον οὐσίαν Θεοῦ.