Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Thesaurus de sancta consubstantiali trinitate
Cyril of AlexandriaTrin 4 · pg-scrape-grcMore by Cyril of Alexandria
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.1
Πρὸς τοὺς τολμῶντας λέγειν, ὅτι Ἦν ποτε, ὅτε οὐκ ἦν ὁ Υἱός. Ἐκλογαὶ συλλογισμῶν, καὶ νοημάτων κατασκευαὶ, σὺν μαρτυρίαις· τὸ δὲ συναγόμενον ἐκ πάντων, ὅτι ἀΐδιος ὁ τοῦ Θεοῦ Λόγος. Ἀνοήτως λέγουσιν οἱ θεομάχοι περὶ τοῦ Υἱοῦ, ὅτι 75. 37 Ἦν ὅτε οὐκ ἦν. Εἰ μὲν γὰρ ἐπ' αὐτοῦ φέροιτο, φασὶ, τοῦ Λόγου, τὸ Ἦν, οὐδένα τόπον ἕξει τὸ Οὐκ ἦν. Εἰ δέ τις ἐπὶ χρόνου λαμβάνοι τὸ Ἦν, ἵνα λέγῃ σαφῶς, ὅτι ἦν χρόνος ὅτε οὐκ ἦν ὁ Υἱὸς, ἀμαθὴς ὢν καὶ ἀνόητος ἐλεγχθήσεται, χρόνον εἶναι λέγων πρὸ τῆς ὑπάρξεως τοῦ Υἱοῦ, δι' οὗ πεποιῆσθαι τοὺς αἰῶνας Παῦλός φησιν. Ὅτι ἀΐδιος ὁ τοῦ Θεοῦ Λόγος, μαρτυρίαι. Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Ἐν τῇ Ἀποκαλύψειτῇ Ἰωάννου τάδε λέγει, Ὁ ὢν, ὁ ἦν, ὁ ἐρχόμενος, ὅτι ὁ ἐρχόμενος, ὁ Λόγος ἐστὶ, καθ' οὗ τὸ Ὁ ὢν, καὶ Ὁ ἦν τέτακται. Ἰδοὺ γὰρ, φησὶν, ἐγὼ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος. Σαφῶς δὲ καὶ ὁ Ἰωάννης ἐπὶ τοῦ Λόγου τίθησι τὸ Ἦν· Ἦνγὰρ, φησὶν, ὁ Λόγος πρὸς τὸν Θεόν. Προσεῖναι δὲ πάντως δεῖ τὸ ἀΐδιον τῷ καθ' οὗ τὸ Ὢν καὶ τὸ Ἦν τέτακται. Μαρτυρίαι. Ὁ Παῦλος περὶ Ἰουδαίων· Ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν. Ὁ αὐτὸςπερὶ τοῦ Λόγου· Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται· ἥ τε ἀΐδιος αὐτοῦ δύναμις, καὶ θειότης. Εἰ δὲ ἐπὶ τοῦ Πατρὸς ἐνεχθείη τὸ ῥητὸν, ἑτέρως εἰς τὸν Υἱὸν περιτραπήσεται. Τίς γὰρ ἡ τοῦ Θεοῦ δύναμις, ὁ Παῦλος βοᾷ· Ὁ Χριστὸς, Θεοῦ δύναμις καὶ Θεοῦ σοφία. Ὁ Ψαλμῳδὸς τὸ αὐτό· Ἔντειλαι, ὁ Θεὸς, τῇ δυνάμει σου. Δυνάμωσον, ὁ Θεὸς, τοῦτο ὃ κατειργάσω ἐν ἡμῖν. Τίς δὲ ὁ δυναμώσας τοῦτο τὸ καταρτισθὲν ἡμῖν, εἰ μὴ ὁ ἐκ τῆς φθορᾶς ἡμᾶς λυτρωσάμενος τοῦ Θεοῦ Λόγος, καὶ ἀναστήσας εἰς ἀφθαρσίαν; ΑΛΛΟ. Εἰς τὸ αὐτὸ κατασκευὴ πιθανὴ, ὅτι τὸ ῥητὸν τὸ λέγον, Τὰ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κό σμου, τοῖς ποιήμασι νοούμενα καθορᾶται· ἥ τε ἀΐδιος αὐτοῦ δύναμις, καὶ θειότης, τὸν Υἱὸν σημαίνει. Ὁ δὲ λόγος τῆς κατασκευῆς οὗτος· Γέγραπται· Οὐδεὶς γινώσκει τὸν Πατέρα, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν ὁ Υἱὸς ἀποκαλύψῃ. Εἰ δὲ μόνῳ τῷ Υἱῷ ὁ Πατὴρ γινώσκεται, καὶ δι' αὐτοῦ μόνου τοῖς ἄλλοις ἀποκαλύπτεται, οὐ διὰ κτίσεως ἄρα, οὐδὲ τοῖς ποιήμασι νοούμενος ὁ Πατὴρ καθορᾶται. Ἀλλ' ἡ μὲν κτίσις τὸν ἑαυτῆς δημιουργὸν τὸν Θεὸν Λόγον· ὁ δὲ Λόγος ἐν ἑαυτῷ δεικνύει τὸν Πατέρα. Καὶ γοῦν τῷ Φιλίππῳ λέγοντι, Δεῖξον ἡμῖν τὸν Πατέρα, οὐκ ἐκ τῆς τῶν ποιημάτων καλλονῆς ἀναλόγως αὐτὸν θεωρεῖν ἐπιτάττει, ἀλλ' ἑαυτὸν δεικνύει, λέγων· Ὁ ἑωρακὼς, ἐμὲ, ἑώρακε καὶ τὸν Πατέρα. Ἕτεραι μαρτυρίαι, ὅτι ἀΐδιος ὁ Υἱός. Ὁ Ψαλμῳδὸς αὐτὸν καλεῖ, Ὁ ὑπάρχων πρὸ τῶν 75. 40 αἰώνων, οὐχ ὁ γενόμενος· ὁ Ἡσαΐας, Θεὸς αἰώνιος, Θεὸς ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς. Εἰ δὲ ὁ Λόγος ἐστὶν ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, κεῖται δὲ ἐπ' αὐτοῦ τὸ, αἰώνιος, ἦν ἀεὶ δηλονότι, καὶ οὐκ ἐγένετο. ΑΛΛΟ. Γράφει Παῦλος περὶ τοῦ Λόγου· Ὃς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ. Ψάλλει καὶ Δαβίδ· Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμῶν. Καὶ πάλιν· Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Πότε οὖν ἦν ὁ Πατὴρ χωρὶς τοῦ ἰδίου ἀπαυγάσματος; πότε δὲ οὐκ ἦν ἐν Θεῷ ἡ λαμπρότης αὐτοῦ; Καὶ πάλιν· Εἰ φῶς ἐστιν ἐκ φωτὸς τοῦ Πατρὸς ὁ Υἱὸς, πότε οὐκ ἦν ἐν Πατρὶ τὸ φῶς αὐτοῦ; Ὡς γὰρ ἀχώριστον τοῦ πυρὸς τὸ φωτίζειν, οὕτω καὶ τοῦ Πατρὸς τὸ ἐξ αὐτοῦ γεννώμενον φῶς. ΑΛΛΟ. Ψάλλει Δαβίδ· Ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων. Εἰ δὲ ὁ πᾶς χρόνος ἐν τοῖς αἰῶσι μετρεῖται, βασιλεύει δὲ ἐν αὐτοῖς ὁ Λόγος, οὐκ ἦν ἄρα χρόνος ὅτε οὐκ ἦν ὁ Υἱός. ΑΛΛΟ. Ἀπόδειξις διὰ μαρτυριῶν, ὅτι αἱ θεῖαι Γραφαὶ, τὸ ἦν, καὶ τὸ ὁ ὢν, καὶ τὸ ὑπάρχων, καὶ τὸ ἤμην, καὶ τὸ εἰμὶ, καὶ τὸ ἔστιν, ἐπὶ τοῦ Λόγου τιθέασι μόνου, ἐπὶ δὲ τῶν γενητῶν οὐκέτι, ἀλλὰ μᾶλλον τὸ ποτὲ, καὶ τὸ πρὶν, καὶ τὸ πρὸ τοῦ, καὶ τὸ γέγονε, καὶ ὅσα τούτοις ὅμοια. Ὁ Σωτὴρ τὸ ἀΐδιον τῆς ἰδίας ὑποστάσεως σημαίνων ἔλεγεν· Ἐγώ εἰμι ἡ ἀλήθεια· ἐγώ εἰμι τὸ φῶς· ἐγώ εἰμι ὁ ποιμήν. Καὶ πάλιν πρὸς τοὺς μαθητάς· Ὑμεῖς καλεῖτέ με, ὁ Κύριος καὶ ὁ Διδάσκαλος, καὶ καλῶς λέγετε· εἰμὶ γάρ· καὶ ὁ Ψαλμωδὸς περὶ αὐτοῦ· Πρὸ τοῦ ὄρη ἑδρασθῆναι, καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην· καὶ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος σὺ εἶ. Αὐτὸς περὶ ἑαυτοῦ· Ἐγώ εἰμι ἡ ὁδός· καὶ ἐγώ εἰμι ἡ θύρα. Ὁ Πατὴρ δὲ περὶ αὐτοῦ· Σὺ εἶ ὁ Υἱός μου ὁ ἀγαπητός· καὶ πάλιν, Κύριος εἶπε πρός με· Υἱός μου εἶ σύ. Πανταχοῦ τὸ εἶ, καὶ τὸ ἦν, ἐν τούτοις φέρεται· οὐδαμοῦ δὲ τὸ γέγονεν. Ἐπὶ δὲ τῶν γενητῶν· Πνεῦμα θεῖον τὸ ποιῆσάν με· ὁ Μωσῆς τὰ περὶ γενέσεως κόσμου διηγούμενος· Καὶ πᾶν χλωρὸν ἀγροῦ πρὸ τοῦ γενέσθαι ἐπὶ τῆς γῆς καὶ πάντα χόρτον ἀγροῦ πρὸ τοῦ ἀνατεῖλαι· οὐ γὰρ ἔβρεξεν ὁ Θεὸς ἐπὶ τὴν γῆν, καὶ ἄνθρωπος οὐκ ἦν ἐργάζεσθαι τὴν γῆν. Ὅτι τὸ, ὅτε, χρόνον ἀεὶ σημαίνει. Ἐν τῷ Δευτερονομίῳ, Ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη. 75. 41 Ὅτι τὸ, πρὸ τοῦ, ἐπὶ τῶν γενητῶν. Ἐν τῷ Σολομῶνι ἡ Σοφία περὶ ἑαυτῆς· Πρὸ τοῦ τὴν γῆν ποιῆσαι· πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι· πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων· πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. Ὁ Σωτήρ· Ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι. Πρὸς Ἱερεμίαν ὁ Θεός· Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ, ἐπίσταμαί σε· καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας, ἡγίακά σε. Ἐν τῷ Δανιὴλ ἡ Σωσάννα· Ὁ Θεὸς ὁ μέγας καὶ ὁ αἰώνιος, ὁ τῶν κρυπτῶν γνώστης· ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν. Ἔτι περὶ τοῦ ἀΐδιον εἶναι τὸν Υἱὸν, ὡς ἐξ ἀντιθέσεως κατασκευή. Ἀντίθεσις ἑτεροδόξων. Εἰ μὴ ἦν ποτε, ὅτε οὐκ ἦν, φησὶν, ἀλλ' ἀΐδιός ἐστιν ὁ Υἱὸς, καὶ συνυπάρχει τῷ Πατρὶ, οὐκέτι Υἱὸν, ἀλλ' ἀδελφὸν εἶναι λέγετε τοῦτον. Πρὸς τοῦτο λύσις. Συναΐδιον εἶναι λέγοντες, καὶ Υἱὸν εἶναί φαμεν. Εἰ μὲν οὖν ἦν ἁπλῶς συναΐδιος καὶ οὐχ Υἱὸς, χώραν εἶχεν ὑμῶν ἡ ὑπόνοια· ἐπεὶ δὲ πρὸς τῷ ἀϊδίῳ καὶ Υἱὸν ὁμολογοῦμεν, πῶς ὁ Υἱὸς ἀδελφός ἐστι τοῦ γεννήσαντος; ΑΛΛΟ. Εἰ ἡ πίστις ἡμῶν εἰς Πατέρα καὶ Υἱόν ἐστι, καὶ οὕτω βαπτιζόμεθα, ποία ἀδελφότης ἐν τούτῳ φαίνεται; ἢ πῶς ὁ Λόγος ἀδελφὸς εἶναι δύναται οὗ ἐστι Λόγος; ΑΛΛΟ. Οὐκ ἔκ τινος ἀρχῆς προϋπαρχούσης ἐγεννήθησαν ὁ Πατὴρ καὶ ὁ Υἱὸς, ἵνα καὶ ἀδελφοὶ νομισθῶσιν. Ἀλλ' ὁ Πατὴρ ἀρχὴ τοῦ Υἱοῦ, καὶ τίκτει τὸν Υἱὸν, καὶ μένει Πατὴρ, καὶ οὐχ Υἱός τινος λέγεται· καὶ ὁ Υἱὸς Υἱός ἐστι, καὶ ὅπερ ἐστὶ μένει· καὶ οὐκ ἀδελφός τινος κατὰ φύσιν λέγεται. Ποῖον οὖν ἕξει τόπον ἀδελφότης ἐν τούτοις; Ἔτι περὶ ἀϊδιότητος. Εἰ τέλειος ὁ Πατὴρ, τέλειον ἔσται καὶ τὸ ἐξ αὐτοῦ. Καὶ εἰ πρὸς τούτῳ τὸ ἀΐδιον ἔχει, ἀΐδιον ἔσται καὶ τὸ ἐξ ἀϊδίου Πατρὸς οὐκ ἐπισυμβεβηκὸς τῇ τοῦ Γεννήσαντος οὐσίᾳ, ἀλλ' ἀεὶ συνυπάρχον αὐτῇ· καὶ οὐκ ἀτελὲς διὰ τὸ ἐν χρόνῳ γενέσθαι, κατά τινας· ἀλλὰ τέλειον, διὰ τὸ πρὸ παντὸς εἶναι χρόνου. ΑΛΛΟ. Ἐπαπόρησις ἑτέρα διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς, οὕτως. Εἰ οὐκ ἔστιν Υἱὸς ὁ τοῦ Θεοῦ Λόγος, ἀλλ' ἐξ οὐκ ὄντων ὡς ποίημα γέγονε, δεικνύτω πρότερον ὁ βουλόμενος. Εἴθ' οὕτω φερέτω λοιπὸν κατὰ ποιήματος, τὸ Ἦν ὅτε οὐκ ἦν. Εἰ δὲ Υἱὸν αὐτὸν αἱ θεῖαι καλοῦσι Γραφαὶ, καὶ οὕτως ὁ Πατὴρ ὀνομάζει, τὸ Υἱὸς ὄνομα τὴν ἐκ Πατρὸς γέννησιν σημαίνει· οὐκ ἄρα ποίημα καὶ κτίσμα ἐστίν· οὐ γὰρ ταυτὸν τῷ γεννω 75. 44 μένῳ τὸ κτιζόμενον. Εἰ δὲ τοῦτο ἀληθὲς, οὐχ ἕξει τόπον τὸ, Οὐκ ἦν, ἐφ' Υἱοῦ, κατὰ μόνων κτισμάτων κυρίως τιθέμενον. ΑΛΛΟ. Εἰ ἐγεννήθη ὁ Υἱὸς παρὰ τοῦ Πατρὸς, τὸ δὲ ἐκ τοῦ Πατρὸς γεννηθὲν ὁ Λόγος ἐστὶν αὐτοῦ, καὶ ἡ σοφία, καὶ τὸ ἀπαύγασμα, οἱ λέγοντες· Ἦν ὅτε οὐκ ἦν ὁ Υἱὸς, ἄντικρυς λέγουσιν, Ἦν ὅτε ἄλογος ἦν καὶ ἄσοφος, καὶ χωρὶς τοῦ ἰδίου ἀπαυγάσματος ὁ Πατήρ. Εἰ δὲ τοῦτο ἄτοπον, ἀργήσει πάντως ἐπὶ τοῦ Υἱοῦ τὸ, Οὐκ ἦν. Ἔσται οὖν τῶ Πατρὶ συναΐδιος. ΑΛΛΟ. Ἀντίθεσις οὐκ ἀληθὴς, ἀνατρέπειν δοκοῦσα τοῦ Υἱοῦ τὸ ἀΐδιον. Εἰ τομὴν, φησὶν, ἡ θεία φύσις οὐκ ἐπιδέχεται, διὰ τὸ μὴ εἶναι πάθους δεκτικὴν (οἷς γὰρ τὸ πάσχειν κατὰ φύσιν ὑπάρχει, τούτοις ἐστὶν οἰκεῖον καὶ τὸ τέμνεσθαι), οὐ χρὴ λέγειν ἐκ τῆς οὐσίας τοῦ Πατρὸς εἶναι τὸν Υἱὸν, ἵνα μή τι πάθος καὶ διαίρεσις περὶ τὴν ἁπλῆν φαίνηται φύσιν. Εἰ γὰρ τὸ ἔκ τινος προελθὸν, ἕτερόν τι πάντως τῷ ἀριθμῷ παρ' ἐκεῖνο, ἐξ οὗ καὶ προῆλθε, μερισμός τις καὶ διακοπὴ περὶ τὴν θείαν ὁρᾶται φύσιν, εἰ μὴ ἔξωθεν, ἀλλ' ὄντως ἐξ αὐτῆς δοίημεν προελθεῖν τὸν Υἱόν. Εἰ δὲ ἔξωθέν ἐστιν, ἐπισυμβέβηκεν ἄρα, καὶ οὐκ ἔστι τῷ Πατρὶ συναΐδιος. Πρὸς τοῦτο λύσις. Κακῶς καὶ ἀπαιδεύτως τὰ σωμάτων ἴδια τῇ ἀσωμάτῳ τινὲς προσάπτουσιν οὐσίᾳ. Ἐπὶ σωμάτων μὲν γὰρ ἁρμόσει λέγειν, πάθος γίνεσθαι καὶ τομὴν καὶ διαίρεσιν· ἐπὶ δὲ τῆς ἀσωμάτου φύσεως οὐδέν ἐστι τῶν τοιούτων. Εἰ δὲ ἀσώματος ὁ Θεὸς, τίκτει μὴ μεριζόμενος, γεννᾷ μὴ τεμνόμενος. Ἐπειδὴ καὶ τὸ πῦρ ἐξ ἑαυτοῦ τίκτει τὸ φῶς, οὐδεμίαν ὑπομένον διαίρεσιν, κἂν τῇ ἐπινοίᾳ χωρίζεσθαι δοκῇ πως αὐτοῦ τὸ ἐξ αὐτοῦ προελθόν. Εἰ δέ τις ταῖς σωματικαῖς ἀνάγκαις ὑποβάλλοι τὸ ἀσώματον, αἰτιάσθω τοῦ οἰκείου νοῦ τὴν ἀσθένειαν, οὐ δυναμένου νοεῖν τὰ τῇ ἀσωμάτῳ πρέποντα φύσει. Καὶ πάλιν· εἰ ἀσθενοῦσί τινες περὶ τὸ νοῆσαι τὴν ἐξ ἀϊδίου Πατρὸς ἀΐδιον τοῦ Υἱοῦ γέννησιν, διά τε τοῦτο ταῖς σωματικαῖς ἀκολουθίαις ὑποβάλλουσι τὸ ἀσώματον, ἐπειδὴ καὶ τί ἐστιν, ἢ ποδαπὸς ὁ Πατὴρ κατὰ τὴν φύσιν οὐχ εὑρίσκουσιν, ἀρνείσθωσαν καὶ αὐτόν. Εἰ δὲ πίστει τὰ ὑπὲρ ἡμᾶς παραλαμβάνεται, ὑπὲρ ἡμᾶς δὲ καὶ ἡ τοῦ Υἱοῦ γέννησις· οὐδεὶς γὰρ αὐτοῦ τὴν γενεὰν διηγήσεται, καθά φησιν ὁ προφήτης, πίστει δεχέσθω καὶ τοῦτο, καὶ ἀργείτω τὸ, Οὐκ ἦν, ἐξ ἀνθρωπίνων λογισμῶν ἀσθενῶς εἰσφερόμενον. ΑΛΛΟ. Περὶ ἀϊδιότητος. Συλλογισμὸς μετά τινος ἐπαπορήσεως πεπλε γμένος, καὶ συνάγων εἰς ὁμολογίαν τοῦ δεῖν Ἐκ τῆς οὐσίας τοῦ Πατρὸς, οὐκ ἔξωθεν ἐπι γεγονότα τὸν Υἱὸν ὑπολαμβάνειν· εἰ δὲ τοῦτο, δῆλον ὅτι καὶ τῷ Πατρὶ συναΐδιον. 75. 45 Εἰ κατὰ τὴν ὑμετέραν ὑπόνοιαν, ὦ θεομάχοι, ἐξ οὐκ ὄντων ἐστὶν ὁ Υἱὸς, καὶ οὐκ ἦν πρὶν γεννηθῇ, κατὰ τὸ μετέχειν τοῦ Θεοῦ, δηλονότι καθάπερ τὰ ἄλλα λογικὰ, καὶ αὐτὸς ἐκλήθη Θεὸς, καὶ Υἱὸς, καὶ Σοφία. Τοῦτο γὰρ ὑπάρχει τοῖς λογικοῖς κτίσμασιν, οἷς οὐ φύσει τὸ τῆς θεότητος ἐπαληθεύεται κάλλος, ἀλλ' ἡ τοῦ διδόντος χάρις προξενεῖ· ὡς ὅταν λέγῃ· Ἐγὼ εἶπον· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες. Σχέσει γὰρ τῇ πρὸς Θεὸν υἱοποιηθέντες παρ' αὐτοῦ θεοποιούμεθα. Εἰ τοίνυν Θεοῦ μετασχόντες κατὰ χάριν, υἱοὶ Θεοῦ κεκλήμεθα, τίνος ἂν δοίημεν μετέχειν τὸν Λόγον, ἵνα γένηται Υἱὸς ἢ Θεός; Ἡμεῖς μὲν γὰρ, τοῦ ἁγίου Πνεύματος· ἐπὶ δὲ τοῦ Λόγου τοῦτο νομίζειν, ἀμαθές. Αὐτὸς γάρ φησι περὶ τοῦ Πνεύματος· Ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει· Τίνος οὖν ἄρα μετέχει; Λείπεται λέγειν, τοῦ Πατρός. Καὶ τίς ἐστιν ὁ τῆς μετουσίας τρόπος; ἢ τί τὸ ἐκ τοῦ Πατρὸς ἐξιὸν καὶ ἐν τῷ λόγῳ γινόμενον, ἵνα καὶ μετέχηται. Φέρε εἰπεῖν, ὡς ἀπὸ πυρὸς θερμότης ἐν σώματι, ἢ ἔκ τινος ἄνθους εὐωδία· μᾶλλον δὲ ὥσπερ εἰς ἡμῶν τὸ Πνεῦμα, περὶ οὗ φησιν ἡ Γραφή· Ὅτι ἐκ τοῦ Πατρὸς ἐκπορεύεται. Τί οὖν ἐστι τὸ ἐκ τοῦ Πατρὸς ἐξιὸν καὶ ἐν τῷ Λόγῳ γινόμενον; Ἆρ' ἐκ τῆς τοῦ Πατρὸς οὐσίας, ἢ ἔξωθέν ποθεν καὶ τοῦτο τὸ ληφθέν; Εἰ μὲν οὖν ἔξωθέν ἐστιν, οὐδὲ τοῦ Πατρὸς μέτοχός ἐστιν ὁ Υἱὸς, ἀλλ' ἑτέρου τινὸς μετέχων ἁγιάζεται, ὅπερ ἐστὶ καὶ μόνον ἐννοῆσαι δυσσεβές. Εἰ δὲ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς συγχωρεῖτε νοεῖσθαι τὸ τῷ Λόγῳ πρὸς μετοχὴν παρ' αὐτοῦ χορηγούμενον, ἢ τομήν τινα καὶ μερισμὸν καὶ πάθος δύνασθαι συμβαίνειν περὶ τὴν τοῦ Θεοῦ φύσιν δεδώκατε, ἢ λέγοντες ἀπαθῶς καὶ ἀμερίστως ἐν τῷ Θεῷ τὰ τοιαῦτα γίνεσθαι, μάτην ἀνατρέπετε τὴν τοῦ Υἱοῦ γέννησιν, μερισμὸν καὶ πάθος περὶ αὐτὴν εἰσάγοντες. Εἰ δὲ ἀμερίστως τίκτει Θεὸς, γεννᾷ τε ἀπαθῶς ἐξ ἑαυτοῦ, οὐδὲν κωλύει τὸ γεννηθὲν ὁμολογεῖσθαι τὸν ζῶντα τοῦ Πατρὸς Λόγον. Ὁ δὲ ἐξ ἀϊδίου Πατρὸς προελθὼν, ἔσται πάντως καὶ ἀΐδιος· οὕτω γὰρ ἂν καὶ τὴν πατρῴαν εὐγένειαν ἔχων καὶ διασώζων ἐν ἑαυτῷ, ἀληθεύει λέγων· Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα. Οὐ γὰρ ἐν τῷ γενητῷ τὸ ἀΐδιον φαίνεται ΑΛΛΟ. Εἰ ὁ μετέχων τοῦ Υἱοῦ θείας γίνεται κοινωνὸς φύσεως, κατὰ τὴν τοῦ Πέτρου φωνὴν, καὶ εἰ ναοὶ Θεοῦ χρηματίζουσιν οἷς ὁ Λόγος ἐνοικεῖ, ἀνάγκη λέγειν ἐκ τῆς οὐσίας τοῦ Θεοῦ τὸν Υἱόν. Καὶ εἰ οὐδὲν ἐπιγενητὸν ἐν Θεῷ (τέλειος γὰρ καὶ ἀπροσδεὴς), οὐκ ἐπιγέγονεν ὁ Υἱός; ἀλλ' ἦν τῷ Πατρὶ συναΐδιος. Ἔτι, περὶ ἀϊδιότητος τοῦ Υἱοῦ. Πατέρα λέγομεν τὸν Θεὸν, Υἱὸν δὲ τὸν Λόγον καὶ Θεὸν, οὐχ ἵνα τὸν μὲν προϋπάρχοντα, τὸν δὲ μετ' αὐτὸν γεγονότα νοῶμεν, κατὰ τὴν ἐν ἀνθρώποις 75. 48 τάξιν· ἄνω γὰρ παντὸς χρόνου Θεὸς, ἀλλ' ἵνα τὸν μὲν ὡς Γεννήσαντα, ὅπερ ἐστὶ πατρὸς ἴδιον· τὸν δὲ ὡς γνήσιον Υἱὸν ἄῤῥητον ἐκ τῆς οὐσίας τοῦ Πατρὸς ἐσχηκότα τὴν γέννησιν προσκυνῶμεν. Πατὴρ οὖν ὅτι γεγέννηκεν· Υἱὸς δὲ, ὅτι ἐγενήθη· καὶ πρὸς μόνον τῶν ὀνομάτων ἡ χρεία καὶ τὸ διὰ τῆς πρὸς ἡμῶν ὁμοιώσεως σημαινόμενον. Εἰ τοίνυν ἐπὶ Θεοῦ τὸ Πατὴρ ὄνομα μόνου τοῦ γεννᾷν ἐστι σημαντικὸν, οὐδεὶς ἀναγκάσει λόγος προϋπάρχειν τοῦ ἰδίου γεννήματος τὸν ἀχρόνως γεννῶντα Θεόν. Καὶ εἰ χρόνος ἦν οὐδεὶς μεταξὺ τοῦ γεννήσαντος καὶ γενηθέντος, οὐκ ἐπιγέγονεν, ἀλλ' ἦν ἀεὶ τῷ Πατρὶ συναΐδιος ὁ Υἱός. ΑΛΛΟ. Εἰ ποιητής ἐστι κατὰ φύσιν ὁ Θεὸς, καὶ οὐκ ἐπιγέγονεν αὐτῷ τὸ δύνασθαι παράγειν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὰ ὄντα· πάντα δὲ δι' Υἱοῦ ποιεῖ καὶ κατεργάζεται, πῶς οὐκ ἀσεβὲς τὸ λέγειν· Ἦν ὅτε οὐκ ἦν; ἴσον γάρ ἐστιν εἰπεῖν· Ἦν ὅτε οὐκ ἦν ὁ Θεὸς, ὕστερον ἐπιγενομένου τοῦ πάντων δημιουργοῦ Λόγου· Χωρὶς γὰρ αὐτοῦ ἐγένετο οὐδὲ ἓν, κατὰ τὴν Ἰωάννου φωνήν. Εἰ δὲ ἀεὶ καὶ κατὰ φύσιν ποιητὴς ὁ Θεὸς καὶ Πατὴρ, ἦν ἄρα σὺν αὐτῷ δι' οὗ ποιητὴς ἐφαίνετο, τουτέστιν ὁ Λόγος αὐτοῦ. Ὥσπερ γὰρ ἀχώριστον ἀνθρώπου πᾶν τὸ φύσει προσὸν αὐτῷ· οὕτω καὶ Θεοῦ πᾶν τὸ ἐν αὐτῷ καὶ ἐξ αὐτοῦ. Ἐν Πατρὶ δὲ καὶ ἐκ Πατρὸς ὁ Λόγος· ἀχώριστος ἄρα καὶ συναΐδιος. ΑΛΛΟ, διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς. Εἰ οὐκ ἔστιν ὁ Υἱὸς τῷ Πατρὶ συναΐδιος, ἀλλ' Ἦν ὅτε οὐκ ἦν, καθ' ὑμᾶς, ἀνάγκη συνομολογεῖν ἀτελῆ ποτε ὑπάρχειν τὴν ἁγίαν Τριάδα. Ἦν γὰρ μονὰς, ὡς εἰκὸς, πρὸ Υἱοῦ. Γέγονε δὲ ὕστερον Τριὰς, ἐπιγενομένου τοῦ λείποντος. Ἐπειδὴ δὲ πᾶν ὅπερ ἂν συμβῇ, καὶ ἀποσυμβῆναι δύναται, δέος μὴ καί τις ἡμᾶς ἀναγκάσῃ λόγος ὁμολογεῖν δύνασθαι τὴν ἁγίαν Τριάδα πρὸς ἑνάδα παλινδρομεῖν. Εἰ δὲ τοῦτο φρονεῖν ἢ λέγειν ἁπάσης ἐστὶ δυσσεβείας ἐπέκεινα, ἦν ἀεὶ μετὰ Πατρὸς τῆς ἁγίας Τριάδος τὸ πλήρωμα. ΑΛΛΟ, τούτῳ ὅμοιον. Εἰ οὐκ ἔστιν ὁ Υἱὸς ἴδιον γέννημα τῆς οὐσίας τοῦ Πατρὸς, ἀλλ' ἐξ οὐκ ὄντων ἐγένετο, ἀνόμοιος ἔσται πρὸς ἑαυτὴν ἡ ἁγία Τριὰς ἐξ οὐκ ὄντων ἔχουσα τὴν σύστασιν. Καὶ λοιπὸν τὸ κτίσμα τῷ Κτίστῃ συναριθμεῖται, καὶ τὸ ποίημα τῷ ποιητῇ συνδοξάζεται. Εἰ δὲ τοῦτο ἀσεβὲς, μία γὰρ θεότης τῆς ἁγίας Τριάδος, μία δοξολογία, κυριότης ἡ αὐτὴ, οὐκ εὐλόγως εἰς διαφόρους οὐσίας σχίζεται. Πῶς δὲ οὐκ ἄτοπον τοῦ Πατρὸς ὄντος ἀϊδίου, τὸν συγκαθήμενον αὐτῷ καὶ συμβασιλεύοντα Λόγον τολμῆσαι λέγειν οὐκ εἶναι μέν ποτε· ἐπιγεγονέναι δὲ ὕστερον, καὶ πρόσφατον ἡμῖν εἰσφέρεσθαι Θεόν; 75. 49 ΑΛΛΟ. Πηγὴ σοφίας καὶ ζωῆς καλεῖται καὶ ἔστιν ὁ Θεός. Διὰ μὲν γὰρ Ἱερεμίου φησίν· Ἐμὲ ἐγκατέλιπονπηγὴν ὕδατος ζῶντος. Καὶ πάλιν· Θρόνος δόξης ὑψωμένος, ἁγίασμα ἡμῶν, ὑπομονὴ Ἰσραὴλ, Κύριος. Πάντες οἱ καταλιπόντες σε καταισχυνθήτωσαν, ἀφεστηκότες ἐπὶ τῆς γῆς. Γραφήτωσαν ὅτι ἐγκατέλιπον πηγὴν ζωῆς τὸν Κύριον. Διὰ δὲ τοῦ Βαρούχ· Ἐγκατελίπετε τὴν πηγὴν τῆς σοφίας. Οὕτω τοίνυν ὄντος τε καὶ καλουμένου τοῦ Θεοῦ, ἀκόλουθόν ἐστι τῇ πηγῇ τῆς σοφίας συνυπάρχειν τὰ ἐξ αὐτῆς· ἐπεὶ οὐκ ἂν εἴη πηγὴ μηδὲν ἀναβλύζουσα. Οὐκοῦν ἐν τῷ λέγειν· Ἦν ὅτε οὐκ ἦν Υἱὸς, ὁ λέγων· Ἐγώ εἰμι ἡ ζωὴ, καὶ ἐγὼ ἡ σοφία, κατεσκήνωσα βουλὴν, συνομολογεῖν ἔστι σαφῶς ξηράν ποτε καὶ ἄγονον εἶναι τὴν πηγήν. Εἰ δὲ τοῦτο ἀσεβὲς, ἀεὶ γὰρ καρπογόνος ἡ θεία φύσις, καὶ οὐδὲν ἐν αὐτῇ τὸ καινὸν, ἦν ἄρα τῷ Γεννήσαντι συναΐδιος ὁ ἐξ αὐτοῦ γνήσιος Λόγος, ὥσπερ ἀπό τινος πηγῆς τῆς πατρῴας ἀναβλύζων οὐσίας. ΑΛΛΟ. Εἰς τὸ αὐτὸ πιθανόν. Ἐπαγγέλλεται ποιήσειν ὁ Θεὸς τοὺς δουλεύοντας αὐτῷ, ὡς πηγὴν ἣν μὴ ἐξέλιπεν ὕδωρ. Οὕτω τε διὰ τοῦ προφήτου φησὶν Ἡσαΐου· Καὶ ἐμπλησθήσῃ καθάπερ ἐπιθυμεῖ ἡ ψυχή σου, καὶ τὰ ὀστᾶ σου πιανθήσεται· καὶ ἔσται ὡς κῆπος μεθύων, καὶ ὡς πηγὴ ἧς μὴ ἐξέλιπεν ὕδωρ. Ταῦτα τοῦ Θεοῦ ποιήσειν ἐπ' ἀνθρώπων ὑπισχνουμένου, πῶς οὐ πάσης ἂν εἶεν ἀσεβείας ὑπεύθυνοι, οἱ τὴν θείαν ἐκείνην καὶ ἀκήρατον πηγὴν ξηράν ποτε γεγενῆσθαι λέγοντες· ἵνα καὶ ἀνθρώπων δεύτερος φαίνηται Θεός; Εἰ δὲ τοῦτο ἄτοπον, ἦν ἄρα ἐν τῇ πηγῇ τὸ ὕδωρ τῆς ζωῆς καὶ ἡ ἐξ αὐτῆς σοφία, τουτέστιν ὁ Υἱός. ΑΛΛΟ, διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς. Γέγραπται· Εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτόν· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα, καὶ ἡμεῖς δι' αὐτοῦ, ἀλλ' εἴ τις τὸν δι' οὗ τὰ πάντα γέγονεν, ἕνα τῶν πάντων εἶναι λέγοι, τὸ κωλύον οὐδὲν, καὶ τὸν ἐξ οὗ τὰ πάντα τοῖς αὐτοῖς ὑποβάλλειν συλλογισμοῖς. Εἰ δὲ τοῦτο ἀσεβὲς, οὐδὲ ὁ Υἱὸς ἒν ἔσται τῶν πάντων, δι' οὗ τὰ πάντα γέγονεν, ἀΐδιος οὖν. Ὁ γὰρ ὅλως τὸ εἶναι κτίσμα καὶ ποίημα διαπεφευγὼς, οὐκ ἐν τοῖς πᾶσιν ὢν, ἀλλ' ὑπὲρ πάντα καὶ ἐπὶ πάντων Θεὸς νοηθήσεται. ΑΛΛΑ ἁπλᾶ καὶ ἀπόλυτα. Εἰ φῶς ἐστιν ὁ Θεὸς καὶ Πατὴρ, ἦν ἀεὶ ἐν αὐτῷ τὸ ἀπαύγασμα αὐτοῦ. Εἰ χαρακτήρ ἐστιν ὁ Υἱὸς τῆς τοῦ Πατρὸς ὑποστάσεως, κατὰ τὴν τοῦ Παύλου φωνὴν, λεγέτωσαν οἱ ἐπ' αὐτοῦ τὸ, Οὐκ ἦν, τολμῶντες φέρειν, πότε χαρακτῆρος χωρὶς ἦν ἡ ὑπόστασις τοῦ Πατρός; Ὁμοῦ γὰρ τῇ ὑποστάσει καὶ ὁ ταύτης χαρακτὴρ συνεισάγεται. Εἰ ἀλήθεια καὶ σοφία ἐστὶν ὁ 75. 52 Υἱὸς, πότε οὐκ ἦν ἐν τῷ Πατρί; Ἀεὶ γὰρ ἀλήθεια καὶ σοφία ἐν Θεῷ καὶ Πατρί. ΑΛΛΟ. Εἰ ἐν Υἱῷ θεωρεῖται ὁ Πατὴρ, καὶ εἰκών ἐστιν ἀπαράλλακτος τῆς τοῦ Γεννήσαντος οὐσίας, κατὰ τὸ λεγόμενον παρ' αὐτοῦ· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε καὶ τὸν Πατέρα, προσεῖναι πάντως αὐτῷ ἀναγκαῖον κατὰ φύσιν ὅσα καὶ τῷ Πατρί. Ἔσται γὰρ οὕτως ἀκριβὴς ὁ χαρακτήρ. Ἀΐδιος δὲ ὁ Πατὴρ, ἀθάνατος, βασιλεὺς, κτίστης, παντοκράτωρ, Θεὸς, ποιητής· ταῦτα καὶ ὁ Υἱός. Ἢ πῶς ἐν τῷ γενητῷ τὸ ἀΐδιον φαίνεται; ἢ ἐν τῷ ποτε μὴ ὄντι τὸ τέλειον, ἢ ἐν τῷ ποιήματι ὁ ποιητής; Αἱ γὰρ εἰκόνες ἀεὶ πρὸς τὰ ἀρχέτυπα τὴν ἐμφέρειαν ἔχουσιν. Ἐρώτησις αἱρετικῶν ὡς πρὸς ἀνοήτους γυναῖκας αὕτη. Εἰ εἶχες, φασὶν, υἱὸν πρὶν τέκῃς; Ὥσπερ δὲ οὐκ εἶχες, οὕτω καὶ ὁ Θεός. Οὐκοῦν ἦν ποτε ὅτε οὐκ ἦν ὁ Υἱός. Τί οὖν πρὸς τοῦτο; Εἰ ἐπ' ἀναιρέσει τῆς ἀϊδιότητος τοῦ Υἱοῦ τὰ τῆς ἀνθρωπότητος ἴδια τῇ θείᾳ φύσει περιτιθέντες οὐκ αἰσχύνονται, ἐρωτάτωσαν καὶ τῶν ἀρχιτεκτόνων τινὰς, εἰ δύνανται χωρὶς ὕλης οἰκοδομεῖν. Εἰ δὲ ἀνανεύοιεν, ὁμολογοῦντες τὸ ἀληθὲς, ὡς οὐ δύνανται, λεγέτωσαν ὕλης δεδεῆσθαι καὶ Θεὸν εἰς τὴν τῶν ὅλων κατασκευὴν ὡς ἄνθρωπον· ἵνα μηκέτι νοῆται Ποιητὴς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὰ ὄντα παράγων, ἀλλ' ἔκ τινος ὑποκειμένης ἀρχῆς τε καὶ ὕλης, ὡς ἄνθρωπος, μετασκευαστὴς μᾶλλον ἢ ποιητὴς εὑρισκόμενος. Εἰ δὲ τοῦτο ἄτοπον εἶναί φασι, κἀκεῖνο φευγέτωσαν· ἢ λεγέτωσαν τὴν αἰτίαν, δι' ἣν ἐπὶ μὲν τοῦ γεννᾷν οὐδὲν ἀνθρώπου πλέον ἔχειν βούλονται τὸν Θεὸν, ἐπὶ δὲ τοῦ κτίζειν οὐκέτι τὰ ἀνθρώπου προσάπτουσιν αὐτῷ. Εἰ δὲ ποιητής ἐστιν, ὡς πρέπει Θεῷ ἔσται καὶ γεννήτωρ κατὰ τὸν ἴσον τρόπον. Ἐρώτησις Ἀρειανῶν ἀτοπίας μεστὴ, πρὸς ἣν ἀντεπερώτησις ἀτοπωτέρα, ὅτι χρὴ μὴ ἀπαι δεύτως ἐρωτᾷν ἐκδιδάσκουσα. Ὁ ὢν, φασὶν, Θεὸς ὄντα τὸν Υἱὸν ἐποίησεν, ἢ μὴ ὄντα; Πρὸς τοῦτο λύσις ἤτοι ἀνθυποφορά. Ὁ ὢν Θεὸς, ὢν γέγονεν, ἢ καὶ πρὶν γένηταί ἐστιν ὤν. Καὶ, ἑαυτὸν ἐποίησεν, ἢ ἐξ οὐδενὸς ἔστι; Καὶ μηδενὸς ὄντος πρότερον, ἐξαίφνης αὐτὸς ἐφάνη; Ἐν τούτοις πᾶσα ἀπόκρισις τὸ δύσφημον ἔχει· χρὴ τοίνυν τοῖς οὕτως ἐρωτῶσι μὴ ἀποκρίνεσθαι πρὸς τὴν προταθεῖσαν πεῦσιν, ἀλλὰ μᾶλλον εὐσεβῶς λέγωμεν ὡς ἔστιν ἀΐδιος ὁ Πατήρ. Ὄντος οὖν ἀϊδίου τοῦ Πατρὸς, ὤν ἐστιν ἀΐδιος καὶ ὁ Υἱός. Ὡς γὰρ οὐκ ἄν ποτε φῶς ὀφθείη τοῦ ἰδίου ἀπαυγάσματος ἔρημον, οὕτως οὐκ ἂν εἴη Πατὴρ μὴ ὄντος Υἱοῦ, δι' οὗ καὶ Πατὴρ φαίνεται. Ἦν δὲ ἀεὶ Πατὴρ ὁ Θεὸς, ἦν ἄρα πάντως οὗ καὶ ἔστι Πατήρ. 75. 53 ΑΛΛΟ. Εἰ, καθάπερ λέγειν τολμῶσιν Ἀρειανοὶ, ὄργανον ἑαυτῷ ὁ Πατὴρ τὸν Υἱὸν κατεσκεύασε, χρησιμεῦσαι δυνάμενον εἰς τὴν τῶν ὄντων δημιουργίαν, διά τε ταύτην τὴν αἰτίαν ἐκ τοῦ μὴ ὄντος αὐτὸν εἰς τὸ εἶναι παρήγαγε, λεγέτωσαν ἡμῖν εἰ ὁ ὢν τοῦ μὴ ὄντος ἔχρῃζε; Τί οὖν ἄρα ἔσται μεῖζον; τὸ ἐν χρείᾳ τινὸς καθεστηκὸς, ἢ τὸ τὴν χρείαν ἀναπληρῶσαι δυνάμενον; Ἀλλὰ πρόδηλον ὅτι τὸ ἐνδεὲς ἐν ἑκάστῳ δι' ἀμφοτέρων πληροῦται, καὶ ἑκάτερον ἀτελές ἐστι καθ' ἑαυτό. Εἰ δὲ ἐν χρείᾳ γέγονεν ὁ ἀΐδιος Πατὴρ τοῦ μικρὸν ὕστερον ἐπιγεγονότος Υἱοῦ, κατ' ἐκείνους, πλήρωμα τῆς ἀϊδιότητος τοῦ Πατρὸς ἡ γενητὴ τοῦ Υἱοῦ γέγονε φύσις· καὶ λοιπὸν ἐμίχθη τὰ ἄμικτα. Εἰ δὲ τοῦτο λέγειν ἢ φρονεῖν ἀσεβὲς, οὐκ ἐπιγέγονεν ἄρα τῷ Πατρὶ ὁ Υἱὸς, δι' οὗ τὰ πάντα ἐποίησεν, οὐδὲ ὡς ὄργανον κατεσκευάσθη πρὸς τοῦτο· ἀλλ' ἦν αὐτῷ συναΐδιος, δύναμις αὐτοῦ καὶ σοφία ὑπάρχων. Πρὸς τοὺς ἐρωτῶντας· Εἰ εἶχες υἱὸν πρὶν τέκῃς; καὶ λέγοντας· Οὕτω καὶ ὁ Θεὸς οὐκ εἶχεν Υἱὸν πρὶν γεννήσῃ. Οἱ γυναῖκας ἐρωτῶντες· Εἰ εἶχες υἱὸν πρὶν τέκῃς; ἀπό τε τῆς καθ' ἡμῶν συνηθείας τὰ θειότερα δοκιμάζοντες, ἐρωτάτωσαν ὁμοίως πατέρας ἢ μητέρας· Ἂν τέκῃς υἱὸν, ὅμοιος ἄρα σοὶ κατὰ φύσιν γενήσεται; ἢ τῆς αὐτῆς σοὶ καὶ αὐτὸς οὐσίας μεθέξει; ἣ ἑτεροούσιος ἔσται καὶ ἀπεξενωμένος; Μανθάνοντες δὲ τὸ ἀληθὲς, οὕτω φρονείτωσαν καὶ περὶ Θεοῦ. Καὶ μὴ τὸν χρόνον μὲν εἰς τὴν ἑαυτῶν δυσσέβειαν ὡς χρήσιμον ἁρπαζέτωσαν· τὸ δὲ ἐκ τῆς κατὰ φύσιν διαδοχῆς γνήσιον παροράτωσαν. Καὶ πάλιν ὅταν μάθωσι παρὰ τῶν ἐρωτωμένων γονέων, ὅτι δὴ τὰ ἐξ αὐτῶν ἐσόμενα τέκνα πάντως ἔσται τοῖς τοκεῦσι παραπλήσια, καὶ κατ' οὐδὲν αὐτῶν διαλλάττοντα, κατά γε τὸν τῆς οὐσίας λόγον, διακείσθωσαν οὕτω καὶ περὶ τοῦ Θεοῦ Λόγου. Καὶ λοιπὸν ὁμολογοῦντες ἐκ τῆς οὐσίας αὐτὸν γεγεννῆσθαι τοῦ Πατρὸς, περὶ μόνου τοῦ χρόνου ζητείτωσαν, καὶ λεγέτωσαν ἡμῖν τί τὸ κωλύον ἀεὶ Πατέρα εἶναι τὸν Θεὸν, εἰ μή τις αὐτὸν ταῖς τῆς ἀνθρωπότητος ἀνάγκαις καὶ τοῖς τῆς φύσεως ἡμῶν ὄροις ὑποκεῖσθαι λέγοι· ὅπερ ἐστὶν ἀσεβέστατον. Περὶ τοῦ χρόνου τοίνυν σκεπτόμενοι, μὴ τὰ ἀνθρώπων ἴδια πολυπραγμονείτωσαν· πολὺ γὰρ ταῦτα τῆς θείας ἀπῴκισται φύσεως. Ἀλλ' ἐρωτάτωσαν, εἰ βούλονται, τὸν ἥλιον, εἰ τὸ ἐξ αὐτοῦ γεννώμενον φῶς ἦν ἀεὶ σὺν αὐτῷ. Μανθανέτωσαν καὶ παρὰ τοῦ πυρὸς, εἰ προσῆν αὐτῷ τὸ θερμαίνειν ἀεί. Εἰ δὲ ἐπὶ τούτων σύνδρομά τε καὶ ἀεὶ συνόντα τὰ ἐξ αὐτῶν φαίνεται, πόσῳ μᾶλλον ἐπὶ τοῦ ἀϊδίου Θεοῦ; Εἰ τοίνυν κατὰ φύσιν ἐκ τοῦ Πατρός ἐστιν ὁ Υἱὸς, καὶ τὸ ἀναγκάζον οὐδὲν ἐν χρόνῳ τίκτειν τὸν Θεὸν, ἦν ἄρα τῷ Πατρὶ συναΐδιος ὁ ἐξ αὐτοῦ προελθὼν Λόγος, δι' οὗ τοῖς μὴ οὖσι γέγονεν ἡ εἰς τὸ εἶναι πάροδος. ΑΛΛΟ. Εἰδέναι χρὴ τοὺς νοεῖν ἐθέλοντας καλῶς, ὅτι οὔτε μεριστῶς ἢ ῥευστῶς ἐγέννησε Θεὸς, ἵνα τι καὶ πάθος περὶ αὐτὸν γενέσθαι νομίσωμεν· τὸ μὲν γὰρ τέμνε 75. 56 σθαι καὶ ῥεῖν τῆς σωματικῆς ἂν εἴη φύσεως ἴδιον· ἐπὶ δὲ τῆς ἀσωμάτου καὶ θείας οὐσίας, οὐ πάθος, οὐ μερισμὸς τῶν τοιούτων οὐδὲν συμβήσεται. Οὐκ ἔσται τοίνυν ὥσπερ τι μέρος τοῦ Πατρὸς ὁ Υἱὸς, ἀλλ' ἐξ αὐτοῦ, καὶ ἐν αὐτῷ. Διὰ μὲν τοῦ καλεῖσθαι Υἱὸς τὸ ἐξ αὐτοῦ, διὰ δὲ τοῦ καλεῖσθαι σοφία καὶ Λόγος, τὸ ἐν αὐτῷ γνωρίζων. Οὐκοῦν ἔσται τῷ τεκόντι συναΐδιος. Οὐ γὰρ ἄν τις εἴποι τῶν εὖ φρονεῖν εἰωθότων ἄλογόν τε καὶ ἄσοφον γεγενῆσθαί ποτε τὸν Πατέρα. ΑΛΛΟ. Εἰ ὁ ἀνθρώπινος νοῦς ἀμερίστως ἐξ ἑαυτοῦ τὸν προφορικὸν ἀπογεννᾷ λόγον, καὶ πάθος οὐδὲν περὶ αὐτὸν ἐκ τούτου γίνεται, ἀλλ' ἔστιν ἰδεῖν ἐν μὲν τῷ νῷ τὸν λόγον, ἐν δὲ τῷ λόγῳ τὸν νοῦν, καὶ ἑκάτερον αὐτῶν ἑκατέρῳ ζωγραφούμενον, καὶ οὐκ ἄν τις εἴποι σωφρονῶν ἄλογόν ποτε γεγενῆσθαι τὸν νοῦν· οὐκέτι γὰρ ἔσται νοῦς λόγον οὐκ ἔχων, λόγον δέ φαμεν οὐ πάντως τὸν διὰ γλώττης ἀποκτυπούμενον, ἀλλὰ καὶ τὸν ἐν τῷ νῷ νοηματικῶς κινούμενον· οὕτως οὐκ ἄν τις εἴποι μὴ εἶναι πάντως ἐν Θεῷ τὸν ἴδιον αὐτοῦ Λόγον, ὅλην ἐξ ὅλου τοῦ Πατρὸς ἔχοντα τὴν εἰκόνα, καὶ ἐν Πατρὶ θεωρούμενον διὰ τὸ τῆς οὐσίας ἀπαράλλακτον. ΑΛΛΟ. Εἰ βουλοίμεθα δοξάζειν ὀρθῶς, ἀνάγκη λέγειν ὡς οὐκ ἐπιγέγονε τῷ Θεῷ τὸ εἶναι Πατέρα, ἀλλ' ἦν ἀεὶ τοῦτο· ἢ γὰρ ἂν καὶ τρεπτῆς ὢν φαίνοιτο φύσεως ὕστερον γεγονὼς, ὅπερ οὐκ ἦν, κατὰ τὴν τῶν αἱρετικῶν μανίαν. Εἰ γὰρ καλόν τι φαίνεται τὸ εἶναι αὐτὸν Πατέρα, τοῦτο δὲ ἦν οὐκ ἀεὶ, ἦν ἄρα χρόνος ὅτε τὸ καλὸν οὐκ ἦν ἐν Θεῷ. Εἰ δὲ τοῦτο δύσφημον, ἦν ἄρα ἀεὶ Πατὴρ, Υἱοῦ δηλονότι συνυπάρχοντος· οὐ γὰρ ἂν εἴη Πατὴρ οὐκ ὄντος Υἱοῦ. Εἰ δέ τις ἀνθυποφέρει λέγων· Ἄρ' οὖν ἐπειδὴ κατὰ φύσιν ἐστὶ καὶ ποιητὴς ὁ Θεὸς, ἦν ἀεὶ τὰ ποιήματα· καὶ τοῦτο λέγειν ἡμᾶς ἀναγκαῖον, ἵνα μὴ ὕστερον ἐπιγεγονὸς τῷ Θεῷ φαίνηται τὸ εἶναι ποιητὴν, καὶ δόξειέ τις τροπὴ περὶ τὴν θείαν γίνεσθαι φύσιν· τοῦτο γὰρ ἐλέγομεν ἐπὶ τοῦ Υἱοῦ. Ἢ καὶ καθ' ἕτερον τρόπον· ἐπειδὴ καλὸν τὸ κτίζειν καὶ ποιεῖν, ἦν ἀεὶ τὰ ποιήματα, ἵνα μὴ φαίνηταί ποτε μὴ ὂν ἐν Θεῷ τὸ καλόν. Πρὸς ταῦτα χρὴ τοῦτον ὑπαντῆσαι τὸν τρόπον· Υἱὸς καὶ ποίημα, πολὺ τῆς πρὸς ἄλληλα κοινωνίας ἀπῴκισται, καὶ οὐδὲν ἐν αὐτοῖς τὸ ἴσον· ὁ μὲν γὰρ ἐκ τῆς οὐσίας προελθὼν, Πατέρα εὐθὺς ἔδειξε τὸν γεννήσαντα. Ἔστω δὲ ὡς ἐπ' ἀνθρώπων ὁ λόγος· τὸ δὲ ἔξωθεν τῆς οὐσίας ἐστὶν, τότε πάντως ποιητὴν ἀποφαῖνον τὸν ἐργαζόμενον, ὅτε καὶ γίνεται· ἦν γὰρ ἐν αὐτῷ τοῦ ποιεῖν ἡ τέχνη, ἣν καὶ προεῖναι πάντως ἀνάγκη τῶν δι' αὐτῆς· πρότερον γάρ τις ἔσται τεχνίτης, εἶθ' οὔτω δημιουργός. Τοσαύτης τοίνυν μεταξὺ κειμένης διαφορᾶς, καὶ τοῦ μὲν Υἱοῦ ἅμα τῇ τοῦ Πατρὸς προσηγορίᾳ συνεπινοουμένου, καὶ συνεισβαίνοντος· ἅμα τε γὰρ Πατὴρ, εὐθὺς καὶ ὁ Υἱὸς, ἅμα τε Υἱὸς, εὐθὺς καὶ Πατὴρ, καὶ οὐκ ἂν νοηθείη χωρὶς τοῦ ἑτέρου τὸ ἕτερον. Τοῦ δὲ ποιήματος καὶ μετὰ τὴν ὕπαρξιν τοῦ ποιητοῦ δυναμένου φαίνεσθαι (οὐ γὰρ ἐκ τῆς φύσεώς 75. 57 ἐστι τοῦ ποιοῦντος, ἀλλὰ τέχνης εὕρημα· ἡ δὲ τέχνη φύσις οὐκ ἔστιν, ἀλλ' ἓν τῶν τῇ φύσει προσόντων), πῶς τινες ἐπὶ Θεοῦ ὡς ταυτὸν εἰσφέρουσι ποίημα καὶ γέννημα, Πατέρα δύνασθαι καλεῖν λέγοντες αὐτὸν, καὶ οὐκ ὄντος Υἱοῦ; Ἐπειδὴ καὶ δημιουργὸς ὑπῆρχε πρὸ τῶν δημιουργημάτων. Ὅμοιον γάρ ἐστιν ὡς εἴ τις καὶ τὸν ναυπηγικὴν ἔχοντα τέχνην, Πατέρα καλοίη καὶ μὴ ὄντος Υἱοῦ· ἐπεὶ καὶ ναυπηγός ἐστιν ὅσον εἰς τὴν τέχνην, καὶ τὴν τοῦ δύνασθαι ποιεῖν ἐπιτηδειότητα ἔχει, καὶ εἰ μή πω τὸ σκάφος κατεσκεύασεν. Ἀλλ' ὁ τοιοῦτος ναυπηγὸς μὲν ἔσται, καὶ πρὸ τοῦ σκάφους διὰ τὴν τέχνην. Πατὴρ δὲ οὐκέτι μή πω γεγονότος τοῦ δι' ὃν ἔσται πατήρ. Καὶ τὰ μὲν ποιήματα καὶ μὴ γεγονότα οὐκ ἀναιρεῖ τὸ δύνασθαί τινα εἶναι ποιητήν· ὁ δὲ υἱὸς οὔπω γενόμενος, ἀναιρήσει πάντως τὸ εἶναι πατέρα τινά. Ὥστε οὐκ ἂν ἴσον εἴη ποίημα καὶ Υἱός· καὶ ποιητὴς μὲν ἔστιν, ὅσον εἰς τὴν οἰκείαν φύσιν, καὶ πρὸ τῶν ποιημάτων ὁ Θεὸς, Πατὴρ δὲ οὐδαμῶς οὐκ ὄντος Υἱοῦ.

Intertext edge

Open linked passage

Note