Thesaurus de sancta consubstantiali trinitate
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
5.1
Ὅτι οὐ προϋπάρχει τοῦ Υἱοῦ ὁ Πατὴρ, κἂν ἀγένητος ᾖ, ἀλλ' ἦν αὐτῷ συναΐδιος γεννητὸς ὁ Υἱός. Ἀντίθεσις ὡς ἐκ τῶν Εὐνομίου. Εἰ ἔστιν ἀνάρχως καὶ ἀγενήτως ἀεὶ ὁ Πατὴρ, ὥσπερ οὖν καὶ ἔστιν, ἐγεννήθη δὲ ὁ Υἱὸς, πῶς οὐκ ἀνάγκη πᾶσα τὸ γεννηθὲν ἀρχῇ περιγράφεσθαι; Πρὸς τοῦτο λύσις. Οὐδεὶς ἀναγκάσει λόγος ἀνύπαρκτον εἶναι πάντως πρὸ τῆς γενήσεως τὸ γενηθὲν, ἢ καὶ ἀρχῇ περιγράφεσθαι, κἂν ὁ γεννῶν ἀγένητος ἦν. Οὐ γὰρ περί τινος τῶν καθ' ἡμᾶς ὁ λόγος ἡμῖν, ὦ οὗτος, ἵνα δὴ καὶ ἐν χρόνῳ τὸ γεννώμενον φαίνοιτο καὶ καθάπερ ἐκ μὴ ὄντος εἰς τὸ εἶναι βαδίζον, ἀρχῇ περιγράφοιτο· ἀλλὰ περὶ τῆς θείας τε καὶ ἀπερινοήτου φύσεως, ἀῤῥήτως πάντα ποιούσης καὶ θεοπρεπῶς. Οὐκοῦν ὑπερβήσεται τὴν καθ' ἡμᾶς γνῶσιν καὶ ὁ τῆς θείας γεννήσεως τρόπος, καὶ οὐ τοῖς ἀνθρωπίνοις θεσμοῖς ὑπόκειται· ἀλλ' ὅσον τῆς ἐν ἡμῖν σμικροπρεπείας ἡ θεία φύσις ἀπῴκισται, τοσοῦτον ἐν τοῖς καθ' ἑαυτὴν ὑπερέχει τὰ ἡμέτερα. Παυέσθωσαν τοίνυν ἀνάγκῃ καὶ ἀρχῇ περιγράφοντες τὸν ἀνάγκης κρείττονα, καὶ ἀρχὴν μὲν τὴν ἐν χρόνῳ παραιτούμενον· λέγοντα δὲ πρὸς Μωσέα τὸν σοφώτατον· Ἐγώ εἰμι ὁ ὤν. Τῷ δὲ ἀεὶ ὄντι (τοῦτο γὰρ σημαίνει τὸ ὢν), ποίαν τις δοίη τὴν τοῦ εἶναι κατὰ χρόνον ἀρχήν; Ἄλλως τε οὐ πάντως ὅπερ ἂν τοῖς τοῦ γεννήσαντος ἰδιώμασιν ἐναντίον εἶναι δοκῇ, τοῦτο τῷ γεννηθέντι φαίνεται προσόν. Ὡς γοῦν ἔστιν ὁ Θεός· τὸ δὲ ἀντιπίπτον τούτῳ καὶ ἀντικείμενον οὐ Θεός. Ἀλλ' ἔστι Θεὸς καὶ ὁ Υἱὸς, καίτοι τοῦ Πατρὸς ὄντος Θεοῦ, βασιλέως τε ὄντος ὁμοίως τοῦ Πατρὸς, βασιλεύς ἐστι καὶ ὁ Υἱός. 75. 60 Ὁ δὲ αὐτὸς σώζεται λόγος ἐπί τε τοῦ ἀφθάρτου καὶ ἀοράτου, καὶ ἀσωμάτου, καὶ ὅσα τοιαῦτα πρόσεστι τῇ θείᾳ φύσει. Εἰ τοίνυν οὐ πάντως τὰ ἀντικείμενα τοῖς προσεῖναι λεγομένοις τῷ Πατρὶ, πρόσεστι τῷ Υἱῷ, οὐδὲν ἀδικήσει τοῦ Υἱοῦ τὴν οὐσίαν ἡ γέννησις, κἂν ἀγέννητος ὁ Πατὴρ τυγχάνῃ. Ἔσται δὴ αὐτῷ συναΐδιος οὐ πάντως ἔχων τὰ ἐναντία τῶν φυσικῶν ἰδιωμάτων αὐτοῦ, καθὰ δέδεικται. Ἀπόδειξις ἐφεξῆς, Ὅτι τὰ ἀντικείμενά πως πρὸς ἄλληλα κατὰ τὴν ὀνομασίαν, κοινὰ πολ λάκις ἔχει τινὰ τῶν φυσικῶν. Οὐ πάντως ὅσα κατὰ τὴν πρόχειρον φωνὴν ἤτοι τὸ ἐν λέξει σημαινόμενον ἐναντίως ἔχει πρὸς ἄλληλα, ταῦτα καὶ κατ' οὐδένα τρόπον τῶν ὅσα ταῖς οὐσίαις πρόσεστιν ἀλλήλοις ἐπικοινωνοῦντα φαίνεται. Καὶ γοῦν τὸ ζῶον ἀντίκειται τῷ μὴ ζώῳ· ἀλλ' αὔξην ἐπιδέχεται τό τε ζῶον καὶ τὸ μὴ ζῶον, οἷον ὁ ἵππος καὶ τὸ φυτόν. Εἰ δὲ τούτοις καίτοι τὴν διαφορὰν ὁμοίαν οὐκ ἔχουσι κοινωνία τις περί τι πρᾶγμα γέγονε, τίς ἀναγκάσει λόγος Θεῷ καὶ Πατρὶ μηδένα κοινότητος εἶναι τόπον πρὸς Υἱὸν καὶ Θεὸν, ἐπειδὴ ὁ μὲν ἔστιν ἀγενήτως, ὁ δὲ γεννητῶς, καὶ τοῖς ὀνόμασιν ἀντιδιαστέλλεσθαί πως δοκεῖ; Οὐδὲ γὰρ τὸ εἶναι τοιῶσδε τὸν Υἱὸν, εἰ καὶ ὁ Πατὴρ μὴ οὕτως ἔχει, τὸ τῆς οὐσίας αὐτοῦ γνήσιον ἀναιρεῖ. Σημαίνει δὲ μόνον ἡ γέννησις τὸ πῶς ἐστιν, οὐδὲν εἰς ἀϊδιότητα βλάπτουσα τὸν ἀεὶ ὄντα ἐν τῷ Πατρί. ΑΛΛΟ. Ἐκ τοῦ ἀντικειμένου δεικνύον ὅτι ἄναρχος ἐν χρόνῳ ὁ Υἱός. Εἰ πᾶν ὅπερ ἂν ἐκ θνητοῦ καὶ φθαρτοῦ γεννηθείη, τοῦτο πάντως ἔσται τῷ φύσαντι προσεοικὸς, γενητὸν δηλαδὴ καὶ φθαρτὸν, ἀνάγκη πᾶσα καὶ τὸ ἐναντίον, ὅπερ ἂν ἐξ ἀγενήτου καὶ ἀφθάρτου γεγέννηται, τοῦτο πάντως ἄφθαρτον εἶναι καὶ ἀγένητον. Ἕξει τοιγαροῦν οὕτω φύσεως ὁ Υἱὸς ὅπως ἂν ἔχοι καὶ ὁ γεννήσας αὐτόν. Οὐ γέγονεν δὲ ὁ Πατήρ· οὐ γέγονεν ἄρα οὐδὲ ὁ Υἱὸς, ὁ δὲ μὴ γεγονὼς, ποίαν ἔχει τοῦ εἶναι τὴν ἀρχήν; Ἦν οὖν ἄρα τῷ Πατρὶ συναΐδιος, ΑΛΛΟ, διηγηματικῶς. Οἱ ἀπό τινος ἀρχῆς ἄρχεσθαι τοῦ γεννᾷν οἰόμενοι τὸν Θεὸν, λίαν ἀσεβοῦσιν εἰς τὰς ἑαυτῶν ψυχὰς, οὐδὲν αὐτῷ διδόντες πλέον ἡμῶν. Ἄνθρωπος μὲν γὰρ ἐπειδὴ τοῦ εἶναι ἤρξατο ἀναγκαίως καὶ τοῦ τίκτειν ἄρχεται, καὶ τὸ ἐξ ἑαυτοῦ γενητὸν ἔχει· ὁ δὲ Θεὸς, ἀγένητος ὢν, οὐκ ἐν χρόνῳ γεννᾷ, οὐδὲ γενητὸν ἔχει τὸν ἐξ ἑαυτοῦ· ἀλλ' ὥσπερ αὐτὸς ἄναρχός ἐστι καὶ ἀγένητος, οὕτω καὶ ὁ ἐκ τῆς οὐσίας αὐτοῦ προελθὼν Λόγος, ἄναρχος, ἄχρονος ἔσται καὶ ἀγένητος ὥσπερ ὁ ἀποκυήσας αὐτόν. Ἐρώτησις ὡς ἐκ τῶν Εὐνομίου. Λεγέτωσαν ἡμῖν, φασὶν, οἱ τῷ Πατρὶ τὸν Υἱὸν συναΐδιον εἶναι φάσκοντες, ἐπαύσατο τοῦ γεννᾷν ὁ Πατήρ; Ἐπαύσατο δέ. Ἀρχὴν οὖν ἔχει τοῦ εἶναι ὁ Υἱὸς, τὴν ἐν τῷ γεννᾷν κατάπαυσιν τοῦ Πατρός. Πρὸς τοῦτο λύσις. Εἰ παντὸς ἀνωτέρω χρόνου καὶ ἀρχῆς ἢ διαστή 75. 61 ματος ἡ οὐσία τοῦ Θεοῦ, ἀνωτέρα τούτων ἔσται καὶ ἡ γέννησις, καὶ οὐ πάντως ἀποστερήσει τὴν θείαν φύσιν τοῦ δύνασθαι γεννᾷν, τὸ μὴ ἐν χρόνῳ τοῦτο ποιεῖν. Ἕτερος γὰρ παρὰ τὸν ἀνθρώπινον ὁ τρόπος τῆς θείας γεννήσεως. Ὁμοῦ γὰρ τῷ εἶναι τὸν Θεὸν καὶ τὸ γεννᾷν αὐτῷ συνεπινοεῖται, καὶ ἦν ἐν αὐτῷ γεννητῶς ὁ Υἱὸς, οὐ προτρέχουσαν ἔχων τὴν γέννησιν τῆς ὑπάρξεως, ἀλλ' ἅμα καὶ ὢν ἀεὶ γεννητῶς. ΑΛΛΟ. Ὁ τολμήσας εἰπεῖν· Κατέπαυσεν ἄρα τοῦ γεννᾷν ὁ Πατὴρ, ἀφύκτῳ δυσφημίας ἐγκλήματι περιπεσεῖται δικαίως. Τρεῖς γὰρ ἀλλοιώσεις εἰσφέρει περὶ τὴν θείαν φύσιν. Ἀνάγκη γὰρ πᾶσα τῇ διαστηματικῇ γεννήσει τρεῖς δοῦναι χρόνους. Ἕνα μὲν, τὸν πρὸ τῆς γεννήσεως· δεύτερον δὲ, τὸν ἐν αὐτῷ τῷ γεννᾷν· τρίτον δὲ, τὸν μετὰ τὴν γέννησιν. Εἰ δὲ ἐν τούτοις γέγονε Θεὸς ἀρχόμενος τοῦ γεννᾷν, καὶ γεννήσας, καὶ καταπαύσας, πῶς οὐκ ἠλλοιώθη· πῶς δὲ αὐτὸς ἔσται τῶν αἰώνων ποιητής; ἢ πῶς ἀληθεύσει λέγων ὁ Παῦλος περὶ Χριστοῦ, ὅτι Δι' αὐτοῦ γέγονε τὰ πάντα, καιροῦ μεσολαβοῦντος καὶ ἀνωτέρω κειμένου τῆς γεννήσεως αὐτοῦ, κατὰ τὴν τῶν χριστομάχων μανίαν; ΑΛΛΟ. Ἐν χρόνῳ μὲν οὐ τίκτει Θεὸς, ὁ χρόνων ἀνωτέρω κειμένην ἔχων τὴν φύσιν· οὐδὲ ἀνάγκαις ὑποκείσεταί τισιν, ὁ πάντα ὑπεραναβεβηκώς. Οὐ πάντως δὲ τὸ τίκτειν πεφυκὸς, ἐκ τοῦ μὴ τίκτειν εἰς τοῦτο πρόεισιν, οὐδὲ ἐπειδὴ τίκτειν οἶδε, πάντως καὶ καταπαύει. Καὶ γοῦν γεννᾷ μὲν ἐξ ἑαυτοῦ τὸ πῦρ τήν τε κατὰ φύσιν αὐτῷ προσοῦσαν θερμότητα καὶ τὸν φωτισμόν· οὔτε δὲ ἐκ τοῦ μὴ εἶναι θερμὸν εἰς τοῦτο προῆλθεν, οὔτε πεπαύσεται γεννῶν τὸ κατὰ φύσιν αὐτῷ προσόν· ἀλλ' ἅμα γέγονε πῦρ, καὶ ἦν αὐτῷ τὰ αὐτοῦ. Εἰ τοίνυν καὶ ἐπὶ τῶν πεποιημένων παρὰ Θεοῦ τοιοῦτος φαίνεται γεννήσεως τρόπος, πῶς οὐκ ἀσεβὲς μὴ τὰ μείζω παραχωρεῖν αὐτῷ, κἂν μὴ φθάνῃ πρὸς κατάληψιν τῆς μεγάλης αὐτοῦ φύσεως ὁ ἀνθρώπινος νοῦς; ΑΛΛΟ. Τὸ γενητὸν πρὸς τὸ ἀγένητον, καὶ τὸ ποιηθὲν πρὸς τὸ μὴ πεποιημένον πολλὴν ἔχει τὴν διάστασιν· ἐναντία γὰρ ἀλλήλοις τὰ τοιαῦτα φαίνεται. Εἰ τοίνυν πᾶν ὅπερ ἂν ἐκ γενητοῦ γένηται, ἀκολουθεῖ πάντως τῇ οἰκείᾳ φύσει, καὶ ἔστι γενητὸν διὰ τὸ ἐκ τοιούτου τὴν ὕπαρξιν ἔχειν, ἀναγκαίως ἔσται καὶ τὸ ἐναντίον, καὶ πᾶν ὅπερ ἂν ἐξ ἀγενήτου γεννηθῇ, τοῦτό ἐστιν ἀγένητον. Ἐγενήθη δὲ ὁ Υἱὸς ἐξ ἀγενήτου Πατρός· ἀγένητος ἄρα καὶ αὐτὸς καὶ τῷ τεκόντι συναΐδιος, σώζων ἐν ἑαυτῷ τῆς πατρῴας φύσεως τὸ ἀξίωμα. Ἀντίθεσις ὡς ἐκ τῶν αἱρετικῶν. Κατὰ τοῦτό φαμεν καὶ αὐτοὶ συναΐδιον εἶναι τῷ Πατρὶ τὸν Υἱὸν, οὐ καθὸ ἦν ἀεὶ σὺν αὐτῷ, ἀλλ' ὅτι τὸ θέλειν ἀεὶ τὸν Υἱὸν εἶχεν ὁ Πατὴρ ἐν ἑαυτῷ. 75. 64 Πρὸς τοῦτο λύσις. Ἀλλ' ἔστι τοῦτο φλυαρία πολλὴ, καὶ ἀνοίας ἀσυγκρίτου σαφὴς ἀπόδειξις. Τίνι γὰρ οὐκ ἔστι δῆλον ὅτι δὴ καὶ περὶ ἑκάστου τῶν πεποιημένων ἦν ἐν τῷ Θεῷ τὸ θέλειν; Θελήσας γὰρ τὰ πάντα πεποίηκεν ὁ δημιουργός· καὶ οὐκ ἀθέλητά ἐστιν αὐτῷ τὰ παρ' αὐτοῦ πεποιημένα. Τίς οὖν ἡ διαφορὰ Υἱοῦ καὶ ποιήματος, κτίσεως καὶ γενήματος, εἰ τὸ θέλειν ἐν Θεῷ κεῖται περὶ ἀμφοῖν; Οὐκ ἄν τις εὐλόγως τῶν τοῦτο φρονούντων καταβοήσειεν, ὅτι τὰ τοσοῦτον ἀλλήλων διεστηκότα κατὰ τὸν τῆς φύσεως λόγον ἐν ἴσῳ μέτρῳ τιμᾷν ἐπιχειροῦσιν, ἐν μόνῃ προγνώσει τοῦ Θεοῦ κεῖσθαι διδόντες ἀμφότερα, καὶ πλέον οὐδὲν ἔχειν τῶν γενητῶν παραχωροῦντες τῷ ἐκ τῆς τοῦ Πατρὸς οὐσίας προελθόντι Λόγῳ; ΑΛΛΟ. Εἰ μὴ συνῆν ὁ Υἱὸς ἀεὶ τῷ Πατρὶ ἐξ αὐτοῦ τε ὢν κατὰ φύσιν καὶ συναΐδιος, συμβέβηκε δὲ αὐτῶ τὸ εἶναι, συνέβη δηλονότι καὶ τῷ τεκόντι τὸ γενέσθαι Πατέρα. Καὶ μεταβολή τις περὶ αὐτὸν καὶ ἀλλοίωσις γενομένη φαίνεται. Ὃ γὰρ οὐκ ἦν πρότερον, καθ' ὑμᾶς, τοῦτο γέγονεν ὕστερον. Τροπῆς δὲ ἁπάσης καὶ ἀλλοιώσεως ἀνεπίδεκτος ἡ θεία φύσις. Οὐκ ἄρα συνέβη τῷ Θεῷ τὸ γενέσθαι Πατέρα· ἀλλ' ἦν αὐτῷ συναΐδιος ὁ ἐξ αὐτοῦ προελθὼν Λόγος, καθάπερ ἡ θερμότης ἐν πυρὶ, γεννητῶς ἐξ αὐτοῦ προϊοῦσα καὶ ἀεὶ συνυπάρχουσα, καὶ ἐκ φωτὸς ὁ περὶ τὰ ἔξω φωτισμός. ΑΛΛΟ, ὡς ἐξ ἀντιθέσεως τῶν αἱρετικῶν. Εἰ τέλειος, φησὶν, ἔστιν ὁ Πατὴρ ἐν τῇ οἰκείᾳ μεγαλειότητι καὶ οὐδὲν ἐλλείπει πρὸς τοῦτο τῇ αὐτοῦ φύσει, περιττῶς ὡς πλήρωμα τῆς θεότητος αὐτοῦ ὁ Υἱὸς ἐπεισφέρεται. Πρὸς τοῦτο λύσις. Τέλειος μὲν ὁ Πατὴρ ἐν τῇ ἑαυτοῦ μεγαλειότητι· καὶ οὐκ ἄν τις τοῦτο τῶν εὖ φρονούντων ἀρνήσεται τέλειος δὲ, οὐχ ὅτι μόνον ἐστὶ Θεὸς, ἀλλ' ὅτι καὶ Πατήρ. Εἰ γὰρ ἀφέλοις τοῦ Θεοῦ τὸ εἶναι Πατέρα, ἀναιρήσεις τῆς θείας φύσεως τὸ καρπογόνον, ἵνα μηκέτι τὸ τέλειον ἔχοι, λείποντος αὐτῇ τοῦ γεννᾷν. Γνώρισμα τοίνυν τῆς τελειότητος, ἡ καρπογονία, καὶ σφαγὶς τῷ Πατρὶ τοῦ εἶναι τέλειον, ὁ ἐξ αὐτοῦ προελθὼν ἀχρόνως Υἱός. ΑΛΛΟ. Εἰ μὴ κατὰ φύσιν πρόσεστι τῇ τοῦ Πατρὸς οὐσίᾳ τὸ καρπογόνον, τέλειος δέ ἐστι καὶ δίχα τοῦ δύνασθαι γεννᾷν, περιττὸν ἄρα καὶ ἐπείσακτον ἐγγέγονεν αὐτῷ τοῦτο· μᾶλλον δὲ ἐδεήθη τούτου. Καὶ πῶς ἐστι τέλειος ὁ δεηθείς τινος; πῶς δὲ οὐκ ἄτοπον τὸ ἐπεισάγεσθαί τι τῇ θείᾳ φύσει, ὡς οὐκ ἐχούσῃ τὸ τέλειον ἐξ ἑαυτῆς; Φυσικὸν οὖν τῷ Πατρὶ τὸ καρπογόνον, καὶ διὰ τοῦτο τέλειος, ὅτι καὶ τέτοκεν οὐδενὸς τῶν ἀγαθῶν λειπόμενος. 75. 65 ΑΛΛΟ, διηγηματικώτερον. Εἰ τέλειός ἐστιν ὁ Πατὴρ ἐν τῇ αὐτοῦ μεγαλειότητι κἂν μηδένα καρπὸν ἔχῃ καθ' ὑμᾶς, ἔξωθεν ἄρα καὶ οὐκ ἐκ τῆς οὐσίας αὐτοῦ γέγονεν ὁ Υἱὸς, ὥσπερ καὶ τὰ ποιήματα· περιττὴ δὲ ἴσως καὶ οὐδὲ ὅλως ἀναγκαία ἡ εἰς τὸ εἶναι πάροδος αὐτοῦ, καθάπερ ἡ ἀνθρώπων τυχὸν καὶ ἡ τῶν ἄλλων ποιημάτων. Καὶ γὰρ καὶ πρὶν ἡμῶν γενέσθαι, ἦν τοῦτο Θεὸς ὅπερ νῦν ἐστι, καὶ γενομένων ἡμῶν, ἐν ταυτότητι μένει. Οὐδὲν γὰρ αὐτῷ προστίθεμεν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι καλούμενοι· οὔτε μὴν ἀφαιρησόμεθά τι τὴν θείαν φύσιν αὐτοῦ, οὔπω τὸ εἶναι λαχόντες. Ὥσπερ οὖν ἡμεῖς, ἐπειδὴ πεποιήμεθα, χάριν ἔχομεν τῷ Δημιουργῷ, ὁμολογείτω καὶ ὁ Υἱός· καὶ ἔστω πάλιν ἡμῖν κἀν τούτῳ παραπλήσιος, ἔξωθεν καὶ αὐτὸς γεγονὼς, καθάπερ ἡμεῖς. Ἀλλ' ἔστι τοῦτο βυθὸς δυσφημίας. Φεύγειν οὖν ἀναγκαῖον αὐτὸ, καὶ τῷ γεννήματι σώζειν τὸ ἐκ τῆς τοῦ γεγεννηκότος οὐσίας ὑπάρχειν· οὕτω γὰρ ἂν εἴη καὶ γέννημα. Ἀγένητος δὲ ἡ οὐσία τοῦ Πατρός· ἀγένητον ἄρα καὶ τὸ ἐξ αὐτῆς προελθὸν, τουτέστιν ὁ Υἱός. ΑΛΛΟ, ὡς ἐξ ἀντιθέσεως τῶν αἱρετικῶν. Οὐ πάντως, φησὶ, διὰ τὸ εἶναι καρπογόνον, τέλειός ἐστιν ὁ Θεός. Ἀλλὰ Θεὸς ὢν, καὶ διὰ τοῦτο τέλειος, γέγονε καὶ Πατήρ. Πρὸς τοῦτο λύσις. Εἴπατε τοιγαροῦν ἡμῖν οἱ πρὸς τοσαύτην ἀσέβειαν ἐκβαίνειν οὐ παραιτούμενοι, εἰ ἐπισυνέβη τῷ Θεῷ τὸ γενέσθαι Πατέρα, τί ἦν ἄρα πρὶν γένηται Πατήρ; Τὸ γὰρ ὅλως ὂν, ἔστι τι πάντως· ἢ γὰρ λέγοντες οὐκ εἶναί ποτε Πατέρα τὸν Θεὸν, μαχόμενοι πάσαις εὑρεθήσεσθε ταῖς Γραφαῖς· οὐ γὰρ ἴσασι τὸν Θεὸν οὐκ ὄντα Πατέρα· ἢ καὶ αὐτοὶ συγχωροῦντες ἐνυπάρχειν ἀεὶ τῷ Θεῷ τὴν τοῦ Πατρὸς ἐπωνυμίαν, ἀναγκαίως αὐτῷ τὸ ἐξ αὐτοῦ συνεισοίσετε. Οὐ γὰρ ἂν λέγοιτο Πατὴρ οὐκ ὄντος Υἱοῦ. ΑΛΛΟ. Εἰ μέγα τι χαρίζεσθαι νομίζουσιν οἱ χριστομάχοι τῷ Θεῷ, Πατέρα μὲν ἐξ ἀρχῆς οὐχ ὁμολογοῦντες αὐτὸν, Θεὸν δὲ εἶναι διδόντες, ἀκουέτωσαν ὅτι λίαν ὑβρίζουσι, πράγματος ἀξιολογωτέρου τὴν θείαν ἀποστεροῦντες φύσιν. Θεὸς μὲν γὰρ ὡς πρὸς τὰ δοῦλα καὶ τὰ γενητὴν ἔχοντα τὴν οὐσίαν ἔχει τὴν σχέσιν· Πατὴρ δὲ ὡς πρὸς Υἱόν. Λέγοντες τοίνυν ὅτι Θεὸς μὲν ἦν ἐξαρχῆς, οὔπω δὲ καὶ Πατὴρ, τὴν πρὸς τὰ δοῦλα σχέσιν προσάπτουσι τῷ Θεῷ, τοῦ μείζονος ἀποστεροῦντες αὐτόν· κρεῖττον γὰρ τὸ Πατέρα γεννήματος εἶναι, καὶ τοσοῦτον, ὅσῳ ποιήματος Υἱὸς διαφέρει. Ἐφ' ἡμῶν μὲν γὰρ λέγεται· Ἡμεῖς λαὸς νομῆς αὐτοῦ, καὶ πρόβατα χειρὸς αὐτοῦ. Περὶ δὲ Υἱοῦ· Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ· καὶ πάλιν πρὸς αὐτόν· Κάθου ἐκ δεξιῶν μου. Ὅση τίς οὖν ἐστιν ἡ διαφορὰ ποιήματος καὶ Υἱοῦ, καὶ διὰ τούτων εἰσόμεθα. 75. 68 ΑΛΛΟ. Ὥσπερ τὸ Πατὴρ ὡς πρὸς Υἱὸν λαμβάνεται, οὕτω καὶ Θεὸς ὡς πρὸς τὰ δοῦλα καὶ τὰ μὴ τοιαύτην ἔχοντα τὴν φύσιν ὁποίαν αὐτός. Ἀνάγκη τοιγαροῦν ὁμοῦ καὶ Θεὸν καὶ Πατέρα νοεῖσθαι τὸν τοῦ Λόγου γεννήτορα· ἢ εἴπερ ἐν χρόνῳ γέγονε Πατὴρ, ὕστερον τὸν Υἱὸν ἀπογεννήσας, ἐν χρόνῳ γέγονε καὶ Θεὸς, ὅτε διὰ τοῦ Λόγου πρὸς τὸ εἶναι παρήχθη τὰ πάντα ὧν ἐστι καὶ Θεός. Καὶ εἰ φαίνεται πάντα γεγονότα μετὰ τὸν Υἱὸν (δι' αὐτοῦ γὰρ γέγονε), πρὸ τοῦ εἶναι Θεὸς, ἕξει τὸ εἶναι Πατὴρ ὁ γεννήσας αὐτόν. Δέδεικται γὰρ ὅτι μετὰ τὸν Υἱὸν ἡ κτίσις, ἧς ἐστι Θεὸς, καὶ πρὸς ἢν νοεῖται εἰκότως τὸ τῆς θεότητος ὄνομα. ΑΛΛΟ. Ἀποδεικτικῶς. Ὅτι πρεπωδέστερον τὸ Πατέρα μᾶλλον καλεῖν τὸν Θεὸν, ἢ τοῦτο αὐτὸ μόνον Θεόν. Εἰ μὴ τὸ Πατὴρ ὄνομα κυριώτερόν πώς ἐστι καὶ ἀξιολογώτερον ἐπὶ Θεοῦ ἢ αὐτὸ δὴ τοῦτο τὸ Θεὸς, ὅτου δὴ χάριν ἐπὶ τὸ βαπτίζειν ἀποστέλλων. τοὺς ἑαυτοῦ μαθητὰς ὁ Σωτὴρ, οὐκ ἐκέλευσε βαπτίζειν τὰ ἔθνη εἰς ὄνομα Θεοῦ, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος, ἀλλὰ τὸ ἀληθέστερον σημαίνων τῆς θείας φύσεως ἀξίωμα· Εἰς Πατέρα, φησὶ, καὶ εἰς Υἱὸν, καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον; Ὁ δέ γε Φίλιππος τὴν θείαν, ἵν' οὕτως εἴπω, περιεργαζόμενος φύσιν, ἔφασκε πρὸς αὐτόν· Δεῖξον ἡμῖν τὸν Πατέρα. Ὁρᾷς ὅπως οὐ Θεὸν ὀνομάζει πάλιν, ἀλλὰ Πατέρα καλεῖ; Καὶ αὐτὸς δὲ πρὸς τοῦτό φησιν ὁ Σωτήρ· Τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με Φίλιππε; Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα. Πάλιν οὐκ εἶπεν, Ἑώρακε τὸν Θεὸν, ἀλλὰ τὸν Πατέρα, τὸ μεῖζον ἀπονέμων αὐτῷ, καὶ οὐ τὸ ἔλαττον. Ὅτε μὲν γὰρ καλεῖται Πατὴρ, ἐκ τοῦ μείζονος καὶ ἀξιολογωτέρου σημαίνεται, τουτέστιν ἐκ τοῦ Υἱοῦ· ὅτε δὲ Θεὸς, ἐκ τῶν ποιημάτων· ὅπερ ἐστὶν ἔλαττον· καὶ τοσοῦτον ὅσον ἐστὶ τὸ μεταξὺ δούλου καὶ δεσπότου, ποιητοῦ καὶ ποιήματος. ΑΛΛΟ. Μετὰ σαφοῦς ἀποδείξεως, ὅτι πρῶτόν ἐστι Πατὴρ, εἶτα Θεὸς, εἰ καὶ ἅμα ἀμφότερα. Ὅτε τὴν καθ' ἡμῶν ἀποπληρώσας οἰκονομίαν ὁ Σωτὴρ ἠπείγετο μετὰ τὸν σταυρὸν εἰς οὐρανοὺς, λέγει πρὸς τοὺς ἑαυτοῦ μαθητάς· Ἀναβαίνω πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. Ὁρᾷς ἐν τούτῳ σαφῆ τὴν τῶν ὀνομάτων διαστολήν; Ὁρᾷς ὅτι ὁ Πατὴρ μὲν ὡς πρὸς Υἱὸν νοεῖται, Θεὸς δὲ, ὡς πρὸς τὰ δοῦλα καὶ πεποιημένα; Οὐκοῦν εἰ δεύτερα τῆς γεννήσεως τοῦ Υἱοῦ τὰ ποιήματα, πρῶτον ἔχει τὸ εἶναι Πατὴρ, ἐπακολουθοῦν δὲ ἅμα καὶ τὸ εἶναι Θεός. Δειχθήσεται δὲ ἀκριβέστερον ἐντεῦθεν ἡ τοῦ νοήματος δύναμις. Τὸ γὰρ προσὸν αὐτῷ κατὰ φύσιν ἀξίωμα χαριζόμενος ἡμῖν διὰ πολλὴν φιλανθρωπίαν, προστέθεικεν ὅτι, καὶ Πατέρα ὑμῶν· κεκλήμεθα γὰρ εἰς υἱο 75. 69 θεσίαν δι' αὐτοῦ, καὶ γέγονεν ἡμῶν κατὰ χάριν Πατὴρ ὁ αὐτοῦ κατὰ φύσιν. Ἀναλαμβάνων δὲ εἰς ἑαυτὸν τὰ ἡμῶν, καὶ ὡς τὴν τοῦ δούλου φορέσας μορφὴν τὰ τῶν δούλων οἰκειούμενος, λέγει· Καὶ Θεόν μου, καὶ Θεὸν ὑμῶν. Οὐκοῦν αὐτοῦ μὲν φύσει Πατὴρ, ἡμῶν δὲ Θεός. Καὶ ἐπειδὴ, καθάπερ ἤδη προεῖπον, δι' Υἱοῦ πεποιήμεθα, πρῶτον ἔσται Πατὴρ, εἶθ' οὕτως Θεὸς, εἰ καὶ ἅμα καὶ συνημμένως. ΑΛΛΟ, ὡς ἐξ ἀντιθέσεως τῶν Εὐνομίου. Συναΐδιον, φησὶ, καὶ αὐτοὶ τῷ Πατρὶ τὸν Υἱὸν ὁμολογοῦμεν εἶναι, καθὸ τὴν τοῦ δύνασθαι τεκεῖν αὐτὸν ἐξουσίαν εἶχεν ἐν ἑαυτῷ καὶ πρὶν αὐτὸν τέκῃ. Πρὸς τοῦτο λύσις. Εἰ τὸ δύνασθαι γεννᾷν τὸν Πατέρα συναΐδιον αὐτῷ τὸν Υἱὸν εἶναι ποιεῖ, καὶ οὐχ ὅτι συνῆν αὐτῷ γεννητῶς, τί κωλύσει λέγειν ὅτιπερ, ἐπειδὴ τὸ δύνασθαι κτίζειν ἦν ἐν Θεῷ, ἔσται πάντως αὐτῷ καὶ τὰ ποιήματα συναΐδια; Εἰ γὰρ τὸ δύνασθαι μόνον τὸ ἐν τοῖς πράγμασιν ἀποτέλεσμα φορεῖ, ἦν ἄρα καὶ πρὶν γένηται τὰ ποιήματα. Ἦν γὰρ ἐν τῷ Ποιητῇ τὸ δύνασθαι ποιεῖν αὐτά. Εἰ δὲ τοῦτο ἄτοπον, καὶ οὐ τὸ δύνασθαι κτίζειν τὸν Θεὸν τοῦτό ἐστι καὶ γενέσθαι τὰ ποιήματα· οὐκ ἄρα τὸ δύνασθαι τεκεῖν τὸν Πατέρα, τὸ εἶναί ἐστι τοῦ Υἱοῦ, ἀλλ' ὅτι γεννητῶς καὶ ἐξ αὐτοῦ κατὰ φύσιν ἐστὶν ἅμα καὶ συναΐδιος· ὡς ἐκ πυρὸς θερμότης, ἢ καὶ ἐξ ἄνθους εὐωδία. ΑΛΛΟ. Τὸ δύνασθαι γεννᾷν οὔπω τὴν ἐπ' αὐτῷ ἐνέργειαν ἔχει. Ὅτε γάρ τις τίκτει, τότε καὶ ἐνεργεῖ. Οὐκοῦν οὐ τὸ δύνασθαι γεννᾷν τὸν Πατέρα τὸ εἶναί ἐστι τοῦ Υἱοῦ, ἀλλ' ἐκ τοῦ εἶναι Πατέρα τὸν Θεὸν, τὸ ἐξ αὐτοῦ συνεπινοεῖται, διὸ καὶ Πατήρ ἐστιν. Εἰ δὲ ἅμα Πατὴρ καὶ Θεὸς, ἅμα καὶ Υἱὸς, συντρέχων τῇ τοῦ Πατρὸς ἀϊδιότητι καὶ συνεκτεινόμενος, ἵνα σώζηται τῷ γεννήσαντι τὸ εἶναι Πατέρα. ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν Εὐνομίου. Εἰ καθ' ὑμᾶς, φησὶ, τοὺς ὀρθὰ φρονεῖν λέγοντας συναΐδιός ἐστιν ὁ Υἱὸς τῷ Πατρὶ, οὐδέ ποτε ἄρα γέγονεν ἐνεργὸς ὁ Πατὴρ περὶ τὸ τίκτειν αὐτὸν, ἀεὶ δὲ ἀργὸς, πῶς οὖν ἐγεννήθη; Εἰ δὲ γέγονεν ἐνεργὸς καὶ ἔτεκεν, ἀρχὴν ἕξει πάντως τοῦ εἶναι τὸ γεννηθέν. Πρὸς τοῦτο λύσις. Εἰ μὲν περί τινος τῶν πεποιημένων ὁ λόγος ἦν, ὦ οὗτοι, καλῶς ἐργάτην ἡμῖν εἰσφέρετε τὸν Θεὸν, καὶ οὐχὶ μᾶλλον γεννήτορα. Ἐπειδὴ δὲ οὐκ ἐργασίαν τινὰ γεγενῆσθαι παρὰ τοῦ Πατρὸς ὁμολογοῦμεν εἰς τὸν Υἱὸν (γεγενῆσθαι γὰρ αὐτὸν ἐκ τῆς οὐσίας, οὐκ ἔξωθεν πεποιῆσθαί φαμεν), πῶς οὐ διαῤῥήδην βλασφημεῖτε, λέγοντες ἐνεργὸν γεγενῆσθαί ποτε τὸν Πατέρα περὶ τὴν γέννησιν τοῦ Υἱοῦ, τοῦτον οὐκ ἐχούσης τὸν νόμον τῆς γεννήσεως οὐδὲ ἐφ' ἡμῶν; Τὰ μὲν γὰρ ἔξωθεν, ἐργαζόμεθα· τίκτομεν δὲ τὰ ἐξ ἑαυτῶν. Οὐκοῦν 75. 72 ἐπειδήπερ οὐκ ἔργον ἐστὶν ὁ Υἱὸς, γέννημα δὲ μᾶλλον ἀϊδίου Πατρὸς, ἕξει δηλαδὴ τοῦ τεκόντος τὴν εὐγένειαν, ἀΐδιος ὢν ὡς ἐκεῖνος. ΑΛΛΟ. Ἵνα μὴ σφόδρα φιλόνεικοί τινες εἶναι δοκῶμεν, συνθησόμεθα τοῖς χριστομάχοις ἐνεργητικὴν εἶναι λέγουσι τὴν γέννησιν τοῦ Υἱοῦ, διὰ τὸ μὴ ἐκ πάθους τετοκέναι τὸν Πατέρα. Ἀλλ' ὥσπερ ἐστὶν ἐνεργητικὴ, οὕτω δὴ φυσική τε καὶ οὐσιώδης, καὶ τῆς ὑποστάσεως ἀχώριστος. Ἀνάγκη τοιγαροῦν, κἂν τέκῃ τὸν Υἱὸν ἐνεργητικῶς ὁ Πατὴρ, εἶναι πάντως αὐτὸν συναΐδιον· προείρηται γὰρ ὅτι τῆς ἰδίας ὑποστάσεως ἀχώριστον ἔχει τὸ τίκτειν. Οὔσης δὲ ἀεὶ τῆς ὑποστάσεως αὐτοῦ, εἶναι δεῖ πάντως καὶ τὸ ἐξ αὐτῆς προελθὸν φύσεως ὑπάρχον καρπός. Πῶς οὖν οὐκ ἔσται συναΐδιος ὁ Υἱός; ΑΛΛΟ. Ὁρῶμεν ἐν τοῖς πεποιημένοις παρὰ Θεοῦ, ὅτιπερ ὅσα τοῦ γεννᾷν τὴν δύναμιν ἔχει μεμερισμένως (οὗτος γὰρ σωμάτων νόμος), καὶ ὅταν εἰς μέτρον ἡλικίας ἔλθῃ φανερὸν, τότε καὶ ἐνεργὸν ἴσχει τὸ τίκτειν, οἷον ἄνθρωπος, ζῶον ἄλογον, καὶ φυτόν. Ταῦτα γὰρ μικρὰ ὄντα, τίκτειν οὐ δύναται· τελειούμενα δὲ, καὶ τοῦτο ποιεῖ. Τί οὖν ἐκώλυε τελείαν οὖσαν τὴν οὐσίαν τοῦ Πατρὸς τίκτειν τὸ ἐξ αὐτῆς ἀχρόνως ὡς συναΐδιον αὐτῇ; Οὐ γὰρ δήπου φήσειεν ἄν τις ὡς ἐν χρόνῳ τὸ τέλειον ἔσχεν ἡ τοῦ Πατρὸς οὐσία, ἀεὶ ὡσαύτως ἔχουσα, καὶ οὔτε προσθήκης τινὸς δεομένη, οὔτε μείωσιν ὑποστῆναι δυναμένη. Ἔδει τοιγαροῦν ἀποθαυμάζειν αὐτοὺς, εἰ μὴ συναΐδιον ἦν τῷ Θεῷ τὸ ἐξ αὐτοῦ, οὐκ ἐκ τῶν ἐναντίων ἐπερωτᾷν τὸ, Πότε γεγέννηκε τὸν Υἱόν; Τῷ γὰρ ἀεὶ τελείῳ Πατρὶ τὸ γεννᾷν ἀχρόνως πρεπωδέστατον. ΑΛΛΟ. Τοῖς διερωτῶσι φιλονεικώτερον, πότερόν ποτε γεγέννηκε τὸν Υἱὸν ὁ Πατὴρ, ἀκόλουθον ἀντιθεῖναι καὶ λέγειν· Πότε τὸ πῦρ τοῦ καίειν ἤρξατο; Ἀλλ' οὐχ εὑρήσουσι δεῖξαι τούτου τὴν ἀρχήν· ἅμα τε γὰρ ἐγένετο πῦρ, καὶ ἦν καυστικόν. Εἰ τοίνυν τοῖς παρὰ Θεοῦ πεποιημένοις ὁμοῦ καὶ τὸ εἶναι καὶ τοιῶσδε εἶναι ὑπάρχει, τί κωλύσει μείζονα τῶν οἰκείων ἔργων ὁμολογεῖν εἶναι τὸν Πατέρα, ὁμοῦ καὶ τὸ εἶναι, καὶ τὸν Υἱὸν ἔχοντα γεννητῶς ἐξ ἑαυτοῦ;