Thesaurus de sancta consubstantiali trinitate
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
6.1
Ὅτι ὁ Πατὴρ ἀμερίστως καὶ ἀρεύστως ἐγέννησεν ἐξ ἑαυτοῦ τὸν Υἱόν. Ἀντίθεσις ὡς ἐκ τῶν Εὐνομίου. Καὶ πῶς, φησὶν, οὐκ ἀναγκαῖον ὁμολογεῖν ἠλαττῶσθαι τοῦ Πατρὸς τὴν οὐσίαν, εἴπερ ἐξ αὐτῆς προῆλθεν ὁ Υἱὸς μέρος ὥσπερ τι τυγχάνων αὐτῆς; Εἰ δὲ βούλεσθε τὸ ἄτρεπτον τηρεῖν τῷ Πατρὶ καὶ τὸ ἄνω κεῖσθαι τῆς ἐλαττώσεως, οὐ παραιτήσεσθε φρονεῖν ὡς οὐκ ἂν εἴη μέρος ὁ Υἱὸς τῆς οὐσίας αὐτοῦ, οὐδὲ 75. 73 ἐξ αὐτοῦ, ἀλλ' ἔξωθεν, καὶ κατὰ δύναμιν τὴν ἐν βουλήσει μόνῃ τὴν συνύπαρξιν ἔχει. Πρὸς τοῦτο λύσις. Μικρὸν, ὦ βέλτιστε, σαυτὸν ἄνω σωμάτων ἔχε καὶ τῶν περὶ τὰ σώματα παθῶν· περὶ Θεοῦ γὰρ ὁ λόγος. Εἰ γὰρ οἴει καθάπερ ἄνθρωπον τίκτοντα τὸν Θεὸν ἐλαττοῦσθαί πως ταῖς ἀποῤῥοίαις, καὶ δίχα τινὸς ζημίας μὴ δύνασθαι τοῦτο ποιεῖν, μεριζόμενον ὥσπερ εἰς τὸν ἐξ αὐτοῦ προελθόντα Λόγον, τί κωλύσαι τὴν αὐτὴν ἐπαγαγεῖν βλασφημίαν, καὶ ἐπὶ τοῖς ἄλλοις ἅπασι τοῖς προσοῦσιν αὐτῷ; Εἰ γὰρ ὡς ἄνθρωπος τίκτει ῥευστῶς, δημιουργήσει καὶ ὡς ἄνθρωπος μετὰ πόνου. Εἰ δὲ τοῦτο ἄτοπον (οὐ γὰρ ὡς ἄνθρωπος ὁ Θεὸς δημιουργεῖ), οὐδὲ ὡς ἄνθρωπος ἄρα γεννήσει, ἀλλὰ τὴν ἀνθρώπου φύσιν κἀν τούτῳ πάλιν ἀναβήσεται, γεννῶν ἀμερίστως. ΑΛΛΟ. Εἰ καθάπερ ἄνθρωπος τίκτει Θεὸς, ἐργάζεται καὶ ὡς ἄνθρωπος. Καὶ ἐπειδήπερ ἡμεῖς ὕλης παρακειμένης τινὸς διὰ κινήσεως χειρῶν ἀποτελοῦμέν τι τῶν ὅσα ποιεῖν βουλόμεθα, οὕτω καὶ Θεός. Εἰ δὲ δίχα χειρῶν καὶ ὕλης ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὰ πάντα λόγῳ παράγει, τὴν ἀνθρώπου φύσιν νικῶν, νικήσει πάντως αὐτὴν καὶ περὶ τὸν τοῦ γεννᾷν τρόπον. ΑΛΛΟ. Τὰ συνέχοντά τινα, οἱονεὶ κύκλῳ περιτετάσθαι πάντως ἀναγκαῖον τῶν ὅσα συνέχει. Τὸ δὲ εἰς κύκλον ἐκτείνεσθαι σωμάτων ἴδιον. Πῶς οὖν τὰ πάντα συνέχει ὁ Θεὸς ἀσώματος ὢν, καὶ διὰ τοῦτο μηδὲ ἐν τόπῳ νοεῖσθαι δυνάμενος; Ἀλλὰ συνέχει τὴν ἐν τούτοις ἀκολουθίαν, ὡς Θεὸς, ἀναβαίνων. Οὐκ ἄρα τοῖς σωματικῶν ὑποκείσεται νόμοις· οὐκοῦν οὐδὲ ὡς σῶμα γεννήσει. ΑΛΛΟ. Τὸ ἐν πᾶσιν ὂν καὶ διὰ πάντων διῆκον, συμπλέκεσθαι τοῖς πᾶσιν ἀναγκαῖον. Οὔτω γὰρ ἂν εἴη καὶ ἐν πᾶσιν. Ἀλλ' οὐ συμπεπλέχθαι μὲν τὴν οὐσίαν τοῦ Θεοῦ τῇ ποικιλίᾳ τῶν ἐν κόσμῳ σωμάτων ὁμολογήσομεν· μένει γὰρ ἐφ' ἑαυτῆς καθαρά τε καὶ τῆς πρὸς ἔτερον κοινωνίας, ἀσύμπλοκος φυσικῶς· διήκει δὲ ὁ μὲν διὰ πάντων παραδόξως καὶ ἀῤῥήτως. Οὐκ ἄρα ταῖς σωμάτων ἀκολουθίαις ὑποκείσεται. Διόπερ οὐδὲ κατὰ τὴν τῶν σωμάτων φύσιν γεννήσει. ΑΛΛΟ. Εἰ ἁπλοῦς καὶ ἀσύνθετός ἐστι καὶ νοεῖται Θεὸς, πῶς διαφόρους καὶ ποικίλας ἔχει τὰς ἐνεργείας, πολλὰ ποιημάτων εἴδη κατὰ καιροὺς ἐργαζόμενος; Εἰ δὲ οὐδὲν εἰς τὸ ἁπλοῦς εἶναι βλαβήσεται διαφόρως ἐν ἑκάστῳ τῶν ὄντων ἐνεργῶν, ἐπεὶ μὴ κατὰ σῶμά ἐστιν, ἄνω σωμάτων καὶ ἐν τῷ γεννᾷν κείσεται. Ἀντίθεσις ὡς ἐκ τῶν Εὐνομίου. Εἰ βούλεσθε, φησὶ, τὸν Υἱὸν ἐκ τῆς τοῦ Πατρὸς οὐσίας προεληλυθότα λέγειν, ἀνάγκη πρότερον ὁμολο 75. 76 γεῖν προϋποκεῖσθαι τοῦτον ἐν αὐτῷ. Οὕτω γὰρ δὴ καὶ ἐξ αὐτοῦ προελθὼν φαίνοιτο. Καὶ εἰ τὸν Υἱὸν ἐγέννησεν ὁ Πατὴρ, καὶ ἕτερον ἐπ' αὐτῷ οὐδένα τέξεται (μονογενὴς γὰρ), ἀφῃρῆσθαι καὶ αὐτὸν ἀνάγκη λέγειν τῆς γεννητικῆς δυνάμεως, ἠλαττῶσθαι δὲ καὶ ἐκ μέρους, γεννηθέντος ἅπαξ τοῦ Υἱοῦ καὶ μηκέτι ὄντος ἐν αὐτῷ καθάπερ καὶ πρότερον. Πρὸς τοῦτο λύσις. Πάλιν τὰ σωμάτων ἴδια τῇ τοῦ Θεοῦ φύσει περιτιθεὶς οὐκ ἐρυθριᾷς; Οὐ γὰρ καθάπερ σῶμα ἐν σώματι τὸν Υἱὸν ἐν Πατρὶ κεῖσθαι δίκαιον ἐννοεῖν. Οὐδὲ ὥσπερ τὰ ἐξ ἡμῶν γεννώμενα τῇ τῶν γεννώντων ὀσφύϊ περιέχεσθαι πιστεύειν εὐπρεπὲς, οὕτω καὶ ἐπὶ τοῦ θείου γεννήματος φρονητέον. Εἰ γάρ τις εἰς τοῦτο προβαίνει τόλμης ὡς εἰς τὴν τῶν σωμάτων ἀθλιότητα τὴν ἄῤῥητον τοῦ Θεοῦ καταφέρειν οὐσίαν, τί κωλύσει λέγειν μηδὲ ὅλως γεγεννηκέναι τὸν Πατέρα; Ἐπεὶ τὸ τίκτειν μητρὶ μᾶλλον ἢ ἀνδρὶ πρεπωδέστερον; Ἐπειδὴ δὲ οὔτε σῶμα Θεὸς, οὔτε μὴν τὴν ἐν τοῖς σώμασιν ἔχει διαφορὰν (ἄρσεν γὰρ καὶ θῆλυ μόνον ἐν τοῖς τῶν σωμάτων ζητεῖται σχήμασιν), ἁπλοῦς δὲ καὶ ἀσώματος, καὶ αὐτὸ δὴ τοῦτο νοῦς ὁ πάντων καθαρώτατος, διὰ ταύτην οἶμαι τὴν αἰτίαν χρῆναι δεῖν τοὺς ὅσοι τὴν ἐπ' αὐτοῦ γέννησιν ἐξετάζειν βούλονται, τὰς ἐκ νοῦ καρποφορίας ζητεῖν, καὶ ταύταις μᾶλλον ἐξομοιοῦν ἐπείγεσθαι τοῦ Λόγου τὴν γέννησιν, καὶ μὴ λέγειν σωμάτων ἀγονώτερον εἶναι Θεὸν, ἐπεὶ μὴ ὡς σῶμα γεννᾷ. Γεννᾷν μὲν γὰρ καὶ τὸν ἀνθρώπινον νοῦν πάντως ἂν ὁμολογήσαιμεν διαλογισμοὺς ἀγαθούς. Ἀπὸ γὰρ τῆς καρδίας ὁ ἀγαθὸς ἄνθρωπος, καθά φησιν ὁ Σωτὴρ, προφέρει τὰ ἀγαθά. Εἰ τοίνυν ἀσεβὲς εἰπεῖν τὸν ἀνθρώπινον νοῦν καρπὸν οὐκ ἔχειν, καὶ τοῦ Κυρίου φάσκοντος καὶ αὐτοῦ δὲ βοῶντος τοῦ πράγματος, πῶς οὐκ ἄτοπον τὸν ὑπὲρ πάντα νοῦν ἄκαρπον εἶναι λέγειν, καὶ τῆς πρεπούσης αὐτῷ καρποφορίας ἀποστερεῖν; ἢ εἰ λέγονται γεννᾷν, ὑποκεῖσθαι ταῖς τῶν σωμάτων ἀνάγκαις ὑπολαμβάνειν, καὶ οὕτως αὐτὸν ὡς σῶμα γεννᾷν, οὐδὲ τοῦ ἐν ἡμῖν ὑπάρχοντος νοῦ κατὰ τὸν τῶν σωμάτων γεννῶντος νόμον; Ὁ δὲ ἄνω πάντων ἀναβεβηκὼς καὶ πάντα ὑπερκείμενος Θεὸς, πῶς οὐ γεννήσει καὶ ὑπὲρ νοῦν, οὐκ ἀποβολὴν ἢ ἀπόῤῥοιαν προϋποκειμένου τινὸς ὑπομένων, ἀλλ' ἐκλάμψας ἀμερίστως ἐξ ἑαυτοῦ τὸν Υἱὸν, κατὰ τὸν ἄῤῥητόν τε καὶ ἄφραστον τῆς θείας γεννήσεως τρόπον; ΑΛΛΟ. Πᾶν ὅπερ ἂν καθ' ὁμοίωσιν γένοιτό τινος, ἀπολείπεται πάντως τῆς πρὸς τὸ πρωτότυπον ἰσότητος, καὶ τῆς ἐκείνου δόξης ἐστὶ δεύτερον. Ἄγεται τοίνυν διὰ δυνάμεως Θεοῦ πρὸς καρπογονίαν ἡ γενητὴ φύσις, πρὸς ἐκείνην μορφουμένη διὰ χάριτος τὴν ὄντως καὶ ἀληθῶς καρπογόνον. Ἄρ' οὖν ἀπολειφθήσεται πάντως καὶ τῆς ἐκείνῃ προσούσης ἀληθείας περὶ τὸν τοῦ γεννᾷν τρόπον· καὶ γεννήσει μὲν, οὐχ ὡς ἐκεῖνο δὲ, πρὸς ὃ καὶ μεμόρφωται. Εἰ δὲ τοῦτο ἀληθὲς, γεννή 75. 77 σει μὲν ὁ Θεὸς, οὐχ ὡς ἡ κτίσις δὲ κατὰ χάριν καὶ ταύτην λαβοῦσα τὴν πρὸς αὐτὸν ὁμοίωσιν, ἀλλ' ὑπὲρ πάντα τὰ γενητά. ΑΛΛΟ. Ἐρώτησις ὡς ἐκ τοῦ Εὐνομίου. Ὁ Πατὴρ ἐγέννησεν ἐξ ἑαυτοῦ τὸν Υἱὸν, καθάπερ ὑμεῖς φατε οἱ ἐπὶ πολλῇ λίαν ὀρθότητι δογμάτων ἀποσεμνυνόμενοι· ἀλλ' ὁρᾶτε καὶ τοῦτο. Τέλειος ἦν ὁ Πατὴρ πρὸ τῆς γεννήσεως τοῦ Υἱοῦ, ἀλλ' εἰ γεννήσας εἰς δυάδα μεμέρισται, πῶς ἔτι τὸ τέλειον ἕξει; εἰ μὴ ἄρα γέγονε περὶ τὴν οὐσίαν αὐτοῦ πληθυσμὸς, οἱονεὶ τὸ κενωθὲν ἀναπληρῶν. Ἀνάγκη γὰρ πᾶσα τὸ ἐξ ἑνάδος εἰς δυάδα τεμνόμενον, ἔλαττον ἑαυτοῦ φαίνεσθαι, εἰ μή τις αὔξη παρεισδραμοῦσα προσθείη τὸ ἐκλελοιπός. Εἰ δὲ τοιοῦτον οὐδὲν περὶ τὴν θείαν οὐσίαν συμβαίνειν δύναται, οὐκ ἐγέννησεν ἄρα ἐξ ἑαυτοῦ τὸν Υἱὸν ὁ Πατὴρ, ἵνα μὴ φαίνηται μεριζόμενος· ὑπέστησε δὲ αὐτὸν ὅμοιον ἑαυτῷ κατὰ πάντα. Πρὸς τοῦτο λύσις. Ἔστι μὲν καὶ ἐξ ἑτέρων ἰδεῖν ὅτι πολλὴν οἱ χριστομάχοι νοσοῦσι φρενῶν ἐρημίαν, οὐδὲν δὲ ἧττον καὶ διὰ τούτων. Πλανῶνται γὰρ ὄντως, μὴ εἰδότες τὰς Γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ. Πῶς γὰρ ὅμοιον ἕσται κατὰ πάντα τῷ ἀκτίστῳ καὶ ἀεὶ ὄντι Θεῷ καὶ Πατρὶ, τὸ ἐξ οὐκ ὄντων εἰς ὑπόστασιν ἐνεχθέν; Εἰ γὰρ ὅλως ὑπέστη, οὐκ ἦν δηλονότι ποτέ. Πῶς δὲ οὐκ αἰσχύνονται μερισμοὺς καὶ ἀποτομὰς περὶ τὴν θείαν γέννησιν εἰσφέροντες, καὶ τοῖς τῆς γενητῆς φύσεως νόμοις ὑποτιθέντες τὴν ἄῤῥητον οὐσίαν; Οὐ γὰρ δή που τοῖς οἰκείοις ποιήμασιν ἴσος ἔσται Θεὸς, οὐδὲ οὕτω γεννήσει καθάπερ ἐκεῖνα· ἀλλ' ὥσπερ ἐν ἅπασιν ὑπερέχει αὐτῶν, οὕτως ὑπερέξει κἀν τούτῳ. Καὶ εἰ πάσης ἄνω γενητῆς οὐσίας ἐστὶν ὁ Θεὸς καὶ Πατὴρ, ἄνω πάλιν αὐτῆς ἔσται καὶ κατὰ τὸν ἐν τῷ γεννᾷν τρόπον, ἀῤῥήτως τοῦτο ποιῶν καὶ θεοπρεπῶς. ΑΛΛΟ. Μερισμοὺς καὶ ἐλαττώσεις ὑπομένειν, αὔξην τε καὶ πληθυσμὸν, καὶ τὰς ἐν τῷ τίκτειν ἀποῤῥοίας σωμάτων, ἴδιον καὶ τῶν ὅσα τῆς γενητῆς οὐσίας ἐστίν. Εἰ τοίνυν οὕτω τίκτει Θεὸς, ὥσπερ καὶ τὰ σώματα, καὶ κρατήσει νόμος ἐπ' αὐτοῦ τοιοῦτος ὁποῖος ἐν τοῖς πεποιημένοις, οὕτω καὶ δημιουργήσει καθάπερ καὶ τὰ σώματα, ὀργάνοις δηλαδὴ καὶ χερσὶ κεχρημένος. Εἰ δὲ τῆς σωματικῆς καὶ γενητῆς φύσεως οὕτω δυναμένης δημιουργεῖν καὶ οὐχ ἑτέρως, λόγῳ τὰ πάντα Θεὸς ἐργάζεται, καὶ ἐν τῇ αὐτοῦ βουλήσει τὰ ὄντα τὴν σύστασιν ἔχει, πῶς οὐ γελοῖον ἐν τοῖς ἀξιολογωτέροις καὶ μείζοσι μὴ ἄνω κεῖσθαι πάθους τὸν Θεὸν, μηδὲ ἐξάλλεσθαι τὰ τοῖς σώμασιν εἰωθότα συμβαίνειν περὶ τὸ γεννᾷν, ἀλλ' ὡς ἐξ ἀνάγκης οὕτως εἶναι περὶ τὸ γεννᾷν, καθάπερ καὶ τὰ σώματα. Ὥσπερ οὖν δημιουργεῖ μὲν οὐχ ὡς ἄνθρωπος, οὐδὲ ὡς σῶμα, οὕτω καὶ γεννᾷ ταῖς τῶν σωμάτων συνηθείαις οὐχ ὑποκείμενος. 75. 80 ΑΛΛΟ, διηγηματικῶς. Ὁ Πατὴρ ἐξέλαμψεν ἐξ ἑαυτοῦ τὸν Υἱὸν ἀμερίστως τε καὶ ἀδιαστάτως, ὥσπερ οὖν καὶ ὁ ἥλιος τὸ ἐξ αὐτοῦ πεμπόμενον ἀπαύγασμα. Ἀλλ' ἐκεῖνο μὲν οὐκ ἰδιοσύστατον οὐδὲ τὴν οὐσίαν ἐντελὲς αὐτὸ καθ' αὑτό· ἔχει γὰρ ἐν τῷ ἡλίῳ τὸ εἶναι· τὸ δὲ θεῖον γέννημα μόνον ἔχον ἐκ τοῦ παραδείγματος τὸ ἐκ Πατρὸς προελθεῖν ἀμερίστως καὶ ἀδιαστάτως, ἰδίαν ἔχει τὴν ὕπαρξιν οὐ κεχωρισμένην τοῦ Πατρὸς, ἀλλ' ἐν Πατρὶ καὶ μετὰ Πατρὸς νοουμένην καὶ ὑπάρχουσαν. Τὸ δὲ λέγειν ὅτι τομὴ καὶ ἀποκοπὴ περὶ τὴν γέννησιν αὐτοῦ γέγονε, μανίας ἀμέτρου σημεῖόν ἐστιν. Ἐπειδὴ γὰρ οὐκ ἐν τόπῳ περιείληπται τὸ θεῖον, οὐδὲ ἐν τόπῳ τοιούτῳ τὸ ἐξ αὐτοῦ. Τὸ δὲ μὴ ὂν ἐν τόπῳ, ἢ καὶ μὴ εἶναι δυνάμενον, πῶς ἐπιδέχεται μερισμόν; Ποῖ γὰρ χωρήσει τὸ τεμνόμενον; ἢ ἐκ τίνος εἰς τί μετοιχήσεται; ταῦτα γὰρ σωμάτων μὲν ἴδια, τῆς δὲ ἀσωμάτου φύσεως παντελῶς ἀλλότρια. Μὴ τοίνυν δυσσεβῶς ἀναπλάττωσάν τινες περὶ τὴν θείαν γέννησιν τάς τε καλουμένας ἀποῤῥοίας, καὶ μερισμοὺς, καὶ ὅσα πρὸς ταῦτα τὴν συγγένειαν ἔχει. Ἄνω γὰρ πάθους καὶ μερισμοῦ καὶ τομῆς, ἡ τῶν πάντων ὑπερκειμένη φύσις, καὶ οὐκ ἐπιδέξεται τὰ σωμάτων ἴδια. Ἀλλ' ὥσπερ δημιουργεῖ παραδόξως, οὐ κατὰ τὸν τῆς κρατούσης παρ' ἡμῖν συνηθείας νόμον, οὕτω καὶ γεννήσει τὸ ἐξ αὐτῆς ξένως ἢ καθ' ἡμῶν. Ὑποδείγματα μερικῶς σημαίνοντα τὸ, πῶς ἀμερίστως ἐκ Πατρὸς προῆλθεν ὁ Υἱός. Ὁ λόγος οὗτος ὁ προφορικὸς ᾧ κεχρήμεθα, εἰς νοῦν καὶ ἐκ νοῦ γεννᾶται, καὶ δοκεῖ μὲν ἕτερος εἶναι παρὰ τὸν ἐν καρδίᾳ στρεφόμενον, καθὸ ἔξω στόματος γίγνεται πεμπόμενος ὥσπερ ἐκ βάθους εἰς φῶς. Ἔστι δὲ πάλιν ἐν αὐτῷ, καὶ ὅμοιος αὐτῷ κατὰ πάντα. Ἔστι γὰρ ἰδεῖν ἐν αὐτῷ λόγῳ τὸν ἐν καρδίᾳ κληθέντα λογισμὸν, καὶ πάλιν ἐν τῷ νῷ τὸν λόγον ἔτι σιωπώμενον. Οὕτω καὶ ὁ Υἱὸς τοῦ Θεοῦ, ἀμερίστως ἐκ Πατρὸς προελθὼν, χαρακτήρ ἐστι καὶ ὁμοίωμα τῆς ἰδιότητος αὐτοῦ, Λόγος ὢν ἐνυπόστατος καὶ ζῶν ἐκ ζῶντος Πατρός. ΑΛΛΟ. Οὕτως ἐγέννησεν ἐξ ἑαυτοῦ τὸν Υἱὸν ὁ Πατὴρ ἀμερίστως, ὡς ἂν εἰ σοφὸς ἀποτέκοι νόημα σοφὸν, μηχανικὴν τυχὸν, ἢ γεωμετρίαν, ἢ ἕτερόν τι τῶν τοιούτων. Δοκεῖ μὲν γάρ πως σοφίας εἶναι καρπὸς τὰ τοιαῦτα, καὶ οὕτως ἔχει τὴν φύσιν· ἀλλ' οὐ μεμέρισται τῆς σοφίας ἡ ἐξ αὐτῆς ἐπινοηθεῖσα τέχνη· ἀλλ' ἔστιν ἐξ αὐτῆς καὶ ἐν αὐτῇ τὴν τεκοῦσαν ἐξεικονίζουσα, καὶ ἀμερίστως ἕτερόν τι παρ' αὐτὴν εἶναι δοκοῦσα. Οὕτως ἡ Υἱοῦ γέννησις, ἀμερίστως οὖσα ἐκ Πατρὸς, ἐν ἰδίᾳ ὑποστάσει σώζεται, τὴν τοῦ παραδείγματος ὑπεραίρουσα δύναμιν. ΑΛΛΟ. Οἱ τὴν ἐν τοῖς θείοις δόγμασι ζητοῦντες ἀκρίβειαν, οὐ ταῖς ἀνθρωπίναις ἐνατενίζουσιν ἀκολουθίαις. Οὐδὲ ἐπειδὴ γεγέννηκε τὸν Υἱὸν ὁ Πατὴρ, ἠλαττῶσθαι 75. 81 φήσουσιν αὐτὸν, ὡς εἰς δυάδα μεμερισμένον (οὗτος γὰρ τοῖς χριστομάχοις ὁ λόγος), οὔτε μὴν ἀπόῤῥοιάν τινα γίγνεσθαι περὶ τὴν οὐσίαν αὐτοῦ νομιοῦσι. Ταῦτα γὰρ ἐφ' ἡμῶν μὲν ἀκόλουθον ἐννοεῖν· ἐπὶ δὲ Θεοῦ λίαν ἀσεβές. Φευκτέον τοιγαροῦν τὴν ἐν τούτοις ἀτοπίαν, καὶ νοητέον οὕτω γεγεννῆσθαι τὸν Υἱὸν ἐκ τοῦ Πατρὸς, ὡς σοφίαν ἐκ νοῦ, ἣ καὶ τοῦ γεννήσαντος ἔξω πως γενέσθαι δοκοῦσα κατὰ τὴν ἔκφανσιν αὐτῆς, πάλιν ἔστιν ἐν αὐτῷ, οὐ μεμερισμένως προελθοῦσα. Οὔτε μὴν ἀπόῤῥοιάν τινα γενέσθαι παρασκευάσασα περὶ τὸν νοῦν τὸν ἀπογεννήσαντα αὐτὴν, ἀλλ' ἐν ὁλοκλήρῳ καταστάσει τηρήσασα, καὶ ὅλον ἐν ἑαυτῇ ζωγραφοῦσα, καὶ ὁρωμένη πάλιν ἐν αὐτῷ. ΑΛΛΟ. Τοιοῦτον ἔσται τὸ γεννητικὸν τοῦ Θεοῦ, ὁποῖον ἄν τις ὑπολάβοι καὶ τὸ δημιουργικόν. Ὅνπερ γὰρ τρόπον πολλὰ καὶ διάφορα δημιουργῶν, οὐκ εἰς ἕκαστα τῶν γινομένων μερίζεται κατὰ τὴν οὐσίαν, καίτοι διαφόρως ἐνεργῶν ἐφ' ἑκάστῳ, ἀλλὰ διὰ μιᾶς καὶ ἀῤῥήτου δυνάμεως τὰ πάντα δημιουργεῖ, οὕτω καὶ γεννᾷ, οὐ μεριζόμενος, ὡς ἐκεῖνοί φασι. Καὶ πάλιν· Ὥσπερ τὸ Πνεῦμα τὸ ἅγιον οὐ μερισμὸν ὑπομένει περὶ τὴν οὐσίαν, διαφόρους ἐκπέμπον τοὺς ἐν τοῖς χαρίσμασι τρόπους καὶ πρὸς τὸ ἑκάστου μέτρον τοῖς ἀξίοις χορηγοῦν, ἀλλ' ἔστιν ἓν καὶ τὸ αὐτὸ ποικίλως καὶ ἀπαθῶς ἐν πᾶσιν ἐνεργοῦν, οὕτω καὶ τὴν γεννητικὴν οὐσίαν τοῦ Θεοῦ οὐκ ἄν τις τῶν εὖ φρονούντων ἀδικεῖσθαι φήσειεν ἢ μερισμὸν, ἢ ἀπόῤῥοιάν τινα παθεῖν, ἕνα καὶ μόνον ἐξ ἑαυτῆς ἐκλάμψασαν Υἱόν. ΑΛΛΟ. Ἀντίθεσις ὡς ἐκ τῶν Εὐνομίου. Εἰ γεγέννηκε, φησὶν, ἐξ ἑαυτοῦ τὸν Υἱὸν ὁ Πατὴρ, καὶ ἔστιν ἕτερος παρ' αὐτὸν ἐν ἰδίᾳ τε ὢν ὑποστάσει, καὶ Υἱοῦ Πατὴρ νοούμενος, μεμέρισται δηλαδὴ καὶ πάντα τὰ τοῦ Πατρὸς, καὶ οὐκ ἐν αὐτῷ μείναντα μόνῳ, ἀλλὰ καὶ εἰς τὸν Υἱὸν, διαβεβηκότα φαίνεται. Οὐκοῦν ἢ οὐκέτι τελείαν ἔχει τὴν δόξαν ὁ Πατὴρ, μεμερισμένης καὶ αὐτῆς ἐν τῷ Υἱῷ, ἢ εἰ τελείαν ἔχει τὴν δόξαν, ἀποστερεῖ τὸν Υἱὸν, τὸ δοθὲν ὥσπερ εἰς ἑαυτὸν αὖθις ἐπανακλίνων· καὶ ἡ πρότερον ἐν μονάδι θεότης τελείαν ἔχουσα δόξαν, νῦν ἐν δυάδι γενομένη, τὸ τέλειον οὐκ ἔχει. Μόλις δὲ ἐξ ἑαυτῆς ἐρανίζεται τοῦτο, κιχρῶντος τρόπον τινὰ τοῦ Πατρὸς τῷ Υἱῷ τὴν ἑαυτοῦ, καὶ πάλιν ἀντικιχρωμένου παρ' αὐτοῦ τὴν δοθεῖσαν αὐτῷ. Πρὸς τοῦτο λύσις. Πάλιν τὰ σωμάτων ἴδια τῇ ἀσωμάτῳ φύσει περιτιθέντες οὐκ αἰσχύνονται, μερισμοὺς καὶ ἀποτομὰς, διαστάσεις τε καὶ χωρισμοὺς ἐπὶ τῆς θείας εἰσφέροντες οὐσίας ἀμαθῶς· οὐκ εἰδότες ὅτι μερίζεσθαι λέγοντες σχήματι σωματικῷ, εἰς τὴν τοῦ Πατρὸς οὐσίαν δυσσεβοῦσι μεγάλως, ἠλλοιῶσθαι καὶ παρατετράφθαι λέγοντες αὐτὸν, καὶ ἐκ τελείου καταβεβηκέναι πρὸς τὸ ἀτελές. Οἱ γὰρ ὅλως ἐκβεβηκέναι τοῦ Πατρὸς τὴν οὐσίαν οἰόμενοι τὸν Υἱὸν διαστατῶς τε 75. 84 καὶ κεχωρισμένως, καὶ διὰ τοῦτο φάσκοντες μεμερίσθαι πάντα τὰ αὐτοῦ, καὶ εἰς ἥμισυ δόξης αὐτὸν ἐλθεῖν διὰ τὸ βεβηκέναι τὸ λεῖπον εἰς τὸν Υἱὸν, ἀγνοοῦσιν οἵῳ περιπίπτουσιν ἀτοπήματι. Ἄρα γὰρ ἐπειδήπερ, ὡς αὐτοί φασιν, ἐν μονάδι πρότερον ὢν ὁ Πατὴρ, καὶ τὴν δημιουργικὴν δύναμιν ἔχων ἐν ἑαυτῷ, προεβάλετο τὸν Υἱὸν, καὶ δι' αὐτοῦ πάντα δημιουργεῖ, ἔξω τῆς οὐσίας τῆς ἑαυτοῦ τὴν ἐπὶ τῷ δύνασθαι δημιουργεῖν ἔπεμψε δύναμιν, καὶ ὃ μὴ πρότερον ἦν, τοῦτο γέγονεν ὕστερον, ἔρημός τε νῦν ἐστιν ἰσχύος δημιουργικῆς· ἀλλὰ τοῦτο φρονεῖν ἢ λέγειν ἄμετρον ἔχει τὴν δυσσέβειαν· Ὁ Πατὴρ γὰρ ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι, φησὶν ὁ Χριστός. Ὥσπερ οὖν οὐ μεμέρισται τοῦ Πατρὸς τὸ δημιουργικὸν, οὐδὲ ἀτελής ἐστι νῦν ἐν τῇ οὐσίᾳ αὐτοῦ, ἔχοντος τελείως τοῦτο καὶ τοῦ Υἱοῦ, οὕτω καὶ τελείαν ἔχει τὴν δόξαν, ἔχοντος πάλιν τοῦ Υἱοῦ καὶ ἐν δόξῃ τὸ τέλειον. Ὅμοιος γὰρ ὢν κατὰ πάντα τῷ γεννήσαντι, διὰ τοῦτο τελείαν ἔχει τὴν δόξαν, ἐπειδήπερ ἐκ τελείαν ἔχοντος δόξαν ἐγεννήθη Πατρός.