Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Thesaurus de sancta consubstantiali trinitate
Cyril of AlexandriaTrin 7 · pg-scrape-grcMore by Cyril of Alexandria
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
7.1
Πρὸς τοὺς προτείνοντας τό· Ἀβουλήτως ἢ κατὰ βούλησιν ἐγέννησε τὸν Υἱὸν ὁ Πατήρ; Ἐρώτησις ὡς ἐκ τῶν αἱρετικῶν. Ἀβουλήτως ἄρα, φασὶ, καὶ ἀσκέπτως ἐγέννησεν ἤτοι πεποίηκε τὸν Υἱὸν ὁ Πατὴρ, ἢ κατὰ βούλησιν οἰκείαν; Εἰ μὲν οὖν ἀβουλήτως ἐγέννησεν αὐτὸν, πέπονθέ τι τῶν παρὰ γνώμην· εἰ δὲ κατὰ βούλησιν, προϋπάρχειν δὲ τῶν γινομένων ἀνάγκη τὴν περὶ αὐτῶν σκέψιν, προῆν ἄρα τοῦ Υἱοῦ ὁ Πατὴρ, μεσολαβούσης τὴν γέννησιν τῆς περὶ αὐτοῦ βουλήσεως. Ἀπολογία πρὸς τοῦτο. Πόθεν ὑμεῖς, ὦ οὗτοι, κατὰ βούλησιν ἢ ἀβουλήτως γεγεννῆσθαι λέγειν τὸν Υἱὸν, ἢ καὶ ὅλως τοιαύτας τοῖς ἐντυγχάνουσι τὰς πεύσεις προσάγειν, ἀπὸ ποίας τοῦτο μεμαθήκατε Γραφῆς; Τίς δὲ τῶν ἁγίων ἢ κατὰ βούλησιν ἢ ἀβουλήτως αὐτὸν ἔφησεν ἐκ τοῦ Πατρὸς προελθεῖν; Παρὰ τίνι δὲ ὠνόμασται τὰ τοιαῦτα ῥήματα; Ὅτι μὲν γὰρ ἦν καὶ ἔστιν ὁ τοῦ Θεοῦ Λόγος, ἔγνωμεν ἀπὸ τῆς θείας Γραφῆς. Τὸ δὲ, ἀβουλήτως ἢ μὴ, παρὰ μόνων ὑμῶν ἠκούσαμεν. Ἀποκαλύπτει μὲν γὰρ τὸν Υἱὸν ὁ Πατὴρ ἐξ οὐρανοῦ, καί φησιν· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός· καὶ διὰ τοῦ Δαβὶδ λέγει· Ἐξηρεύξατο ἡ καρδία μου Λόγον ἀγαθόν· καὶ ὁ σοφώτατος Ἰωάννης· Ἐν ἀρχῇἦν, φησὶν, ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος· ὁ Ψαλμῳδὸς ὡς πρὸς τὸν Πατέρα πάλιν φησί· Παρὰ σοὶ πηγὴ ζωῆς, καὶ ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Ὁ Παῦλος ἀπαύγασμα, καὶ μορφὴν, καὶ εἰκόνα τοῦ Θεοῦ ἀοράτου καλεῖ. Καὶ τούτων οὐδεὶς εὑρίσκεται λέγων ἀβουλήτως ἢ κατὰ βούλησιν γεγεννῆσθαι τὸν Υἱόν. Ἀλλὰ τὸ, ἦν, εἰπόντες, καὶ τὸ, ἔστιν, οὐδεμίαν ἀρχὴν τὴν ἐν χρόνῳ δεδώκασι τῷ τῶν χρόνων ποιητῇ. Πόθεν οὖν ὑμεῖς τὰ 75. 85 τοιαῦτά φατε; Ἀπὸ καρδίας τῆς ἑαυτῶν λαλοῦντες, καθά φησιν ὁ προφήτης, καὶ οὐκ ἀπὸ στόματος Κυρίου. ΑΛΛΟ. Εἰ βουλήσει γεγεννῆσθαί φατε τὸν Υἱὸν, καὶ βιάζεσθε τὴν περὶ αὐτοῦ θέλησιν προϋπάρχειν τῆς γεννήσεως αὐτοῦ, τί μὴ ταῦτά φησιν ἡ Γραφὴ περὶ αὐτοῦ, ἃ δὴ καὶ περὶ τῶν ἄλλων ποιημάτων λέγουσα φαίνεται; Ἐπὶ μὲν γὰρ τῶν γεγονότων παρὰ Θεοῦ, προηγεῖται θέλησις, ὡς ἐν τῷ, Ποιήσωμεν ἄνθρωπον, Καὶ ἐν τῷ, Πάντα ὅσα ἠθέλησεν, ἐποίησεν. Ἐπὶ δὲ τοῦ Θεοῦ Λόγου οὐδαμοῦ θέλησις ἤτοι βούλησις προηγησαμένη φαίνεται. Ἀλλ' ὅτι μόνον ἦν καὶ ἔστιν ἀκούομεν. Καὶ, ἵν' οὕτως εἴπω, τόπος αὐτῷ φυσικὸς ὁ Πατήρ. Εἰ τοίνυν ἐπὶ μὲν τῶν κτισμάτων ἁπάντων ἔφησεν ἡγεῖσθαι θέλησιν ἡ Γραφὴ, ἐπὶ δὲ τοῦ Υἱοῦ οὐδὲν τοιοῦτον εὑρήσομεν παρ' αὐτῆς, οὐκ ἄρα εἷς ἐστι τῶν πάντων, οὐδὲ θελήσει γέγονε, καθάπερ τὰ πάντα, ἐκ Πατρὸς προελθὼν καὶ τῆς τοῦ γεννήσαντος οὐσίας, ὑπάρχων τε ἀΐδιος. ΑΛΛΟ. Λέγει που Παῦλος περὶ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, ὅτι τε Θεοῦ δύναμις εἴη καὶ Θεοῦ σοφία. Εἰ τοίνυν σοφία καὶ δύναμίς ἐστι τοῦ Πατρὸς ὁ ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ ὑπάρχων Λόγος, αὐτός ἐστιν ἐν ᾧ βουλεύεται, καὶ δι' οὗ τὰ πάντα ἐργάζεται. Πῶς οὖν βουλήσει γέγονεν ὁ ἐν ᾧπερ ἡ βούλησίς ἐστι τοῦ Πατρός; Ἢ γὰρ ἑτέραν ἡμᾶς σοφίαν ἀναπλάττειν ἀνάγκη, ἐν ᾗ βουλευσάμενος πεποίηκε τὸν Υἱὸν, καθὼς ὑμεῖς φατε, ἢ εἰ ἑτέρα οὐκ ἔστιν, ἀλλ' ἔστι μόνος αὐτὸς ἡ σοφία τοῦ Πατρὸς, αὐτὸς ἄρα ἐστὶ καὶ ἡ βούλησις. Ἐν γὰρ σοφίᾳ πάντως τὸ βούλεσθαι τοῦ Θεοῦ. Καὶ μάταιος ὑμῖν ὁ λόγος, καὶ κενὸν ἐδείχθη τὸ ἐπιχείρημα. ΑΛΛΟ, εἰς τὸ αὐτό. Οὐκ ἐν τοῖς γενομένοις ἡ τοῦ Θεοῦ βούλησις οὐσιωμένη φαίνεται, ἀλλ' ἕτερόν τί ἐστι παρὰ τὰ δι' αὐτῆς ποιούμενα. Οἷον, θελήσει φαμὲν γενέσθαι τὸν οὐρανὸν, οὐκ αὐτὸν εἶναι τὴν θέλησιν. Εἰ τοίνυν βουλεύεται μὲν ἐν σοφίᾳ Θεὸς, καὶ ὅτε τὸν Υἱὸν, ὡς ὑμεῖς φατε, ἀπογεννᾷν ἤθελεν, ἔστι δὲ ἡ σοφία τοῦ Πατρὸς ὁ Υἱὸς, ἑτέραν τῷ Πατρὶ προσεῖναι σοφίαν ἀνάγκη, ἐν ᾗ βουλευσάμενος ἀπέτεκε τὸν Υἱόν. Εἰ δὲ τοῦτο λέγειν ἀσεβὲς (εἷς γὰρ Υἱὸς τοῦ Θεοῦ, καὶ οὐ δύο, σοφία τοῦ Πατρὸς ὑπάρχων ὁ τοῦ Θεοῦ Λόγος), αὐτός ἐστιν ὁ δι' οὗ πάντων ἡ βούλησις γίνεται. ΑΛΛΟ. Τῶν ἐν χρόνῳ γεγονότων, προηγεῖται πάντως τὸ βουλεύεσθαί τι περὶ αὐτῶν. Εἰ τοίνυν βουλήσει γεγένηται, καθ' ὑμᾶς, ὁ Υἱὸς, προηγουμένην ἔχει καὶ αὐτὸς τὴν περὶ αὐτοῦ βούλησιν, ὥσπερ καὶ τὰ ποιήματα. Καὶ οὐκ ἦν ποτε. Καὶ ψεύδεται λέγων Ἰωάννης περὶ αὐτοῦ· Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Εἰ γὰρ οὐκ ἦν, καθ' ὑμᾶς, πῶς ὁ εὐαγγελιστὴς ἀληθεύσει τὸ, Ἦν, αὐτῷ περιτιθείς; Ἀλλ' οὐχ ὑμῖν, ἐκείνῳ 75. 88 δὲ, οἶμαι, πιστεύειν ἀναγκαῖον. Ἦν ἄρα, κατὰ τὸν ἐκείνου λόγον, ὁ Υἱὸς, καὶ τὸ, οὐκ ἦν, ἐπ' αὐτῷ μάταιόν τε καὶ διεψευσμένον. ΑΛΛΟ. Εἰ τῶν ἐν βουλήσει γενομένων προηγεῖται χρόνος, καθ' ὃν ἡ περὶ αὐτῶν σκέψις ἐγίνετο, καὶ εἰ μικρόν τινα καὶ ἀκαριαῖον δοίημεν αὐτὸν, πῶς ἔσται χρόνων ποιητὴς ὁ Υἱὸς, εἰ βούλησις προηγεῖται τῆς γεννήσεως αὐτοῦ; Ἀλλ' ἔστι χρόνων ποιητής. Ἦν ἄρα, καὶ οὐδέν ἐστι πρὸ τῆς γεννήσεως αὐτοῦ. ΑΛΛΟ. Εἰ σοφία τοῦ Πατρός ἐστιν ὁ Υἱὸς, ὥσπερ οὖν καὶ ἔστι, ποῖός ἐστι χρόνος ὅτε οὐκ ἦν ἐν αὐτῷ σοφία; εἰ δέ ἐστιν ἀΐδιος ἐν Πατρὶ (ἀεὶ γὰρ σοφὸς ὁ Πατὴρ), πῶς ἡγήσεταί τι τοῦ ἀεὶ ὄντος; Πῶς δὲ ἡ βούλησις χωρήσει μεταξὺ, μὴ ὄντα ποτὲ τὸν Υἱὸν εἰσφέρουσα, τὸν τῷ γεννήσαντι συναΐδιον ὡς σοφίαν αὐτοῦ; ΑΛΛΟ. Εἰ προηγεῖται βούλησις τοῦ Υἱοῦ, ἐν χρόνῳ δὲ ἀνάγκη τὴν περὶ αὐτοῦ γενέσθαι σκέψιν, καὶ εἰ μικρός τις εἴη καὶ λίαν βραχὺς, πῶς ἔσται πάντων ποιήτης; Ἢ πῶς πιστεύομεν τῇ Γραφῇ, πάντα δι' αὐτοῦ γενέσθαι λεγούσῃ; Ὅπου πρὸ αὐτοῦ φαίνεται χρόνος, καθ' ὃν ἡ περὶ αὐτοῦ γέγονε βούλησις, χρόνων οὐκ ὄντων πρὸ αὐτοῦ; ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν αἱρετικῶν. Εἰ μὴ βουλήσει, φησὶ, γέγονεν ὁ Υἱὸς τοῦ Θεοῦ, ἐξ ἀνάγκης ἄρα καὶ μὴ θέλων ἔσχεν Υἱὸν ὁ Πατήρ. Καὶ τίς ὁ μείζων αὐτοῦ καὶ τὴν ἀνάγκην ἐπιθεὶς αὐτῷ; Τὰ γὰρ παρὰ γνώμην ἐπισυμβαίνοντα, ἐξ ἀνάγκης γίνεται. Πρὸς ταῦτα λύσις. Ἀντερωτητέον τοὺς χριστομάχους, καὶ δι' ὧν ἡμῖν προτείνουσιν ἀμαθῶς, διὰ τούτων αὐτοῖς ὑπαντήσωμεν, τὴν ἴσην ἀντεπάγοντες πρότασιν. Εἴπατε ἡμῖν· Ἀγαθὸς καὶ οἰκτίρμων, ἐλεήμων τε καὶ ἅγιος ἐκ βουλήσεώς ἐστιν ὁ Θεὸς, ἢ παρὰ βούλησιν; Εἰ μὲν οὖν ἐκ βουλήσεως, ἡ δὲ βούλησις προτρέχει πάντως ἐκείνων περὶ ὧν καὶ γίνεται, ἦν ἄρα χρόνος ὅτε οὐκ ἦν ταῦτα Θεὸς, ἔτι τὴν περὶ αὐτῶν σκέψιν ποιούμενος. Εἰ δὲ ἀβουλήτως ἀγαθός ἐστι καὶ ἐλεήμων παρὰ γνώμην, ἄρα τοῦτό ἐστι καὶ ἐξ ἀνάγκης. Καὶ τίς ἐστιν ὁ τὴν ἀνάγκην ἐπιθεὶς αὐτῷ, καθ' ὑμῶν; Δέδεικται τοίνυν μωρίας ἀνάμεστος ἡ παρ' ὑμᾶς πρότασις, καὶ ἀγαθὸν οὐδὲν εἰσφέρουσα νόημα. ΑΛΛΟ, διηγηματικῶς. Ἐπὶ τῶν κατὰ φύσιν οὐ προηγεῖται βούλησις, χωρεῖ δὲ μόνον ἐπὶ τῶν ἔξωθεν τῆς οὐσίας ὄντων τοῦ βουλευομένου. Οἷον φέρε εἰπεῖν· Ἀμπελῶνά τις φυτεύει, ἢ ναυπηγεῖται σκάφος, βουλευσάμενος πρότερον περὶ αὐτῶν· τίκτεται δὲ κατὰ φύσιν τὸ ἐξ ἀνθρώπου παιδίον, οὐδεμιᾶς ἡγησαμένης βουλήσεως. 75. 89 Εἴ τις οὖν λέγοι τυχὸν ἐπί τινος τῶν ἀνθρώπων ὅτι παρὰ βούλησιν ἔσχεν υἱὸν, μὴ εὐθὺς ἐπὶ τὸ ἐξ ἀνάγκης τρεχέτω· οὐ γὰρ ἔκ τινος ἀνάγκης ἔσχεν· ἀλλ' ὁράτω μᾶλλον ὅτι τῶν ἐκ φύσεως οὐ προηγεῖται βούλησις. Ἑκὼν γάρ τις γεννᾷ, οὐδεμιᾶς περὶ τούτου προηγουμένης βουλήσεως. Θελητῶς οὖν ἄρα καὶ ἀβουλήτως ὑπάρχει καὶ ὁ Λόγος ἐν τῷ Πατρὶ, ὥσπερ ἐστὶν ἐν ἀνθρώπῳ τὸ ἐξ ἑαυτοῦ παιδίον. ΑΛΛΟ. Εἰ κατὰ φύσιν ἀγαθός ἐστιν ὁ Θεὸς καὶ Πατὴρ, οὐκ ἐκ βουλήσεως, ἵνα μὴ φαίνηται χρόνος, ὅτε οὐκ ἦν τοῦτο, καθ' ὃν ἦν βούλησις, οὐ βουλήσει γεννᾷ τὸν Υἱὸν, ἀλλὰ φύσει. Πρέπει γὰρ μᾶλλον τοῦτο αὐτῷ. ΑΛΛΟ. Ἐρωτητέον τοὺς χριστομάχους, εἰ αὐτὸς ὁ τοῦ Λόγου Πατὴρ ἐκ βουλήσεως ὑπάρχει, ἢ παρὰ βούλησιν ἑαυτοῦ. Εἰ μὲν οὖν ἐκ βουλήσεως, προηγεῖσθαι δὲ ἀνάγκη τῆς ὑπάρξεως τὴν βούλησιν, σιωπῶ τὸ δύσφημον· εἰ δὲ παρὰ βούλησιν, ἐξ ἀνάγκης ἄρα τοῦτό ἐστιν, ὅπερ ὑπάρχει. Καὶ τίς ὁ τὴν ἀνάγκην ἐπιθεὶς αὐτῷ; Εἰ δὲ ὑπάρχει μὲν ὁ Πατὴρ, οὐκ ἐκ βουλήσεως δὲ, οὔτε μὴν παρὰ βούλησιν, ὁ αὐτὸς κρατείτω λόγος ἀπεριεργάστως καὶ ἐφ' Υἱοῦ. Ἐξετάζειν γὰρ τὰ τοιαῦτα ῥιψοκινδύνως οὐκ ἀκόλουθον. Χρὴ δὲ μᾶλλον ἀκούοντας περὶ Θεοῦ εἰδέναι, ὅτι αὐτός ἐστιν ὁ ὢν, οὐκ ἀρχήν τινα τοῦ εἶναι λαβὼν, ἀλλ' αὐτὸς τοῖς ἄλλοις ἀρχὴ τοῦ εἶναι γενόμενος. ΑΛΛΟ, διηγηματικῶς. Ἄτοπον σφόδρα καὶ ἐπικίνδυνον ἐφ' Υἱοῦ λέγειν τὸ, Βουλήσει ἄρα ἢ παρὰ βούλησιν ἐγεννήθη. Ὁ γὰρ οὐκ ἐκ βουλήσεως ὑπάρχων Θεὸς, οὐκ ἐκ βουλήσεως ἔχει τὸν ἐκ τῆς οὐσίας αὐτοῦ προελθόντα Λόγον, ἀλλὰ φυσικῶς. Εἵη γὰρ καὶ οὕτως εἰκὼν αὐτοῦ καὶ χαρακτὴρ οὐ διεψευσμένος. ΑΛΛΟ. Εἰ βούλησις καὶ σκέψις προηγεῖται τῆς ὑπάρξεως τοῦ Υἱοῦ, ὁ δὲ Υἱὸς σοφία καὶ Λόγος ἐστὶ τοῦ Πατρὸς, πῶς ἐβούλετο ὁ Θεὸς ἄλογός τε καὶ ἄσοφος ὢν, καθ' ὑμᾶς; Οὔπω γὰρ ἦν ὁ Υἱὸς, ἔτι τῆς περὶ αὐτοῦ γινομένης σκέψεως. Πῶς δὲ οὐκ ἄτοπον εἰσφέρειν περὶ ἑαυτοῦ βουλευόμενον τὸν Πατέρα, πότερόν ποτε χρὴ σοφίαν ἔχειν καὶ Λόγον, ἢ μή; Παραιτεῖσθαι τοιγαροῦν ἀναγκαῖον τὰς ἀπαιδεύτους τῶν χριστομάχων προτάσεις, οὐ σφόδρα διατείνεσθαι πρὸς τὸ ἀντιλέγειν αὐταῖς. ΑΛΛΟ, διηγηματικῶς. Διὰ πολλῶν ἤδη δέδεικται λόγων ὅτι τῶν ποιημάτων ἡγήσατο βούλησις. Ἐξ ἑνὸς δὲ τὸ πᾶν γνωρισθήσεται. Ἐπὶ γὰρ τῇ τοῦ ἀνθρώπου κατασκευῇ, τὸ, Ποιήσωμεν ἄνθρωπον, καὶ τὸ, Γενηθήτω στερέωμα. καὶ τὸ, Γενηθήτω τόδε καὶ τόδε, βουλῆς 75. 92 ἂν εἴη σημαντικὸν τῆς ἐφ' ἑκάστῳ τῶν πεποιημένων γενομένης παρὰ Θεοῦ, εἰ καὶ παραχρῆμα τὸ ἔργον ἀκολουθοῦν φαίνεται. Εἰ τοίνυν τῶν μὲν κτισμάτων ἡγεῖται βούλησις, γέγονε δὲ πάντα δι' Υἱοῦ, ἐκτός ἐστι τῶν πάντων ὁ δι' οὗ τὰ πάντα γέγονε. Καὶ εἰ ἕτερός ἐστιν ἐκείνων ὧν ἡγήσατο βούλησις, οὐκ ἂν εἴη κατὰ βούλησιν γεγονὼς ὥσπερ αὐτά. Αὐτὸς γάρ ἐστιν ἡ ζῶσα βουλὴ τοῦ Πατρὸς, ἐν ᾗ τὰ πάντα ἐργάζεται. Καλεῖ δὲ αὐτὸν καὶ βουλὴν τοῦ Πατρὸς ὁ Ψαλμῳδὸς, λέγων· Ἐν τῇ βουλῇ σου ὡδήγησάς με. ΑΛΛΟ. Εἰ βουλὴ καὶ θέλημα τοῦ Πατρός ἐστιν ὁ Υἱὸς, ὥσπερ οὖν καὶ ἔστι, πῶς ἡγεῖται θέλησις τῆς ὑπάρξεως αὐτοῦ; Αὐτὸς γὰρ ἑαυτὸν ἔσται πεποιηκώς. Καὶ ὁ μήπω γεγονὼς, κατὰ τοὺς χριστομάχους, περὶ ἑαυτοῦ φανεῖται βουλευόμενος. Εἰ δὲ τοῦτο λέγειν ἄτοπον, οὐκ ἄρα βουλήσει γέγονεν, ὥσπερ τὰ ποιήματα· ἀλλ' ἦν ὡς βουλὴ τοῦ Πατρὸς ἐν αὐτῷ, αὐτὸ τῆς οὐσίας ὑπάρχων τοῦ γεννήσαντος τὸ ἴδιον. ΑΛΛΟ. Λέγει που Χριστός· Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ, ὥσπερ τινὰ τόπον ἑαυτὸν ἔχοντα μόνον σημαίνων τὸν Πατέρα, καὶ πάλιν ὡς τοῦ Πατρὸς ὄντος ἐν αὐτῷ μόνον. Εἰ τοίνυν ἕτερόν τί ἐστιν ἐν τῷ Πατρὶ παρὰ τὸν Υἱὸν ἡ βούλησις αὐτοῦ, πῶς ἀληθεύσει τὰ τοιαῦτα λέγων; Εὑρίσκεται γὰρ, κατὰ τὴν τῶν χριστομάχων μανίαν, πρὸ τῆς ὑπάρξεως τοῦ Υἱοῦ, βούλησις οὖσα ἐν Πατρὶ, καθ' ἣν γέγονεν, ὡς ἐκεῖνοί φασιν. Εἰ δὲ ἀληθεύει, ἑαυτὸν ἐν Πατρὶ μὲν εἶναι φάσκων, καὶ πάλιν, ὡς μόνον ἐν αὐτῷ τὸν Πατέρα, ποῦ ἡ βούλησις κείσεται, οὐδενὸς ὄντος τόπου μεταξύ; Εἰ δὲ τοῦτο, οὐκ ἄρα βουλήσει γέγονεν, ἀλλ' αὐτός ἐστιν ἡ τοῦ Πατρὸς βούλησις. ΑΛΛΟ. Εἰ καθάπερ τῶν ποιημάτων ἡγήσατο βούλησις, οὕτω καὶ τῆς ὑπάρξεως τοῦ Χριστοῦ, ὅτου δὴ χάριν τὰ τὴν αὐτὴν ἔχοντα τῆς γενέσεως ἀρχὴν καὶ διὰ τῆς αὐτῆς γεγονότα βουλῆς, τοσοῦτον ἀλλήλων τὴν φύσιν διέστηκεν, ὡς τὸν μὲν Κύριον οὕτως εἶναι καὶ Θεὸν, τὰ δὲ δοῦλά τε καὶ ποιήματα; Ἀλλ' ἔστι δῆλον ὡς ὁ μὲν Υἱὸς τῇ τοῦ Πατρὸς θεότητι κατὰ φύσιν ἑνούμενος Κύριος εἴρηται καὶ ἔστιν· ἡ δὲ κτίσις, δούλη, διὰ τὸ ἔξω κεῖσθαι τῆς οὐσίας τοῦ πεποιηκότος, καὶ τῆς πρὸς τὸν Πατέρα σχέσεως φυσικῆς. Ἀνάγκη τοίνυν τὰ τοσαύτην ἔχοντα πρὸς ἄλληλα τὴν διαφορὰν, μὴ μίαν ἔχειν ἀρχήν. Ἀλλὰ τὰ μὲν, ὡς ποιήματα, ἐκ βουλήσεως γέγονεν. Ὁ δὲ Υἱὸς, ὡς αὐτὸς ὢν ἡ βούλησις, ἦν ἀϊδίως ἐν Πατρί. ΑΛΛΟ, διηγηματικῶς. Ἔδει τοὺς χριστομάχους ἀποτολμῶντας ἐρωτᾷν, εἰ βουλήσει τὸν Υἱὸν ἐγέννησεν ὁ Πατὴρ, καὶ τοῦτο λέγειν· Εἰ ἐν φρονήσει τὸν Υἱὸν ἐγέννησεν ὁ Πατήρ. Ταυτὸν γὰρ ὑπάρχειν φαίνεται βουλὴ καὶ φρόνησις. Ἐπειδὴ πᾶν ὅπερ ἄν τις βουλεύηται, τοῦτο καὶ 75. 93 φρονεῖ· καὶ πάλιν ὥσπερ ἐξ ἀντιστρέφοντος, ὃ φρονεῖ, καὶ βουλεύεται. Εὑρίσκεται γοῦν ὡς ἰσοδυναμοῦντα συνάπτων αὐτὰ καὶ ὁ Σωτὴρ ἐφ' ἑαυτοῦ, καὶ λέγων· Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ὥσπερ γὰρ ἀσφάλεια καὶ ἰσχὺς ταυτόν ἐστιν, οὕτω καὶ βουλὴ καὶ φρόνησις. Εἰ μὲν οὖν ἄφρονά ποτε πιστεύουσι γεγενῆσθαι τὸν Πατέρα, ἐρωτάτωσαν εἰ ἐν φρονήσει γεγέννηκε τὸν Υἱόν. Εἰ δὲ φρίττουσι τοῦτο καὶ μόνον ἀκούοντες, πῶς οὐκ ἀσεβὲς τὸ ἐρωτᾷν καὶ λέγειν ἐφ' Υἱοῦ τό· Βουλήσει γεγένηται, ἢ μή; τοσαύτην τοῦ λόγου τὴν δυσφημίαν εἰσφέροντος. ΑΛΛΟ. Ὁ μακάριος Παῦλος τὴν ἀπαράλλακτον ὁμοιότητα δεικνύων, ἣν ὁ Υἱὸς ἔχει πρὸς τὸν ἑαυτοῦ Πατέρα, γράφει περὶ αὐτοῦ· Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ. Εἰ τοίνυν χαρακτήρ ἐστι καὶ εἰκὼν τοῦ γεννήσαντος ὁ Υἱὸς, ἐγεννήθη δὲ, καθ' ὑμᾶς, προηγησαμένης βουλήσεως, ἀνάγκη πᾶσα καὶ τὸν Πατέρα οὕτως εἶναι, ὥσπερ ἡ εἰκὼν αὐτοῦ καὶ τὸ ἀπαύγασμα· ὡς καὶ αὐτὸ ἔχειν προηγουμένην αὐτοῦ τὴν βούλησιν. Εἰ δὲ τοῦτο ἀσεβὲς (οὐ γὰρ ἐκ βουλήσεώς ἐστιν ἡ τοῦ Πατρὸς οὐσία καὶ ὑπόστασις), ἀνάγκη πᾶσα μηδὲ τὸν Υἱὸν ἐκ βουλήσεως εἶναι, φρονεῖν ἢ λέγειν. ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν αἱρετικῶν. Καὶ πῶς, φησὶν, οὐκ ἀνάγκη συνομολογεῖν, ὅτιπερ ἀθέλητός ἐστι τῷ Πατρὶ ὁ Υἱὸς, ἤτοι ἀβούλητος, εἰ μὴ ἐκ βουλήσεως καὶ θελήσεως γέγονεν; Πρὸς τοῦτο λύσις. Δυσωπείτω τῶν χριστομάχων τὴν πάντολμον γλῶτταν ὁ Σωτὴρ περὶ ἑαυτοῦ λέγων· Ὁ Πατὴρ φιλεῖ τὸν Υἱόν. Ὥσπερ γὰρ ἤδη προείρηται, τὸ εἶναι ἀγαθός τε καὶ ἐλεήμων, ἔχει μὲν, οὐκ ἐκ βουλήσεως δὲ, οὔτε μὴν ἀβουλήτως ταῦτά ἐστι. Θέλει γὰρ εἶναι τοῦτο ὅπερ ἐστὶν ἀεὶ καὶ ἔσται. Οὕτω καὶ εἰ μὴ ἐκ βουλήσεως ἐγέννησε τὸν Υἱὸν, ἀλλ' οὐκ ἀβουλήτως αὐτὸν ἔχει. Θέλει γὰρ τὸν Υἱὸν καὶ φιλεῖ, καθὼς γέγραπται. Καὶ καθάπερ ὁ Πατὴρ τῆς ὑποστάσεως τῆς ἑαυτοῦ θελητής ἐστιν, οὐκ ἐκ βουλήσεώς τινος τοῦτο ὢν ὅπερ ἐστὶν, οὕτω καὶ ὁ Υἱὸς ἐκ τῆς τοῦ Πατρὸς οὐσίας προελθὼν, οὐκ ἀθέλητός ἐστιν αὐτῷ, εἰ καὶ βούλησις οὐδαμοῦ τῆς γεννήσεως προδραμοῦσα φαίνεται. ΑΛΛΟ. Εἰ ἀπαύγασμα καὶ χαρακτήρ ἐστι τοῦ Πατρὸς ὁ Υἱὸς, γέγονε δὲ θελήσει, καθ' ὑμᾶς, ἦν ἄρα χρόνος ὅτε οὐκ ἦν, καθ' ὃν ἡ περὶ αὐτοῦ θέλησις ἐκινεῖτο παρὰ τῷ Πατρί. Οὐκοῦν ἦν ποτε ὅτε χωρὶς ἀπαυγάσματος ἦν ὁ Θεὸς καὶ δίχα χαρακτῆρος. Καὶ, εἰ τὸ ἴδιον τῆς οὐσίας τοῦ Πατρός ἐστιν ὁ Υἱὸς, οὐκ ἧν δέ ποτε, καθ' ὑμᾶς, ἴσον ἐστὶ τῷ λέγειν· οὐκ ἦν ποτε γεννητικὴ τοῦ Πατρὸς ἡ οὐσία· ἀλλ' ὥσπερ ἔκ 75. 96 τινος μεταβολῆς εἰς τοῦτο παρῆλθεν ἀποκυήσασα τὸν Υἱόν. Εἰ δὲ τοῦτο ἀσεβὲς φρονεῖν τε καὶ λέγειν, μὴ προτεινέτωσάν τινες ἐφ' Υἱοῦ τὸ, Βουλήσει ἢ μή. Ὥσπερ γὰρ ἀγαθὸς κατὰ φύσιν ἐστὶν ὁ Πατὴρ, οὕτω καὶ γεννητικὸς κατὰ φύσιν. ΑΛΛΟ, διηγηματικῶς. Εἰ πᾶσα βούλησις ἡ ἔν τισι γινομένη οὐ δίχα λόγου γίνεται (λόγος γάρ ἐστιν ἀφανῶς ἐν καρδίᾳ στρεφόμενος ἡ βούλησις), ἔστι δὲ ὁ Υἱὸς ὁ Λόγος τοῦ Πατρὸς, αὐτὸς ἄρα ἐστὶν ἡ βούλησις αὐτοῦ. Εἶτα πῶς ἡ βούλησις ἐν βουλήσει γίνεται; ἢ πῶς ὁ Λόγος ἐν Λόγῳ; Πάντα τοίνυν ἐστὶν ὁ Υἱὸς τῷ Πατρὶ, καὶ βουλὴ καὶ Λόγος, καὶ σοφία· καὶ οὐδέν ἐστιν ἐν Πατρὶ πρὸ αὐτοῦ. ΑΛΛΟ ὅμοιον. Ἔχει κατὰ φύσιν ὁ ἄνθρωπος τὸ δύνασθαι τέκνων αὐτὸν γενέσθαι πατέρα· καὶ οὐχ ὥσπερ ἐκ βουλήσεως ἀγαθός ἐστιν ἢ πονηρὸς, οὕτω καὶ πατήρ. Ἀλλὰ τὸ μὲν φύσει, τὸ δὲ βουλήσει ἐστί. Καὶ τοῦ μὲν ἐσμὲν κύριοι· τοῦ δὲ ἡ φύσις ἀπαράβατον ἔχει τὸν νόμον. Ὥσπερ οὖν οὐκ ἐκ βουλήσεως ἔχομεν ἡμεῖς τὸ εἶναι πατέρες τῶν ἐξ ἡμῶν, ἀλλὰ φυσικῶς, οὕτω καὶ ὁ Θεὸς καὶ Πατὴρ οὐκ ἐκ βουλήσεως Πατήρ ἐστιν, ἀλλὰ φυσικῶς. Καὶ ὥσπερ οἱ ἐξ ἡμῶν τικτόμενοι ὅμοιοι πάντως ἡμῖν κατ' οὐσίαν εἰσὶν, οὕτω καὶ ὁ Υἱὸς οὐκ ἔξωθεν τῷ Πατρὶ προσγενόμενος, ἀλλ' ὄντως ἐκ τῆς οὐσίας αὐτοῦ προελθὼν ὅμοιός ἐστι κατὰ πάντα τῷ γεγεννηκότι. Καὶ ὥσπερ οὐκ ἐκ βουλήσεώς ἐστι Πατὴρ, οὕτω καὶ ὁ Υἱὸς οὐκ ἐκ βουλήσεώς ἐστιν, ἀλλὰ κατὰ φύσιν, ἀπαύγασμα καὶ χαρακτὴρ ὑπάρχων τοῦ γεννήσαντος αὐτόν. ΑΛΛΟ. Ἀντίθεσις ὡς ἐκ τῶν Εὐνομίου. Ἐρωτητέον, φησὶ, τοὺς ὀρθὰ φρονεῖν οἰομένους, πότερόν ποτε βουλήσει γεγέννηκε τὸν Υἱὸν ὁ Πατὴρ, ἢ ἀβουλήτως. Εἰ μὲν γὰρ ἐνυπῆρχε τῇ τοῦ Πατρὸς οὐσίᾳ, ἕτερος ὢν παρ' αὐτὸν ὁ Υἱὸς, οὐ προαιρέσει τέτοκεν. Ἦν γὰρ ἀνάγκη τεκεῖν τὸν ἐν τῇ φύσει κείμενον. Εἰ δὲ οὐκ ἦν ἐν Πατρὶ, ἐγεννήθη δὲ βουληθέντος τοῦ Πατρὸς, ἀνάγκη προϋπάρχειν αὐτοῦ τὴν βούλησιν. Οὐκ ἦν οὖν ἄρα τῷ γεννήσαντι συναΐδιος. Πρὸς ταῦτα λύσις. Πρῶτον μὲν ἀποθαυμάζειν ἄξιον τοὺς ἀφυλάκτως εἰς πᾶσαν τρέχοντας δυσφημίαν, πολλήν τε ἀμαθίαν αὐτοῖς ἐγκαλεῖν. Οὐ γὰρ αἰσχύνονται καὶ αὐτὸν ἀνάγκαις ὑποτιθέντες τὸν Θεὸν, καὶ καθάπερ ἐπὶ σωμάτων ἀνθρωπίνων ἐμπεριέχεσθαί τι λέγοντες τῇ τοῦ Πατρὸς οὐσίᾳ, ἢ ὥσπερ τι σκεῦος ἐν σκεύει κεῖσθαι τὸν Υἱὸν ἐν Πατρί. Ἡμεῖς δὲ οἷς ὀρθὰ καὶ δίκαια φρονεῖν ἐσπούδασται, ἄνω μὲν πάσης ἀνάγκης εἶναί φαμεν τὴν οὐσίαν τοῦ Θεοῦ· εἶναι δὲ πάλιν τὸν Υἱὸν ἐν Πατρὶ, οὐχ ὡς σῶμα ὑπὸ σώματος περιεχόμενον, ἀλλ' ὡς ἀχώριστον τῆς οὐσίας αὐτοῦ καὶ ἐξ αὐτῆς προελθόντα κατὰ τὸν τῆς φύσεως νόμον. Εἰ δὲ οἴονται σοφόν τι προτείνειν, βουλήσει λέγοντες ἢ 75. 97 ἀβουλήτως αὐτὸν γεγενῆσθαι, καὶ παρ' ἡμῶν ἀκουέτωσαν· Βουλήσει ἆρα τὸ πῦρ τὴν ἐξ αὐτοῦ θερμότητα γεννᾷ ἢ ἀβουλήτως; Ἀλλ' οὐδὲν ἕξουσι πρὸς τοῦτο εἰπεῖν. Τὰ γὰρ ἐκ φύσεως προϊόντα, οὔτε βούλησιν, οὔτε ἀβουλησίαν ἐπιδέχεται. Ἐπὶ δὲ τῶν ἔξωθεν καὶ ὤν ἐσμεν ἐν ἐξουσίᾳ, βούλησις καὶ ἀβουλησία κρατεῖ. Ὥσπερ οὖν καὶ ἡμᾶς ἐργαζόμεθά τι βουληθέντες, τίκτομεν δὲ ἐξ ἑαυτῶν, οὐδένα τόπον ἐχούσης ἐν τούτῳ βουλήσεως ἢ ἀβουλησίας, οὕτω καὶ Θεὸς ἐργάζεται μὲν βουλήσει τὰ ἐκτὸς, ἐγέννησε δὲ ἀχρόνως τὸν Υἱὸν ἐξ ἑαυτοῦ, οὐδένα τόπον ἐχούσης ἐν τούτῳ βουλήσεως καὶ ἀβουλησίας, εἰ καὶ οὐκ ἀθέλητός ἐστιν. Ὁ γὰρ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, ὡς γέγραπται. ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν Εὐνομίου. Εἰ μὴ βουλήσει, φησὶν, ἐγέννησε τὸν Υἱὸν ὁ Πατὴρ, ἔχει δὲ αὐτὸν ἐκ φύσεως, δηλονότι καὶ τὴν περὶ αὐτὸν γνῶσιν οὐκ ἔχων αὐτὸς, ἔχει πάλιν αὐτὴν ἀπὸ τῆς φύσεως. Ἔμαθεν οὖν ὅτι καὶ Υἱὸς αὐτοῦ ἔσται, καὶ συνδημιουργήσει τὰ πάντα· καὶ ἐπισυμβέβηκε τῷ Πατρὶ ἡ περὶ Υἱοῦ γνῶσις ἐκ τῆς οἰκείας διδασκομένη φύσεως. Εἰ δὲ τοῦτο ἄτοπον, βουλήσει ἄρα, εἰδὼς ὅτι ἔσται, προέβαλεν αὐτὸν, καὶ προτρέχει πάντως τῆς γεννήσεως ἡ βούλησις. Πρὸς τοῦτο λύσις. Ὡς ἡμῶν ὁμολογούντων, ὅτι πρῶτον ἐδιδάχθη τίς ἔσται ὁ Υἱὸς, εἶθ' οὕτως γεγέννηκεν αὐτὸν ὁ Πατὴρ, κατασκευάσει τὴν πρότασιν ὁ περὶ ταῦτα δεινὸς, οὐκ εἰδὼς ὅτι, διαστήματος οὐδενὸς ὄντος μεταξὺ τοῦ μεσολαβοῦντος τὸ εἶναι τοῦ Πατρὸς καὶ τὴν γέννησιν τοῦ Υἱοῦ, ἡ περὶ αὐτοῦ πρόγνωσις οὐκ ἔχει τόπον. Εἰ γὰρ προεβουλεύσατο, καὶ προεδιδάχθη, ἐν χρόνῳ δὲ πάντως ταῦτα ἐγίνετο, κάτω χρόνων ὁ Υἱός. Εἰ δὲ αὐτός ἐστιν ὁ τῶν χρόνων ποιητὴς, τί μάτην τῆς θείας φύσεως καταφλυαρεῖ, διδασκομένην αὐτὴν εἰσφέρων ἀπὸ τῆς φύσεως, ὡς αὐτός φησι, τὰ ἐσόμενα, καὶ πλέον οὐδὲν ἀνθρώπῳ διδοὺς ἢ τῷ ὑπὲρ πάντας ὄντι Θεῷ; Ἄνω τοίνυν κειμένης αἰώνων καὶ χρόνων τῆς γεννήσεως τοῦ Υἱοῦ, δύσφημόν τε καὶ ἀμαθὲς εἰκότως ἂν εἴη τὸ λέγειν προβουλεύεσθαί τι, ἢ προδιδάσκεσθαι τὸν Πατέρα περὶ αὐτοῦ. Τέλειος γὰρ καὶ ἐν τῷ πάντα εἰδέναι ὁ Πατὴρ, καὶ τόπον οὐδένα πρὸ Υἱοῦ ἡ περὶ αὐτοῦ βούλησις ἔχει. ΑΛΛΟ. Εἰ οἶδεν ἑαυτὸν ἀεὶ ὄντα Πατέρα ὁ Πατὴρ, ἔχει πάντως καὶ ἐν ἑαυτῷ τοῦ Υἱοῦ τὴν γνῶσιν. Ἐν γὰρ τῷ εἰδέναι ὅπερ ἐστὶν αὐτὸς, καὶ τῆς υἱότητος τὴν γνῶσιν φορεῖ· Πατὴρ γὰρ ὡς πρὸς Υἱὸν ἔστι τε καὶ ὀνομάζεται. Καὶ πάλιν ἐκ τῶν ἐναντίων· Οἶδεν ὁ Υἱὸς τὸν Πατέρα, εἰδὼς ὅπερ ἐστὶν αὐτός. Ἀπὸ γὰρ τῆς υἱότητος ἡ πατρότης νοεῖται· καὶ τὸ ἀντίστροφον, ἐκ τῆς πατρότητος ἡ υἱότης· ἦν οὖν ἀεὶ Πατὴρ ὁ Θεὸς, ἦν ἄρα καὶ ὁ Υἱός. Δύσφημον δὲ τὸ λέγειν μὴ εἰδέναι τὸν Πατέρα ἐξ ἑαυτοῦ τὸν Υἱὸν, διδάσκεσθαι δὲ ἀπὸ τῆς φύσεως, ἑκάστου δηλαδὴ ἀφ' ὧν ἐστιν αὐτὸς τὴν τοῦ ἑτέρου γνῶσιν ἔχοντος. Ἄλλως τε ἕτερον οὐκ ἂν εἴη φύσις Θεοῦ παρ' αὐτόν· ἁπλοῦς γὰρ καὶ ἀσύνθετος. ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν Εὐνομίου. Θελήσει, φησὶν, ἤτοι κρίσει τὸν Υἱὸν γεγέννηκεν ἄρα ὁ Πατὴρ, ἢ κατὰ φύσιν. Εἰ μὲν οὖν κατὰ φύσιν μόνον, οὐκ ἔτι δὲ κατὰ θέλησιν ἢ κρίσιν, ἀθελήτως ἐστὶ καὶ ἀκρίτως γεννηθείς. Εἰ δὲ τὸ συναμφότερον, σύνθετον ποιεῖτε τὸν Θεὸν, καὶ κρίσιν αὐτῷ καὶ φύσιν διδόντες. Πῶς γὰρ ὁ ἐκ τούτων συγκείμενος ἁπλοῦς ἔσται; Πρὸς τοῦτο λύσις. Ἄνω μὲν κρίσεως καὶ βουλήσεως ἡ τοῦ Υἱοῦ κεῖται γέννησις. Τὸ γὰρ βούλεσθαι καὶ κρίνειν ἐν χρόνῳ πάντως ἐστί· χρόνων δὲ ποιητὴς ὁ Υἱός. Πῶς οὖν ἔσται τὸ ποίημα πρὸ τοῦ ποιητοῦ; Εἰ δὲ σύνθετον οἴεσθε γίνεσθαι Θεὸν διὰ τὸ φύσιν ἔχειν καὶ κρίσιν, ἤτοι θέλησιν, ὁρᾶτε καὶ τοῦτο· Ἔχει τὸ γεννᾷν ὁ Πατὴρ φυσικῶς, ἔχει καὶ τὸ κτίζειν δι' Υἱοῦ δημιουργικῶς, καὶ οὐ παρὰ τοῦτο σύνθετός ἐστι· μιᾶς γὰρ φύσεως τὰ τοιαῦτα καρπός. Ὁ δὲ αὐτὸς κρατήσει λόγος ἐπί τε τοῦ ἀγαθοῦ καὶ ἀφθάρτου καὶ ἀοράτου, καὶ ὅσα πρόσεστι τῇ θείᾳ φύσει. ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν Εὐνομίου. Εἴπατε, φησὶν, ἡμῖν, οἱ ἀπαύγασμα λέγοντες εἶναι τοῦ Πατρὸς τὸν Υἱὸν, τί ποτε ἄρα λογίζεσθε. Ὁ δὲ τῆς ἐρωτήσεως τρόπος, οὗτος· Τὸ φῶς ἤτοι τὸ πῦρ, φέρε εἰπεῖν, ἐν λύχνῳ κείμενον φωτίζει τὰ ἐκτὸς, ἀλλ' αὐτὸ μὲν οὐ πάντα πληροῖ, κεῖται δὲ ἐν τόπῳ, καὶ περὶ τὰ ἐκτὸς, καθάπερ εἴπομεν, ὁ ἐξ αὐτοῦ φωτισμὸς γίγνεται. Εἰ τοίνυν φῶς μὲν εἶναί φατε τὸν Πατέρα, ἐκ φωτὸς δὲ ἀπαύγασμα τὸν Υἱὸν, ἀνάγκη λέγειν τοῦ Πατρὸς τὴν οὐσίαν μὴ δύνασθαι τὰ πάντα πληροῦν, ἵνα τόπον ἔχοι καὶ χωρῆσαί ποι δύναιτο τὸ ἐξ αὐτοῦ πεμπόμενον ἀπαύγασμα. Εἰ δὲ πάντα πληροῖ ὁ Πατὴρ, ποῦ χωρήσει τοῦ γεννήματος ἡ οὐσία, Πρὸς ταῦτα λύσις. Εἰ μὲν ἐν τόπῳ τίθησι τὸν Πατέρα, καὶ καθάπερ τι σῶμα χωρεῖσθαι βούλεται, ζητείτω καὶ τῷ γεννήματι τόπον. Εἰ δὲ οὐκ ἐν τόπῳ τοῦ Πατρὸς ἡ οὐσία (οὐ γὰρ τόπῳ περιληπτὸν τὸ θεῖον), τί μάτην περιεργάζεται τὰ μηδεμίαν ἔχοντα ζήτησιν, καὶ τολμᾷ λέγειν· Ποῦ χωρήσει τοῦ γεννήματος ἡ οὐσία, πληροῦντος τὰ πάντα τοῦ Πατρός; Φαίνεται μὲν οὖν ὁ Πατὴρ καὶ ἔστιν ἐν Υἱῷ, καὶ Υἱὸς ἐν Πατρί· οὐχ ὡς ταυτὸν δὲ ὄντες, οὐδὲ ὡς ἒν ἀριθμῷ. Ἔστι γὰρ ὁ Πατὴρ ἐν τῇ αὐτοῦ ἰδιότητι· καὶ ἔστιν ὁ Υἱὸς ἐν τῇ ἰδίᾳ ἰδιότητι, ταύτην ἔχων μόνην πρὸς τὸν Γεγεννηκότα τὴν διαφοράν· ὁ μὲν γὰρ Πατὴρ, καθ' ἑαυτόν ἐστι, καὶ οὐκ ἔστιν Υἱός· ὁ δὲ Υἱὸς καθ' ἑαυτόν ἐστι, καὶ οὐκ ἔστι Πατήρ. Ἀλλὰ κατὰ τοῦτο μόνον ὡς πρὸς τὸν Πατέρα τὴν διαστολὴν ἔχων, φέρει μὲν αὐτὸ τῆς πατρικῆς φύσεως τὸ ἰδίωμα, ἔστι δὲ πάλιν ἐν τῷ Πατρὶ, ὥσπερ τὸ ἐκ τοῦ ἡλίου πεμπόμενον ἀπαύγασμα, πρόεισι μὲν ἐξ αὐτοῦ, ἕτερον δέ τι παρ' αὐτόν ἐστιν, ἓν κατὰ φύσιν ὑπάρχον. Τὸ μὲν γὰρ, ἥλιος, τὸ δὲ, ἀπαύγασμα. Ὢν οὖν Πατὴρ, ἀπηύγασετὸν Υἱὸν, σφραγῖδα καὶ εἰκόνα τῆς ἑαυτοῦ φύσεως ἀκριβεστάτην

Intertext edge

Open linked passage

Note