Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Thesaurus de sancta consubstantiali trinitate
Cyril of AlexandriaTrin 8 · pg-scrape-grcMore by Cyril of Alexandria
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
8.1
Πρὸς τοὺς λέγοντας, ὅτι οὐ τῷ Πατρὶ, ἀλλὰ τῇ βουλήσει αὐτοῦ ὅμοιός ἐστιν ὁ Υἱός. Πολλὴν ἄν τις εἰκότως ἀβουλίαν τῶν χριστομάχων καταψηφίσαιτο, ἢ λογιεῖται ὀρθῶς μαίνεσθαι, πιστεύων τοῖς τῆς βουλήσεως τοῦ Πατρὸς ὅμοιον εἶναι λέγουσι τὸν Υἱὸν, οὐκ αὐτῷ τῷ Πατρί· καίτοι τῆς θείας Γραφῆς οὐ τοῦτον ἐκφερούσης περὶ αὐτοῦ τὸν ὅρον, ἀλλ' οὐδὲ αὐτοῦ τοῦ Σωτῆρος λέγοντος· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὴν βούλησιν τοῦ Πατρός. Ἐχρῆν δέ γε τὸν εἰπόντα Χριστόν· Ἐγώ εἰμι ἡ ἀλήθεια, μὴ τῷ Πατρὶ κατὰ φύσιν ἑαυτὸν ἐξομοιοῦν, τῇ βουλήσει δὲ μᾶλλον αὐτοῦ, εἴπερ οὕτως ἔχει, καθάπερ ἐκεῖνοί φασιν. Ἀλλ' οὐδαμοῦ τὴν βούλησιν ὀνομάσας, εἰκόνα δὲ τοῦ Πατρὸς ἑαυτὸν προσειπὼν, δῆλος ἂν εἴη τὴν ἐκείνων ὑπόνοιαν ἀναιρῶν. ΑΛΛΟ. Ἐρωτητέον τοὺς χριστομάχους· Ἡ βούλησις αὕτη τοῦ Πατρὸς, ἧς ὅμοιον εἶναί φατε τὸν Υἱὸν, πότερόν ποτε οὐσία τίς ἐστι, καὶ ὑπέστη αὐτὴ καθ' ἑαυτὴν, ἢ οὐχί; Εἰ μὲν γὰρ οὐσιώδη καὶ ὑποστατικὴν εἶναι δώσετε ταύτην, πῶς ἔτι μονογενὴς ὁ Υἱὸς, τρίτος ὢν ἐκ Πατρός; Φαίνεται γὰρ μεσολαβοῦσα τὴν γέννησιν αὐτοῦ βούλησίς τις ἐνυπόστατος καὶ ζῶσα, κατὰ τὴν ὑμετέραν πρότασιν. Εἰ δὲ τοῦτο παραιτούμενοι, οὐ καθ' ὑπόστασιν τὴν βούλησιν διακεῖσθαι δώσετε, οὐδὲ οὐσίαν εἶναι ζῶσαν καὶ ὑπάρχουσαν, ὥσπερ τὸν Υἱὸν, ἀπαιδεύτως σφόδρα καὶ ἀμαθῶς μὴ δύο παραθέντες οὐσίας ὁμοιότητα ζητεῖτε. Πῶς γὰρ ἔσται τὸ ἐνυπόστατον τῷ μὴ τοιούτῳ προσεοικός; ἢ πῶς τὸ μὴ εἰς οὐσίαν ἐνεχθὲν τῷ ὑφεστηκότι κατὰ τὸν τῆς ἐμφερείας τρόπον ἀντεξετάζοιτο; ΑΛΛΟ. Καὶ τίς οὐκ ἂν ὁμολογήσειε νοῦν ἔχων ὅτι τῷ ζώῳ πρὸς τὸ ζῶον ἡ ὁμοιότης, καὶ τῷ μὴ ζώῳ πρὸς τὸ μὴ ζῶον; Τὰ γὰρ ἑτερογενῆ καὶ πάντη τῆς πρὸς ἄλληλα σχέσεως φυσικῶς διακεκομμένα, οὐκ ἄν τις εὖ φρονῶν ἀντεξετάζοι πρὸς ἄλληλα, οὐδὲ τοῦτο ἐκείνῳ προσεοικὸς, οὔτε μὴν ἐκεῖνο τούτῳ φήσειεν ἄν. Οἷον φέρε εἰπεῖν· Ἄνθρωπος προσκείσθω, ἢ ἕτερόν τι τῶν ὄντων ὅσα πίπτει πρὸς τὸν ὅρον τοῦ ζώου, κείσθω καὶ ἐπιστήμη, ἤτοι σοφία, ἤτοι βούλησις, ἢ ἕτερόν τι τῶν ὅσα καθ' ἑαυτὰ οὐκ ἐνυπόστατα μὲν, ἐνυπάρχει δὲ ὅμως τῶν ὄντων τισὶν, ἀνθρώποις τυχὸν ἢ ἀγγέλοις. Ἆρ' οὖν, εἴ τις τὸν ἄνθρωπον ἢ ἕτερόν τι ζῶον τῇ ἐπιστήμῃ ἤτοι τῇ σοφίᾳ ἢ τῇ βουλήσει προσεοικέναι φήσειεν, οὐκ ἂν εἰκότως μωρίας ὀφλήσοι γέλωτα, τὰ μηδὲν ἀλλήλοις προσεοικότα δοκιμάζειν τε καὶ ἀντεξετάζειν ἐπιχειρῶν; Οὐκοῦν ἐνυπόστατος ὢν ὁ Υἱὸς τοῦ Θεοῦ, τῇ ἀνυποστάτῳ βουλήσει κατ' οὐδὲν ἔσται προσεοικώς. Ἢ γὰρ ἀποτόμως ἀνόμοιον εἶναι τῷ Πατρὶ λεγέτωσαν, καὶ φανερῶς δυσφημοῦντες μισείσθωσαν· ἢ εἴπερ ἀνάγκη τὴν ὁμοιότητα δοῦναι τῷ Υἱῷ πρὸς τὸν Πατέρα, ἀνάγκη δὴ πᾶσα ὡς οὐκ ἔσται τῆς βουλήσεως ὅμοιος, ἀλλὰ μᾶλλον τοῦ γεγεννηκότος. Δέδεικται γὰρ ὅτι τοῖς ἐν οὐσίᾳ καὶ ὑποστάσει πρὸς τὰ ἐνούσιά τε καὶ ἐνυπόστατα ἡ ὁμοιότης ἡ κατὰ τοῦτο σώζεται, οὐ πρὸς τὰ ἑτερογενῆ, καὶ ἐν ἑτέροις ἔχοντα τὸ εἶναι, ὥσπερ ἡ σοφία τυχὸν ἐν τῷ σοφῷ, καὶ ἡ βούλησις ἐν τῷ βουλευομένῳ. ΑΛΛΟ, διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς. Εἰ τῆς βουλήσεως τοῦ Πατρὸς ὅμοιος ὢν, καθ' ὑμᾶς, ὁ Υἱὸς ἀνόμοιός ἐστι τῷ γεγεννηκότι, ἀνάγκη πᾶσα τὴν βούλησιν οὐδὲν προσεοικέναι τῷ Θεῷ καὶ Πατρὶ λέγειν, ἧς χαρακτὴρ ὑπάρχων ὁ Υἱὸς, ἀνόμοιός ἐστι, καθ' ὑμᾶς, τῷ Πατρί. Ἔσται οὖν καὶ τῇ βουλήσει τῇ ἑαυτοῦ ἀνόμοιος ὁ Πατήρ. Τοῦτο γὰρ ἐκ τοῦ λόγου συνάγεται τὸ ἀσέβημα. Καὶ εἰ ἐνυπόστατόν τι τὴν βούλησιν εἶναί φατε, ἔστι τι πάντως ἐν τῇ οὐσίᾳ τοῦ Θεοῦ τὸ ἀνόμοιον αὐτοῦ. Καὶ τοῦτο γὰρ ὁ λόγος προσομολογεῖν ὑμᾶς ἀναγκάσει. Ἀλλ' ἐνθάδε ζητητέον τῆς ἀνομοιότητος τὸν τρόπον, ἣν ἡ βούλησις ἔχει πρὸς τὸν Πατέρα. Εἰ μὲν γὰρ ὡς ἐλάττων αὐτοῦ κατά τι τυγχάνουσα, τὴν ὁμοιότητα τὴν πρὸς αὐτὸν οὐκ ἔχει, τὸ προεληλυθὸς ἐκ τῆς οὐσίας τοῦ Πατρὸς, χεῖρον αὐτοῦ καὶ ἔλαττον· οὐ γὰρ ἔξωθεν, οὐδὲ ἐπείσακτον ἡ βούλησις, ἀλλ' ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ. Τὸ δὲ χείρονα τίκτειν, οὐδὲ τοῖς γενητὴν ἔχουσι τὴν φύσιν οἶδε συμβαίνειν. Οὐδὲ γὰρ ἄνθρωπος ἕτερόν τι γεννήσει παρ' ὅπερ ἐστὶν αὐτός· ἀλλ' οὐδὲ ἕτερόν τι τῶν ἀλόγων ζώων. Εἰ δὲ, ὅπερ οὐ θεμιτὸν λέγειν, ἐπὶ τὸ μεῖζον ἔχειν τι δραμοῦσα τοῦ Πατρὸς ἡ βούλησις αὐτοῦ τὴν πρὸς αὐτὸν ἀνομοιότητα κατὰ τοῦτο φορεῖ, ὡς πρὸς ἐλάττονα ἢ κατά τι χείρονα, πῶς οὐκ ἀσεβὲς μεῖζόν τι καὶ κρεῖττον τοῦ Πατρὸς εἶναι λέγειν; Εἰ δὲ μήτε τοῦτο δώσετε, μήτε ἐκεῖνο, ἀνυπόστατόν τε τὴν βούλησιν εἶναι ὁμολογήσετε καὶ οὕτω νοουμένην ὥσπερ ἐφ' ἡμῶν, πῶς κἀνταῦθα θήσετε ἀνόμοιον εἶναι τὴν βούλησιν τῷ Πατρί; Ἔσται γὰρ, ἂν οὕτως ἔχῃ, τὰ ἑαυτῷ μὴ πρέποντα βουληθείς· ὅπερ ἐστὶ καὶ μόνον ἐννοεῖν ἀτοπώτατον. ΑΛΛΟ. Ὁ λόγος ἀναγκάσει καὶ ἄκοντας ὑμᾶς δοῦναι τῷ Υἱῷ τὴν ὁμοιότητα τὴν πρὸς τὸν Πατέρα. Ἐδείχθη γὰρ λίαν ἀτοπώτατον ὂν τὸ πιστεύειν, τὰ μὴ αὐτῷ πρέποντα βεβουλῆσθαι Θεὸν, ὡς ἀνάγκην εἶναι πᾶσαν ἐοικυῖαν αὐτῷ τὴν βούλησιν αὐτοῦ λέγειν. Εἰ τοίνυν ἡ μὲν βούλησις ἔοικε τῷ Πατρὶ, ὁ δὲ Υἱὸς τῇ βουλήσει, ἔσται πάντως ὁ τρίτος τῷ πρώτῳ προσεοικώς. Ἡ γὰρ ἐν τῷ μέσῳ κειμένη βούλησις, τὴν τοῦ τεκόντος αὐτὸν φυσικὴν ἐμφέρειαν ἀναμαξαμένη, δέδωκεν αὐτὴν τῷ Υἱῷ, καθ' ὑμᾶς· οὕτω μὲν οὖν τῷ Πατρὶ προσεοικὼς, καὶ μὴ βουλομένων ὑμῶν, ὁ Υἱὸς εὑρεθήσεται. Ἐπειδὴ δὲ οὐδέν ἐστι τὸ μεταξὺ Πατρὸς καὶ Υἱοῦ, ἀργήσει μὲν πάντως ὁ περὶ τῆς βουλήσεως λόγος, καὶ οὐδενὸς ἔτι μεσολαβοῦντος προσεχῶς ὁ Υἱὸς ἔσται κατὰ φύσιν ὅμοιος τῷ Πατρί. ΑΛΛΟ. Γέγραπται Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία. Εἰ τοίνυν ἡ βούλησις τοῦ Πατρὸς χαρακτηρίζει τήν τε δύναμιν καὶ σοφίαν αὐτοῦ, τουτέστι τὸν Υἱὸν, ἀνάγκη πᾶσα μὴ ἀνομοίαν αὐτὴν εἶναι λέγειν τῷ Πατρὶ, ἵνα μὴ φαίνηται δύναμιν καὶ σοφίαν ἔχων ὁ Πατὴρ οὐχ ὁμοίαν ἑαυτῷ. Εἰ δὲ τοῦτο, λοιπὸν ἐννοείτωσαν οἱ χριστομάχοι τῆς ἑαυτῶν ἀβουλίας τὸ μέγεθος. Παραιτούμενοι γὰρ ἕνα ὄντα τὸν Υἱὸν, ὅμοιον εἶναι λέγειν τῷ Πατρὶ, δύο δεδώκασιν, εἴπερ εἶναί τι τὴν βούλησιν ἐροῦσιν ἐνυπόστατον. Εἰ δὲ ἀνυπόστατός ἐστιν, οὐκ ἔσται χαρακτὴρ τοῦ ὑφεστῶτος τὸ μὴ ὑφεστηκὸς, κατ' αὐτὸ δὴ τοῦτο τὸ μὴ ὑφεστηκέναι. ΑΛΛΟ Τὰ τὴν αὐτὴν ἐνέργειαν ἔχοντα καὶ ταῖς αὐταῖς δυνάμεσι φυσικαῖς ἀποκεχρημένα, τῆς αὐτῆς εἶναι πάντως οὐσίας ἀναγκαῖον. Οὐδὲν γὰρ τῶν ὄντων πρὸς τὸ ἑτερογενὲς καὶ ἑτερούσιον τὰς αὐτὰς ἀπαραλλάκτως φορέσει δυνάμεις τε καὶ ἐνεργείας· κεχρήσεται δὲ μόνοις τοῖς ἴσοις ἰδιώμασι τὰ μίαν λάχοντα τὴν φύσιν· οἷς δὲ ἡ ἐν τῇ οὐσίᾳ κοινότης μία, τούτοις ἀκολουθήσει καὶ τὸ ἀλλήλοις κατὰ πάντα προσεοικέναι. Εἰ τοίνυν μία μὲν ἐνέργεια Πατρὸς καὶ Υἱοῦ, ἡ αὐτὴ δὲ δύναμις ἐν πᾶσιν ὁρᾶται, οὐχ ἑτερούσιος ὡς πρὸς ἑαυτὴν ἡ δυάς. Εἰ δὲ τοῦτο, φορέσει πάντως καὶ τὴν ὁμοιότητα τοῦ Πατρὸς ὁ Υἱὸς, ὡς ὁμοούσιος, καὶ οὐκ ἔσται τῆς βουλήσεως εἰκών. ΑΛΛΟ. Εἰ ὅσα βουλεύεται ὁ Θεὸς καὶ Πατὴρ, ταῦτα βουλεύεται καὶ ὁ Υἱὸς (οὐδεμία γὰρ στάσις ἢ διχόνοια χωρήσει ποτὲ ἐν τῇ μιᾷ καὶ ἀχράντῳ Τριάδι), ποῖον ἕξει τόπον ἐνυπόστατος βούλησις, τρίτον ἀποφαίνουσα τὸν Υἱὸν τὸν προσεχῆ τῷ Πατρὶ, καθὸ καὶ Υἱὸς οὐδὲν ἔχων μεσολαβοῦν τὴν γέννησιν αὐτοῦ; Διὸ καὶ αὐτός ἐστιν ἡ ζῶσα καὶ ἐνούσιος ἡ βούλησις τοῦ γεγεννηκότος. ΑΛΛΟ. Τῆς βουλήσεως τοῦ Πατρὸς χαρακτῆρα καὶ ὁμοίωσιν εἶναι τὸν Υἱὸν καταψεύδονται, ἀλλ' οὐκ αὐτοῦ τοῦ Πατρός. Διὸ δὴ πάλιν ἐρωτητέον τοὺς χριστομάχους, Εἰ ὅμοιός ἐστιν ὁ Πατὴρ τῆς ἑαυτοῦ βουλήσεως, ἢ οὐχί; Εἰ μὲν γὰρ ἀνόμοιος, ἀνομοίαν ἑαυτῷ τὴν βούλησιν ἔχει· καὶ σιωπῶ πρὸς τοῦτο τὸ δύσφημον· εἰ δὲ ὁμοίαν ἑαυτῷ τὴν βούλησιν ἔχει, ἧς, ὥς φατε, χαρακτήρ ἐστι καὶ εἰκὼν ὁ Υἱὸς, ἔοικεν ἄρα κατὰ τοῦτο τῷ Πατρί. Πῶς οὖν ἀνόμοιος ἔσται κατὰ τὴν οὐσίαν αὐτῷ, ὁ διὰ τὸ τῇ βουλήσει προσεοικέναι χαρακτὴρ ὢν αὐτοῦ; Συγκείσεται γὰρ, ἂν οὕτως ἔχῃ, καθ' ὑμᾶς, ἐξ ὁμοίου καὶ ἐξ ἀνομοίου ὁ Υἱὸς, κατά τι μὲν ἐοικὼς τῷ Πατρὶ, κατά τι δὲ ἀλλοτριούμενος τῆς πρὸς αὐτὸν ὁμοιότητος. Εἶτα, ποῖος συγχωρήσει λόγος τὸ ἓν κατ' οὐσίαν ὑπάρχον καὶ ἐν ἀριθμῷ, οἷον Παῦλον τυχὸν ἢ Πέτρον, δύο φέρειν ἐν ταυτῷ κατὰ φύσιν τὰ ἐναντία; Οὐ γὰρ δυνήσεταί τις εἰπεῖν· Λογικός τέ εἰμι καὶ ἄλογος· οὐδ' αὖ τὸ πῦρ ἐρεῖ τις θερμὸν εἶναί τε καὶ ψυχρόν· δεῖ γὰρ, ἑνὸς ἐνυπάρχοντος, ἀναῤῥεῖσθαι τῶν σημαινομένων τὸ ἕτερον. Οὐκοῦν ἀμήχανον ἐν Υἱῷ καὶ τὸ ὅμοιον εἶναι καὶ τὸ ἀνόμοιον. Ἐπιμαρτυρούσης δὲ τῆς θείας αὐτῷ Γραφῆς τὴν ὁμοιότητα τὴν πρὸς τὸν Πατέρα, καὶ αὐτοῦ δὲ φάσκοντος· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα, τὸ ἀνόμοιον οὐ παραδεξόμεθα, ποδηγούμενοι διὰ τούτων ἐπὶ τὸ ἀληθέστερόν τε καὶ πρεπωδέστερον. Ἐπειδὴ δὲ πάλιν οὐκ εἶπεν· Ὁ ἑωρακὼς ἐμὲ, τὴν βούλησιν ἑώρακε τοῦ Πατρός μου, οὐ τῆς βουλήσεως εἰκόνα τὸν Υἱὸν ὁμολογήσομεν, ἀλλ' αὐτοῦ τοῦ Πατρὸς ὡς Υἱόν. ΑΛΛΟ. Τὰ τῆς πρὸς ἄλληλα συναφείας ἢ φυσικῆς ἐμφερείας ἀναχωρήσαντα, καὶ κατὰ τὸν τῆς οὐσιώδους ποιότητος λόγον ἀπεσχοινισμένα, διίσταται ἢ τόπῳ τεμνόμενα, ἢ μόναις ταῖς ἐπινοίαις. Τόπῳ μὲν οὖν τῆς πρὸς ἄλληλα συναφείας διίσταται τὰ σωματικὴν ἔχοντα σύστασιν, διίσταται δὲ καὶ λόγῳ τινὰ τῶν κατὰ τὴν οὐσιώδη διαφορὰν, ὡς ἄνθρωπος ἵππου. Τὰ δὲ ὅσα τὴν δήλωσιν καὶ τὸ ἐξ αὐτῶν ἀποτελούμενον ἀνόμοιον ἔχει, λόγῳ ψιλῷ καὶ ἐπινοίᾳ μεριζόμενα φαίνεται, οἷον ὑγίεια καὶ νόσος. Ἐν δὲ τούτοις ὅσα λόγῳ μόνῳ καὶ τῷ ἐξ αὐτῶν ἀποτελουμένῳ κατ' ἐναντιότητα διέστηκε, τὰ μὲν ἄμεσα καλοῦσιν οἱ τὰ τῆς φιλοσοφίας ἠσκημένοι μαθήματα, τὰ δὲ ἔμμεσα. Ἄμεσα μὲν οὖν, καθάπερ ἤδη προεῖπον, ὑγίεια καὶ νόσος· οὐδὲν γὰρ τούτων ἐστὶ μεταξύ. Εἰ γὰρ ἐπ' ἀνθρώπου τυχὸν φέροιτό τι τούτων, ἓν ἔσται πάντως ἐν αὐτῷ. Ἢ γὰρ ὑγιαίνει, ἢ νοσεῖ, καὶ τὸ μέσον τοῦ νοσεῖν ἢ μὴ νοσεῖν, οὐδέν. Ἔμμεσον δὲ τὴν δικαιοσύνην εἶναί φασι καὶ τὴν ἀδικίαν. Ἐπειδήπερ οὐ πᾶς ἄνθρωπος ἢ ὁλοκλήρως δίκαιος, ἢ ἄδικός ἐστι. Δυνατὸν γὰρ μέσον ὥσπερ τινὰ τόπον εὑρέσθαι ἐκ μέρους δικαίου τινὸς ὄντος, καὶ οὐ παντελῶς ἀδίκου. Τούτων τοιγαροῦν κατὰ τόνδε τὸν τρόπον ἡμῖν διεσκεμμένων, καὶ τῆς ἀνομοιότητος ἐν τούτοις ἐξεταζομένης ἐπὶ παντὸς πράγματος, ἴδωμεν κατὰ ποῖον τῶν εἰρημένων λόγον ἀφέστηκε τῆς τοῦ Πατρὸς ὁμοιότητος ὁ Υἱός. Τόπῳ μὲν οὖν οὐκ ἄν τις αὐτὸν μερίζεσθαι λέγοι, ἐπεὶ μήτε σῶμά ἐστι· σωμάτων γὰρ ἴδιον τοπικαῖς μερίζεσθαι διαστάσεσι· λείπεται τοίνυν τὸ, λόγῳ χωρίζεσθαι· λόγῳ δέ φημι τῷ κατὰ τὴν φύσιν. Ἀλλ' εἴπερ φύσει Θεὸς ὁ Πατὴρ, καὶ φύσει Θεὸς ὁ Υἱὸς, ποῖος αὐτὸν ἀποτέμνει λόγος; Τίς δὲ οὐ συγχωρήσει τὴν πρὸς ἄλληλα φορεῖν ὁμοιότητα τῆς αὐτοῦ οὐσίας ὑπάρχοντα; Ἔτι τε πρὸς τούτῳ, οὐδὲ ὡς ἐναντίον ἕξει τι πρὸς τὸν Υἱὸν ὁ Πατὴρ, ὡς τὰ ἄμεσα καλούμενα. Οὐ γὰρ ὡς ὑγίεια καὶ νόσος ἀλλήλοις ἀντίκεινται· οὐδὲ ὥσπερ ἕν τι πάντων τῶν εἰρημένων ἐν ἀνθρώποις σώζεσθαι ὁ τῶν πραγμάτων ἀναγκάσει λόγος, οὕτω καὶ ἐπὶ Πατρὸς καὶ Υἱοῦ. Ἐνοικεῖ γάρ τισιν ὁ Πατὴρ, ἐνοικεῖ δὲ καὶ ὁ Υἱός. Καὶ οὐ καθάπερ ἐκεῖνα εἰς ταυτὸν ἀσύμβατά τε καὶ ἀσυνύπαρκτά ἐστιν, οὕτω καὶ ὁ Υἱὸς καὶ ὁ Πατήρ· Ἰδοὺ γὰρ, φησὶν ὁ Χριστὸς, εἰσελευσόμεθα ἐγὼ καὶ ὁ Πατὴρ, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν. Ἀλλ' οὐδὲ οὕτως ἔμμεσον ἔσται πρᾶγμαΠατὴρ πρὸς Υἱὸν, ὥσπερ ἡ δικαιοσύνη τυχόν. Οὐ γὰρ ἔλαττον ἔσται Πατὴρ ὁ Πατὴρ, οὐδὲ ἔλαττον ἔσται Υἱὸς ὁ Υἱὸς, ἵνα τις μέσος γένηται τόπος χωρῶν τῆς οὐσίας τὴν ὑπόβασιν, ὥσπερ ἐπὶ τῆς δικαιοσύνης καὶ ἀδικίας ἐλέγετο. Οὐδενὸς τοιγαροῦν χωρίζοντος τόπου τῆς πρὸς Θεὸν Πατέρα ὁμοιότητος τὸν Υἱὸν, περιττὸν τὸ λέγειν τῇ βουλήσει προσεοικέναι μᾶλλον αὐτὸν, καὶ οὐκ αὐτῷ τῷ ἐκλάμψαντι αὐτὸν Πατρί. ΑΛΛΟ. Ὧν ὁ λόγος ὁ αὐτὸς, ταῦτα πάντως ὁμοειδῆ τε εἶναι καὶ ἀλλήλοις ἐοικότα φυσικῶς ἀναγκαῖον. Οἷον φέρε εἰπεῖν· Ὁ τοῦ ἀνθρώπου λόγος οὕτως ἔχων, ζῶον λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικόν· καθ' ὧν δ' ἂν φέροιτο, ταῦτα τῆς αὐτῆς οὐσίας ὄντα δεικνύει. Καὶ οἷς ἂν ταῦτα ἐπαληθεύηται, τὰ ἐν τῷ ὅρῳ, φημὶ, ταῦτα πάντως ἀνθρώπους εἶναι δεῖ. Εἰ γὰρ ζῶόν ἐστι λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικὸν, τί ἂν ἕτερον εἴη λοιπὸν ἢ ἄνθρωπος τὸ σημαινόμενον; Εἰ τοίνυν τὸ Θεὸς ὄνομα καὶ Κύριος, καὶ τὸ ἄφθαρτος, καὶ τὸ βασιλεὺς, καὶ εἴ τι ἕτερον πρὸς τούτοις περὶ τοῦ Πατρὸς λέγεται, καὶ ταῦτα καὶ ἐφ' Υἱοῦ φερόμενα ἐπαληθεύεται, καὶ οὐ μέχρι μόνων τῶν ὀνομάτων τὴν εὐφημίαν ἔχει, ἀλλ' ἔστιν ὄντως οὕτω καὶ κατὰ φύσιν, ποῖος λόγος τῆς πρὸς τὸν Πατέρα φυσικῆς ὁμοιότητος χωριεῖ τὸν Υἱόν; Ἕνα γὰρ ἔχουσι τῆς οὐσίας τὸν ὅρον, καὶ πάντα ὅσα πρόσεστι τῷ γεγεννηκότι, καὶ ἐπὶ τοῦ γεννηθέντος ἐπαληθεύεται. Εἰ δέ τις ἀποτολμᾷ ψευδώνυμον Θεὸν εἶναι λέγειν τὸν Υἱὸν, καὶ πλέον οὐδὲν ἔχειν τῶν κατὰ χάριν εἰς θεότητα καὶ εἰς υἱότητα κεκλημένων, εἰς τὸ Παύλου τοῦ Σαμοσατέως ἐμβεβηκὼς δόγμα, δικαίως ἀκούσεται παρ' ἡμῶν· Ἐὰν μὴ πιστεύσητε, οὐδὲ οὐ μὴ συνῆτε. Ἀμήχανον γὰρ τοὺς μὴ φύσει Θεὸν ὑπάρχειν πιστεύοντας τὸν Υἱὸν, νοῆσαι τὴν ἐμφέρειαν ἣν ἔχει πρὸς τὸν Πατέρα κατὰ φύσιν. Τοιγαροῦν ἐοικὼς τῷ Πατρὶ, οὐκ ἐνυπάρκτου βουλήσεως εἰκόνα φορεῖ, ὑπάρχων πρὸ τῶν αἰώνων Υἱός.

Intertext edge

Open linked passage

Note