Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Thesaurus de sancta consubstantiali trinitate
Cyril of AlexandriaTrin 9 · pg-scrape-grcMore by Cyril of Alexandria
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
9.1
Ὅτι ὁμοούσιος τῷ Πατρὶ ὁ Υἱὸς, παρατεθέντων καὶ ῥητῶν, τοῦ, Τί με λέγεις ἀγαθόν; Οὐ δεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεὸς, καὶ τοῦ, Πορεύομαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, Θεόν μου καὶ Θεὸν ὑμῶν. Καὶ ὁμοίως, Ὁ Πατὴρ ὁ πέμψας με μείζων μού ἐστιν. Εἰ ἤρξατο τοῦ γεννᾷν τὸν Υἱὸν ὁ Πατὴρ, καὶ κατέπαυσε, καθάπερ οἱ Χριστομάχοι φασὶ, ἐν ὑστέρῳ χρόνῳ προσγέγονεν αὐτῷ. Ἦν οὖν ἄρα πρὶν γεννηθῆναι, κατ' ἐκείνους ἐν μονάδι τὸ Θεῖον· γέγονε δὲ ὕστερον ἐν δυάδι γεννηθέντος τοῦ Υἱοῦ, καὶ ὥσπερ τις προσθήκη καὶ αὔξησις θεότητος ἐξ ἀρχαίας μονάδος εἰς τὴν μετὰ ταῦτα δυάδα. Ἀποκαμὼν δὲ ὁ Πατὴρ ὥσπερ ἐν τῷ εἶναι μόνος, ἐπενόησε τὸν Υἱὸν κοινωνὸν τῆς θεότητος καὶ τῶν ἔργων. Καὶ πολλὰ πρὸς τούτοις δύσφημά τε καὶ πολλῆς γέμοντα τῆς ἀτοπίας ἐκ τοῦ φρονεῖν οὕτω παρενεχθήσεται· ἃ καὶ τοσαύτηνἔχει τὴν δυσφημίαν, ὡς παντί τῳ γενέσθαι φευκτά. Εἰ τοίνυν τὴν ἐν τοῖς εἰρημένοις ἀτοπίαν παραιτεῖσθαι καλὸν, πιστεύειν ἀκόλουθον ὡς οὐ προσγέγονεν ὁ Υἱὸς τῷ Πατρὶ, ἀλλ' ἦν ἀεὶ συναΐδιος ἐξ αὐτοῦ. Καὶ ὥσπερ, εἰ προσγεγονὼς ἐφαίνετο, οὐκ ἂν ἦν ὁμοούσιος, οὕτως, ἐπεὶ μὴ τοῦτό ἐστιν, ἀλλ' ἦν ἀεὶ σὺν αὐτῷ, πάντως ἔσται καὶ ὁμοούσιος. ΑΛΛΟ. Κἂν ἔχῃ τινὰ διαφορὰν ὁ Υἱὸς ὡς πρὸς τὸν ἑαυτοῦ Πατέρα, καθ' ἣν ὁ μὲν Πατὴρ ἀρχή ἐστιν, ὁ δὲ Υἱὸς ἐκ τῆς ἀρχῆς, ἀλλ' οὐ διὰ τοῦτο τῆς ταυτότητος καὶ τῆς πρὸς αὐτὸν ὁμοουσιότητος ἐξωσθήσεται. Οὐ γὰρ ἔσται τι συναΐδιον τῷ Πατρὶ, μὴ ὂν ἐξ αὐτοῦ φυσικῶς· ἵνα μὴ καὶ τοῖς κτίσμασι τοῦτο προσεῖναι λέγωμεν, ὂ μόνῃ πρόσεστι τῇ θείᾳ φύσει. Οὐκοῦν κἂν ἀρχὴν ὁ Υἱὸς ἔχῃ τὸν ἑαυτοῦ Πατέρα, ἀλλὰ καθὸ ἐκ τῆς ἀρχῆς ἐστι, σύνδρομον αὐτῇ τὸ εἶναι ἔχων, ἀνόμοιος οὐκ ἔσται κατὰ τὴν οὐσίαν αὐτῇ. Ἐπειδὴ γὰρ ἐκ τῆς ἀρχῆς ἐστι, διὰ τοῦτο καὶ ὁμοούσιος τῇ ἀρχῇ. Τὸ δὲ ὁμοούσιον τῷ Πατρὶ, ἐπιγενητὸν οὐκ ἔστι, ἵνα μὴ τοῦτο ὢν εὑρίσκηται καὶ αὐτός. ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν Εὐνομίου. Οὐκ ἐπιδέχεται, φησὶ, γέννησιν ἡ τοῦ Πατρὸς οὐσία· ἐγεννήθη δὲ ὁ Υἱός. Πῶς οὖν ὁ γεγεννημένος ὁμοούσιος ἔσται τῷ Πατρὶ, τῷ μὴ ἐπιδεχομένῳ γέννησιν; Πρὸς τοῦτο λύσις. Λεγέτωσαν ἡμῖν οἱ τὰ τοιαῦτα προτείνοντες ἀμαθῶς, Εἰ διὰ τῆς γεννήσεως ἀναιρεῖται τὸ ὁμοούσιον, διὰ ποίου σωθήσεται πράγματος; Καὶ πάλιν, εἰ τῷ γεγεννηκότι τὸ γεννηθὲν οὐχ ὁμοούσιον, ποῖον ἔσται τὸ ὁμοούσιον; Ἄρα τὸ μὴ γεννηθὲν καὶ ἀλλότριον τῆς οὐσίας, ἢ τὸ ἀπό τινος ληφθὲν τῶν ὅσα ἐστὶ περὶ τὰς οὐσίας· ἀλλὰ τοῦτο ἀδύνατον. Ἐρεῖς οὖν ὅτι τὸ ἀγέννητον τῷ ἀγεννήτῳ πάντως ὁμοούσιον, τὸ δὲ ἀγέννητον τῷ γεννητῷ οὐχ ὅμοιον. Οὐκοῦν ἐπειδήπερ οὐκ ἐγεννήθη μὲν ὁ Ἀδὰμ, ἐγεννήθη δὲ Ἄβελ ἐκ γυναικὸς, οὐκ ἔσται τῷ Ἀδὰμ ὁμοούσιος. Εἰ δὲ ἐγεννήθη μὲν, ἔχει δὲ τῆς φύσεως τὴν ταυτότητα πρὸς τὸν Ἀδὰμ, καίτοι μὴ γεγεννημένον, τί κωλύει καὶ τὸν Υἱὸν ἐξ ἀγεννήτου Πατρὸς ὄντα γεννητὸν εἶναι καὶ ὁμοούσιον; ΑΛΛΟ, διηγηματικῶς. Γεγεννῆσθαι τὸν Υἱὸν ἐκ Πατρὸς καὶ οἱ χριστομάχοι συνθήσονται· καὶ οὐκ ἄν τις, οἶμαι, πρὸς τοσαύτην ἐλάσαι κακίαν, ὡς τολμῆσαι καθάπερ καὶ τὰ ποιήματα καὶ αὐτὸν ἔξω κεῖσθαι τῆς θείας οὐσίας κατὰ τὸν τῆς φύσεως λόγον. Εἰ τοίνυν ἐγέννησεν ἐξ ἑαυτοῦ τὸν Υἱὸν ὁ Πατὴρ, διατί μὴ ὁμοούσιος; Λεγέτωσαν ἡμῖν οἱ τοῦ Θεοῦ Λόγου κατήγοροι. Ἀδυνατήσας ἆρα τοιοῦτον αὐτὸν γεννᾷ, ἢ μὴ θελήσας; Εἰ μὲν οὖν ἀδυνατήσας λέγουσιν, αἰσχυνέσθωσαν τὴν τοῦ Πατρὸς οὐσίαν ὑβρίζοντες, δι' ὧν αὐτῇ προσάπτειντὸ μὴ δύνασθαι τετολμήκασιν. Εἰ δ' ἐπὶ θάτερον μεταστήσονται, καὶ μὴ ἐθελῆσαι φήσουσιν ὁμοούσιον αὐτῷ γεννῆσαι τὸν Υἱὸν, ἑτέρως ὑβρίζουσι πρᾶγμα χαλεπὸν καὶ τὸ πάντων αἴσχιστον περιτιθέντες αὐτῷ, τὸν ἐπὶ τοῖς ἀμείνοσιν ὄκνον. Εἰ γὰρ κρεῖττον ἦν τὸ ὁμοούσιον τοῦ μὴ τοιούτου, πῶς οὐκ ἔσται δυσφημίας ἁπάσης ἐπέκεινα τὸ λέγειν ὀκνῆσαι περὶ τὰ κρείττονα καὶ πρεπωδέστερα τὴν θείαν οὐσίαν, καὶ μὴ μᾶλλον ἐθελῆσαι τὸ κάλλιον ἢ τὸ μὴ οὕτως ἔχον; Ἀλλὰ πάντα δύναται ποιεῖν ὁ Πατὴρ, καὶ θέλει μᾶλλον τὸ κρεῖττον· οὐδὲν οὖν ἐστι τὸ κωλύον ὁμοούσιον εἶναι τὸν Υἱόν. ΑΛΛΟ. Ἀντίθεσις ὡς ἐκ τῶν Εὐνομίου. Τὸ ἐξ αἰτίου τινὸς ὂν, ἢ γεγεννημένον, φησὶν, ἀνάγκη δεύτερον εἶναι τούτου, ὃ δὴ καὶ γέγονεν αὐτῷ τοῦ εἶναι αἴτιον. Οὐκοῦν δεύτερος ἔσται τοῦ Πατρὸς ὁ Υἱὸς αἴτιον αὐτὸν ἔχων· καὶ διὰ τοῦτο οὐχ ὁμοούσιος. Ἢ ἀφιλονεικότερον ἐνστήσεταί τις ὁμοούσιον αὐτὸν εἶναι λέγων, ἡ μία θεότης, ἄρα, τομήν τινα χωρήσασα, γέγονεν εἰς δυάδα· οὐ γὰρ ἑτέρως ὁμοούσιος εἶναι δύναται. Ἀνάγκη οὖν λέγειν οὐχ ὁμοούσιον εἶναι τὸν Υἱόν. Πρὸς ταῦτα λύσις. Οὐκ αἰσθάνεται πάλιν μεθύων ὁ χριστομάχος, καὶ μάτην καταφλυαρῶν τῆς θείας οὐσίας. Τὸ μὲν γὰρ τέμνεσθαι καὶ διάστασίν τινα μεταξὺ τὴν πρὸς ἄλληλα δύνασθαι λαβεῖν, σωμάτων ἴδιον. Ἡ δὲ θεία τοῦ Πατρὸς οὐσία, ἀσώματος οὖσα, τομῆς τε καὶ διαιρέσεως ἀνεπίδεκτός ἐστιν· οὔτε δὲ ἐν τόπῳ μένουσα, οὔτε ὑπό τινος οὖσα χωρητὴ, ἀλλ' ἐν ἀῤῥήτῳ τινὶ καὶ ἀφράστῳ καταστάσει κειμένη, τὸν Υἱὸν ἐξ ἑαυτῆς ἀδιαστάτως ἐξέλαμψεν· οὐκ ἂν ἑτέρως ἔχειν τὸ εἶναι τελεία δυναμένη, εἰ μὴ ἐγέννησε τὸν Υἱὸν, καὶ ἀνεδείχθη καρπογόνος· καὶ πάλιν οὐκ ἂν ἑτέρως ἐσομένη δημιουργὸς, εἰ μὴ τέτοκεν ἐξ ἑαυτῆς ἀμερίστως τὸν Υἱὸν, δι' οὗ τὰ πάντα ἐργάζεται. Ἔστιν οὖν ὁ Υἱὸς γεννηθεὶς ἐκ Πατρὸς, οὐ κατά τινα τομὴν, ἢ ἀπόῤῥοιαν, καθάπερ ὑμεῖς φαντάζεσθε· ἀλλ' ὥσπερ ἐκ πυρὸς θερμότης, ἀμερίστως ἐκ τῆς τοῦ τεκόντος προελθὼν οὐσίας. ΑΛΛΟ. Ὡς ἐξ ἀντιθέσεως τῶν Εὐνομίου. Εἰ ὁμοούσιός ἐστι, φησὶν, ὁ Υἱὸς τῷ Πατρὶ, τί μὴ καὶ αὐτός ἐστιν ἀγαθὸς οὕτως ὡς ὁ Πατήρ; Λέγει γάρ που πρός τινα ὁ Χριστός· Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός. Ἕνα δὲ εἰπὼν, ἑαυτὸν ἔξω τέθεικεν, ὡς ἀγαθὸν μὲν ὄντα καὶ αὐτὸν, οὐχ οὕτω δὲ ὥσπερ ἂν εἴη καὶ ὁ Πατήρ. Πρὸς ταῦτα λύσις. Κύριον ἀποκαλούσης τὸν Υἱὸν τῆς θείας Γραφῆς, δώσεις ἄρα καὶ αὐτὸν εἶναι Κύριον, καὶ τοῦτο κατὰ ἀλήθειαν, ἢ πρὸς τοῖς ἄλλοις ἀρνήσῃ καὶ τόδε. Εἰ μὲν γὰρ οὐκ εἶναι Κύριον ἐρεῖς, τἀναντία φρονεῖς ταῖς θείαις Γραφαῖς καὶ τῷ ταῦτα λαλήσαντι Πνεύματι. Συντεθειμένος δὲ καὶ φάσκων αὐτὸν εἶναι Κύριον, ἀσεβῶς ἐλεγχθήσῃ καὶ Κύριον λέγων καὶ προσκυνῶν ὃν οὐ φὴς ὁμοούσιον εἶναι τῷ Θεῷ καὶ Πατρὶ, καὶ κτίσματι μᾶλλον ἢ Θεῷ κατὰ φύσιν λατρεύεις. Τὸ γὰρ ἑτέρας ὑπάρχον οὐσίας παρὰ τὸν ὄντα Θεὸν, οὐκ ἂν εἴη φύσει Θεός. Καὶ τούτου μάρτυς ἡ θεία λέγουσα Γραφή· Κύριος ὁ Θεὸς ἡμῶν, Κύριος εἷς ἐστι· μία γὰρ θεότητος φύσις. Καὶ ὅτι ταύτῃ μόνῃ δεῖ προσκυνεῖν, ἀκούσῃ πάλιν· Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις. Εἰ τοίνυν διὰ τὸ μόνον ἀγαθὸν λέγεσθαι τὸν Θεὸν καὶ Πατέρα, ἐκπεσεῖται τοῦ εἶναι ἀγαθὸς ὁ Υἱὸς οὔτως ὡς ὁ Πατὴρ, καὶ διὰ τὸ ἕνα λέγεσθαι Κύριον καὶ Θεὸν τὸν Πατέρα, ἐκπεσεῖται τοῦ εἶναι Κύριος καὶ Θεὸς ὁ Υἱὸς, κατὰ τὴν τοῦ νοήματος ἀκολουθίαν· πῶς οὖν προσκυνεῖς τῷ μήτε Κυρίῳ μήτε Θεῷ; Εἰ δὲ Κυρίου καὶ Θεοῦ τοῦ Πατρὸς ὄντος, συνεπάγεται καὶ ὁ Υἱὸς τὴν ἐκεῖθεν ἰδιότητα ἔχων ὡς ἐξ αὐτοῦ κατὰ φύσιν ὑπάρχων, καὶ ἔστι μετὰ Πατρὸς Κύριος καὶ Θεὸς, ἕξει πάντως καὶ τὸ εἶναι ἀγαθὸς ὡς ὁ Πατὴρ, τῆς πατρικῆς ἰδιότητος κἀν τούτῳ πάλιν ὑπαρχούσης ἐν αὐτῷ, καθάπερ καὶ ἐν ἐκείνῳ. ΑΛΛΟ. Πολλὰ περί τε τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ λέγουσιν αἱ θεῖαι Γραφαὶ, καὶ οὐ τὸ τῶν ὀνομάτων διάφορον διαστέλλει πάντως αὐτοῖς καὶ τῆς οὐσίας τὸν λόγον, ὡς ἀνομοιότητά τινα διὰ τούτων χωρῆσαι μεταξύ. Ἔστι γὰρ μία θεότης Πατρὸς καὶ Υἱοῦ, κἂν ἑκάτερος τῇ τῶν ὀνομάτων ποικιλίᾳ διαφόρως σημαίνηται, οὐχ ὡς ἴδιον ἔχων τι καὶ καθ' ἑαυτὸν, ὃ μὴ τῷ ἑτέρῳ πρόσεστιν, ἀλλ' ὡς ἐπ' ἀμφοῖν χωρεῖν δυναμένου παντὸς ὅπερ ἂν ἐφ' ἑνὸς λέγοιτο, δίχα μόνης τῆς τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ προσηγορίας τε καὶ πράγματος. Ἔστι γὰρ ὁ Πατὴρ ἀεὶ Πατὴρ, καὶ Υἱὸς οὐκ ἂν γένοιτό ποτε· καὶ ἔστιν ὁ Υἱὸς ἀεὶ Υἱὸς, καὶ Πατὴρ οὐκ ἂν εἴη ποτέ. Εἰ δέ τις βούλοιτο φάσκειν μὴ δύνασθαι χωρεῖν ἐπ' ἀμφοῖν ὅπερ ἂν ἐφ' ἑνὸς φέροιτο πρόσρημα, μεγάλῳ περιπεσεῖται κακῷ. Τί γὰρ ἂν ποιήσοι, λέγοντος τοῦ Παύλου· Εἷς ὁ Θεὸς ὁ Πατὴρ ἐξ οὗ τὰ πάντα· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς δι' οὗ τὰ πάντα. Ἰδοὺ γὰρ τῷ Πατρὶ τὸ εἶναι Θεὸν καὶ ἕνα δέδωκε· τῷ δὲ Υἱῷ τὸ εἶναι Κύριον καὶ ἕνα. Ἆρ' οὖν διὰ τοῦτο Θεὸς μὲν οὐκ ἔσται ὁ Υἱὸς, ἐπειδὴ Θεὸς καὶ εἷς ὁ Πατὴρ κατωνόμασται; Κύριος δὲ οὐκ ἔσται ὁ Πατὴρ, ἐπειδὴ Κύριος καὶ εἷς ὁ Υἱὸς ἐκλήθη; Ἀλλ' οὐκ ἔστι τοῦτο, μὴ γένοιτο. Θεοῦ γὰρ ὄντος τοῦ Πατρὸς, Θεός ἐστι καὶ ὁ Υἱός· καὶ Κυρίου πάλιν ὄντος τοῦ Υἱοῦ, Κύριός ἐστιν ὁ Πατήρ. Ἀλλ' εἴπερ ἦν τις οὐσίας διαφορὰ τὴν δυάδα διατειχίζουσα, καὶ οὐκ ἐῶσα μίσγεσθαι φυσικῶς εἰς ταυτότητα, οὐκ ἂν, οἶμαι, κυρίως τὸ τοῦ ἑτέρου πρόσρημα τῷ ἑτέρῳ προσῆν. Ἐπειδὴ δὲ πάντα τὰ τοῦ Πατρὸς ἐν Υἱῷ φαίνεται, καὶ τὰ τοῦ Υἱοῦ πάλιν ἐν Πατρὶ, ὡς οὐδενὸς ἔτι τὸν τῆς ταυτότητος διείργοντος λόγον, ἔσται καὶ αὐτὸς ἀγαθὸς, ὡς ὁ Πατὴρ, καὶ διὰ τοῦτο ὁμοούσιος. ΑΛΛΟ. Ὅσα τῆς πρὸς ἄλληλα φυσικῆς κοινωνίας τε καὶ ταυτότητος ἀπεσχοίνισται, ταῦτα δὴ πάντως καὶ ξενισμός τις ἰδιοτήτων τῆς πρὸς ἄλληλα σχέσεως φυσικῆς ἀποτέμνει. Οἷον φέρε εἰπεῖν, ἄνθρωπος ἔστω καὶ ἵππος τὰ σημαινόμενα. Ἀνθρώπῳ μὲν γὰρ ὡς πρὸς τὸν ἵππον ξένα τὰ ἴδια, ἵππῳ δὲ πάλιν ὡς πρὸς ἄνθρωπον, οὐ ταυτὰ τὰ ἰδίως προσόντα. Εἰ τοίνυν φυσική τις διάστασις εἴργει τὸν Υἱὸν, καὶ ἀλλότριον τῆς τοῦ Πατρὸς οὐσίας ὄντα δεικνύει, πῶς τὰ τοῦ Πατρὸς ἴδια φαίνεται φορῶν; πῶς δὲ ὁ Πατὴρ, εἴπερ ἐστὶν ἀλλότριος κατὰ φύσιν τοῦ Υἱοῦ, τὰ αὐτοῦ ἴδια φορεῖ; Ἀληθεύει γὰρ λέγων ὁ Σωτὴρ ὡς πρὸς τὸν Πατέρα, ὅτι Πάντα τὰ ἐμὰ σά ἐστι· καὶ πάντα τὰ σὰ ἐμά ἐστιν. Εἰ τοίνυν πάντα, ἓν δὲ τῶν πάντων ἐστὶ καὶ τὸ ἄκρως ἀγαθὸν, ἕξει τοῦτο καὶ ὁ Υἱὸς ἰδίωμα φύσεως ὑπάρχον πατρικῆς ὡς ἐξ αὐτοῦ προελθών. Ὁ δὲ τῆς πατρικῆς οὐσίας ἔχων τὰ ἴδια, εἴη πάντως ἂν καὶ ὁμοούσιος. Ὅτι ὁμοούσιος ὁ Υἱὸς τῷ Πατρὶ, προκειμένου ῥητοῦ· Πορεύομαι πρὸς τὸν Πατέρα μου, καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου, καὶ Θεὸν ὑμῶν. Ὅτε τὴν τοῦ ἀνθρώπου μορφὴν ὁ τοῦ Θεοῦ Λόγος περιεβάλετο, καὶ διὰ τὴν ἁπάντων ἡμῶν σωτηρίαν ὑπάρχων ἐν μορφῇ Θεοῦ, καθὰ γέγραπται, τεταπείνωκεν ἑαυτὸν, τότε δὴ καὶ ὡς ἄνθρωπος ἔσθ' ὄτε διαλέγεται, οὐδὲν ἀδικούμενος εἰς τὴν δόξαν τὴν θεοπρεπῆ διὰ τούτου. Εἰ γὰρ ὄντως ἄνθρωπος γέγονε, καὶ οὐ διὰ τοῦτο ἀπέστη τοῦ εἶναι Θεὸς, κἂν ὡς ἄνθρωπος γεγονὼς λέγῃ τὰ ἀνθρώπῳ πρέποντα, οὐ διὰ τοῦτο τὸ θεοπρεπὲς ἀξίωμα ζημιωθήσεται· ἀλλ' ἔσται πάλιν ὁ αὐτὸς, φερομένης ἐπὶ τὴν οἰκονομίαν τῆς ἐν λόγοις ταπεινότητος. Ὅτι δὲ οἰκονομικῶς ὡς ἄνθρωπος τὰ τοιαῦτά φησι, καλῶς ὅπερ ἀνείληφε σχῆμα λόγῳ τε καὶ ἔργῳ φυλάττων, ἐντεῦθεν εἰσόμεθα. Λέγει γάρ που πρὸς τὴν ἐν τῇ Σαμαρείᾳ γυναῖκα τὸ Ἰουδαϊκὸν ὑποκρινόμενος πρόσωπον· Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε· ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν. Καίτοι τῶν προσκυνουμένων ὁ Υἱὸς, οὐ τῶν προσκυνούντων, ἔστι. Προσκυνησάτωσαν γὰρ αὐτῷ, φησὶ, πάντες ἄγγελοι Θεοῦ. Καὶ περὶ μὲν ἀγγέλων ἢ ἑτέρας τινὸς τῆς κατ' αὐτοὺς τάξεως οὐδὲν φέρεται τοιοῦτο παρὰ ταῖς θείαις Γραφαῖς. Οὐ γὰρ ἀγγέλοις κελεύεταί τις προσκυνεῖν, ἀλλὰ μόνῳ Θεῷ. Γέγραπται γάρ· Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις. Ὥσπερ τοίνυν προσκυνούμενος ὁ Υἱὸς, προσκυνεῖν φησιν οἰκονομικῶς, ὡς ἄνθρωπος, οὕτως ὅταν Θεὸς κατὰ φύσιν ὑπάρχων, Θεὸν ἑαυτοῦ τὸν Πατέρα καλῇ, πάλιν ὡς ἄνθρωπος οἰκονομικῶς, οὐ διὰ τοῦτο τοῦ εἶναι Θεὸς ἐκβληθήσεται· ἀλλ' ὡς κατὰ φύσιν Υἱὸς, ἔσται δὲ ὁμοούσιος. ΑΛΛΟ. Εἰ ἐν μορφῇ Θεοῦ ὑπάρχων ὁ Υἱὸς καὶ ἐν ἰσότητι (τοῦτο γὰρ ὁ Παῦλός φησι), Θεὸν ἔχει κατὰ φύσιν τὸν Θεὸν καὶ Πατέρα, δύναται τούτοις ὑποπίπτειν ἡ θείαφύσις, ἕξει καὶ ὁ Πατὴρ Θεὸν, καὶ εἰ μή πω γέγονε. Τὸ γὰρ ἐνδεχόμενον γενέσθαι, καὶ εἰ μή πω τετέλεσται, δυνάμει τοῦτό ἐστιν ὅπερ ἐνδέχεται. Εἰ δὲ τοῦτο δύσφημον, οὐ κατὰ φύσιν ὁ Πατὴρ τοῦ Υἱοῦ Θεὸς λέγεται, ἀλλὰ καθὸ γέγονεν ἄνθρωπος οἰκονομικῶς. ΑΛΛΟ. Εἰ ἐν μορφῇ Θεοῦ ὑπάρχων ὁ Υἱὸς καὶ ἐν ἰσότητι, καθὰ γέγραπται, ἐταπείνωσεν ἑαυτὸν, μορφὴν δούλου λαβὼν, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἔσται τῆς ταπεινώσεως τὰ δουλοπρεπῆ ῥήματα, οὐκ ἀναβαίνοντα μὲν πρὸς τὴν οὐσίαν αὐτοῦ, ἀλλὰ τῷ τῆς ἐνανθρωπήσεως προσώπῳ περικείμενα. Καὶ ὥσπερ ἐκ τοῦ τῆς θεότητος ὕψους τὴν ἐν ἀνθρωπότητι ταπείνωσιν ἐπιγινώσκομεν, οὔτως τὸ ἐναντίον ἐκ τῆς ταπεινώσεως τῆς ἐν ἀνθρωπότητι, τὸ ἐν θεότητι μέγα καὶ ὑψηλὸν τῆς οὐσίας τοῦ Υἱοῦ γνωρισθήσεται.

Intertext edge

Open linked passage

Note