Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Procatechesis
Cyril of JerusalemProcateche 11 · textus-receptusMore by Cyril of Jerusalem
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-jerusalem" aria-label="More works by Cyril of Jerusalem"> —
⋯
More
Original / primary: Textus receptus
11.1
Παραγγελία δέ σοι καὶ τοῦτο ἔστω: τὰ λεγόμενα μάνθανε, καὶ τήρει εἰς τὸν αἰῶνα. Μὴ νομίσῃς τὰς συνήθεις εἶναι προσομιλίας: κἀκεῖναι μὲν γὰρ ἀγαθαὶ, καὶ πίστεως ἀξίαι: ἀλλ' ἐὰν σήμερον ἀμελήσωμεν, αὔριον μανθάνομεν: τὰ δὲ περὶ τοῦ λουτροῦ τῆς παλιγγενεσίας κατ' ἀκολουθίαν διαδιδόμενα διδάγματα ἐὰν σήμερον ἀμεληθῇ, πότε κατορθωθήσεται; Νόμισόν[ μοι] φυτείας εἶναι δένδρων καιρόν: ἐὰν μὴ σκάψωμεν καὶ βαθύνωμεν, πότε δύναται ἄλλοτε καλῶς φυτευθῆναι τὸ ἅπαξ κακῶς φυτευθέν; Νόμισόν μοι οἰκοδομὴν εἶναι τὴν κατήχησιν:[ ἐὰν μὴ βαθύνωμεν, καὶ θεμέλιον θῶμεν,] ἐὰν μὴ κατ' ἀκολουθίαν δεσμοῖς οἰκοδομῆς ἁρμολογήσωμεν τὸν δόμον, ἵνα μὴ εὑρεθῇ τι χαῦνον, καὶ σαθρὰ γένηται ἡ οἰκοδομὴ, οὐδὲν ὄφελος οὐδὲ τοῦ προτέρου κόπου: ἀλλὰ δεῖ κατ' ἀκολουθίαν λίθον μὲν λίθῳ ἀκολουθεῖν, καὶ γωνίαν γωνίᾳ ἕπεσθαι: ἀποξεόντων δὲ[ ἡμῶν] τὰ περιττὰ, οὕτως τελείαν οἰκοδομὴν ἀναβαίνειν: οὕτω προσφέρομέν σοι λίθους ὥσπερ γνώσεως: δεῖ ἀκούειν τὰ περὶ Θεοῦ ζῶντος: δεῖ ἀκούειν τὰ περὶ κρίσεως: δεῖ ἀκούειν τὰ περὶ Χριστοῦ: δεῖ ἀκούειν τὰ περὶ ἀναστάσεως: καὶ πολλά ἐστιν ἀκολούθως λεγόμενα, νῦν μὲν σποράδην εἰρημένα, τότε δὲ καθ' ἁρμονίαν προσφερόμενα: ἐὰν δὲ μὴ συνάψῃς ἐν τῷ ἑνὶ, καὶ μνημονεύσῃς τῶν πρώτων καὶ τῶν δευτέρων, ὁ μὲν οἰκοδομῶν οἰκοδομεῖ, σὺ δὲ σαθρὰν ἕξεις τὴν οἰκοδομήν.

Intertext edge

Open linked passage

Note