Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Procatechesis
Cyril of JerusalemProcateche 14 · textus-receptusMore by Cyril of Jerusalem
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-jerusalem" aria-label="More works by Cyril of Jerusalem"> —
⋯
More
Original / primary: Textus receptus
14.1
Καὶ ὅταν ἐπορκισμὸς γένηται, ἕως ὅτου οἱ ἄλλοι ἐπορκιζόμενοι παραγένωνται, ἄνδρες μετ' ἀνδρῶν, καὶ γυναῖκες μετὰ γυναικῶν. Νῦν γάρ μοι χρεία τῆς τοῦ Νῶε κιβωτοῦ: ἵνα ᾖ Νῶε χωρὶς καὶ οἱ υἱοὶ αὐτοῦ: καὶ ἡ γυνὴ, καὶ αἱ γυναῖκες τῶν υἱῶν αὐτοῦ. Εἰ γὰρ καὶ μία ἦν ἡ κιβωτὸς, καὶ κεκλεισμένη ἦν ἡ θύρα: ἀλλὰ ἐσχημάτιστο τὰ πράγματα. Εἰ καὶ κέκλεισται ἡ ἐκκλησία, καὶ πάντες ὑμεῖς ἔνδον: ἀλλὰ διεστάλθω τὰ πράγματα, ἄνδρες μετ' ἀνδρῶν, καὶ γυναῖκες μετὰ γυναικῶν: μὴ γένηται ἡ ὑπόθεσις τῆς σωτηρίας, πρόφασις ἀπωλείας: κἂν ἡ ὑπόθεσις καλὴ, πλησίον ἀλλήλων καθέζεσθαι, ἀλλὰ μακρὰν ἔστω τὰ πάθη. Εἶτα οἱ ἄνδρες καθεζόμενοι καὶ ἐχέτωσαν βιβλίον χρήσιμον: καὶ ὁ μέν τις ἀναγινωσκέτω, ὁ δέ τις ἀκουέτω: κἂν μὴ βιβλίον παρῇ, ὁ μὲν προσευχέσθω, ὁ δέ τι χρήσιμον λαλείτω. Καὶ ὁ σύλλογος πάλιν ὁ παρθενικὸς οὕτω συνειλέχθω, ἢ ψάλλων ἢ ἀναγινώσκων ἡσυχῇ: ὥστε λαλεῖν μὲν τὰ χείλη, μὴ ἀκούειν δὲ τὰ ἀλλότρια ὦτα. Γυναικὶ γὰρ λαλεῖν ἐν ἐκκλησίᾳ οὐκ ἐπιτρέπω: καὶ ἡ ἔγγαμος[ δὲ] ὁμοίως μιμείσθω: καὶ προσευχέσθω, καὶ τὰ χείλη κινείσθω, φωνὴ δὲ μὴ ἀκουέσθω: ἵνα παρέλθῃ Σαμουὴλ, ἵνα σου ἡ στεῖρα ψυχὴ γεννήσῃ τὴν σωτηρίαν Θεοῦ ἐπακούσαντος. Ὁ γὰρ Σαμουὴλ ταύτην ἔχει τὴν ἑρμηνείαν.

Intertext edge

Open linked passage

Note