Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Procatechesis
Cyril of JerusalemProcateche 16 · textus-receptusMore by Cyril of Jerusalem
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-jerusalem" aria-label="More works by Cyril of Jerusalem"> —
⋯
More
Original / primary: Textus receptus
16.1
Μέγα, τὸ προκείμενον βάπτισμα: αἰχμαλώτοις λύτρον: ἁμαρτημάτων ἄφεσις: θάνατος ἁμαρτίας: παλιγγενεσία ψυχῆς: ἔνδυμα φωτεινόν: σφραγὶς ἁγία ἀκατάλυτος: ὄχημα πρὸς οὐρανόν: παραδείσου τρυφή: βασιλείας πρόξενον: υἱοθεσίας χάρισμα. Ἀλλὰ δράκων παρὰ τὴν ὁδὸν τηρεῖ τοὺς περιπατοῦντας. βλέπε μὴ δάκῃ τῇ ἀπιστίᾳ. Βλέπει τοσούτους σωζομένους, καὶ ζητεῖ τίνα καταπίῃ. Πρὸς Πατέρα πνευμάτων εἰσέρχῃ, ἀλλὰ δι' ἐκείνου τοῦ δράκοντος διέρχῃ: πῶς οὖν αὐτὸν διέλθῃς; Ὑπόδησαι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης: ἵνα κἂν δάκῃ, μὴ βλάπτῃ: πίστιν ἔνοικον ἔχε, κραταιὰν ἐλπίδα, κρηπίδα ἰσχυρὰν, ἵνα διέλθῃς τὸν ἐχθρὸν, καὶ εἰσέλθῃς πρὸς τὸν δεσπότην. Τὴν σαυτοῦ καρδίαν ἑτοίμασον εἰς ὑποδοχὴν διδασκαλίας, εἰς κοινωνίαν ἁγίων μυστηρίων. Εὔχου πυκνότερον, ἵνα ὁ Θεός σε καταξιώσῃ τῶν ἐπουρανίων καὶ ἀθανάτων μυστηρίων. Μήτε ἡμέραν ἄργει, μήτε νύκτα: ἀλλ' ὅταν ὁ ὕπνος ἐκ τῶν ὀμμάτων σου ἐκπέσῃ, τότε ἡ διάνοιά[ σου] εἰς προσευχὴν σχολαζέτω. Κἂν ἴδῃς λογισμὸν αἰσχρὸν ἀναβάντα εἰς τὴν διάνοιάν σου, λάβε κρίσεως ὑπομνηστικὸν σωτηρίας: σχόλασον τὴν διάνοιαν εἰς τὸ μαθεῖν, ἵνα ἐπιλάθῃ φαύλων πραγμάτων. Ἐὰν ἴδῃς τινά σοι λέγοντα: Καὶ εἰσέρχῃ εἰς τὸ ὕδωρ καταβῆναι; ἄρτι γὰρ οὐκ ἔχει ἡ πόλις βαλανεῖα; Γίνωσκε ὅτι ὁ δράκων τῆς θαλάσσης ταῦτά σοι κατασκευάζει: μὴ πρόσεχε τοῖς χείλεσι τοῦ λαλοῦντος, ἀλλὰ τῷ ἐνεργοῦντι Θεῷ. Φύλασσε τὴν σαυτοῦ ψυχὴν, ὅπως ἄληπτος γένῃ: ἵνα παραμείνας τῇ ἐλπίδι, κληρονόμος γένῃ σωτηρίας αἰωνίου.

Intertext edge

Open linked passage

Note