Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Procatechesis
Cyril of JerusalemProcateche 17 · textus-receptusMore by Cyril of Jerusalem
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-jerusalem" aria-label="More works by Cyril of Jerusalem"> —
⋯
More
Original / primary: Textus receptus
17.1
Ἡμεῖς μὲν ταῦτα, ὡς ἄνθρωποι, καὶ παραγγέλλομεν καὶ διδάσκομεν. Μὴ ποιήσητε δὲ τὴν οἰκοδομὴν ἡμῶν χόρτον, καὶ καλάμην, καὶ ἄχυρα: ἵνα μὴ τοῦ ἔργου κατακαέντος, ζημιωθῶμεν: ἀλλὰ ποιήσατε τὸ ἔργον χρυσίον, καὶ ἀργύριον, καὶ λίθους τιμίους. Ἐν ἐμοὶ μὲν γάρ ἐστι τὸ εἰπεῖν, ἐν σοὶ δὲ τὸ προθέσθαι, ἐν Θεῷ δὲ τὸ τελειῶσαι. Νευρώσωμεν τὴν διάνοιαν: συντείνωμεν τὴν ψυχήν: ἑτοιμάσωμεν τὴν καρδίαν: περὶ ψυχῆς τρέχομεν: περὶ αἰωνίων πραγμάτων ἐλπίζομεν. Δυνατὸς δὲ ὁ Θεὸς,[ ὁ τὰς καρδίας ὑμῶν εἰδὼς, καὶ γινώσκων τίς μέν ἐστι γνήσιος, τίς δὲ ὑποκριτὴς] τὸν μὲν γνήσιον φυλάξαι, τὸν δὲ ὑποκριτὴν πιστοποιῆσαι. Δύναται γὰρ ὁ Θεὸς καὶ τὸν ἄπιστον πιστοποιῆσαι, ἐὰν μόνον δῷ τὴν καρδίαν. Καὶ ἐξαλείψαι τὸ καθ' ὑμῶν χειρόγραφον: ἀμνηστίαν δὲ ὑμῖν παράσχοι τῶν πρώτων παραπτωμάτων: φυτεύσοι δὲ ὑμᾶς εἰς τὴν Ἐκκλησίαν, καὶ στρατεύσοι ὑμᾶς ἑαυτῷ, ὅπλα περιβαλὼν τῆς δικαιοσύνης: οὐρανίων δὲ πραγμάτων καινῆς διαθήκης πληρώσειε, καὶ Πνεύματος ἁγίου σφραγίδα δώῃ ἀνεξάλειπτον εἰς τοὺς αἰῶνας, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Προσλόγιον.

Intertext edge

Open linked passage

Note