Procatechesis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-jerusalem" aria-label="More works by Cyril of Jerusalem">
—
⋯
Original / primary: Textus receptus
3.1
Ἐπολυπραγμόνησέ τίς ποτε τὸν γάμον ἐν τοῖς εὐαγγελίοις: καὶ ἀνάξιον ἔνδυμα λαβὼν εἰσῆλθε, καὶ ἀνέπεσε, καὶ ἔφαγε: συνεχώρησε γὰρ ὁ νυμφίος. Ἔδει δὲ αὐτὸν ἰδόντα τὸ λευχειμονοῦν πάντων, καὶ αὐτὸν ἀναλαβέσθαι τοιοῦτον ἔνδυμα. Ἀλλ' ἴσων μὲν μετελάμβανε βρωμάτων: ἀνισότητα δὲ εἶχε σχημάτων καὶ προαιρέσεως. Ἀλλ' ὁ νυμφίος, εἰ καὶ δαψιλὴς, ἀλλ' οὐκ ἄκριτος: περιερχόμενος δὲ τῶν ἀνακειμένων ἕκαστον καὶ θεωρῶν,[ ἔμελε γὰρ αὐτῷ, οὐχ ὅπως φάγωσιν, ἀλλ' ὅπως εὐσχημονῶσιν] ἰδών τινα ἀλλότριον, μὴ ἔχοντα γάμου ἔνδυμα, ἔλεγε πρὸς αὐτόν: Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε; ποίῳ χρώματι; ποίᾳ συνειδήσει; ἔστω, ὁ θυρωρὸς οὐκ ἐκώλυσε, διὰ τὸ δαψιλὲς τοῦ παρέχοντος: ἔστω, ἄγνοιαν εἶχες ποταπῷ δεῖ σχήματι εἰσελθεῖν εἰς τὸ συμπόσιον: εἰσῆλθες, εἶδες ἀστράπτοντα ὥσπερ τὰ σχήματα τῶν ἀνακειμένων: οὐκ ἔδει σε κἂν ἐκ τῶν φαινομένων διδαχθῆναι; οὐκ ἔδει σε ἐξελθεῖν εὐκαίρως, ἵνα καὶ εὐκαίρως εἰσέλθῃς; Νῦν δὲ ἀκαίρως εἰσῆλθες, ἵνα ἀκαίρως ἐκβληθῇς. Καὶ προστάσσει τοῖς ὑπηρέταις: Δήσατε αὐτοῦ πόδας, τοὺς τολμηρῶς εἰσβάλλοντας: δήσατε αὐτοῦ χεῖρας, τὰς μὴ εἰδυίας ἔνδυμα περιβαλέσθαι φαιδρόν: καὶ ἐκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον: ἀνάξιος γάρ ἐστι λαμπάδων νυμφικῶν. Ἰδὲ τί συνέβη τῷ τότε: ἀσφάλισαι τὰ σεαυτοῦ.