Procatechesis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-jerusalem" aria-label="More works by Cyril of Jerusalem">
—
⋯
Original / primary: Textus receptus
5.1
Ἐγχωρεῖ σε καὶ προφάσει ἄλλῃ ἐλθεῖν: ἐγχωρεῖ γὰρ καὶ ἄνδρα βούλεσθαι γυναικὶ καθικετεῦσαι, καὶ διὰ τοῦτο προσελθεῖν: ἀντιστρέφει καὶ ἐπὶ γυναικῶν τὸ ὅμοιον ὁ λόγος: καὶ δοῦλος πολλάκις δεσπότῃ, καὶ φίλος φίλῳ ἀρέσαι ἠθέλησε. Δέχομαι τὸ δέλεαρ τοῦ ἀγκίστρου, καὶ καταδέχομαί σε, κακῇ προαιρέσει μὲν ἐλθόντα, ἐλπίδι δὲ ἀγαθῇ σωθησόμενον. Ἴσως οὐκ ᾔδεις ποῦ ἔρχῃ, οὐδὲ ποία σε σαγήνη λαμβάνει: γέγονας εἴσω δικτύων ἐκκλησιαστικῶν: ζωγρήθητι: μὴ φύγῃς: ἀγκιστρεύει γάρ σε Ἰησοῦς, οὐχ ἵνα θανατώσῃ, ἀλλ' ἵνα θανατώσας ζωοποιήσῃ: δεῖ γάρ σε ἀποθανεῖν καὶ ἀναστῆναι: ἤκουσας γὰρ τοῦ Ἀποστόλου λέγοντος: Νεκροὶ μὲν τῇ ἁμαρτίᾳ, ζῶντες δὲ τῇ δικαιοσύνῃ: ἀπόθανε τοῖς ἁμαρτήμασι, καὶ ζῆσον τῇ δικαιοσύνῃ: ἀπὸ τοῦ σήμερον ζῆσον.