Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Procatechesis
Cyril of JerusalemProcateche 9 · textus-receptusMore by Cyril of Jerusalem
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-jerusalem" aria-label="More works by Cyril of Jerusalem"> —
⋯
More
Original / primary: Textus receptus
9.1
Οἱ δὲ πόδες σου εἰς τὰς κατηχήσεις σπευδέτωσαν. Τοὺς ἐπορκισμοὺς δέχου μετὰ σπουδῆς: κἂν ἐμφυσηθῇς, κἂν ἐπορκισθῇς, σωτηρία σοι τὸ πρᾶγμα. Νόμισον εἶναι ἀργὸν χρυσὸν, καὶ δεδολωμένον, ποικίλαις ὕλαις ἀναμεμιγμένον, χαλκῷ, καὶ κασσιτέρῳ, καὶ σιδήρῳ, καὶ μολύβδῳ: ζητοῦμεν τὸν χρυσὸν μόνον ἔχειν: χρυσὸς μὴ δύναται ἄνευ πυρὸς καθαρθῆναι τὰ ἀνοίκεια: οὕτως ἄνευ ἐπορκισμῶν οὐ δύναται καθαρθῆναι ψυχή: εἰσὶ δὲ θεῖοι, ἐκ θείων γραφῶν συνειλεγμένοι: ἐσκέπασταί σου τὸ πρόσωπον, ἵνα σχολάσῃ λοιπὸν ἡ διάνοια: ἵνα μὴ τὸ βλέμμα ῥεμβόμενον ποιήσῃ ῥέμβεσθαι καὶ τὴν καρδίαν. Τῶν δὲ ὀφθαλμῶν ἐσκεπασμένων, οὐκ ἐμποδίζεται τὰ ὦτα δέξασθαι τὸ σωτήριον. Ὃν γὰρ τρόπον οἱ τῆς χρυσοχοϊκῆς ἐργασίας ἔμπειροι, διὰ τινῶν λεπτῶν ὀργάνων τὸ πνεῦμα τῷ πυρὶ παρεμβάλλοντες, καὶ τὸ ἐν τῇ χώνῃ κεκρυμμένον χρυσίον ἀναφυσῶντες, τὴν παρακειμένην ἐρεθίζοντες φλόγα εὑρίσκουσι τὸ ζητούμενον: οὕτω τῶν ἐπορκιζόντων, διὰ Πνεύματος θείου ἐμβαλλόντων τὸν φόβον, καὶ ὥσπερ ἐν χώνῃ, τῷ σώματι, τὴν ψυχὴν ἀναζωπυρούντων: φεύγει μὲν ὁ ἐχθρὸς δαίμων, παραμένει δὲ ἡ σωτηρία, καὶ παραμένει ἡ ἐλπὶς τῆς αἰωνίου ζωῆς, καὶ λοιπὸν ἡ ψυχὴ καθαρθεῖσα τῶν ἁμαρτημάτων ἔχει τὴν σωτηρίαν. Παραμένωμεν τοίνυν τῇ ἐλπίδι, ἀδελφοὶ, καὶ δῶμεν ἑαυτοὺς, καὶ ἐλπίσωμεν: ἵνα ὁ Θεὸς τῶν ὅλων, τὴν ἡμετέραν προαίρεσιν ἰδὼν, καθάρῃ μὲν ἡμᾶς τῶν ἁμαρτιῶν, ἐλπίδας δὲ ἡμῖν ἀγαθὰς παράσχῃ τῶν πραγμάτων, καὶ δώῃ ἡμῖν μετάνοιαν σωτηρίας. Θεὸς ἐκάλεσε, σὺ δὲ ἐκλήθης.

Intertext edge

Open linked passage

Note