Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Cyrillus Hierosolymitanus
Catecheses ad illuminandos
Illu 10.1
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
10.1.1
Οἳ πιστεύειν ΕΙΣ ἙΝΑ ΘΕΟΝ ΠΑΤΕΡΑ ΠΑΝΤΟΚΡΑΤΟΡΑ δεδιδαγμένοι, καὶ ΕΙΣ ὙΙΟΝ ΜΟΝΟΓΕΝΗ πιστεύειν ὀφείλουσιν. Ὁ γὰρ ἀρνούμενος τὸν Υἱὸν, οὐδὲ τὸν Πατέρα ἔχει. Ἐγώ εἰμι ἡ θύρα, φησὶν ὁ Ἰησοῦς· οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι' ἐμοῦ. Ἐὰν [γὰρ] ἀρνήσῃ τὴν θύραν, ἀποκέκλεισταί σοι ἡ πρὸς τὸν Πατέρα γνῶσις. Οὐδεὶς ἐπιγινώσκει Πατέρα, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν Υἱὸς ἀποκαλύψῃ· ἐὰν [γὰρ] ἀρνήσῃ τὸν ἀποκαλύπτοντα, μένεις ἐν ἀγνωσίᾳ. Ἀπόφασίς ἐστιν ἐν εὐαγγελίοις λέγουσα· Ὁ μὴ πιστεύων εἰς τὸν Υἱὸν, οὐκ ὄψεται ζωὴν, ἀλλ' ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ' αὐτόν· ἀγανακτεῖ γὰρ Πατὴρ, Υἱοῦ τοῦ μονογενοῦς ἀθετουμένου. Δεινὸν μὲν γὰρ βασιλεῖ, καὶ τὸν στρατιώτην ἁπλῶς ἀτιμασθῆναι· ὅταν δὲ τῶν ἐνδοξοτέρων τις ὑπασπιστῶν ἢ φίλων ἀτιμασθῇ, τότε προστίθεται μείζων ἡ ὀργή· ἐὰν δὲ καὶ αὐτόν τις τὸν μονογενῆ υἱὸν τοῦ βασιλέως ὑβρίσῃ, τίς παρακαλέσει πατέρα ὑπὲρ υἱοῦ μονογενοῦς ἀγανακτοῦντα;

Intertext edge

Open linked passage

Note