Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Cyrillus Hierosolymitanus
Catecheses ad illuminandos
Illu 12.1
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
12.1.1
Ἁγνείας σύντροφοι καὶ σωφροσύνης μαθηταί, τὸν ἐκ παρθένου γεννηθέντα θεὸν ἁγνείας μεστοῖς χείλεσιν ἀνυμνήσωμεν. οἱ τοῦ νοητοῦ προβάτου τῶν κρεῶν μεταλαβεῖν καταξιούμενοι κεφαλὴν μετὰ τῶν ποδῶν μεταλάβωμεν, κεφαλῆς μὲν τῆς θεότητος νοουμένης, ποδῶν δὲ τῆς ἀνθρωπότητος ἐκλαμβανομένης. οἱ τῶν ἁγίων εὐαγγελίων ἀκροαταὶ Ἰωάννῃ τῷ θεολόγῳ πεισθῶμεν. ὁ γὰρ εἰπών, Ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγος, ἐπήγαγε λέγων, Καὶ ὁ λόγος σὰρξ ἐγένετο. οὔτε γὰρ τὸν ψιλὸν ἄνθρωπον προσκυνεῖν ὅσιον, οὔτε θεὸν μόνον λέγειν χωρὶς τῆς ἀνθρωπότητος εὐσεβές. εἰ γὰρ θεὸς ὁ Χριστός, ὥσπερ οὖν καὶ ἔστι, μὴ ἀνέλαβε δὲ τὴν ἀνθρωπότητα, τῆς σωτηρίας ἀλλότριοι καθεστήκαμεν. προσκυνείσθω μὲν ὡς θεός, πιστευέσθω δὲ ὅτι καὶ ἐνηνθρώπησεν. οὔτε γὰρ τὸ λέγειν ἄνθρωπον ἄνευ θεότητος ἐπωφελές, οὔτε τὴν ἀνθρωπότητα μὴ συνομολογεῖν τῇ θεότητι σωτήριον. ὁμολογήσωμεν τοῦ βασιλέως καὶ ἰατροῦ τὴν παρου σίαν. ὁ γὰρ βασιλεὺς Ἰησοῦς ἰατρεύειν μέλλων λέντιον ἀνθρωπότητος περιζωσάμενος ἐθεράπευσε τὸ νοσοῦν. ὁ τέλειος τῶν νηπίων διδάσκαλος συνενηπίασε τοῖς νηπίοις, ἵνα σοφίσῃ τοὺς ἄφρονας. ὁ ἐπουράνιος ἄρτος κατῆλθεν ἐπὶ τῆς γῆς, ἵνα θρέψῃ τοὺς λιμώσσοντας.

Intertext edge

Open linked passage

Note