Cyrillus Hierosolymitanus
Catecheses ad illuminandos
Illu 14.1
Choose a text
More by Cyrillus Hierosolymitanus
—
Pg Scrape Grc
14.1.1
Εὐφράνθητι Ἱερουσαλήμ, καὶ πανηγυρίσατε πάντες οἱ ἀγαπῶντες Ἰησοῦν· ἐγήγερται γάρ. χαίρετε πάντες ὅσοι πρότερον ἐπενθήσατε τὰς Ἰουδαίων τόλμας τε καὶ παρανομίας ἀκούσαντες· ὁ γὰρ ὑβρισθεὶς ὑπ' αὐτῶν ἐνταῦθα πάλιν ἠγέρθη. καὶ ὥσπερ ἡ κατὰ τὸν σταυρὸν ἀκρόασις λυπηρά τις ἦν, οὕτως ὁ περὶ τῆς ἀναστάσεως εὐαγγελισμὸς εὐφραινέτω τοὺς παρόντας. τὸ πένθος εἰς εὐφροσύνην σταφήτω καὶ ὁ κοπετὸς εἰς χαράν, καὶ πλησθήτω χαρᾶς καὶ εὐφροσύνης τὸ στόμα ἡμῶν διὰ τὸν μετὰ τὴν ἀνάστασιν εἰπόντα Χαίρετε. οἶδα γὰρ τῶν φιλοχρίστων ἐν ταῖς παρελθούσαις ἡμέραις τὴν λύπην· ἐπειδὴ τῶν λεγομένων καταληξάντων μὲν εἰς τὸν θάνατον καὶ τὴν ταφήν, τὴν δὲ ἀνάστασιν μὴ εὐαγγελισαμένων, ἐκκρεμὴς ἦν διάνοια πρὸς τὸ ἀκοῦσαι τὸ ποθούμενον. ἐγήγερται τοίνυν ὁ νεκρός, ὁ ἐν νεκροῖς ἐλεύθερος καὶ νεκρῶν ἐλευθερωτής. ὁ κατὰ ἀτιμίαν δι' ὑπομονῆς τὸν στέφανον τῶν ἀκανθῶν περιδεδεμένος οὗτος ἀναστὰς τὸ διάδημα τῆς κατὰ τοῦ θανάτου νίκης διεδήσατο.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).