Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Cyrillus Hierosolymitanus
Catecheses ad illuminandos
Illu 14.8.1
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
14.8.1
Λάμβανε δὴ καὶ ἄλλην μαρτυρίαν ἐν τῷ ὀγδοηκοστῷ ἑβδόμῳ ψαλμῷ, Χριστοῦ λέγοντος ἐν προφήταις (αὐτὸς γὰρ ὁ λαλῶν τότε ὕστερον παρεγένετο)· κύριε ὁ θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐξέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου. καὶ μετ' ὀλίγα· ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος, ἐν νεκροῖς ἐλεύθερος. οὐκ εἶπεν ἐγενήθην ἄνθρωπος ἀβοήθητος, ἀλλ' ὡσεὶ ἄνθρωπος ἀβοήθητος. καὶ γὰρ ἐσταυρώθη οὐκ ἐξ ἀσθενείας, ἀλλ' ἑκουσίως, καὶ οὐκ ἐξ ἀσθενείας ἀκουσίου ἦν ὁ θάνατος. προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον. καὶ τί τὸ σύσσημον; ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ' ἐμοῦ. πεφεύ γασι γὰρ οἱ μαθηταί. μὴ τοῖς νεκροῖς ποιήσῃς θαυμάσια; εἶτα μετ' ὀλίγα· καὶ ἐγώ, κύριε, πρὸς σὲ ἐκέκραξα, καὶ τὸ πρωὶ ἡ προσευχή μου προφθάσει σε. βλέπεις πῶς δηλοῦσι καὶ τὸν καιρὸν τῆς ὥρας καὶ τοῦ πάθους καὶ τῆς ἀναστάσεως;
14.9.1
Καὶ πόθεν ἐγήγερται ὁ σωτήρ; λέγει ἐν τοῖς ᾄσμασι τῶν ᾀσμάτων· ἀνάστα, ἐλθὲ ἡ πλησίον μου, καὶ ἐν τοῖς ἑξῆς· ἐν σκέπῃ τῆς πέτρας. σκέπην τῆς πέτρας εἶπε τὴν τότε πρὸ τῆς θύρας τοῦ σωτηρίου μνήματος οὖσαν σκέπην, καὶ ἐξ αὐτῆς τῆς πέτρας, καθὼς σύνηθες ἐνταῦθα γίνεσθαι πρὸ τῶν μνημάτων, λελαξευμένην. νῦν γὰρ οὐ φαίνεται, ἐπειδὴ τότε ἐξεκολάφθη τὸ προσκέπασμα διὰ τὴν παροῦσαν εὐκοσμίαν. πρὸ γὰρ τῆς ἐκ βασιλικῆς φιλοτιμίας κατασκευῆς τοῦ μνήματος σκέπη ἦν ἔμπροσθεν τῆς πέτρας. Ἀλλὰ ποῦ ἐστιν ἡ πέτρα ἡ ἔχουσα τὴν σκέπην; ἆρα περὶ τὰ μέσα τῆς πόλεως κεῖται, ἢ περὶ τὰ τείχη καὶ τὰ τελευταῖα; καὶ πότερον ἐν τοῖς ἀρχαίοις τείχεσίν ἐστιν, ἢ τοῖς ὕστερον γενομένοις προτειχίσμασιν; λέγει τοίνυν ἐν τοῖς ᾄσμασιν· ἐν σκέπῃ τῆς πέτρας, ἐχόμενα τοῦ προτειχίσματος.
14.10.1
Ποίῳ καιρῷ ἐγείρεται ὁ σωτήρ; ἆρα θέρους ὁ καιρὸς ἢ ἄλλος; ἐν αὐτοῖς τοῖς ᾄσμασιν ἀνωτέρω τῶν εἰρημένων εὐθὺς λέγει· ὁ χειμὼν παρῆλθεν, ὁ ὑετὸς παρῆλθεν ἑαυτῷ καὶ ἐπορεύθη, τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ, καιρὸς τῆς τομῆς νεκρός, ὁ ἐν νεκροῖς ἐλεύθερος καὶ νεκρῶν ἐλευθερωτής. ὁ κατὰ ἀτιμίαν δι' ὑπομονῆς τὸν στέφανον τῶν ἀκανθῶν περιδεδεμένος οὗτος ἀναστὰς τὸ διάδημα τῆς κατὰ τοῦ θανάτου νίκης διεδήσατο.
14.2.2
Ἀλλ' ὥσπερ τὰς περὶ τοῦ σταυροῦ αὐτοῦ μαρτυρίας παρεθέμεθα, οὕτω φέρε καὶ νῦν τὰς περὶ τῆς ἀναστάσεως ἀποδείξεις πιστοποιησώμεθα. ἐπειδὴ ὁ παρὼν ἀπόστολός φησιν· ἐτάφη καὶ ἐγήγερται τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς γραφάς. ἀποστόλου τοίνυν εἰς τὰς μαρτυρίας τῶν γραφῶν ἡμᾶς ἀναπέμψαντος καλόν ἐστιν ἡμᾶς ἐπιγνῶναι τῆς ἡμετέρας σωτηρίας τὴν ἐλπίδα, καὶ μαθεῖν πρῶτον, εἰ αἱ θεῖαι γραφαὶ λέγουσιν ἡμῖν τὸν καιρὸν τῆς ἀναστάσεως αὐτοῦ, πότερον ἐν θέρει ἢ ἐν φθινοπώρῳ γίνεται ἢ καὶ μετὰ χειμῶνα, καὶ ἐκ ποίων τόπων ὁ σωτὴρ ἐγήγερται, καὶ τί τὸ ὄνομα τοῦ τόπου τῆς ἀναστάσεως ἐν τοῖς θαυμασίοις προφήταις ἀνηγόρευται, καὶ εἰ γυναῖκες αἱ ζητοῦσαι αὐτὸν καὶ μὴ εὑροῦσαι πάλιν εὑροῦσαι χαίρουσιν, ἵνα τῶν εὐαγγελίων ἀναγινωσκομένων μὴ μῦθοι μηδὲ ῥαψῳδίαι νομίζωνται τῶν ἁγίων εὐαγγελίων αἱ διηγήσεις.
14.3.2
Ὅτι μὲν οὖν ἐτάφη ὁ σωτήρ, ἀκήκοατε σαφῶς ἐν τῇ προτέρᾳ διαλέξει τοῦ Ἡσαΐου λέγοντος· ἔσται ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ (εἰρηνοποίησε γὰρ ἐν τῇ ταφῇ αὐτοῦ οὐρανὸν καὶ τὴν γῆν, τοὺς ἁμαρτωλοὺς προσάγων τῷ θεῷ), καὶ ὅτι ἀπὸ προσώπου ἀδικίας ἦρται ὁ δίκαιος, καὶ ἔσται ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ, καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ. καὶ ἡ προφητεία τοῦ Ἰακὼβ λέγουσα ἐν ταῖς γραφαῖς· ἀναπεσὼν ἐκοιμήθη ὡς λέων καὶ ὡς σκύμνος. τίς ἐγερεῖ αὐτόν; καὶ τὸ ἐν ἀριθμοῖς παραπλήσιον· κατακλιθεὶς ἀνεπαύσατο ὡς λέων καὶ ὡς σκύμνος. καὶ τοῦ ψαλμοῦ λέγοντος ἠκούσατε πολ λάκις· καὶ εἰς χοῦν θανάτου κατήγαγές με. καὶ τὸν τόπον δὲ ἐπεσημειωσάμεθα ἐν τῷ λέγειν ἐμβλέψατε εἰς τὴν πέτραν ἣν ἐλατομήσατε. λοιπὸν δὲ περὶ αὐτῆς τῆς ἀναστάσεως αὐτοῦ παρακολουθείτωσαν ἡμῖν αἱ μαρτυρίαι.
14.4.2
Λέγει τοίνυν πρῶτον ἐν τῷ ἑνδεκάτῳ ψαλμῷ· ἕνεκεν τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ τοῦ στεναγμοῦ τῶν πενήτων νῦν ἀναστήσομαι, λέγει κύριος. ἀλλ' ἔτι τοῦτο παρά τισιν ἀμφίβολον τυγχάνει. πολλάκις γὰρ καὶ εἰς ὀργὴν ἐγείρεται πρὸς τὸ λαβεῖν ἐκδίκησιν παρὰ τῶν ἐχθρῶν. Ἐλθὲ τοίνυν ἐπὶ τὸν πεντεκαιδέκατον ψαλμὸν λέγοντα σαφῶς· φύλαξόν με, κύριε, ὅτι ἐπὶ σοὶ ἤλπισα. καὶ μετὰ ταῦτα· οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν ἐξ αἱμάτων οὐδὲ μὴ μνησθῶ τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου· ἐπειδὴ ἐμὲ παραιτησάμενοι βασιλέα ἑαυτῶν ἐπέγραψαν τὸν Καίσαρα. καὶ τὰ ἑξῆς· προωρώμην τὸν κύριον ἐνώπιόν μου διαπαντός, ὅτι ἐκ δεξιῶν μού ἐστιν ἵνα μὴ σαλευθῶ. καὶ μετ' ὀλίγον· ἔτι δὲ καὶ ἕως νυκτὸς ἐπαίδευσάν με οἱ νεφροί μου. καὶ μετὰ ταῦτα σαφέστατα λέγει· ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. οὐκ εἶπεν οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν θάνατον, ἐπεὶ οὐκ ἀπέθνησκεν, ἀλλὰ τὴν μὲν διαφθοράν, φησίν, οὐ βλέπω, ἐν δὲ τῷ θανάτῳ οὐκ ἀπομενῶ. ἐγνώρισάς μοι ὁδοὺς ζωῆς. ἰδοὺ σαφῶς μετὰ τὸν θάνατον ζωὴ κηρύσσεται. Ἐλθὲ καὶ ἐπὶ τὸν εἰκοστὸν ἔννατον ψαλμόν. ὑψώσω σε κύριε, ὅτι ὑπέλαβές με καὶ οὐκ εὔφρανας τοὺς ἐχθρούς μου ἐπ' ἐμέ. τί τὸ γενόμενον; ἐξ ἐχθρῶν ἐῤῥύσθης; ἢ μέλλων τύπτεσθαι ἀπηλλάγης; αὐτὸς σαφέστατα λέγει· κύριε ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου. ἐκεῖ λέγει οὐκ ἐγκαταλείψεις, προφητικῶς, καὶ ὧδε λέγει τὸ μέλλον γίνεσθαι ὡς γεγενημένον, ὅτι ἀνήγαγες, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον. ἐν ποίῳ καιρῷ τὸ ἐσόμενον; τὸ ἑσπέρας αὐλισθήσεται κλαυθμός, καὶ εἰς τὸ πρωὶ ἀγαλλίασις. ὀψὲ γὰρ τῶν μαθητῶν ἦν τὸ πένθος, καὶ πρωὶ τῆς ἀναστάσεως ἡ εὐφροσύνη.
14.5.2
Θέλεις γνῶναι καὶ τὸν τόπον; λέγει πάλιν ἐν ᾄσμασιν· εἰς κῆπον καρύας κατέβην. κῆπος γὰρ ἦν ὅπου ἐσταυρώθη. εἰ γὰρ καὶ τὰ μάλιστα νῦν βασιλικαῖς δωρεαῖς ἐφαιδρύνθη, ἀλλὰ κῆπος ἦν πρότερον, καὶ τὰ σύμβολα τούτου μένει καὶ τὰ λείψανα. κῆπος κεκλεισμένος, πηγὴ ἐσφραγισμένη ὑπὸ τῶν Ἰουδαίων τῶν λεγόντων· ἐμνήσθημεν ὅτι ὁ πλάνος ἐκεῖνος ἔτι ζῶν εἶπεν, ὅτι μετὰ τρεῖς ἡμέρας ἐγείρομαι, κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον. καὶ ἑξῆς· οἱ δὲ πορευθέντες ἠσφαλίσαντο τὸν τάφον, σφραγίσαντες τὸν λίθον μετὰ τῆς κουστωδίας. πρὸς οὓς καλῶς ἀποτεινόμενός τις εἶπε· καὶ εἰς ἀνάπαυσιν αὐτοὺς κρινεῖς. τίς δέ ἐστιν ἡ πηγὴ ἡ ἐσφραγισμένη; ἢ τίς ἑρμηνεύεται πηγὴ φρέατος ὕδατος ζῶντος; αὐτός ἐστιν ὁ σωτήρ, περὶ οὗ γέγραπται· ὅτι παρὰ σοὶ πηγὴ ζωῆς.
14.6.2
Ἀλλὰ τί λέγει τοῖς μαθηταῖς ὁ Σοφονίας ἐκ προσώπου τοῦ Χριστοῦ; ἑτοιμάζου, ὄρθριζε, διέφθαρται πᾶσα ἡ ἐπιφυλλὶς αὐτῶν, τῶν Ἰουδαίων δηλονότι, παρ' οἷς οὐ καταλέλειπται βότρυς σωτηρίας, ἀλλ' οὐδὲ ἐπιφυλλίς. ἐκκόπτεται γὰρ ἡ ἄμπελος αὐτῶν. βλέπε πῶς λέγει πρὸς τοὺς μαθητάς· ἑτοιμάζου, ὄρθρισον· ὄρθρου προσδόκα τὴν ἀνάστασιν. Καὶ ἑξῆς κατὰ τὴν αὐτὴν ἀκολουθίαν τῆς γραφῆς φησι· διὰ τοῦτο ὑπόμεινόν με, λέγει κύριος, εἰς ἡμέραν ἀναστάσεώς μου εἰς μαρτύριον. βλέπεις ὅτι καὶ τὸν τόπον τῆς ἀναστάσεως προεῖδεν ὁ προφήτης μαρτύριον ἐπικληθησόμενον; τίνι γὰρ τῷ λόγῳ μὴ κατὰ τὰς λοιπὰς ἐκκλησίας ὁ τοῦ Γολγοθᾶ καὶ τῆς ἀναστάσεως οὗτος ὁ τόπος ἐκκλησία καλεῖται, ἀλλὰ μαρτύριον; ἀλλ' ἴσως διὰ τὸν προφήτην τὸν εἰπόντα· εἰς ἡμέραν ἀναστάσεώς μου εἰς μαρτύριον.
14.7.2
Καὶ τίς ἐστιν ἄρα οὗτος; καὶ τί τὸ σημεῖον τοῦ ἀνισταμένου; σαφῶς ἐν τοῖς ἑξῆς ἐν τῇ αὐτῇ ἀκολουθίᾳ τοῦ προφήτου φησίν· ὅτι τότε μεταστρέψω ἐπὶ λαοὺς γλῶσσαν (ἐπειδὴ μετὰ τὴν ἀνάστασιν ἀποσταλέντος τοῦ ἁγίου πνεύματος ἐδόθη χάρις γλωσσῶν) πρὸς τὸ δουλεύειν τῷ κυρίῳ ὑπὸ ζυγὸν ἕνα. καὶ τί ἄλλο σύμβολον ἐν τῷ αὐτῷ πρόσκειται προφήτῃ τοῦ δουλεύειν κυρίῳ ὑπὸ ζυγὸν ἕνα; ἐκ περάτων ποταμῶν Αἰθιοπίας οἴσουσί μοι θυσίας. οἶδας τὸ γεγραμμένον ἐν ταῖς πράξεσιν, ὅτε ἦλθεν αἰθίοψ εὐνοῦχος ἐκ περάτων ποταμῶν Αἰθιοπίας. Ὅταν τοίνυν καὶ τὸν καιρόν, καὶ τοῦ τόπου τὸ ἰδίωμα, ὅταν καὶ τὰ μετὰ τὴν ἀνάστασιν σημεῖα λέγωσιν αἱ γραφαί, πιστοποιοῦ λοιπὸν εἰς τὴν ἀνάστασιν, καὶ μηδείς σε σαλευέτω ἀπὸ τοῦ ὁμολογεῖν Χριστὸν ἐκ νεκρῶν ἐγηγερμένον.
14.8.2
Λάμβανε δὴ καὶ ἄλλην μαρτυρίαν ἐν τῷ ὀγδοηκοστῷ ἑβδόμῳ ψαλμῷ, Χριστοῦ λέγοντος ἐν προφήταις (αὐτὸς γὰρ ὁ λαλῶν τότε ὕστερον παρεγένετο)· κύριε ὁ θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐξέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου. καὶ μετ' ὀλίγα· ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος, ἐν νεκροῖς ἐλεύθερος. οὐκ εἶπεν ἐγενήθην ἄνθρωπος ἀβοήθητος, ἀλλ' ὡσεὶ ἄνθρωπος ἀβοήθητος. καὶ γὰρ ἐσταυρώθη οὐκ ἐξ ἀσθενείας, ἀλλ' ἑκουσίως, καὶ οὐκ ἐξ ἀσθενείας ἀκουσίου ἦν ὁ θάνατος. προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον. καὶ τί τὸ σύσσημον; ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ' ἐμοῦ. πεφεύ γασι γὰρ οἱ μαθηταί. μὴ τοῖς νεκροῖς ποιήσῃς θαυμάσια; εἶτα μετ' ὀλίγα· καὶ ἐγώ, κύριε, πρὸς σὲ ἐκέκραξα, καὶ τὸ πρωὶ ἡ προσευχή μου προφθάσει σε. βλέπεις πῶς δηλοῦσι καὶ τὸν καιρὸν τῆς ὥρας καὶ τοῦ πάθους καὶ τῆς ἀναστάσεως;

Intertext edge

Open linked passage

Note