Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Cyrillus Hierosolymitanus
Catecheses ad illuminandos
Illu 16.1
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
16.1.1
Πνευματικῆς ἀληθῶς χρεία τῆς χάριτος, ἵνα περὶ πνεύματος ἁγίου διαλεχθῶμεν· οὐχ ἵνα τὸ κατ' ἀξίαν εἴπωμεν, ἀδύνατον γάρ, ἀλλ' ἵνα τὰ ἀπὸ τῶν θείων γραφῶν εἰπόντες ἀκινδύνως διέλθωμεν. φόβος γὰρ ἀληθῶς μέγας ἐν τοῖς εὐαγγελίοις γέγραπται τοῦ Χριστοῦ σαφῶς εἰρηκότος· ὃς δ' ἂν εἴπῃ λόγον κατὰ τοῦ πνεύματος τοῦ ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ, οὔτε ἐν τῷ αἰῶνι τούτῳ, οὔτε ἐν τῷ μέλλοντι. καὶ ἔστι πολλάκις δέος, μή ποτέ τις ἢ ἐξ ἀγνοίας ἢ ἐκ νομιζομένης εὐλαβείας εἰπὼν ὃ μὴ χρὴ περὶ αὐτοῦ λάβῃ τὴν καταδίκην. ὁ κριτὴς ζώντων καὶ νεκρῶν Ἰησοῦς Χριστὸς ἀπεφήνατο ὅτι οὐκ ἔχει ἄφεσιν. ἐὰν οὖν τις πταίσῃ, ποίαν ἔχει τὴν ἐλπίδα;

Intertext edge

Open linked passage

Note