Cyrillus Hierosolymitanus
Catecheses ad illuminandos
Illu 16.21.1
Choose a text
More by Cyrillus Hierosolymitanus
—
Pg Scrape Grc
16.21.1
Καὶ θέλεις γνῶναι ὅτι τῇ δυνάμει τοῦ ἁγίου πνεύματος οἱ μάρτυρες μαρτυροῦσιν; λέγει πρὸς τοὺς μαθητὰς ὁ σωτήρ· ὅταν δὲ φέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ μεριμνήσητε πῶς ἀπολογήσεσθε ἢ τί εἴπητε. τὸ γὰρ ἅγιον πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ, ἃ δεῖ εἰπεῖν. ἀδύνατον γὰρ μαρτυρῆσαι περὶ τοῦ Χριστοῦ, ἐὰν μή τις διὰ πνεύματος ἁγίου μαρτυρήσῃ. εἰ γὰρ οὐδεὶς δύναται εἰπεῖν κύριον Ἰησοῦν Χριστὸν εἰ μὴ ἐν πνεύματι ἁγίῳ, τὴν ζωὴν ἄρα τις ἑαυτοῦ δίδωσιν ὑπὲρ Ἰησοῦ ἐὰν μὴ ἐν πνεύματι ἁγίῳ;
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).