Cyrillus Hierosolymitanus
Catecheses ad illuminandos
Illu 16.29.1
Choose a text
More by Cyrillus Hierosolymitanus
—
Pg Scrape Grc
16.29.1
Εἰ δὲ καὶ πάσας τις διέλθοι τάς τε τῶν δώδεκα καὶ τῶν λοιπῶν προφητῶν τὰς βίβλους, πολλὰς τὰς περὶ τοῦ ἁγίου πνεύματος μαρτυρίας εὑρήσει, Μιχαίου μὲν λέγοντος ἐκ προσώπου τοῦ θεοῦ· ἐὰν μὴ ἐγὼ ἐμπλήσω ἰσχὺν ἐν πνεύματι κυρίου· τοῦ δὲ Ἰωὴλ βοῶντος· καὶ ἔσται μετὰ ταῦτα, λέγει ὁ θεός, ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ τὰ ἑξῆς· καὶ Ἀγγαίου φάσκοντος· διότι ἐγὼ μεθ' ὑμῶν εἰμί, λέγει κύριος παντοκράτωρ, καὶ τὸ πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν· Ζαχαρίου δὲ ὁμοίως· πλὴν τοὺς λόγους μου καὶ τὰ νόμιμά μου δέχεσθε, ὅσα ἐγὼ ἐντέλλομαι ἐν πνεύματί μου τοῖς δούλοις μου τοῖς προφήταις.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).