Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Catecheses ad illuminandos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyrillus-hierosolymitanus" aria-label="More works by Cyrillus Hierosolymitanus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
7.1.1
Περὶ μὲν τῆς τοῦ Θεοῦ μοναρχίας, αὐτάρκως ἡμῖν ἐν τῇ χθὲς ἡμέρᾳ πρὸς ὑμᾶς εἴρηται. Αὐτάρκως δὲ λέγω, οὐ τὸ πρὸς ἀξίαν· (τούτου γὰρ ἐφικέσθαι θνητῇ φύσει παντελῶς ἀδύνατον), ἀλλ' ὅσον ἧκεν εἰς τὴν ἡμετέραν ἀσθένειαν. Καὶ τῆς τῶν ἀθέων αἱρεσιωτῶν πολυσχιδοῦς πλάνης τὰς ἐκτροπὰς διῆλθον. Ὧν τὸ βορβορῶδες καὶ τὸ τῶν ψυχῶν ἰοβόλον ἀποσεισάμενοι, καὶ τὰ κατ' ἐκείνους μνημονεύσαντες, οὐχ ἵνα βλαβῶμεν, ἀλλ' ἵνα μειζόνως αὐτοὺς μισήσωμεν, πρὸς ἑαυτοὺς λοιπὸν ἐπανέλθωμεν· καὶ τὰ σωτηριώδη τῆς ἀληθοῦς Πίστεως καταδεξώμεθα, τῷ τῆς μοναρχίας ἀξιώματι τὸ πατρικὸν συνάπτοντες, καὶ πιστεύοντες ΕΙΣ ἙΝΑ ΘΕΟΝ ΠΑΤΕΡΑ. Οὐ γὰρ μόνον ΕΙΣ ἙΝΑ ΘΕΟΝ δεῖ πιστεύειν· ἀλλὰ καὶ [τὸ] ΠΑΤΕΡΑ τοῦτον εἶναι τοῦ μονογενοῦς, Κυρίου δὲ ἡμῶν Ἰησοῦ Χριστοῦ, μετ' εὐσεβείας καταδεχώμεθα.
7.2.1
Ταύτῃ γὰρ ἂν τῶν Ἰουδαίων ἀνώτερα φρονοίημεν, οἳ τὸ μὲν εἶναι ἙΝΑ ΘΕΟΝ καταδέχονται τοῖς δόγμασι· (τί γὰρ, εἰ καὶ τοῦτο διὰ τῆς εἰδωλολατρείας πολλάκις ἠρνήσαντο;) τὸ δὲ καὶ ΠΑΤΕΡΑ εἶναι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦτον, οὐ παραδέχονται· τοῖς οἰκείοις προφήταις ἐναντία φρονοῦντες, οἵ φασιν ἐν ταῖς θείαις γραφαῖς· Κύριος εἶπε πρός με, Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. Καὶ μέχρι σήμερον φρυαττόμενοι καὶ συναγόμενοι κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ· νομίζοντες ὅτι δυνατόν ἐστι Πατρὶ φιλιωθῆναι, χωρὶς τῆς εἰς τὸν Υἱὸν εὐσεβείας· ἀγνοοῦντες ὅτι οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ διὰ τοῦ Υἱοῦ, τοῦ λέγοντος, Ἐγώ εἰμι ἡ θύρα· καὶ, Ἐγώ εἰμι ἡ ὁδός. Ὁ τοίνυν τὴνὁδὸν παραιτούμενος τὴν ἀπάγουσαν πρὸς τὸν Πατέρα, καὶ ὁ τὴν θύραν ἀρνούμενος, πῶς τῆς πρὸς τὸν Θεὸν εἰσόδου καταξιωθήσεται; ἀντιλέγοντες δὲ καὶ τοῖς ἐν ὀγδοηκοστῷ ὀγδόῳ ψαλμῷ γεγραμμένοις, τὸ, Αὐτὸς ἐπικαλέσεταί με, Πατήρ μου εἶ σὺ, Θεός μου καὶ ἀντιλήπτωρ τῆς σωτηρίας μου. Κἀγὼ πρωτότοκον θήσομαι αὐτὸν, ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς. Εἰ γὰρ ταῦτα πρὸς τὸν Δαβὶδ ἢ Σολομῶντα, ἢ καί τινα τῶν καθεξῆς εἰρῆσθαι βιάζοιντο, δειξάτωσαν, πῶς ὁ θρόνος τούτου τοῦ προφητευομένου παρ' αὐτοῖς, ἔστιν ὡς αἱ ἡμέραι τοῦ οὐρανοῦ, καὶ ὡς ὁ ἥλιος ἐναντίον τοῦ Θεοῦ, καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα. Πῶς δὲ καὶ οὐ δυσωποῦνται τὸ γεγραμμένον, Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε; καὶ τὸ, Συμπαραμενεῖ τῷ ἡλίῳ καὶ πρὸ τῆς σελήνης, γενεὰς γενεῶν; ἅπερ ἐπ' ἄνθρωπον ἀναφέρειν, πάσης ἀγνωμοσύνης ἀνάπλεων καὶ μεστόν.
7.3.1
Ἀλλ' Ἰουδαῖοι μὲν τὰ συνήθη τῆς ἀπιστίας, ἔν τε τοῖς ῥητοῖς τούτοις καὶ ἐν τοῖς παραπλησίοις, ἐπειδὴ βούλονται, νοσείτωσαν. Ἡμεῖς δὲ τὸ τῆς Πίστεως εὐσεβὲς ἀναλαμβάνομεν, Θεὸν ἕνα τὸν Πατέρα τοῦ Χριστοῦ προσκυνοῦντες· [τὸν γὰρ τοῖς πᾶσι τὸ γεννᾷν χαριζόμενον, τοῦτον τῆς τοιαύτης ἀξίας ἀποστε ρεῖν ἀνόσιον·] καὶ πιστεύομεν ΕΙΣ ἙΝΑ ΘΕΟΝ ΠΑΤΕΡΑ, ἵνα καὶ πρὸ τῶν περὶ Χριστοῦ κινηθησομένων ἡμῖν διδασκαλικῶν λόγων, ἡ περὶ τοῦ μονογενοῦς πίστις ἐγκαταβάλληται τῇ ψυχῇ τῶν ἀκουόντων, ἐκ τῶν μεταξὺ λόγων τῶν περὶ τοῦ Πατρὸς κατὰ μηδοτιοῦν ἀποσχοινιζομένη.
7.4.1
Τὸ γὰρ τοῦ Πατρὸς ὄνομα ἅμα τῷ τῆς ὀνομασίας προσρήματι, νοεῖν παρέχει καὶ τὸν Υἱόν· ὥσπερ ὁμοίως Υἱόν τις ὀνομάσας, εὐθὺς ἐνόησε καὶ τὸν Πατέρα. Εἰ γὰρ πατὴρ, πάντως ὅτι πατὴρ υἱοῦ· καὶ εἰ υἱὸς, πάντως ὅτι πατρὸς υἱός. Ἵν' οὖν μὴ ἐκ τοῦ λέγειν οὕτως, ΕΙΣ ἙΝΑ ΘΕΟΝ, ΠΑΤΕΡΑ ΠΑΝΤΟΚΡΑΤΟΡΑ, ΠΟΙΗΤΗΝ ΟΥΡΑΝΟΥ ΚΑΙ ΓΗΣ, ὉΡΑΤΩΝ ΤΕ ΠΑΝΤΩΝ ΚΑΙ ΑΟΡΑΤΩΝ· εἶτα ἐπαγόντων ἡμῶν καὶ τὸ, ΕΙΣ ἙΝΑ ΚΥΡΙΟΝ ΙΗΣΟΥΝ ΧΡΙΣΤΟΝ· ὑπολάβοι τις οὐχ ὁσίως, οὐρανοῦ καὶ γῆς δευτερεύειν τῇ τάξει τὸν μονογενῆ· διὰ τοῦτο, πρὸ τῆς ἐκείνων ὀνομασίας, Πατέρα τὸν Θεὸν ὠνομάσαμεν, ἵνα ἅμα τῷ νοεῖν Πατέρα, νοήσωμεν καὶ τὸν Υἱόν· υἱοῦ γὰρ καὶ πατρὸς οὐδέν ἐστι μεταξὺ τῶν ὄντων.
7.5.1
Ἔστι τοίνυν ὁ Θεὸς, πολλῶν μὲν καταχρηστικῶς πατήρ· ἑνὸς δὲ μόνου φύσει καὶ ἀληθείᾳ τοῦ μονογενοῦς Υἱοῦ, Κυρίου δὲ ἡμῶν Ἰησοῦ Χριστοῦ, Πατήρ· οὐ χρόνοις τὸ πατὴρ εἶναι κτησάμενος, ἀλλ' ἀεὶ Πατὴρ τοῦ μονογενοῦς τυγχάνων. Οὐ γὰρ ἄπαις ὢν πρὸ τούτου, πατὴρ γέγονεν, ὕστερον μεταβουλευσάμενος· ἀλλὰ πρὸ πάσης ὑποστάσεως καὶ πρὸ πάσης αἰσθήσεως, πρὸ χρόνων τε καὶ πρὸ πάντων τῶν αἰώνων, τὸ πατρικὸν ἀξίωμα ἔχει ὁ Θεός· τούτῳ μᾶλλον ἢ τοῖς λοιποῖς ἀξιώμασι σεμνυνόμενος. Καὶ οὐ πάθει πατὴρ γενόμενος, οὐκ ἐκ συμπλοκῆς, οὐ κατ' ἄγνοιαν, οὐκ ἀποῤῥεύσας, οὐ μειωθεὶς, οὐκ ἀλλοιωθείς· (πᾶν γὰρ δώρημα τέλειον ἄνωθέν ἐστι, καταβαῖνον ἀπὸ τοῦ πατρὸς τῶν φώτων, παρ' ᾧ οὐκ ἔνι παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα). Πατὴρ τέλειος, τέλειον Υἱὸν γεννήσας· πάντα παραδοὺς τῷ γεγεννημένῳ· πάντα γάρ μοι παρεδόθη, φησὶν, ὑπὸ τοῦ Πατρός μου. Καὶ τιμώμενος ὑπὸ τοῦ μονογενοῦς· Ἐγὼ γὰρ τιμῶ τὸν Πατέρα, φησὶν ὁ Υἱός· καὶ πάλιν· Καθὼς ἐγὼ τὰς ἐντολὰς τοῦ Πατρός μου τετήρηκα, καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ. Λέγομεν τοίνυν καὶ ἡμεῖς παραπλησίως τῷ Ἀποστόλῳ· Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῶν οἰκτιρμῶν, καὶ Θεὸς πάσης παρακλήσεως· καὶ, Κάμπτομεν τὰ γόνατα πρὸς τὸν Πατέρα, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται· δοξάζοντες αὐτὸν σὺν τῷ μονογενεῖ· ὁ γὰρ ἀρνούμενος τὸν Πατέρα, καὶ τὸν Υἱὸν ἀρνεῖται· καὶ πάλιν· Ὁ ὁμολογῶν τὸν Υἱὸν, καὶ τὸν Πατέρα ἔχει· γινώσκοντες, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.
7.6.1
Προσκυνοῦμεν τοίνυν τὸν Πατέρα τοῦ Χριστοῦ, τὸν οὐρανοῦ καὶ γῆς ποιητὴν, τὸν Θεὸν Ἀβραὰμ, Ἰσαὰκ καὶ Ἰακώβ· οὗ πρὸς τιμὴν καὶ ὁ πρότερος ἀντικρὺς ἡμῶν ἐνταῦθα ναὸς ᾠκοδόμητο. Οὐ γὰρ ἀνεξόμεθα τῶν αἱρετικῶν τῶν τὴν παλαιὰν τῆς καινῆς διαθήκης ἀποσχιζόντων· ἀλλὰ τῷ Χριστῷ πεισθησόμεθα, τῷ λέγοντι περὶ τοῦ ἱεροῦ· Οὐκ ᾔδειτε, ὅτι ἐν τοῖς τοῦ Πατρός μου δεῖ με εἶναι; καὶ πάλιν· Ἄρατε ταῦτα ἐντεῦθεν, καὶ μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου οἶκον ἐμπορίου. Δι' ὧν σαφέστατα τὸν ἐν Ἱεροσολύμοις πρότερον ναὸν, οἶκον εἶναι τοῦ ἑαυτοῦ Πατρὸς ὡμολόγει. Εἰ δέ τις ἐξ ἀπιστίας ἀποδείξεις ἔτι πλείονας λαβεῖν βούλεται, περὶ τοῦ, τὸν Πατέρα τοῦ Χριστοῦ τὸν αὐτὸν εἶναι καὶ κόσμου ποιητήν· ἀκουσάτω πάλιν αὐτοῦ λέγοντος· Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται; καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Καὶ τὸ, Ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν, οὐδὲ θερίζουσιν, οὐδὲ συνάγουσιν εἰς ἀποθήκας· καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά. Καὶ τὸ, Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι.
7.7.1
Ἀλλ' ἵνα μή τις ἐξ ἀφελείας ἢ κακεντρεχείας, ἀνθρώποις δικαίοις ἰσότιμον εἶναι τὸν Χριστὸν ὑπολάβῃ, ἐκ τοῦ λέγειν αὐτὸν, Ἀναβαίνω πρὸς τὸν Πατέρα μου, καὶ πατέρα ὑμῶν· καλὸν ἐκεῖνο προδιαστείλασθαι, ὅτι τὸ μὲν τοῦ πατρὸς ἕν ἐστιν ὄνομα, ποικίλη δὲ τῆς ἐνεργείας ἡ δύναμις. Καὶ τοῦτο αὐτὸ γινώσκων εἴρηκεν ἀσφαλῶς· Πορεύομαι πρὸς τὸν Πατέρα μου, καὶ πατέρα ὑμῶν. Οὐκ εἰπὼν, πρὸς τὸν Πατέρα ἡμῶν· ἀλλὰ διελὼν, καὶ εἰπὼν πρῶτον τὸ οἰκεῖον, πρὸς τὸν Πατέρα μου, ὅπερ ἦν κατὰ φύσιν· εἶτ' ἐπαγαγὼν, καὶ πατέρα ὑμῶν, ὅπερ ἦν κατὰ θέσιν. Εἰ γὰρ καὶ μάλιστα λέγειν ἐν προσευχαῖς κατηξιώθημεν, Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἀλλὰ κατὰ φιλανθρωπίαν ἡ δόσις. Οὐ γὰρ κατὰ φύσιν ἐκ τοῦ ἐν οὐρανοῖς πατρὸς γεννηθέντες, πατέρα καλοῦμεν αὐτόν· ἀλλ' ἐκ δουλείας εἰς υἱοθεσίαν πατρικῇ χάριτι, διὰ Υἱοῦ καὶ ἁγίου Πνεύματος μετενεχθέντες, ἀφάτῳ φιλανθρωπίᾳ λέγειν τοῦτο καταξιούμεθα.
7.8.1
Εἰ δέ τις βούλεται μαθεῖν, ὅπως ἡμεῖς τὸν Θεὸν πατέρα καλοῦμεν, ἀκουέτω τοῦ καλοῦ παιδαγωγοῦ Μωσέως λέγοντος· Οὐκ αὐτὸς οὗτός σου πατὴρ ἐκτήσατό σε, καὶ ἐποίησέ σε, καὶ ἔκτισέ σε; καὶ Ἡσαΐου τοῦ προφήτου· Καὶ νῦν Κύριε, πατὴρ ἡμῶν σύ· ἡμεῖς δὲ πηλὸς, ἔργα τῶν χειρῶν σου πάντες. Σαφέστατα γὰρ ἐδήλωσεν ἡ προφητικὴ χάρις, ὅτι μὴ κατὰ φύσιν, ἀλλὰ κατὰ Θεοῦ χάριν καὶ θέσει, πατέρα καλοῦμεν.
7.9.1
Καὶ ἵνα γνῷς ἀκριβέστερον, ὅτι μὴ πάντως ἐν ταῖς θείαις γραφαῖς ὁ κατὰ φύσιν πατὴρ μόνον καλεῖται πατὴρ, ἄκουε Παύλου λέγοντος· Ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ' οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Οὐ γὰρ τῷ γεννῆσαι κατὰ σάρκα, ἀλλὰ τῷ διδάξαι καὶ ἀναγεννῆσαι κατὰ πνεῦμα, Παῦλος ἦν Κορινθίων πατήρ. Ἄκουε δὲ καὶ τοῦ Ἰὼβ λέγοντος· Ἐγὼ ἤμην πατὴρ ἀδυνάτων. Πατέρα γὰρ ἑαυτὸν, οὐ τῷ γεννῆσαι πάντας, ἀλλὰ τῷ κηδεμονεῖν, ὠνόμασεν. Αὐτός τε ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ, τῷ ξύλῳ κατὰ τὸν τοῦ σταυροῦ καιρὸν τὴν σάρκα προσηλωμένος, ἰδὼν τὴν Μαριὰμ τὴν ἑαυτοῦ κατὰ σάρκα μητέρα, καὶ τὸν Ἰωάννην τὸν τῶν μαθητῶν προσφιλέστατόν, φησι πρὸς ἐκεῖνον μὲν, Ἰδοὺ ἡ μήτηρ σου· πρὸς δὲ τὴν Μαριὰμ, Ἰδοὺ ὁ υἱός σου· τὴν ὀφειλομένην φιλοστοργίαν ἐκδιδάσκων· καὶ τὸ παρὰ τῷ Λουκᾷ εἰρημένον πλαγίως ἐπιλύων, τὸ, Καὶ ἦν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ θαυμάζοντες· ὅπερ ἁρπάζουσιν αἱρεσιωτῶν παῖδες, ἐξ ἀνδρὸς αὐτὸν καὶ γυναικὸς γεγεννῆσθαι λέγοντες. Ὅνπερ γὰρ τρόπον ἡ Μαρία μήτηρ Ἰωάννου διὰ τὴν φιλοστοργίαν, οὐ διὰ τὸ γεννῆσαι· οὕτω καὶ Ἰωσὴφ πατὴρ ἐκαλεῖτο τοῦ Χριστοῦ, οὐ διὰ τὸ γεννῆσαι· (οὐ γὰρ ἔγνω αὐτὴν, κατὰ τὸ εὐαγγέλιον, ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον) ἀλλὰ διὰ τὴν περὶ τὴν ἀνατροφὴν κηδεμονίαν γεγενημένην.
7.10.1
Τοῦτο μὲν οὖν ὑμῖν ἐν παρεκβάσει νῦν ὡς ἐν ὑπομνήσει λελέχθω. Προσθῶμεν δὲ καὶ μαρτυρίαν ἑτέραν ἀποδεικτικὴν τοῦ, καταχρηστικῶς ἀνθρώπων τὸν Θεὸν καλεῖσθαι πατέρα. Ὅταν γὰρ ἐν Ἡσαΐᾳ λέγηται πρὸς τὸν Θεόν· Σὺ γὰρ εἶ πατὴρ ἡμῶν, ὅτι Ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς, καὶ ἡ Σάῤῥα οὐκ ὠδίνησεν ἡμᾶς· ἆρα ἔτι περὶ τούτου ζητεῖν χρή; Κἂν ὁ ψαλμῳδὸς λέγῃ· Ταραχθήτωσαν ἀπὸ προσώπου αὐτοῦ, τοῦ πατρὸς τῶν ὀρφανῶν καὶ κριτοῦ τῶν χηρῶν· ἆρα οὐ πᾶσι πρόδηλον, ὅτι τῶν νεωστὶ τοὺς οἰκείους πατέρας ἀποβεβληκότων ὀρφανῶν πατὴρ ὁ Θεὸς καλούμενος, οὐ διὰ τὸ γεννᾷν ἐξ αὐτοῦ, ἀλλὰ διὰ τὸ κηδεμονεῖν καὶ ὑπερασπίζειν, ὠνόμασται; Ἀλλὰ τῶν μὲν ἀνθρώπων, καθὼς εἴρηται, καταχρηστικῶς ἐστι πατήρ· Χριστοῦ δὲ μόνου κατὰ φύσιν ἐστὶ Πατὴρ ὁ Θεὸς, οὐ κατὰ θέσιν· καὶ τῶν μὲν ἀνθρώπων ἐν χρόνοις, Χριστοῦ δὲ πρὸ χρόνων, καθὼς αὐτός φησι, Καὶ νῦν δόξασόν με σὺ, Πάτερ, [παρὰ σεαυτῷ] τῇ δόξῃ ᾗ εἶχον, πρὸ τοῦ τὸν κόσμον εἶναι, παρὰ σοί.
7.11.1
Πιστεύομεν τοίνυν ΕΙΣ ἙΝΑ ΘΕΟΝ ΠΑΤΕΡΑ, τὸν ἀνεξιχνίαστον καὶ ἀνεκδιήγητον· ὃν ἀνθρώπων μὲν οὐδεὶς ἑώρακεν, ὁ μονογενὴς δὲ μόνος ἐξηγήσατο. Ὁ γὰρ ὢν ἐκ τοῦ Θεοῦ, αὐτὸς ἑώρακε τὸν Θεόν. Οὗ τὸ πρόσωπον οἱ ἄγγελοι διαπαντὸς βλέπουσιν ἐν τοῖς οὐρανοῖς· βλέπουσι δὲ, κατὰ τὸ μέτρον τῆς οἰκείας τάξεως ἕκαστος· τὸ δὲ ἀκραιφνὲς τῆς τοῦ Πατρὸς θεωρίας εἰλικρινῶς Υἱῷ σὺν ἁγίῳ Πνεύματι τετήρηται.
7.12.1
Ἐνταῦθα τοῦ λόγου γενόμενος, καὶ τῶν πρὸ βραχέως εἰρημένων ὑπομνησθεὶς, ἐν οἷς ὁ Θεὸς πατὴρ ἀνθρώπων ἀνηγορεύετο· μεγάλως πρὸς τὴν τῶν ἀνθρώπων ἀγνωμοσύνην ἐξίσταμαι. Ὁ μὲν γὰρ Θεὸς ἀφάτῳ φιλανθρωπίᾳ πατὴρ ἀνθρώπων καλεῖσθαι κατηξίωσεν· ὁ ἐν οὐρανοῖς, τῶν ἐπὶ γῆς· καὶ ὁ τῶν αἰώνων ποιητὴς, τῶν ἐν χρόνοις· καὶ ὁ τὴν γῆν κατέχων [ἐν] δρακὶ, τῶν ἐπὶ γῆς ὄντων ὡς ἀκρίδων. Ὁ δὲ ἄνθρωπος καταλιπὼν τὸν ἐπουράνιον πατέρα, τῷ ξύλῳ εἶπε, Πατήρ μου εἶ σύ· καὶ τῷ λίθῳ, Σὺ ἐγέννησάς με. Καί μοι δοκεῖ διὰ τοῦτο πρὸς τὴν ἀνθρωπότητα λέγειν ὁ ψαλμός· Καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, ὃν εἵλου πατέρα, ὃν ἐπεσπάσω πρὸς τὴν ἀπώλειαν.
7.13.1
Οὐ μόνον δὲ ξύλα καὶ λίθους, ἔνιοι δὲ καὶ τὸν Σατανᾶν αὐτὸν ἤδη εἵλοντο πατέρα, τὸν ψυχοφθόρον. Πρὸς οὓς ἐλεγκτικῶς ἔλεγεν ὁ Κύριος· Ὑμεῖς τὰ ἔργα τοῦ πατρὸς ὑμῶν ποιεῖτε· [τοῦ διαβόλου] πατρὸς ὄντος ἀνθρώπων, οὐ κατὰ φύσιν, ἀλλὰ κατὰ ἀπάτην. Ὃν γὰρ τρόπον, διὰ τῆς εὐσεβοῦς διδασκαλίας, Παῦλος Κορινθίων πατὴρ ἐκαλεῖτο, οὕτω καὶ ὁ διάβολος τῶν ἐκ προαιρέσεως αὐτῷ συντρεχόντων καλεῖται πατήρ. Οὐ γὰρ ἀνεξόμεθα τῶν κακῶς ἐκλαμβανόντων τὸ εἰρημένον ἐκεῖνο, τό, Ἐκ τούτου γινώσκομεν τὰ τέκνα τοῦ Θεοῦ, καὶ τὰ τέκνα τοῦ διαβόλου· ὡς ὄντων φύσει τινῶν, καὶ σωζομένων καὶ ἀπολλυμένων, ἐν ἀνθρώποις. Οὔτε γὰρ ἐπάναγκες, ἀλλ' ἐκ προαιρέσεως εἰς τὴν τοιαύτην ἁγίαν υἱοθεσίαν ἐρχόμεθα. Οὔτε ἐκ φύσεως ὁ προδότης Ἰούδας υἱὸς ἦν διαβόλου καὶ τῆς ἀπωλείας· ἢ γὰρ ἂν οὔθ' ὅλως ἐξ ἀρχῆς ἐν ὀνόματι Χριστοῦ δαίμονας ἀπήλασε, Σατανᾶς γὰρ Σατανᾶν οὐκ ἐκβάλλει· οὐδ' ἂν πάλιν ὁ Παῦλος ἐκ τοῦ διώκειν εἰς τὸ κηρύττειν μετέβαινεν. Ἀλλ' αὐτεξούσιος ἡ υἱοθεσία, καθώς φησιν ὁ Ἰωάννης· Ὅσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ. Οὐ γὰρ πρὸ τῆς πίστεως, ἀλλ' ἐκ τῆς πίστεως τέκνα Θεοῦ γενέσθαι κατηξιώθησαν αὐτεξουσίως.
7.14.1
Τοῦτο τοίνυν γινώσκοντες, πνευματικῶς ἀναστρέψωμεν, ἵνα τῆς υἱοθεσίας τοῦ Θεοῦ καταξιωθῶμεν. Ὅσοι γὰρ πνεύματι Θεοῦ ἄγονται, οὗτοι υἱοὶ Θεοῦ εἰσιν. Οὐδὲν γὰρ ὄφελος ἡμῖν τὴν Χριστιανῶν κεκτῆσθαι προσηγορίαν, μὴ καὶ τῶν ἔργων ἐπακολουθούντων· μή ποτε καὶ πρὸς ἡμᾶς ῥηθῇ τὸ, Εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε. Εἰ γὰρ πατέρα ἐπικαλούμεθα, τὸν ἀπροσωπολήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ἡμῶν χρόνον ἀναστραφῶμεν· μὴ ἀγαπῶντες τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ. Ἐὰν γάρ τις ἀγαπᾷ τὸν κόσμον, οὐκ ἔστιν ἡ ἀγάπη τοῦ Πατρὸς ἐν αὐτῷ. Ὥστε, τέκνα ἀγαπητὰ, δόξαν τῷ ἐν οὐρανοῖς πατρὶ διὰ τῶν ἔργων προσενέγκωμεν· ὅπως ἴδωσιν ἡμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν πατέρα ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Πᾶσαν τὴν μέριμναν ἡμῶν ἐπ' αὐτὸν ἐπιῤῥίψωμεν· οἶδε γὰρ ὁ πατὴρ ἡμῶν ὧν χρείαν ἔχομεν.
7.15.1
Τιμῶντες δὲ τὸν ἐπουράνιον πατέρα, καὶ τοὺς τῆς σαρκὸς ἡμῶν πατέρας τιμήσωμεν· ἐπειδὴ σαφῶς ἐν νόμῳ καὶ προφήταις αὐτὸς ὥρισεν ὁ Κύριος, λέγων· Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται, καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς. Καὶ τοῦ παραγγέλματος τούτου ἀκουέτωσαν μάλιστα τῶν παρόντων οἱ πατέρας καὶ μητέρας κεκτημένοι. Τὰ τέκνα ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν κατὰ πάντα· τοῦτο γὰρ εὐάρεστόν ἐστι τῷ Κυρίῳ. Οὐ γὰρ εἶπεν ὁ Κύριος· Ὁ φιλῶν πατέρα ἢ μητέρα, οὐκ ἔστι μου ἄξιος, μὴ τὸ καλῶς γεγραμμένον αὐτὸς ἐξ ἀγνοίας ἐκλάβῃς κακῶς· ἀλλὰ τὸ, ὑπὲρ ἐμὲ, προσέθηκεν. Ὅταν γὰρ οἱ ἐπὶ γῆς πατέρες τῷ ἐν οὐρανοῖς πατρὶ φρονῶσιν ἐναντία, τότε δεῖ τῷ ῥήματι ἐπακολουθεῖν. Ὅταν δὲ μηδὲν ἡμῖν εἰς εὐσέβειαν αὐτῶν ἐμποδιζόντων, ἀγνωμοσύνῃ φερόμενοι, καὶ τῶν εἰς ἡμᾶς αὐτῶν εὐεργεσιῶν ἀμνημονοῦντες καταφρονῶμεν· τότε χώραν ἕξει τὸ λόγιον, τὸ λέγον· Ὁ κακολογῶν πατέρα ἢ μητέρα, θανάτῳ τελευτάτω.
7.16.1
Χριστιανῶν εὐσέβεια ἐνάρετος πρώτη, τὸ τιμᾷν τοὺς γεννήτορας, τὸ τοὺς πόνους ἀμείψασθαι τῶν φύντων, καὶ πάσῃ δυνάμει τὰ πρὸς ἀνάπαυσιν αὐτοῖς ἐπενεγκεῖν· κἂν γὰρ τὰ πλεῖστα τούτοις ἀποδῶμεν, ἀλλ' ἀντιγεννῆσαι τούτους οὐδέποτε δυνησόμεθα. Ἵνα καὶ αὐτοὶ τῆς παρ' ἡμῶν ἀναπαύσεως ἀπολαύσαντες, εὐλογίαις ἡμᾶς στηρίξωσιν, ἃς ὁ πτερνιστὴς Ἰακὼβ ἐμφρόνως ἥρπασε· καὶ τὴν ἀγαθὴν ἡμῶν προαίρεσιν ὁ ἐν οὐρανοῖς πατὴρ ἀποδεξάμενος, καταξιώσειεν ἡμᾶς μετὰ τῶν δικαίων λάμπειν ὡς ὁ ἥλιος, ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς ἡμῶν· ᾧ ἡ δόξα, σὺν τῷ μονογενεῖ καὶ σωτῆρι Ἰησοῦ Χριστῷ, σὺν τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 8. τ ΚΑΤΗΧΗΣΙΣ Η ΦΩΤΙΖΟΜΕΝΩΝ, Ἐν Ἱεροσολύμοις σχεδιασθεῖσα, εἰς τὸ, ΠΑΝΤΟΚΡΑΤΟΡΑ. Καὶ ἀνάγνωσις ἐκ τοῦ Ἱερεμίου· Ὁ Θεὸς ὁ μέγας, καὶ ὁ ἰσχυρὸς Κύριος· ὁ μέγας τῇ βουλῇ, καὶ δυνατὸς τοῖς ἔργοις, ὁ παντοκράτωρ, ὁ μεγαλώνυμος Κύριος, καὶ τὰ ἑξῆς.

Intertext edge

Open linked passage

Note