Catechesis ad illuminandos 2 Paris
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyrillus-hierosolymitanus" aria-label="More works by Cyrillus Hierosolymitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
18.1
Εἶδες.. κακῶν τῆς ἄθεον αὐτὸν ψυχῆς... ἀπεθηριώθη καὶ ἐν ἐρήμῳ διέτριβεν, ἐμαστιγώθη, ἴνα σωθῇ ἴσχεν... ἐπειδὴ προιδὼν κατασβεσθὲν ἀπὸ τῆς δρόσου τὸ πῦρ, οὐκ ἐπίστευσεν. Καὶ τί γίνεται μετὰ ταῦτα; ἄκουσον αὐτοῦ λέγοντος· ἐγὼ... ὅτε τοίνυν [caetera ut in priore textu n. 18, 19, p. 31 D] τιμωρίαν μόνον ἐὰν μετανοήσας μὴ ἐπιστρέφης πάλιν.. 19 Μηδεὶς οὖν ἀδελφοὶ ἀπελπίσῃ τῆς ἑαυτοῦ σωτηρίας [inde codex noster solus in plane nova luxu- riose vagatur] Σαμψὼν ἐκεῖνος ὁ ἰσχυρὸς ἐν πολέμοις, ὃς καὶ πρὸ γενέσεως ἐπήγγελτο, ὡς ὁ ἄγγελος διετάξατο τῇ μητρὶ αὐτοῦ, [ἀπὸ πάντος] ὃ ἐξ ἀμπέλου ἐμπορεύεται καὶ σίκερα οὐ μὴ πιεῖ (τὸ μὴ πιεῖν, νηστείας ἦν καὶ ἐγκρατείας ὑπόθεσις). Καὶ ἔως μὲν ἦν τετειχισμένος τῇ νηστείᾳ καὶ τῇ προσευχῇ καὶ τῇ μετανοίᾳ, κατὰ χιλίους ἔπιπτον οἱ ἀλλόφυλοι, πύλαι πόλεων ἀνεσπῶντο, λέοντες τῇ ἰσχύϊ τοῦ δικαίου κατέπιπτον. Ὅτε δὲ μέθῃ ἐαυτὸν κατεβάπτισεν, ἀνάλωτος τοῖς ἀλλοφύλοις καὶ παίγνιον ἐγένετο. Νηστεύσωμεν οὖν, ἀδελφοὶ, ἵνα πρὸς τὸν παράδεισον ἐπανέλθωμεν, ὄθεν ἐκπεπτώκαμεν. Εἰ ἐνήστευσεν [cod. εἰσενήστευσεν] Ἀδὰμ, καὶ τὴν ἐντολὴν ἐφύλαξεν, οὐκ ἂν ἡμεῖς πεπτώκαμεν εἰς τὰ πάθη τῆς ἀτιμίας· οὐκ ἂν τὴν γῆν ἐργάζεσθαι κατεδικάσθημεν· οὐκ ἂν ἡ τῶν τριβόλων ἀνατολὴ ἐπεφύη καὶ ἡ ἐν λυπαῖς ἐνεσημάνθη κατάκρισις· τοιαῦτα γὰρ τὰ τῆς ἁμαρτίας ὀψώνια. Ἀλλ' ἡμεῖς, ἀγαπητοὶ, πάντοτε καὶ ἀεὶ ἐξωμολογήμεθα, κατὰ τὸν προφήτην Δαυὶδ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ [inde vulgata recurrunt, sed libero pede]. Πέτρος ὁ προστάτης καὶ κορυφαῖος τῶν ἀποστόλων παρὰ παιδίσκης ἠλέγχθη, καὶ ἠρνήσατο τὸν Κύριον τρὶς, ἀλλὰ μεταμεληθεὶς ἔκλαυσε πικρῶς· τὸ δὲ κλαῦσαι πικρῶς, τὴν ἐγκάρδιον μετάνοιαν παρίστησι, καὶ διὰ τοῦτο οὐ μόνον ἔλαβεν ἄφεσιν ἐπὶ τῇ ἀρνήσει, ἀλλὰ γὰρ καὶ τὸ ἀποστολικὸν ἀξίωμα ἔσχεν ἀναφαίρετον. 20 Ἔχοντες οὖν ἀδελφοὶ πολλοὺς τύπους τῶν ἁμαρτησάντων καὶ σωθέντων, προθύμως καὶ αὐτοὶ ἐξομολογεῖσθε [caetera iterum recidunt in prius homiliae exemplar, eodemque modo usque in finem num. 20 pergunt].