Epistula ad Constantium imperatorem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyrillus-hierosolymitanus" aria-label="More works by Cyrillus Hierosolymitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
2.1
Ἕτεροι μὲν γὰρ ἀφ' ὧν ἔχουσι τὴν τιμίαν σου πολλάκις στεφανοῦσι κεφαλήν, χρυσοκολλήτους στεφάνους λίθοις διαυγεστάτοις πεποικιλμένους προσκομίζοντες. Ἡμεῖς δὲ οὐ τοῖς ἀπὸ γῆς σε στεφανοῦμεν (τὰ γὰρ ἀπὸ γῆς δωρούμενα τέλος ἔχει τὴν γῆν)· ἀλλ' ἐπουρανίων πραγμάτων θεϊκὴν ἐνέργειαν ἐν τοῖς τῆς θεοφιλοῦς σου βασιλείας καιροῖς ἐν Ἱεροσολύμοις τελεσθεῖσαν τῆς σῆς εὐσεβείας μετὰ σπουδῆς ἄγομεν εἰς γνῶσιν· οὐχ ἵνα νῦν ἐξ ἀγνοίας ἔλθῃς εἰς θεογνωσίαν (φθάνεις γὰρ καὶ ἑτέρους διδάσκων δι' ὧν εὐσεβεῖς· ἀλλ' ἵνα, ἅπερ ᾔδεις, ταῦτα καὶ βεβαιωθῇς, καὶ τὸν τῆς βασιλείας προγονικὸν ὑποδεξάμενος κλῆρον, μείζοσι θεόθεν στεφάνοις ἐπουρανίοις τετιμῆσθαι μαθών, θεῷ μὲν τῷ παμβασιλεῖ καὶ νῦν τὴν πρέπουσαν ἀποδῷς εὐχαριστίαν, μείζονος δὲ τοῦ κατ' ἐχθρῶν θάρσους πληρωθῇς, ἔργῳ τὴν σὴν βασιλείαν ἀγαπᾶσθαι πρὸς θεοῦ, δι' ὧν ἐπὶ σοῦ θαυματουργεῖ, καταλαβών.