Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistula ad Constantium imperatorem
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyrillus-hierosolymitanus" aria-label="More works by Cyrillus Hierosolymitanus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
5.1
Ἐπεὶ τοίνυν ἡμεῖς, οἱ τῆς Ἱερουσαλὴμ οἰκήτορες, τὸ τοῦ θαύματος παράδοξον αὐταῖς ὄψεσι παραλαβόντες, θεῷ μὲν τῷ παμβασιλεῖ καὶ υἱῷ τῷ μονογενεῖ τοῦ θεοῦ τὴν πρέπουσαν μετ' εὐχαριστίας προσκύνησιν ἀπεδώκαμεν τε καὶ ἀποδώσομεν, εὐχὰς ἐκτενεῖς καὶ ὑπὲρ τοῦ θεοφιλοῦς σου κράτους ἐν τοῖς ἁγίοις τόποις πεποιημένοι τε καὶ ποιησόμενοι, ἔδει δὲ τὰς ἐπουρανίους ταύτας θεοπτίας μὴ παραδοῦναι σιωπῇ, ἀλλ' εὐαγγελίσασθαι σου τὴν ἔνθεον εὐσέβειαν ἐξαυτῆς διὰ τούτων ἐσπούδασα τῶν γραμμάτων· ἵν' ἀγαθῷ θεμελίῳ τῆς παρὰ σοὶ προϋπαρχούσης πίστεως τὴν ἐκ τῶν προσφάτως θεόθεν ἐπιδειχθέντων γνῶσιν ἐποικοδομήσας, βεβαιότερον μὲν τὴν εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀναλάβῃς τὴν ἐλπίδα, θαρσῶν δὲ καὶ πασῆς ἀνδρείας συνήθως πεπληρωμένος, ὡς ἂν αὐτὸν θεὸν ἔχων σύμμαχον, τὸ τοῦ σταυροῦ τρόπαιον ἑτοιμότατα προφέρῃς, καύχημα καυχημάτων, τὸ δειχθὲν ἐν οὐρανῷ σημεῖον ἐπαγόμενος· οὗ καὶ τὸ σχῆμα δείξας ἀνθρώποις οὐρανὸς μειζόνως ἐκαυχήσατο.

Intertext edge

Open linked passage

Note