Epistula ad Constantium imperatorem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyrillus-hierosolymitanus" aria-label="More works by Cyrillus Hierosolymitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
6.1
Τὸ μέντοι θαυματούργημα τοῦτο, βασιλεῦ θεοφιλέστατε, προφητῶν μαρτυρίαις καὶ Χριστοῦ φωναῖς ἁγίοις εὐαγγελίοις ἐγκειμέναις ἀκολούθως, ἐτελέσθη τε νῦν καὶ πάλιν μειζόνως τελεσθήσεται· ἐν γὰρ τῷ κατὰ Ματθαῖον εὐαγγελίῳ μελλόντων πραγμάτων γνῶσιν ὁ σωτὴρ τοῖς μακαρίοις ἀποστόλοις αὐτοῦ δωρούμενος καὶ δι' ἐκείνων τοῖς μετ' αὐτοὺς ὁμιλῶν λευκότατα προαναφωνῶν ἔλεγε·" Καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν οὐρανῷ". Ἥντινα τοῦ εὐαγγελίου θείαν βίβλον συνηθῶς εἰς χεῖρας ἀναλαβών, τὰς περὶ τούτου κειμένας προαγγελτικὰς μαρτυρίας ἐγγράφως εὑρήσεις· ὧν μαλιστά σε, δέσποτα, πυκνοτέρᾳ τῇ μελέτῃ προσέχειν παρακαλῶ, διὰ τὰ λοιπὰ τῶν κατὰ τὴν αὐτόθι γεγραμμένων ἀκολουθίαν, τῶν ὑπὸ τοῦ σωτῆρος ἡμῶν προαναφωνηθέντων, πολλῆς μετ' εὐλαβείας δεομένων τῆς παρατηρήσεως, πρὸς τὸ μηδεμίαν ἐξ ἀντικειμένης ἐνεργείας ὑπομεῖναι τὴν βλάβην.