Epistula ad Constantium imperatorem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyrillus-hierosolymitanus" aria-label="More works by Cyrillus Hierosolymitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
7.1
Ταύτας σοὶ τῶν ἡμετέρων λόγων, βασιλεῦ θεοφιλέστατε, προσφέρω τὰς ἀπαρχάς· ταύτας ἐξ Ἱεροσολύμων πρώτας ἀποφθέγγομαι τὰς φωνάς, σοὶ τῷ γνησιωτάτῳ καὶ πανευσεβεῖ μεθ' ἡμῶν Χριστοῦ προσ κυνητῇ, τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν, τοῦ τὴν οἰκουομικὴν κατὰ τὰς θείας γραφὰς ἐν Ἱεροσολύμοις τελέσαντος σωτηρίαν, τοῦ πατήσαντος μὲν ἐνταῦθα τὸν θάνατον, οἰκείοις δὲ τιμίοις αἵμασι τὰς ἀνθρώπων ἁμαρτίας ἐξαλείψαντος, ζωὴν δὲ καὶ ἀφθαρσίαν καὶ πνευματικὴν ἐπουράνιον χάριν τοῖς πιστεύουσιν ἅπασιν παρασχόντος. Οὗ τῇ τε δυνάμει καὶ τῇ χάριτί σε φρουρούμενον, λαμπροτέροις τε καὶ μείζοσιν εὐσεβείας ἐμπρέποντα κατορθώμασιν, υἱῶν τε γνησίων βασιλικοῖς ἐναβρυνόμενον βλαστήμασιν, αὐτὸς ὁ παμβασιλεὺς θεός, ὁ πάσης ἀγαθωσύνης πάροχος, πολλαῖς ἐτῶν εἰρηνικαῖς περιόδοις, καύχημα χριστιανῶν καὶ κόσμῳ σύμπαντι φυλάξειε πανέστιον.